Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
10.10
Οἴδαµεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡµῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδοµὴν ἐκ Θεοῦ ἔχο µεν, οἰκείαν ἀχειροποίητον, αἰώνιον ἐντοῖς οὐρανοῖς. αʹ. Πάλιν τὴν προθυµίαν αὐτῶν διεγείρει διὰ τὸ πολλοὺς ἐπάγεσθαι πειρασµούς. Καὶ γὰρ εἰκὸς αὐτοὺς διὰ τὴν ἀπουσίαν τὴν αὐτοῦ, πρὸς τοῦτο ἀσθενεστέρους γεγενῆσθαι. Τί οὖν φησιν; Οὐ δεῖ θαυµάζειν, ὅτι κακῶς πάσχοµεν, οὐδὲ θορυβεῖσθαι· καὶ γὰρ πολλὰ κέρδη ἐντεῦθεν καρπούµεθα. Καὶ τὰ µὲν ἔµπροσθεν εἶπεν, οἷον, ὅτι καὶ νέκρωσιν τοῦ Ἰησοῦ περιφέροµεν, καὶ τῆς δυνάµεως αὐτοῦ ἀπόδειξιν παρεχόµεθα µεγίστην. Ἵνα γὰρ, φησὶν, ἡ ὑπερβολὴ τῆς δυνάµεως ᾖ τοῦ Θεοῦ· καὶ τῆς ἀναστάσεως τεκµήριον ἐκφέροµεν σαφές· Ἵνα γὰρ, φησὶν, ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡµῶν. Ἐπειδὴ δὲ µετὰ τούτων εἶπεν, ὅτι καὶ ὁ ἔσω ἡµῶν ἄνθρωπος βελτίων γίνεται οὕτως. Εἰ γὰρ καὶ ὁ ἔξω ἡµῶν ἄνθρωπος διαφθείρεται, φησὶν, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡµέρᾳ καὶ ἡµέρᾳ· δεικνὺς πάλιν, ὅτι τοσούτῳ χρήσιµον τοῦτο τὸ µαστίζεσθαι καὶ ἐλαύνεσθαι, ἐπάγει λέγων, ὅτι ὅταν ὁλοσχερῶς τοῦτο γένηται, τότετὰ µυρία ἀγαθὰ ἀναβλαστήσει τοῖς ταῦτα ὑποµεµενηκόσιν. Ἵνα γὰρ µὴ ἀκούων, ὅτι φθείρεται ὁ ἄνθρωπός σου ὁ ἔξω, ἀλγῇς, λέγει ὅτι, ὅταν παντελῶς τοῦτο γένηται, τότε µάλιστα χαρήσῃ, καὶ ἥξεις ἐπὶ βελτίονα λῆξιν. Ὥστε οὐ µόνον ἀλγεῖν οὐ δεῖ, ἐκ µέρους αὐτοῦ φθειροµένου νῦν, ἀλλὰ καὶ τὸ ὅλον τῆς φθορᾶς ταύτης ἐπιζητεῖν· αὕτη γάρ σε µάλιστα εἰς ἀφθαρσίαν ἄγει· διὸ καὶ ἐπήγαγεν, Οἴδαµεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡµῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδοµὴν ἐκ Θεοῦ ἔχοµεν, οἰκίανἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ γὰρ τὸν περὶ ἀναστάσεως γυµνάζει λόγον πάλιν, εἰς ἣν µάλιστα ἐνόσουν, προσλαµβάνει καὶ τὴν τῶν ἀκουόντων κρίσιν, καὶ οὕτως αὐτὸν κατασκευάζει· ἀλλ' οὐχ ὁµοίως ὡς ἔµπροσθεν, ἀλλ' ὡς ἐξ ἑτέρας ὑποθέσεως εἰς τοῦτο ἐλθών· καὶ γὰρ ἦσαν διορθωθέντες ἤδη· καί φησιν, Οἴδαµεν ὅτι ἐὰν ἡ ἐπίγειος ἡµῶν οἰκία τοῦ σκήνους καταλυθῇ, ὅτι οἰκοδοµὴν ἐκ Θεοῦ ἔχοµεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Τινὲς µὲν τὴν οἰκίαν τὴν ἐπίγειον τὸν κόσµον τοῦτόν φασιν· ἐγὼ δὲ τὸ σῶµα µᾶλλον ἂν φαίην αὐτὸν αἰνίττεσθαι. Σὺ δέ µοι σκόπει, πῶς διὰ τῶν ὀνοµάτων δείκνυσι τὴν ὑπεροχὴν τῶν µελλόντων πρὸς τὰ παρόντα. Εἰπὼν γὰρ ἐπίγειον, ἀντέθηκε τὴν οὐρανίαν· εἰπὼν οἰκίαν σκήνους, καὶ τὸ εὐδιάλυτον καὶ πρόσκαιρον δείξας ἐντεῦθεν, ἀντέθηκε τὴν αἰωνίαν· τὸ γὰρ τῆς σκηνῆς ὄνοµα, τὸ πρόσκαιρον πολλάκις δείκνυσι.∆ ιό φησιν, Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός µου µοναὶ πολλαί εἰσιν. Εἰ δέ που καὶ σκηνὰς καλοίη τῶν ἁγίων τὰς ἀναπαύσεις, οὐχ ἁπλῶς σκηνὰς, ἀλλὰ µετὰ προσθήκης· οὐ γὰρ εἶπεν, Ἵνα δέξωνται εἰς τὰς σκηνὰς αὐτῶν, ἀλλ', Εἰς τὰς αἰωνίους σκηνάς. Εἰπὼν δὲ καὶ Ἀχειροποίητον, ᾐνίξατο τὴν χειροποίητον. Τί οὖν; τὸ σῶµα χειροποίητον; Οὐδαµῶς· ἀλλ' ἢ τὰς οἰκίας ἐνταῦθα αἰνίττεται τὰς χειροποιήτους· ἢ εἰ µὴ τοῦτο, ἀλλ' οἰκίαν σκήνους τὸ σῶµα ἐκάλεσε τὸ ἀχειροποίητον. Οὐ γὰρ πρὸς ἀντιδιαστολὴν τούτου ἀντέθηκεν, ἀλλ' αὔξων τὰ ἐγκώµια, καὶ προστιθεὶς τοὺς ἐπαίνους. Καὶ γὰρ ἐν τούτῳ στενάζοµεν, τὸ οἰκητήριον ἡµῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες. Ποῖον οἰκητήριον; εἰπέ µοι. Τὸ σῶµα τὸ ἄφθαρτον. Καὶ διὰ τί στενάζοµεν νῦν; Ἐπειδὴ πολλῷ βέλτιον ἐκεῖνο. Ἐξ οὐρανοῦ δὲ αὐτό φησι διὰ τὸ ἄφθαρτον. Οὐ γὰρ δὴ ἄνωθεν ἡµῖν κάτεισι σῶµα, ἀλλὰ τὴν ἐκεῖθεν πεµποµένην χάριν δηλοῖ τῷ ὀνόµατι τούτῳ. Τοσοῦτον οὖν οὐ δεῖ ἀλγεῖν ἐπὶ τοῖς κατὰ µέρος πειρασµοῖς, ὅτι καὶ τὸ καθολικὸν δεῖ ζητεῖν· ὡσανεὶ ἔλεγε, Στένεις ὅτι διώκῃ, ὅτι φθείρεταί σου ὁ ἄνθρωπος ὁ ἔξω; στέναξον ὅτι οὐ µεθ' ὑπερβολῆς τοῦτο γίνεται, µηδὲ ὁλοκλήρως φθείρεται. Εἶδες πῶς εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον, ἀποδείξας, ὅτι ὑπὲρ τούτων δεῖ στενάζειν µὴ γινοµένων ὁλοκλήρως, ὑπὲρ ὧνµερικῶς γινοµένων ἐστέναζον;∆ ιὰ τοῦτο οὐδὲ σκῆνος αὐτὸ καλεῖ λοιπὸν, ἀλλ' οἰκητήριον· καὶ µάλα εἰκότως. Ἡ µὲν γὰρ σκηνὴ καταλύεται ῥᾳδίως, ἐκεῖνο δὲ µένει διηνεκῶς. Εἴ γε καὶ ἐνδυσάµενοι, οὐ γυµνοὶ εὑρεθησόµεθα. Τουτέστι, κἂν ἀποθώµεθα τὸ σῶµα, οὐ χωρὶς σώµατος, ἐκεῖ παραστησόµεθα, ἀλλὰ καὶ µετὰ τοῦ αὐτοῦ ἀφθάρτου γενοµένου. Τινὲς δέ φασιν, ὃ καὶ µάλιστα ἐγκριτέον· Εἴπερ καὶ ἐνδυσάµενοι, οὐ γυµνοὶ εὑρεθησόµεθα. Ἵνα γὰρ µὴ ἀπὸ τῆς ἀναστάσεως πάντες θαῤῥῶσι, φησίν· Εἴ γε καὶ ἐνδυσάµενοι· τουτέστιν, ἀφθαρσίαν καὶ σῶµα ἄφθαρτον λαβόντες· οὐ γυµνοὶ εὑρεθησόµεθα, δόξης καὶ ἀσφαλείας. Ὃ καὶ ἐν τῇ πρὸ ταύτης πρὸς Κορινθίους ἔλεγεν, ὅτι Πάντες µὲν ἀναστησόµεθα, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγµατι· καὶ, Ἔστι σώµατα ἐπουράνια, καὶ σώµατα ἐπίγεια. Ἡ µὲν γὰρ ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκέτι κοινὴ, ἀλλ' οἱ µὲν ἐν τιµῇ, οἱ δὲ ἐν ἀτιµίᾳ, καὶ οἱ µὲν εἰς βασιλείαν, οἱ δὲεἰς κόλασιν ἀναστήσονται. Τοῦτο γοῦν καὶ ἐνταῦθα ἐδήλωσεν εἰπὼν, Εἴ γε ἐνδυσάµενοι, οὐ γυµνοὶ εὑρεθησόµεθα. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ, στενάζοµεν, ἐφ' ᾧ οὐ θέλοµεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι. βʹ. Ἐνταῦθα πάλιν ὁλοσχερῶς καὶ σαφῶς ἀπέφραξε τὰ στόµατα τῶν αἱρετικῶν, δείξας ὅτι οὐ περὶ σώµατος ἁπλῶς διαλέγεται ἄλλουκαὶ ἄλλου, ἀλλὰ περὶ φθορᾶς καὶ ἀφθαρσίας. Οὐ γὰρ διὰ τοῦτο στενάζοµεν, φησὶν, ἵνα τοῦ σώµατος ἀπαλλαγῶµεν( τοῦτο γὰρ οὐδὲ ἐκδύσασθαι βουλόµεθα), ἀλλὰ τῆς φθορᾶς τῆςἐν αὐτῷ σπεύδοµεν ἐλευθερωθῆναι.∆ ιό φησιν, Οὐ θέλοµεν ἐκδύσασθαι τὸ σῶµα, ἀλλ' ἐπενδύσασθαι αὐτῷ τὴν ἀφθαρσίαν. Εἶτα καὶ ἑρµηνεύει αὐτό· Ἵνα καταποθῇ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς. Ἐπειδὴ γὰρ πολλοῖς φορτικὸν εἶναι ἐδόκει τὸ ἀποθέσθαι τὸ σῶµα, καὶ ταῖς ψήφοις ταῖς ἁπάντων ἠναντιοῦτο λέγων, ὅτι Στενάζοµεν, οὐ βουλόµενοι αὐτοῦ ἀπαλλαγῆναι;( εἰ γὰρ τοιαῦτα πάσχει, καὶ ὀδύρεται αὐτοῦ ἡ ψυχὴ χωριζοµένη, πῶς σὺ λέγεις, φησὶν, ὅτι στενάζοµεν, ἐπειδὴ οὐ χωριζόµεθα αὐτοῦ;) ἵν' οὖν µὴ ταῦτα αὐτῷ ἀνθυποφέρηται, οὐδὲ ἐγὼ τοῦτο λέγω, φησὶν, ὅτι διὰ τοῦτο στενάζοµεν, ἵνα αὐτὸ ἀποθώµεθα( οὐδεὶς γὰρ ἀλύπωςαὐτὸ ἀποτίθεται· ὅπου γε καὶ περὶ Πέτρου φησὶν ὁ Χριστὸς, ὅτι Οἴσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις), ἀλλ' ἵνα ἐπενδυσώµεθα αὐτῷ τὴν ἀφθαρσίαν. Καὶ γὰρ τοῦτό ἐστιν, ᾧ τὸ σῶµα βαρυνόµεθα· οὐχ ὅτι σῶµα, ἀλλ' ὅτι φθαρτὸν περικείµεθα σῶµα καὶ παθητόν· τοῦτο γὰρ ἡµῖν καὶ τὴν λύπην παρέχει· ἀλλὰ ἀναλίσκει καὶ δαπανᾷ τὴν φθορὰν ἡ ζωὴ παραγινοµένη, τὴν φθορὰν, οὐ τὸ σῶµα. Καὶ πῶς γίνεται τοῦτο; φησί. Μὴ ζήτει, ὁ Θεὸς ποιεῖ· µὴ περιεργάζου.∆ ιὸ καὶ ἐπήγαγεν, Ὁ δὲ κατεργασάµενος ἡµᾶς εἰς αὐτὸ τοῦτο, Θεός. Ἐντεῦθεν δείκνυσι ταῦτα ἄνωθεν προτυπωθέντα. Οὐ γὰρ νῦν τοῦτο ἔδοξεν, ἀλλ' ὅτε ἐξ ἀρχῆς ἔπλαττεν ἡµᾶς ἀπὸ γῆς, καὶ τὸν Ἀδὰµ ἐδηµιούργει· οὐκ εἰς τοῦτο δὲ ἐδηµιούργει, ἵνα ἀποθάνῃ, ἀλλ' ἵνα καὶ ἀθάνατον ἐργάσηται. Εἶτα τὸ ἀξιόπιστον δεικνὺς, καὶ τὴν ἀπόδειξιν παρέχων, ἐπήγαγεν, Ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύµατος. Καὶ γὰρ καὶ τότε ἐπὶ τούτῳ διέπλασε, καὶ νῦν εἰς τοῦτο κατειργάσατο διὰ τοῦ βαπτίσµατος, καὶ τούτου παρέσχεν ἡµῖν ἐνέχυρονοὐ µικρὸν, τὸ Πνεῦµα τὸ ἅγιον. Συνεχῶς δὲ ἀῤῥαβῶνα καλεῖ, ὀφειλέτην αὐτὸν ἀποδεῖξαι βουλόµενος τοῦ παντὸς, καὶ ἀξιοπιστότερον καὶ ἐντεῦθεν τοῖςπαχυτέροις καταστῆσαι τὸν λόγον. Θαῤῥοῦντες οὖν πάντοτε, καὶ εἰδότες. Τὸ θαῤῥοῦντες, πρὸς τοὺς διωγµοὺς, πρὸς τὰς ἐπιβουλὰς, πρὸς τοὺς θανάτους τοὺς συνεχεῖς εἴρηται· ὡς ἂν εἰ ἔλεγεν, Ἐλαύνει σέ τις καὶ διώκει καὶ ἀναιρεῖ; µὴ καταπέσῃς· ὑπὲρ σοῦ τὸ πᾶν γίνεται· µὴ φοβηθῇς, ἀλλὰ θάῤῥει. Καὶ γὰρ δι' ὃ στενάζεις καὶ ἀλγεῖς, ὅτι φθορᾷ δουλεύεις, τοῦτο ἀναιρεῖ λοιπὸν ἐκ τοῦ µέσου, καὶ ταχύτερόν σε ταύτης ἀπαλλάττειτῆς δουλείας.∆ ιὸ καὶ λέγει, Θαῤῥοῦντες οὖν πάντοτε, οὐχὶ ἐν ταῖς ἀνέσεσιν, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι, καὶ εἰδότες ὅτι ἐνδηµοῦντες ἐν τῷσώµατι, ἀποδηµοῦµεν ἀπὸ τοῦ Κυρίου· διὰ πίστεως γὰρ περιπατοῦµεν, οὐ διὰ εἴδους· θαῤῥοῦµεν δὲ καὶ εὐδοκοῦµεν ἀποδηµῆσαι ἐκ τοῦ σώµατος, καὶ ἐνδηµῆσαι πρὸς τὸν Κύριον. Τὸ µεῖζον πάντων ὕστερον τέθεικε· τοῦ γὰρ ἄφθαρτον λαβεῖν τὸ µετὰ Χριστοῦ εἶναι βέλτιον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ σβέννυσιν ἡµῶν τὴν ζωὴν ὁ πολεµῶν καὶ ἀναιρῶν· µὴ φοβηθῇς· θάῤῥει κατακοπτόµενος. Οὐ γὰρ µόνον φθορᾶς σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Κυρίῳ σε παραπέµπει ταχέως.∆ ιὸ οὐδὲ εἶπεν, Ὄντες ἐν τῷ σώµατι, ὡς ἐν ἀλλοτρίᾳ ὄντων καὶ ξένῃ. Εἰδότες οὖν ὅτι ἐνδηµοῦντες ἐν τῷ σώµατι, ἐκδηµοῦµεν ἀπὸ τοῦ Κυρίου· θαῤῥοῦµεν δὲ καὶ εὐδοκοῦµεν ἐκδηµῆσαι ἀπὸ τοῦ σώµατος, καὶ ἐνδηµῆσαι πρὸς τὸν Κύριον. Εἶδες πῶς τὰ λυπηρὰ ἀποκρυψάµενος, τὰ ὀνόµατα τοῦ θανάτου καὶ τῆς τελευτῆς, τὰ σφόδρα ποθεινὰ ἀντ' αὐτῶν τέθεικεν, ἐνδηµίαν αὐτὰ καλῶν πρὸς τὸν Θεόν· καὶ τὰ δοκοῦντα εἶναι γλυκέα ἀφεὶς, τὰ τῆς ζωῆς, ἀπὸ τῶν λυπηρῶν αὐτὰ ὠνόµασεν, ἐκδηµίαν ἀπὸ Κυρίου τὴν ἐνταῦθα καλέσας ζωήν; Τοῦτο δὲ ἐποίησεν, ἵνα µηδεὶς µήτε τοῖς παροῦσιν ἐµφιλοχωρῇ, ἀλλὰ καὶ βαρύνηται, µήτε µέλλων τελευτᾷν ἀλύῃ, ἀλλὰ καὶ χαίρῃ, ὡςἐπὶ µείζονα ἀπιὼν ἀγαθά. Εἶτα ἵνα µηδεὶς εἴπῃ, ἀκούων, ὅτι Ἐκδηµοῦµεν ἀπὸ τοῦ Κυρίου, Τί ταῦτα λέγεις, ἀλλοτριούµεθα οὖν αὐτοῦ ἐνταῦθα ὄντες; προδιώρθωσε τοῦτο εἰπὼν,∆ ιὰ πίστεως γὰρ περιπατοῦµεν, οὐ διὰ εἴδους· καὶ ἐνταῦθα µὲν αὐτὸν ἴσµεν, ἀλλ' οὐχ οὕτω σαφῶς. Ὃ καὶ ἀλλαχοῦ λέγει, Ἐν ἐσόπτρῳ, καὶ, Ἐν αἰνίγµατι. Θαῤῥοῦµεν δὲ καὶ εὐδοκοῦµεν. Βαβαὶ, ποῦ τὸν λόγον περιήγαγεν; εἰς ἐπιθυµίαν ἄκραν τελευτῆς, τὸ φορτικὸν ἡδὺ δείξας, καὶ τὸ ἡδὺ φορτικόν· τὸ γὰρ, Εὐδοκοῦµεν, ἐπιθυµοῦµεν, φησί. Τί ἐπιθυµοῦµεν; Ἐκδηµῆσαι ἐκ τοῦ σώµατος, καὶ ἐνδηµῆσαι πρὸς Κύριον. Τοῦτο δὲ ἀεὶ ποιεῖ, ὃ καὶ ἔµπροσθεν ἔδειξα, εἰς τἀναντία περιτρέπων τὸν λόγον τῶν ἀντιλεγόντων αὐτῷ.∆ ιὸ καὶ φιλοτιµούµεθα, εἴτε ἐνδηµοῦντες, εἴτε ἐκδηµοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. Τὸ γὰρ ζητούµενον τοῦτό ἐστι, φησὶν, ἄν τε ἐκεῖ ὦµεν, ἄν τε ἐνταῦθα, κατὰ γνώµην αὐτοῦ ζῇν· τοῦτο γάρ ἐστι τὸ προηγούµενον. Ὥστε ἐντεῦθεν ἤδη τὴν βασιλείαν ἔχεις ἄνευ δοκιµῆς. Ἵνα γὰρ µὴ πάλιν εἰς τοσαύτην ἐλθόντες ἐπιθυµίαν ἀλύωσι πρὸς τὴν µέλλησιν τῆς ἐπιδηµίας, ἐντεῦθεν ἤδη δίδωσιν αὐτοῖςτὸ κεφάλαιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Τὸ εὐαρέστους εἶναι. Οὐδὲ γὰρ τὸ ἀπελθεῖν ἁπλῶς καλὸν, ἀλλὰ τὸ εὐδοκιµοῦντα, δι' ὃ γίνεται καλὸν κἀκεῖνο· οὐδὲ τὸ ἁπλῶς ἐνταῦθα εἶναι βαρὺ, ἀλλὰ τὸ προσκρούοντα. γʹ. Μὴ τοίνυν νόµιζε τὴν ἐκ τοῦ σώµατος ἀποδηµίαν ἀρκεῖν· ἀρετῆς γὰρ πανταχοῦ χρεία. Ὥσπερ γὰρ εἰπὼν ἀνάστασιν, οὐκ ἀφῆκεν αὐτῇ θαῤῥεῖν µόνον, λέγων, Εἴ γε καὶ ἐνδυσάµενοι, οὐ γυµνοὶ εὑρεθησόµεθα· οὕτω καὶ ἀποδηµίαν δείξας, ἵνα µὴ νοµίσῃς αὐτὴν ἀρκεῖν σοι πρὸς σωτηρίαν, τὸ, Εὐαρέστους δεῖ εἶναι, προσέθηκεν. Ἐπειδὴ τοίνυν προὔτρεψεν ἀπὸ πολλῶν χρηστῶν, λοιπὸν καὶ ἀπὸ τῶν σκυθρωποτέρων φοβεῖ. Τὸ γὰρ συµφέρον καὶ ἐν τῇ κτήσει τῶν ἀγαθῶν καὶ ἐν τῇ φυγῇ τῶν κακῶν συνίσταται, ὅπερ ἐστὶ γέεννα καὶ βασιλεία. Ἐπειδὴ δὲ τοῦτο µείζονα ἔχει τὴν ἰσχὺν, τὸ φυγεῖν κόλασιν( ἔνθα µὲν γὰρ µέχρι τοῦ µὴ λαβεῖν τὰ ἀγαθὰ ἡ ζηµία, εὐκόλως οἱ πολλοὶτοῦτο οἴσουσιν· ἂν δὲ καὶ µέχρι τοῦ κακῶς παθεῖν, οὐκέτι· ἔδει µὲν γὰρ ἐκείνην ἀφόρητον νοµίζειν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν πολλῶν καὶ τὸ χαµαίζηλον, τοῦτο φαίνεται αὐτοῖς χαλεπώτερον)· ἐπεὶ οὖν οὐχ οὕτω διεγείρει τὸν ἀκροατὴν τὸν πολὺν ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν κολάσεων ἀπειλὴ, ἀναγκαίως ἐνταῦθακαταλύει, λέγων· Τοὺς γὰρ πάντας ἡµᾶς φανερωθῆναι δεῖ ἔµπροσθεν τοῦ βήµατος τοῦ Χριστοῦ. Εἶτα φοβήσας καὶ κατασείσας τῇ µνήµῃ τοῦ βήµατος ἐκείνου τὸν ἀκούοντα, οὐδὲ ἐνταῦθα χωρὶς τῶν χρηστῶν τέθεικε τὰ λυπηρὰ, ἀλλὰ ἀνέµιξέ τινα ἡδονὴν, εἰπών· Ἵνα ἕκαστος κοµίσηται τὰ διὰ τοῦ σώµατος, ὅσα ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ταῦτα δὲ λέγων, τούς τε κατωρθωκότας καὶ ἐλαυνοµένους ἀνιστᾷ ταῖς ἐλπίσι, τούς τε ἀναπεπτωκότας σπουδαιοτέρους ποιεῖ τῷ φόβῳ. Καὶ τὸν περὶ τῆς ἀναστάσεως δὲ τῶν σωµάτων ἐβεβαίου λόγον. Οὐ γὰρ δήπου τὸ διακονησάµενον εἰς τοῦτο κἀκεῖνο, τῶν ἀµοιβῶν ἔξω στήσεται, φησίν· ἀλλὰ µετὰ τῆς ψυχῆς τὰ µὲν κολάζεται, τὰ δὲ στεφανοῦται. Ἀλλά τινες τῶν αἱρετικῶν φασιν, ὅτι ἕτερον ἐγείρεται σῶµα. Πόθεν; εἰπέ µοι· ἄλλο ἥµαρτε, καὶ ἄλλο κολάζεται; ἄλλο κατώρθωσε, καὶ ἄλλο στεφανοῦται; Τί δὲ ἐρεῖτε λέγοντι Παύλῳ, Οὐ θέλοµεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι; πῶς δὲ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς καταπίνεται; Οὐ γὰρ εἶπεν, Ἵνα καταποθῇ τὸ θνητὸν ἢ τὸ φθαρτὸν σῶµα ὑπὸ τοῦ ἀφθάρτου σώµατος· ἀλλ', Ἵνα ἡ φθορὰ ὑπὸ τῆς ζωῆς. Τότε γὰρ τοῦτο γίνεται, ὅταν τὸ αὐτὸ ἐγείρηται σῶµα· ἐὰν δὲ ἐκεῖνο ἀφεὶς, ἄλλο κατασκευάσῃ, οὐκέτι καταπίνεται, ἀλλὰ µένει ἡ φθορὰ κρατήσασα.∆ ιὰ τοῦτο οὐ γίνεται τοῦτο, ἀλλὰ δεῖ τὸ φθαρτὸν τοῦτο, τουτέστι, τὸ σῶµα, ἐνδύσασθαι ἀφθαρσίαν. Τὸ γὰρ σῶµα µέσον ἐστὶ, νῦν µὲν ἐν τούτῳ γενόµενον, ὕστερον δὲ ἐσόµενον ἐν ἐκείνῳ· καὶ διὰ τοῦτο ἐν τούτῳ πρώτῳ, ἐπειδὴ τὴν ἀφθαρσίαν λυθῆναι οὐκ ἔνι. Οὐ γὰρ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονοµεῖ, φησίν· ἐπεὶ πῶς ἔνι ἀφθαρσία; ἀλλὰ τοὐναντίον, καταπίνεται ἡ φθορὰ ὑπὸ τῆς ζωῆς· τοῦτο µὲν γὰρ ἐκείνου περιγίνεται, ἐκεῖνο δὲ τούτου οὐκέτι. Ὥσπερ γὰρ κηρὸς, λύεται µὲν ὑπὸ πυρὸς, αὐτὸς δὲ οὐκέτι λύει τὸ πῦρ· οὕτω καὶ ἡ φθορὰ τήκεται ὑπὸ τῆς ἀφθαρσίας καὶ ἀφανίζεται, αὕτη δὲ ἐκείνης κρατῆσαι οὐδέποτε δύναται. Ἀκούσωµεν τοίνυν τῆς Παύλου φωνῆς λεγούσης, ὅτι∆ εῖ ἡµᾶς παρασταθῆναι τῷ βήµατι τοῦ Χριστοῦ, καὶ ὑπογράψωµεν ἐκεῖνοτὸ δικαστήριον, καὶ νοµίσωµεν αὐτὸ παρεῖναι νῦν, καὶ τὰς εὐθύνας ἀπαιτεῖσθαι. Ἐγὼ γὰρ αὐτὸ πλατύτερον ἐρῶ. Παῦλος γὰρ, ἐπειδὴ περὶ θλίψεως ἦν ὁ λόγος αὐτῷ, καὶ οὐκ ἐβούλετο πάλιν θλῖψαι αὐ τοὺς, οὐκ ἐνδιέτριψε τῷ λόγῳ, ἀλλ' ἐνβραχεῖ τὸ στῦφον εἰπὼν, Ἕκαστος κοµίσεται πρὸς ἃ ἔπραξε, ταχέως παρέδραµε. Νοµίσωµεν οὖν αὐτὸ παρεῖναι νῦν, καὶ ἕκαστος τὸ ἑαυτοῦ συνειδὸς ἀναλογιζέσθω, καὶ ἤδη λογιζέσθω παρεῖναι τὸν∆ ικαστὴν, καὶ πάντα ἀνακαλύπτεσθαι καὶ εἰς µέσον ἄγεσθαι· οὐ γὰρ παραστῆναι ἡµᾶς ἁπλῶς δεῖ, ἀλλὰ καὶ φανερωθῆναι. Ἆρα οὐκ ἠρυθριάσατε; ἆρα οὐκ ἐξέστητε; Εἰ δὲ νῦν οὔπω τοῦ πράγµατος παρόντος, ἀλλὰ ἁπλῶς καθ' ὑπόθεσιν δοθέντος καὶ λογισµῷ τυπωθέντος, ἀπωλόµεθα ὑπὸτοῦ συνειδότος· τί ποιήσοµεν, ὅταν παραγένηται, ὅταν ἡ οἰκουµένη πᾶσα παρῇ, ὅταν ἄγγελοι καὶ ἀρχάγγελοι, ὅταν ἐπάλληλοι τάξεις, καὶδρόµος ἁπάντων, καὶ ἁρπαγαὶ ἐπὶ τῶν νεφελῶν, καὶ παράταξις τρόµου γέµουσα; ὅταν αἱ σάλπιγγες αἱ ἐπάλληλοι, αἱ συνεχεῖς ἐκεῖναι φωναί; Εἰ γὰρ µὴ γέεννα ἦν, τὸ ἐν τοσαύτῃ λαµπρότητι ἀπωσθῆναι, καὶ ἄτιµον ἀναχωρῆσαι, πόση κόλασις; Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος καὶ τῶν µετ' αὐτοῦ, θεωροῦντες ἕκαστος τὴν ἑαυτοῦ πενίαν, οὐ τοσαύτην ἀπὸ τῆςθέας λαµβάνοµεν ἡδονὴν, ὅσην ἀπὸ τοῦ µηδενὸς µετέχειν τῶν περὶ τὸν βασιλέα, µηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυµίαν ὑποµένοµεν· τί τότε ἔσται; ἢ µικρὰν εἶναι νοµίζεις κόλασιν τὸ µὴ κατατάττεσθαι ἐν ἐκείνῳ τῷ χορῷ, τὸ µὴ καταξιοῦσθαι τῆς ἀποῤῥήτου δόξης, τὸ τῆςπανηγύρεως ἐκείνης καὶ τῶν ἀφράστων ἀγαθῶν πόῤῥω που καὶ µακρὰν ἀπεῤῥῖφθαι; Ὅταν δὲ καὶ σκότος ᾖ, καὶ βρυγµὸς ὀδόντων, καὶ δεσµὰ ἄλυτα, καὶ σκώληξ ἀτελεύτητος, καὶ πῦρ ἄσβεστον, καὶ θλῖψις καὶστενοχωρία, καὶ γλῶσσαι τηγανιζόµεναι, καθάπερ ἡ τοῦ πλουσίου, καὶ ὀλοφυρώµεθα, καὶ µηδεὶς ἀκούῃ, καὶ στένωµεν καὶ βρύχωµεν ὑπὸτῶν ἀλγηδόνων, καὶ µηδεὶς προσέχῃ, καὶ πανταχοῦ βλέπωµεν, καὶ µηδαµοῦ µηδεὶς ὁ παραµυθούµενος ᾖ· ποῦ τάξοµεν τοὺς ἐν τούτοις ὄντας; τί δὲ ἐκείνων ἀθλιώτερον τῶν ψυχῶν; τί δὲ ἐλεεινότερον; δʹ. Εἰ γὰρ εἰς δεσµωτήριον εἰσιόντες, καὶ τοὺς µὲν αὐχµῶντας ὁρῶντες, τοὺς δὲ δεδεµένους καὶ πεινῶντας, τοὺς δὲ ἐνσκότῳ κατακεκλεισµένους, κατακλώµεθα, φρίττοµεν, πάντα ὑπὲρ τοῦ µήποτε ἐµπεσεῖν ἐκεῖσε πράττοµεν· ὅταν ἀπαγώµεθα συρόµενοι εἰς αὐτὰ τῆς γεέννης τὰ βασανιστήρια, τίνες ἐσόµεθα; Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσµὰ ἐκεῖνα, ἀλλ' ἀπὸ πυρὸς οὐδέποτε σβεννυµένου· οὐδὲ ὁµότιµοι οἱ ἐφεστῶτες ἡµῖν, οὓς καὶ ἐκµειλίξασθαι πολλάκις ἔνι, ἀλλ' ἄγγελοι, οἷς οὐδὲ προσβλέψαι θέµις, σφοδρῶς ὑπὲρ ὧντὸν∆ εσπότην ὑβρίκαµεν ὀργιζόµενοι. Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς µὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν, καὶ παραµυθίας τυχεῖν· ἀλλὰ πάντα ἀσύγγνωστα ἐκεῖ· κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν∆ ανιὴλ, καὶ τοὺς οἰκείους ἴδῃ κολαζοµένους, οὐ τολµᾷ παραστῆναι. Καὶ γὰρ καὶ τὴν ἐκ τῆς φύσεως συµπάθειαν τότε ἀναιρεῖσθαι συµβαίνει. Ἐπειδὴ γὰρ συµβαίνει δικαίους εἶναι παίδων πατέρας πονηρῶν, καὶ παῖδας πατέρων· ὥστε καθαρὰν εἶναι τὴν ἡδονὴν καὶ µὴ τῇ τῆς συµπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν, καὶταύτην σβέννυσθαι τὴν συµπάθειάν φηµι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ∆ εσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων. Εἰ γὰρ ἄνθρωποι οἱ τυχόντες, ὅταν ἴδωσι φαύλους τοὺς αὐτῶν παῖδας, ἀποκηρύττουσι καὶ τῆς συγγενείας ἐκτέµνουσι· πολλῷ µᾶλλον οἱ δίκαιοι τότε. Τοιγαροῦν µηδεὶς ἐλπιζέτω χρηστὰ, µὴ ἐργασάµενός τι χρηστὸν, κἂν µυρίους ἔχῃ προγόνους δικαίους· Ἕκαστος γὰρ κοµίσεται πρὸς ἃ ἔπραξε τὰ διὰ τοῦ σώµατος. Ἐνταῦθά µοι δοκεῖ καὶ τοὺς πορνεύοντας αἰνίττεσθαι, καὶ τὸν ἐκεῖθεν ἐπιτειχίζων φόβον αὐτοῖς· οὐκ ἐκείνοις δὲ µόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὁτιοῦν πληµµελοῦσι. Ἀκούωµεν τοίνυν καὶ ἡµεῖς· κἂν πῦρ ἔχῃς ἐπιθυµίας, ἀντίστησον ἐκεῖνο τὸ πῦρ, καὶ τοῦτο εὐθέως κατασβεσθὲν οἰχήσεται· κἂν βουληθῇς τι φθέγξασθαι ἀπηχὲς, ἐννόησον τὸν βρυγµὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι ὁ φόβος· κἂν ἁρπάσαι βουληθῇς, ἄκουσον τοῦ δικαστοῦ κελεύοντος καὶ λέγοντος,∆ ήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ ἐκβάλετε αὐτὸν εἰςτὸ σκότος τὸ ἐξώτερον· καὶ ἐκβαλεῖς καὶ ταύτην οὕτω τὴν ἐπιθυµίαν. Κἂν µεθύῃς καὶ κραιπαλῶν διατελῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέµψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃτὴν τηγανιζοµένην γλῶσσαν, καὶ οὐ τυγχάνοντος· καὶ ἀποστήσῃ τοῦ πάθους. Εἰ δὲ τρυφῆς ἐρᾷς, ἐννόησον τὴν ἐκεῖ θλῖψιν καὶ τὴν στενοχωρίαν, καὶ οὐδὲν ἐννοήσεις ταύτην· εἰ δὲ ἀπηνὴς εἶ καὶ ὠµὸς, ἀναµνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαµπάδων αὐταῖς σβεσθεισῶν, οὕτω τοῦ νυµφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος. Ἀλλὰ νωθρὸς εἶ καὶ παρειµένος; Λογίζου τὸν τὸ τάλαντον κατακρύψαντα, καὶ ἔσῃ πυρὸς σφοδρότερος. Ἀλλὰ κατεσθίει σε ἡ τῆς τοῦ πλησίον οὐσίας ἐπιθυµία; Λογίζου τὸν σκώληκα τὸν ἀτελεύτητον, καὶ εὐκόλως καὶ τοῦτο ἀποθήσῃ τὸ νόσηµα, καὶ τὰ ἄλλα πάντα κατορθώσεις· οὐδὲν γὰρ φορτικὸν οὐδὲ ἐπαχθὲς ἐπέταξε. Πόθεν οὖν ἡµῖν φορτικὰ φαίνεται τὰ ἐπιτάγµατα; Ἀπὸ τῆς ἡµετέρας ῥᾳθυµίας. Ὥσπερ οὖν ἐὰν σπουδάζωµεν, καὶ τὰ δοκοῦντα ἀφόρητα εἶναι, κοῦφα ἔσται καὶ ῥᾴδια· οὕτως ἐὰν ῥᾳθυµῶµεν, καὶ τὰ φορητὰ δύσκολα ἡµῖν φανεῖται. Ταῦτ' οὖν ἅπαντα λογισάµενοι, µὴ τρυφῶντας ἐννοῶµεν, ἀλλὰ τί τὸ τέλος αὐτῶν· ἐνταῦθα µὲν κόπρος καὶ πολυσαρκία, ἐκεῖ δὲ σκώληξ καὶ πῦρ· µὴ τοὺς ἁρπάζοντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν· φροντίδες ἐνταῦθα καὶ φόβοι καὶ ἀγωνίαι, ἐκεῖ δὲ δεσµὰ ἄλυτα· µὴ τοὺς δόξης ἐρῶντας, ἀλλὰ τί τὸ ἐκ τούτων τικτόµενον· δουλεῖαι ἐνταῦθα καὶ εἰρωνεῖαι, ἐκεῖ δὲ καὶ ζηµία ἀφόρητος καὶ τὸ ἐµπυρίζεσθαι διηνεκῶς. Ἂν γὰρ οὕτως ἑαυτοῖς διαλεγώµεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα ἐπᾴδωµεν συνεχῶς ταῖς πονηραῖς ἡµῶν ἐπιθυµίαις, ταχέως καὶ τὸντῶν παρόντων ἐκβαλοῦµεν ἔρωτα, καὶ τὸν τῶν µελλόντων ἀνάψοµεν. Ἀνάψωµεν τοίνυν αὐτὸν, καὶ ἐκκαύσωµεν. Εἰ γὰρ ἡ ἔννοια αὐτῶν, καίτοι γε ἀµυδρά τις οὖσα, τοσαύτην παρέχει τὴν ἡδονήν· ἐννόησον ὅσην αὕτη ἡ πεῖρα ἡ σαφὴς οἴσει τὴν εὐφροσύνην ἡµῖν. Μακάριοι καὶ τρισµακάριοι καὶ πολλάκις τοῦτο οἱ τῶν ἀγαθῶν ἀπολαύοντες ἐκείνων· ὥσπερ οὖν ἐλεεινοὶ καὶ τρισάθλιοι οἱ τἀναντία τούτων ὑποµένοντες. Ἵν' οὖν µὴ τούτων, ἀλλ' ἐκείνων γενώµεθα, ἑλώµεθα τὴν ἀρετήν· οὕτω γὰρ καὶ τῶν µελλόντων ἐπιτευξόµεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.