Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
11.11
Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθοµεν, Θεῷ δὲ πεφανερώµεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑµῶν πεφανερῶσθαι. αʹ. Ταῦτα οὖν εἰδότες, φησὶ, τὸ δικαστήριον ἐκεῖνο τὸ φοβερὸν, πάντα πράττοµεν ὥστε µὴ δοῦναι ὑµῖν λαβὴν µηδὲ πρόσκοµµα µηδὲ ψευδῆ τιναὑποψίαν πονηρᾶς πράξεως καθ' ἡµῶν. Εἶδες πολιτείας ἀκρίβειαν, καὶ σπουδὴν ψυχῆς κηδεµονικῆς; Οὐ γὰρ δὴ µόνον, ἂν πονηρόν τι πράξωµεν, φησὶν, ἐγκαλούµεθα· ἀλλὰ κἂν µὴ πράξωµεν, ὑποπτευθῶµεν δὲ, καὶ κύριοι τὴν ὑποψίαν ὄντες ἀποκρούσασθαι, καταφρονήσωµεν, δίκην τίνοµεν. Οὐ πάλιν ἑαυτοὺς συνιστάνοµεν, ἀλλ' ἀφορµὴν διδόντες ὑµῖν καυχήµατος ὑπὲρ ἡµῶν. Ὅρα πῶς συνεχῶς διορθοῦται τὴν τοῦ δοκεῖν ἐγκωµιάζειν ἑαυτὸν ὑπόνοιαν. Οὐδὲν γὰρ οὕτω προσίσταται τοῖς ἀκούουσιν, ὡς τὸ περὶ ἑαυτοῦ τινα λέγειν µεγάλα καὶ θαυµαστά. Ἐπεὶ οὖν ἠναγκάζετο εἰς ταύτην τῶν λόγων ἐµπίπτειν τὴν ὑπόθεσιν, ἐπιδιορθώσει κέχρηται λέγων, ὅτι Τοῦτο δι' ὑµᾶς ποιοῦµεν, οὐ δι' ἡµᾶς, ἵνα ὑµεῖςἔχητε καλλωπίζεσθαι, οὐχ ἵνα ἡµεῖς· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ διὰ τοὺς ψευδαποστόλους.∆ ιὸ καὶ ἐπήγαγε, Πρὸς τοὺς ἐν προσώπῳ καυχωµένους, καὶ οὐ καρδίᾳ. Εἶδες πῶς αὐτοὺς ἀπέστησεν ἐκείνων, καὶ πρὸς ἑαυτὸν εἵλκυσεν, ἐνδειξάµενος, ὅτι καὶ αὐτοὶ ποθοῦσιν οἱ Κορίνθιοι λαβεῖν τινα ἀφορµὴν, δι' ἧςδυνήσονται ὑπὲρ αὐτοῦ λέγειν, καὶ ἀπολογεῖσθαι τοῖς ἐγκαλοῦσιν; Οὐ γὰρ ἵνα ἡµεῖς καυχησώµεθα, φησὶ, ταῦτά φαµεν, ἀλλ' ἵνα ὑµεῖς ἔχητε ἐλευθεροστοµεῖν ὑπὲρ ἡµῶν· ὅπερ πολλὴν αὐτοῖς ἐστι µαρτυροῦντος ἀγάπην· καὶ οὐχ ἵνα ἁπλῶς καυχήσησθε, ἀλλ' ἵνα µὴ παρασυρῆτε. Ἀλλ' οὕτω µὲν οὐ λέγει σαφῶς, ἑτέρως δὲ καὶ ἡµερώτερον µεθοδεύει τὸν λόγον, καὶ χωρὶς τοῦ πλῆξαι ἐκείνους, λέγων· Ἵνα ἔχητε καυχᾶσθαι πρὸς τοὺς ἐν προσώπῳ καυχωµένους. Ἀλλ' οὐδὲ τοῦτο ἁπλῶς κελεύει ποιεῖν, αἰτίας οὐκ οὔσης, ἀλλ' ὅταν ἐκεῖνοι ἑαυτοὺς ἐπαίρωσι· πανταχοῦ γὰρ τὸν καιρὸν ἐπιζητεῖ. Οὐ τοίνυν ἵνα ἑαυτὸν δείξῃ λαµπρὸν, ἀλλ' ἵνα ἐκείνους παύσῃ ἀτόπως καὶ ἐπὶ βλάβῃ τούτων τῷ πράγµατι χρωµένους, τοῦτο ποιεῖ. Τί δέ ἐστιν, Ἐν προσώπῳ; Ἐν τοῖς ὁρωµένοις, ἐν τοῖς πρὸς ἐπίδειξιν. Τοιοῦτοι γὰρ ἦσαν ἐκεῖνοι, πρὸς φιλοτιµίαν πάντα ποιοῦντες, καὶ ἔνδοθεν ὄντες κενοὶ, καὶ εὐλαβείας µὲν ἔχοντες πρόσωπον καὶ σεµνοὶ φαινόµενοι, ἔργωνδὲ ἀγαθῶν ἔρηµοι καθεστῶτες. Εἴτε γὰρ ἐξέστηµεν, Θεῷ· εἴτε σωφρο νοῦµεν, ὑµῖν. Ἄν τέ τι, φησὶ, µέγα φθεγξώµεθα( ἔκστασιν γὰρ τοῦτο καλεῖ, ὥσπερ οὖν καὶ ἀλλαχοῦ ἀφροσύνην), διὰ τὸν Θεὸν τοῦτο ποιοῦµεν, ἵνα µὴ ὑµεῖςνοµίζοντες ἡµᾶς εὐτελεῖς, καταφρονήσητε, καὶ ἀπόλησθε· ἄν τε µέτριόν τι καὶ ταπεινὸν, δι' ὑµᾶς, ἵνα µάθητε ταπεινοφρονεῖν. Ἢ καὶ ἐκεῖνο πάλιν φησὶν, εἰ µὲν µαίνεσθαί τις ἡµᾶς νοµίζει, ἡµεῖς παρὰ τοῦ Θεοῦ τὸν µισθὸν ἀπαιτοῦµεν, δι' ὃν ἐπὶ τούτοις ὑποπτευόµεθα· εἰ δὲ σωφρονεῖν ἡγεῖται, αὐτὸς ἀπολαυέτω τῆς σωφροσύνης ἡµῶν. Καὶ πάλιν ἄλλως· Μαίνεσθαι τίς ἡµᾶς φησι;∆ ιὰ τὸν Θεὸν τοιαῦτα µαινόµεθα.∆ ιὸ καὶ ἐπάγει· Ἡ γὰρ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡµᾶς, κρίναντας τοῦτο. Οὐ γὰρ ὁ τῶν µελλόντων φόβος, φησὶ, µόνον, ἀλλὰ καὶ τὰ ἤδη γεγενηµένα οὐκ ἀφίησιν ἡµᾶς ῥᾳθυµῆσαι οὐδὲ ὑπνῶσαι, ἀλλὰ διανίστησι πρὸς τοὺςὑπὲρ ὑµῶν πόνους, καὶ ὠθεῖ. Καὶ τίνα ἐστὶ τὰ ἤδη γεγενηµένα; Ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. Οὐκοῦν ὡς πάντων ἀπολοµένων, φησίν. Οὐ γὰρ ἂν, εἰ µὴ πάντες ἀπέθανον, ὑπὲρ πάντων ἀπέθανεν. Ἐνταῦθα γάρ εἰσιν αἱ τῆς σωτηρίας ἀφορµαὶ, ἐκεῖ δὲ οὐκέτι.∆ ιὰ τοῦτό φησι, Συνέχει ἡµᾶς ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ οὐκ ἀφίησιν ἡµᾶς ἡσυχάζειν. Ἐσχάτης γάρ ἐστιν ἀθλιότητος, καὶ γεέννης αὐτῆς χαλεπώτερον, αὐτοῦ πρᾶγµα τοσοῦτον ἐπιδειξαµένου, εὑρεθῆναί τινας µετὰ τὴν τοσαύτηναὐτοῦ πρόνοιαν µηδὲν καρπουµένους. Καὶ γὰρ πολλὴ τῆς ἀγάπης ἡ ὑπερβολὴ, καὶ τὸ ἀποθανεῖν ὑπὲρ τοσαύτης οἰκουµένης, καὶ οὕτω διακειµένης ἀποθανεῖν. Ἵνα οἱ ζῶντες µηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Εἰ τοίνυν οὐ δεῖ ἡµᾶς ἑαυτοῖς ζῇν, µὴ ταράττεσθε, φησὶ, µηδὲ θορυβεῖσθε κινδύνων ἐπιόντων καὶ θανάτων. Καὶ λογισµὸν δὲ τίθησιν ἀναµφίβολον, δι' οὗ δείκνυσιν ὀφειλὴν τὸ πρᾶγµα ὄν. Εἰ γὰρ δι' αὐτοῦ ζῶµεν ἀποθανόντος, αὐτῷ ζῇν ὀφείλοµεν δι' ὃν ζῶµεν. Καὶ δοκεῖ µὲν ἓν εἶναι τὸ εἰρηµένον, εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, δύο ταῦτά ἐστιν· ἓν µὲν, ὅτι δι' αὐτὸν ζῶµεν, ἕτερον δὲ, ὅτι αὐτὸς δι' ἡµᾶς ἀπέθανεν· ὧν ἕκαστον καὶ καθ' ἑαυτὸ ἱκανὸν ὑπευθύνους ποιῆσαι· ὅταν δὲ καὶ ἀµφότερα συνέλθῃ, ἐννόησον ἡλίκον ἐστὶ τὸ ὀφείληµα. Μᾶλλον δὲ καὶ τρία ταῦτά ἐστι. Καὶ γὰρ τὴν ἀπαρχὴν διὰ σὲ ἀνέστησε, καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε· διὸ καὶ προσέθηκε, Τῷ ὑπὲρ ἡµῶν ἀποθανόντι καὶ ἐγερθέντι. Ὥστε ἡµεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαµεν κατὰ σάρκα. Εἰ γὰρ πάντες ἀπέθανον, καὶ πάντες ἀνέστησαν, καὶ ἀπέθανον µὲν οὕτως ὡς τῆς ἁµαρτίας ἡ τυραννὶς κατεδίκαζεν, ἀνέστησαν δὲ διὰλουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύµατος ἁγίου· εἰκότως φησὶν, Οὐδένα οἴδαµεν κατὰ σάρκα τῶν πιστῶν. Τί γὰρ, εἰ καὶ ἐν σαρκί εἰσιν; Ἀλλὰ ἡ ζωὴ ἐκείνη ἡ σαρκικὴ ἀπώλετο, καὶ ἄνωθεν ἐγεννήθηµεν ἐν Πνεύµατι, καὶ ἑτέραν οἴδαµεν πολιτείαν καὶ διαγωγὴν καὶ ζωὴν καὶ κατάστασιν τὴν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν τούτου αὐτοῦ ἀρχηγὸν τὸν Χριστὸν ὄντα δείκνυσι· διὸ καὶ ἐπήγαγεν, Εἰ δὲ καὶ ἐγνώκαµεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκοµεν. βʹ. Τί οὖν, εἰπέ µοι; τὴν σάρκα ἀπέθετο, καὶ νῦν οὐκ ἔστι µετὰ τοῦ σώµατος; Ἄπαγε· καὶ γὰρ καὶ νῦν ἐν σαρκί ἐστιν. Οὗτος γὰρ ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑµῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται. Οὕτω· πῶς; Ἐν σαρκὶ, µετὰ τοῦ σώµατος. Πῶς οὖν φησιν, Εἰ δὲ καὶ ἐγνώκαµεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι; Ἡµῶν µὲν γὰρ τὸ Κατὰ σάρκα, τὸ ἐν ἁµαρτίαις εἶναι, τὸ δὲ Μὴ κατὰ σάρκα, τὸ µὴ ἐν ἁµαρτίαις εἶναι. Χριστοῦ δὲ τὸ κατὰ σάρκα, τὸ ἐν τοῖς παθήµασιν εἶναι τῆς φύσεως, οἷον, ἐν τῷ διψῇν, ἐν τῷ πεινῇν, ἐν τῷ κοπιᾷν, ἐν τῷ καθεύδειν( Ἁµαρτίαν γὰροὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόµατι αὐτοῦ.∆ ιὸ καὶ ἔλεγε, Τίς ἐξ ὑµῶν ἐλέγχει µε περὶ ἁµαρτίας; καὶ πάλιν, Ἔρχεται ὁ ἄρχων τοῦ κόσµου τούτου, καὶ ἐν ἐµοὶ οὐκ ἔχει οὐδέν)· τὸ δὲ µὴ κατὰ σάρκα, τὸ καὶ τούτων ἀπηλλάχθαι λοιπὸν, οὐ τὸ ἐκτὸς σαρκὸς εἶναι. Καὶ γὰρ µετὰ ταύτης ἔρχεται κρίνων τὴν οἰκουµένην, ἀπαθῆ αὐτὴν ἔχων καὶ ἀκήρατον· εἰς ὃ καὶ ἡµεῖς βαδιούµεθα, συµµόρφου τοῦ σώµατος ἡµῖν γενοµένου τῷ σώµατι τῆς δόξης αὐτοῦ. Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀγάπης προέτρεψεν εἰς τὴν ἀρετὴν, λοιπὸν καὶ ἐξ αὐτῶν τῶν πραγµάτων εἰς τοῦτο ἐνάγει· διὸ καὶ ἐπήγαγεν, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Εἴ τις ἐπίστευσεν αὐτῷ, φησὶν, εἰς ἑτέραν ἦλθε δηµιουργίαν· καὶ γὰρ ἄνωθεν ἐγεννήθη διὰ Πνεύµατος. Ὥστε καὶ διὰ τοῦτο, φησὶν, ὀφείλοµεν αὐτῷ ζῇν, οὐχ ὅτι οὐκ ἐσµὲν ἑαυτῶν µόνον, οὐδ' ὅτι ἀπέθανεν ὑπὲρ ἡµῶν µόνον, οὐδ' ὅτι ἀνέστησεν ἡµῶν τὴνἀπαρχὴν µόνον, ἀλλ' ὅτι καὶ εἰς ἄλλην ἤλθοµεν ζωήν. Ὅρα πόσα δικαιώµατα τοῦ καλῶς ζῇν τίθησι.∆ ιὰ γὰρ τοῦτο καὶ παχυτέρῳ ὀνόµατι καλεῖ τὴν διόρθωσιν, ἵνα πολλὴν δείξῃ τὴν µετάστασιν καὶ τὴν µεταβολήν. Εἶτα περαιτέρω ἐπεξιὼν τῷ εἰρηµένῳ, καὶ δεικνὺς πῶς καινὴ κτίσις, Τὰ ἀρχαῖα παρῆλθε, φησὶν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. Ποῖα ἀρχαῖα; Ἤτοι τὰ ἁµαρτήµατά φησι, καὶ τὰς ἀσεβείας, ἢ τὰ Ἰουδαϊκὰ πάντα· µᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνά φησιν. Ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Οὐδὲν ἐξ ἡµῶν. Καὶ γὰρ ἄφεσις ἁµαρτηµάτων καὶ υἱοθεσία καὶ ἡ δόξα ἄφθαρτος ἐξ αὐτοῦ ἡµῖν δεδώρηται. Οὐκέτι γὰρ ἀπὸ τῶν µελλόντων µόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων αὐτοὺς προτρέπει. Σκόπει δέ· εἶπεν, ὅτι µέλλοµεν ἀνίστασθαι, καὶ εἰς ἀφθαρσίαν χωρεῖν, καὶ οἰκίαν ἔχειν αἰώνιον· ἀλλ' ἐπειδὴ µείζονα ἰσχὺν εἰς τὸ προτρέψαι ἔχει τὰ παρόντα τῶν µελλόντων πρὸς τοὺς µὴ πιστεύοντας τούτοις, ὡς δεῖ πιστεύειν, δείκνυσιν ὅσα καὶἤδη ἔλαβον, καὶ τίνες ὄντες. Τίνες οὖν ὄντες ἔλαβον; Νεκροὶ πάντες( Πάντες γὰρ, φησὶν, ἀπέθανον, καὶ ὑπὲρ πάντων ἀπέθανεν· οὕτω πάντας ὁµοίως ἠγάπα), πεπαλαιωµένοι, γεγηρακότες ἅπαντες τοῖς κακοῖς. Ἀλλ' ἰδοὺ καὶ ψυχὴ καινὴ( ἐκαθάρθη γὰρ), καὶ σῶµα καινὸν, καὶ λατρεία καινὴ, καὶ ἐπαγγελίαι καιναὶ, καὶ διαθήκη, καὶ ζωὴ, καὶ τράπεζα, καὶ στολὴ, καὶ πάντα καινὰ ἁπλῶς. Καὶ γὰρ ἀντὶ τῆς κάτω Ἱερουσαλὴµ ἐλάβοµεν τὴν ἄνω µητρόπολιν, καὶ ἀντὶ ναοῦ αἰσθητοῦ ναὸν εἴδοµεν πνευµατικὸν, ἀντὶ πλακῶν λιθίνων σαρκίνας, ἀντὶ περιτοµῆς βάπτισµα, ἀντὶ τοῦ µάννα σῶµα∆ εσποτικὸν, ἀντὶ ὕδατος ἀπὸ πέτρας αἷµα ἀπὸ πλευρᾶς, ἀντὶ ῥάβδου Μωϋσέως ἢ Ἀαρὼν τὸν σταυρὸν, ἀντὶ γῆςτῆς ἐπαγγελίας τὴν βασιλείαν τῶν οὐρανῶν, ἀντὶ µυρίων ἱερέων ἕνα ἀρχιερέα, ἀντὶ ἀµνοῦ ἀλόγου ἀµνὸν πνευµατικόν. Ταῦτα καὶ τὰ τοιαῦτα λογιζόµενος ἔλεγε, Καινὰ τὰ πάντα. Ταῦτα δὲ πάντα ἐκ τοῦ Θεοῦ διὰ Χριστοῦ καὶ τῆς αὐτοῦ δωρεᾶς.∆ ιὸ καὶ ἐπήγαγε· Τοῦ καταλλάξαντος ἡµᾶς ἑαυτῷ διὰ τοῦ Χριστοῦ, καὶ δόντος ἡµῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Ἀπὸ γὰρ τούτου πάντα τὰ ἀγαθά. Ὁ γὰρ φίλους ἡµᾶς ποιήσας, αὐτὸς καὶ τῶν ἄλλων αἴτιος, ἃ τοῖς φίλοις ἔδωκεν ὁ Θεός. Οὐ γὰρ ἀφεὶς µένειν ἐχθροὺς, οὕτως ἡµᾶς ἠµείψατο, ἀλλὰ φίλους ποιήσας ἑαυτῷ. Ὅταν δὲ εἴπω, ὅτι Χριστὸς αἴτιος τῆς καταλλαγῆς, καὶ τὸν Πατέρα λέγω· ὅταν εἴπω τὸν Πατέρα δεδωκέναι, καὶ τὸν Υἱὸν λέγω. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο· καὶ τούτου δὲ αὐτὸς αἴτιος. Οὐ γὰρ ἡµεῖς αὐτῷ προσεδράµοµεν, ἀλλ' αὐτὸς ἡµᾶς ἐκάλεσε. Πῶς ἐκάλεσε;∆ ιὰ τῆς τοῦ Χριστοῦ σφαγῆς. Καὶ δόντος ἡµῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Πάλιν ἐνταῦθα δείκνυσι τὸ τῶν ἀποστόλων ἀξίωµα, δεικνὺς ἡλίκον πρᾶγµα ἐνεχειρίσθησαν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολήν. Οὐδὲ γὰρ, ἐπειδὴ παρήκουσαν τοῦ ἐλθόντος πρεσβευτοῦ, παρωξύνθη καὶ ἀφῆκεν αὐτοὺς, ἀλλ' ἐπιµένει παρακαλῶν καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων. Τίς ἂν ταύτην ἀξίως ἐκπλαγείη τὴν κηδεµονίαν; Ἐσφάγη ὁ Υἱὸς ἐπὶ καταλλαγὰς ἐλθὼν, ὁ γνήσιος καὶ µονογενὴς, καὶ οὐδὲ οὕτως ἀπεστράφη τοὺς ἀνῃρηκότας ὁ Πατὴρ, οὐδὲ εἶπεν, Ἔπεµψα τὸν Υἱόνµου πρεσβευσόµενον, οἱ δὲ οὐ µόνον οὐκ ἠθέλησαν ἀκοῦσαι, ἀλλὰ καὶ ἀνεῖλον καὶ ἐσταύρωσαν· ἄξιον αὐτοὺς ἀφεῖναι λοιπόν· ἀλλὰ τοὐναντίον ἅπαν, ἐπειδὴ ἐκεῖνος ἀπῆλθεν, ἡµῖν τὸ πρᾶγµα ἐπίστευσε.∆ όντος γὰρ ἡµῖν, φησὶ, τὴν διακονίαν τῆς καταλλαγῆς. Ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσµον καταλλάσσων ἑαυτῷ, µὴ λογιζόµενος αὐτοῖς τὰ παραπτώµατα αὐτῶν. Εἶδες ἀγάπην πάντα λόγον, πάντα ὑπερβαίνουσαν νοῦν; Τίς ὁ ὑβρισµένος; Αὐτός. Τίς ὁ πρῶτος ἐλθὼν εἰς καταλλαγάς; Αὐτός. Καὶ µὴν τὸν Υἱὸν ἔπεµψε, φησὶν, οὐκ αὐτὸς ἦλθε. Τὸν Υἱὸν µὲν ἔπεµψεν, οὐκ αὐτὸς δὲ παρεκάλει µόνον, ἀλλὰ καὶ µετ' αὐτοῦ καὶ δι' αὐτοῦ ὁ Πατήρ· διὸ ἔλεγεν, ὅτι Ὁ Θεὸς ἦν ὁ καταλλάσσων ἑαυτῷ τὸν κόσµον ἐν Χριστῷ. Τουτέστι, διὰ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ εἶπε, Τοῦ δόντος ἡµῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ἐπιδιορθώσει κέχρηται, λέγων· Μὴ νοµίσητε, ὅτι ἡµεῖς ἐσµεν οἱ τοῦ πράγµατος αὐθένται· διάκονοί ἐσµεν· ὁ δὲ τὸ πᾶν ἐργαζόµενος Θεός ἐστιν, ὁ διὰ τοῦ Μονογενοῦς τὴν οἰκουµένην καταλλάξας. Καὶ πῶς κατήλλαξεν ἑαυτῷ; τοῦτο γάρ ἐστι τὸ θαυµαστὸν, οὐχ ὅτι φίλος ἐγένετο µόνον, ἀλλ' ὅτι καὶ οὕτω φίλος. Οὕτω· πῶς; Ἀφεὶς αὐτοῖς τὰ ἁµαρτήµατα· ἄλλως γὰρ οὐκ ἦν· διὸ καὶ ἐπήγαγε, Μὴ λογιζόµενος αὐτοῖς τὰ παραπτώµατα αὐτῶν. Καὶ γὰρ εἰ ἠθέλησεν ἀπαιτῆσαι λόγον τῶν πεπληµµεληµένων, πάντες ἂν ἀπωλόµεθα· οἱ γὰρ πάντες ἀπέθανον. Ἀλλ' ὅµως τοσούτων ὄντων τῶν ἁµαρτηµάτων, οὐ µόνον οὐκ ἀπῄτησε δίκην, ἀλλὰ καὶ κατηλλάγη· οὐ µόνον ἀφῆκεν, ἀλλ' οὐδὲ ἐλογίσατο. Οὕτω καὶ ἡµᾶς ἀφιέναι χρὴ τοῖς ἐχθροῖς, ἵνα τῆς αὐτῆς καὶ αὐτοὶ τύχωµεν ἀφέσεως. Καὶ θέµενος ἐν ἡµῖν τὸν λόγον τῆς καταλλαγῆς. Οὐδὲ γὰρ ἡµεῖς ἐπί τι φορτικὸν ἤλθοµεν νῦν, ἀλλ' ἵνα φίλους πάντας ποιήσωµεν τῷ Θεῷ. Ἐπειδὴ γὰρ ἐµοὶ, φησὶν, οὐκ ἐπείσθησαν, παραµείνατε παρακαλοῦντες ὑµεῖς, ἕως ἂν πείσητε.∆ ιὸ καὶ ἐπήγαγεν· Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύοµεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡµῶν.∆ εόµεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. γʹ. Εἶδες πῶς ἦρε τὸ πρᾶγµα, τὸν Χριστὸν εἰσαγαγὼν τιθέντα τὴν ἱκετηρίαν ταύτην; µᾶλλον δὲ οὐχὶ τὸν Χριστὸν µόνον, ἀλλὰ καὶ τὸν Πατέρα; Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἔπεµψε τὸν Υἱὸν ὁ Πατὴρ παρακαλέσαι, καὶ πρεσβεύσασθαι πρὸς τὴν τῶν ἀνθρώπων φύσιν ὑπὲρ αὑτοῦ. Ἐπεὶ οὖν σφαγεὶς ἐκεῖνος ἀπῆλθεν, ἡµεῖς διεδεξάµεθα τὴν πρεσβείαν, καὶ ἀντ' αὐτοῦ καὶ τοῦ Πατρὸς παρακαλοῦµεν ὑµᾶς. Τοσούτου τιµᾶται τὸ τῶν ἀνθρώπων γένος, ὅτι καὶ τὸν Υἱὸν ἐπέδωκε, καὶ ταῦτα εἰδὼς ὅτι σφαγήσεται, καὶ ἀποστόλους ἡµᾶς δι' ὑµᾶς ἐποίησεν· ὥστε εἰκότως ἔλεγε, Πάντα δι' ὑµᾶς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύοµεν. Τουτέστιν, ἀντὶ τοῦ Χριστοῦ· ἡµεῖς γὰρ ἀνεδεξάµεθα τὰ ἐκείνου. Εἰ δὲ µέγα σοι δοκεῖ τοῦτο εἶναι, ἄκουσον καὶ τῶν ἑξῆς, δι' ὧν δείκνυσιν, ὅτι οὐκ ἀντ' αὐτοῦ µόνον, ἀλλὰ καὶ ἀντὶ τοῦ Πατρὸς τοῦτο ποιοῦσι.∆ ιὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡµῶν. Οὐ γὰρ διὰ τοῦ Υἱοῦ αὐτοῦ παρακαλεῖ µόνον, ἀλλὰ καὶ δι' ἡµῶν τῶν τὸ ἐκείνου ἀναδεξαµένων ἔργον. Μὴ τοίνυν νο µίσητε, φησὶν, ὑφ' ἡµῶν ἀξιοῦσθαι· αὐτὸς ὁ Χριστὸς ὑµᾶς παρακαλεῖ, αὐτὸς ὁ τοῦ Χριστοῦ Πατὴρ δι' ἡµῶν. Τί ταύτης τῆς ὑπερβολῆς γένοιτ' ἂν ἴσον; Αὐτὸς γὰρ ὁ µυρία εὐεργετήσας ὑβρισθεὶς, οὐ µόνον οὐκ ἀπῄτησε δίκην, ἀλλὰ καὶ ἔδωκε τὸν Υἱὸν αὐτοῦ, ἵνα καταλλαγῶµεν. Οὐ κατηλλάγησαν οἱ δεξάµενοι, ἀλλὰ καὶ ἔσφαξαν. Πάλιν ἔπεµψεν ἑτέρους πρέσβεις παρακαλοῦντας· καὶ τούτων πεµφθέντων, αὐτός ἐστιν ὁ ἀξιῶν. Τί δὲ ἀξιοῖ; Καταλλάγητε τῷ Θεῷ. Καὶ οὐκ εἶπε, Καταλλάξατε ἑαυτοῖς τὸν Θεόν· οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ ἐχθραίνων, ἀλλ' ὑµεῖς· Θεὸς γὰρ οὐδέποτε ἐχθραίνει. Καὶ δικαιολογούµενος δὲ καθάπερ πρεσβευτὴς ἀποσταλεὶς, Τὸν γὰρ µὴ γνόντα ἁµαρτίαν, ὑπὲρ ἡµῶν ἁµαρτίαν ἐποίησε, φησίν. Οὐ λέγω τὰ πρότερα, ὅτι ὑβρίσατε, ὅτι οὐδὲν ἠδικηκότα, ὅτι εὐεργετήσαντα, ὅτι δίκην οὐκ ἀπῄτησεν, ὅτι παρακαλεῖ πρῶτος, ὑβρισθεὶς πρῶτος· µηδὲν ἐκείνων κείσθω τέως.∆ ιὰ τοῦτο µόνον οὐκ ἂν εἴητε δίκαιοι καταλλαγῆναι, δι' ὅπερ ἐποίησεν εἰς ὑµᾶς νῦν; Καὶ τί ἐποίησε; Τὸν γὰρ µὴ γνόντα ἁµαρτίαν, δι' ὑµᾶς ἁµαρτίαν ἐποίησεν. Εἰ γὰρ µηδὲν ἤνυσε, τοῦτο δὲ µόνον εἰργάσατο, ἐννόησον ἡλίκον ἦν τὸ ὑπὲρ τῶν ὑβρικότων τὸν Υἱὸν δοῦναι. Νυνὶ δὲ καὶ µεγάλα κατώρθωσε, καὶ µετὰ τούτων τὸν οὐδὲν ἠδικηκότα ὑπὲρ τῶν ἠδικηκότων κολασθῆναι εἴασεν. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ πολλῷ µεῖζόν ἐστι τούτου τέθεικε. Ποῖον δὴ τοῦτο; Τὸν µὴ γνόντα ἁµαρτίαν, φησὶ, τὸν αὐτοδικαιοσύνην ὄντα, ἁµαρτίαν ἐποίησε· τουτέστιν, ὡς ἁµαρτωλὸν κατακριθῆναι ἀφῆκεν, ὡς ἐπικατάρατον ἀποθανεῖν· Ἐπικατάρατος γὰρ ὁ κρεµάµενος ἐπὶ ξύλου. Τοῦ γὰρ ἀποθανεῖν τὸ οὕτως ἀποθανεῖ πολλῷ µεῖζον ἦν· ὅπερ καὶ ἀλλαχοῦ αἰνιττόµενος, φησὶν, Ὑπήκοος γενόµενος µέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Οὐδὲ γὰρ κόλασιν εἶχε µόνον τὸ πρᾶγµα, ἀλλὰ καὶ αἰσχύνην. Ἐννόησον τοίνυν ὅσα σοι παρέσχε. Μέγα µὲν γὰρ καὶ τὸ ἁµαρτωλὸν ὄντα ὑπὲρ ὁτουοῦν ἀποθανεῖν· ὅταν δὲ καὶ δίκαιος ὁ τοῦτο πάσχων ᾖ, καὶ ὑπὲρ ἁµαρτωλῶν ἀποθάνῃ, καὶ µὴ ἀποθάνῃ µόνον, ἀλλὰ καὶ ὡς ἐπικατάρατος, καὶ µὴ ὡς ἐπικατάρατοςµόνον, ἀλλὰ καὶ τὰ µεγάλα ἡµῖν ἐντεῦθεν χαρίζηται ἀγαθὰ, ἃ µηδέποτε προσεδοκήσαµεν( Ἵνα γὰρ γενώµεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ, φησὶ), ποῖος ταῦταλόγος, ποῖος ταῦτα παραστῆσαι δυνήσεται νοῦς; Τὸν γὰρ δίκαιον, φησὶν, ἐποίησεν ἁµαρτωλὸν, ἵνα τοὺς ἁµαρτωλοὺς ποιήσῃ δικαίους. Μᾶλλον δὲ οὐδὲ οὕτως εἶπεν, ἀλλ' ὃ πολλῷ µεῖζον ἦν· οὐ γὰρ ἕξιν ἔθηκεν, ἀλλ' αὐτὴν τὴν ποιότητα. Οὐ γὰρ εἶπεν, Ἐποίησεν ἁµαρτωλὸν, ἀλλ' ἁµαρτίαν· οὐχὶ, Τὸν µὴ ἁµαρτόντα µόνον, ἀλλὰ, τὸν µηδὲ γνόντα ἁµαρτίαν· ἵνα καὶ ἡµεῖς γενώµεθα, οὐκ εἶπε, δίκαιοι, ἀλλὰ δικαιοσύνη, καὶ Θεοῦ δικαιοσύνη. Θεοῦ γάρ ἐστιν αὕτη, ὅταν µὴ ἐξ ἔργων, ὅταν καὶ κηλῖδα ἀνάγκη τινὰ µὴ εὑρεθῆναι, ἀλλ' ἀπὸ χάριτος δικαιωθῶµεν, ἔνθα πᾶσα ἁµαρτία ἠφάνισται. Τοῦτο δὲ ὁµοῦ οὔτε ἐπαρθῆναι ἀφίησιν, ἅτε τοῦ Θεοῦ τὸ πᾶν χαρισαµένου, καὶ διδάσκει τοῦ δοθέντος τὸ µέγεθος. Ἐκείνη γὰρ ἡ προτέρα νόµου καὶ ἔργων δικαιοσύνη, αὕτη δὲ Θεοῦ δικαιοσύνη. Ταῦτ' οὖν ἐννοήσαντες φοβηθῶµεν τῆς γεέννης µᾶλλον τὰ ῥήµατα ταῦτα, αἰδεσθῶµεν µᾶλλον τῆς βασιλείας τὰ πράγµατα, καὶ µὴ νοµίσωµεν χαλεπὸνεἶναι τὸ κολάζεσθαι, ἀλλὰ τὸ ἁµαρτάνειν. Καὶ γὰρ αὐτὸς εἰ µὴ ἐκόλαζεν ἡµᾶς, αὐτοὺς ἐχρῆν ἀπαιτῆσαι δίκην ἑαυτοὺς, οὕτως ἀγνώµονας περὶ τὸν εὐεργέτην γενοµένους. Νῦν δὲ ἐρωµένην µέν τις ἔχων, πολλάκις καὶ ἑαυτὸν κατέσφαξε, µὴ τυχὼν τοῦ ἔρωτος· καὶ τυχὼν δὲ, πεπληµµεληκὼς εἰς αὐτὴν, οὐδὲ ἄξιον ζῇν ἡγεῖται· εἰς δὲ τὸν οὕτω φιλάνθρωπον καὶ ἥµερον ὑβρίζοντες, οὐχ ἑαυτοὺς ἐµβαλοῦµεν εἰς τὸ πῦρ τῆς γεέννης; Εἴπω τι παράδοξον καὶ θαυµαστὸν, καὶ πολλοῖς ἴσως ἄπιστον· µείζων ἔσται παραµυθία τῷ κολαζοµένῳ µετὰ τὸ παροξῦναι τὸν οὕτω φιλάνθρωπον, ἐὰν νοῦν ἔχῃ, καὶ φιλῇ τὸν∆ εσπότην, ὡς φιλεῖν δεῖ, ἢ τῷµὴ κολαζοµένῳ. δʹ. Καὶ τοῦτο καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἔστιν ἰδεῖν. Ὁ γὰρ εἰς τὸν φίλτατον ἠδικηκὼς, τότε µάλιστα ἀναπαύεται, ὅταν ἑαυτὸν ἀπαιτήσῃ δίκην, καὶ πάθῃ κακῶς· ὥσπερ οὖν καὶ ὁ∆ αυῒδ ἔλεγεν, Ἐγὼ ὁ ποιµὴν ἥµαρτον, καὶ ἐγὼ ὁ ποιµὴν ἐκακοποίησα· καὶ οὗτοι, τὸ ποίµνιον, τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐν τῷ οἴκῳ τοῦ πατρός µου. Καὶ ὅτε τὸν Ἀβεσσαλὼµ ἀπώλεσε, δίκην ἑαυτὸν ἀπῄτει τὴν ἐσχάτην· καίτοι γε οὐκ ἦν αὐτὸς ὁ ἠδικηκὼς, ἀλλ' ὁ ἠδικηµένος· ἀλλ' ὅµως ἐπειδὴ σφόδρα ἐφίλει τὸν ἀπελθόντα, κατέτεινεν ἑαυτὸν ταῖς ὀδύναις, ταύτῃ παραµυθούµενος ἑαυτόν. Καὶ ἡµεῖς τοίνυν, ὅταν ἁµαρτάνωµεν εἰς ὃν οὐκ ἐχρῆν ἁµαρτάνειν, δίκην ἑαυτοὺς ἀπαιτῶµεν. Οὐχ ὁρᾶτε τοὺς ἀποβαλόντας παῖδας γνησίους, ὅτι διὰ τοῦτο καὶ κόπτονται καὶ τρίχας τίλλουσιν, ἐπειδὴ παραµυθίαν ἔχει τὸ κολάζειν ἑαυτοὺς ὑπὲρτῶν φιλουµένων; Εἰ δὲ, ὅταν µηδὲν ἐργασώµεθα ἡµεῖς τοὺς φιλτάτους δεινὸν, φέρει παραµυθίαν ἡµῖν τὸ κακῶς πάσχειν, ὑπὲρ ὧν ἐκεῖνοι κακῶς πεπόνθασιν· ὅταν αὐτοὶ ὦµεν οἱ παροξύναντες καὶ ὑβρικότες, οὐ πολλῷ µᾶλλον ἡµᾶς ἀναπαύσει τὸ δίκην δοῦναι, ἢ τὸ µὴ κολάζεσθαι κόλασιν; Παντί που δῆλον. Εἴ τις φιλεῖ τὸν Χριστὸν, ὡς φιλεῖν δεῖ, οἶδεν ὃ λέγω, πῶς οὐδὲ αὐτοῦ συγχωροῦντος ἀνέξεται µὴ κολάζεσθαι· τὴν γὰρ µεγίστην κόλασιν ὑποµένεις παροξύνας αὐτόν. Καὶ οἶδα µὲν τοῖς πολλοῖς ἄπιστα λέγων, πλὴν ἀλλ' οὕτως ἐστὶν ὥσπερ εἴρηκα. Ἐὰν τοίνυν φιλῶµεν τὸν Χριστὸν, ὡς φιλεῖν δεῖ, ἑαυτοὺς τιµωρησόµεθα ἁµαρτάνοντες. Τοῖς γὰρ ὁτουοῦν ἐρῶσιν οὐ τὸ κακόν τι παθεῖν ἀηδὲς, ὑπὲρ ὧν παρώξυναν τὸν ἐρώµενον, ἀλλ' αὐτὸ πρὸ πάντων τὸ παροξῦναι τὸν ἀγαπώµενον. Κἂν ὀργισθεὶς οὗτος µὴ κολάσῃ, µειζόνως ἐβασάνισε τὸν ἐραστήν· ἂν δὲ δίκην ἀπαιτήσῃ, µᾶλλον παρεµυθήσατο. Μὴ τοίνυν γέενναν φοβώµεθα, ἀλλὰ τὸ προσκροῦσαι τῷ Θεῷ· τοῦτο γὰρ ἐκείνου χαλεπώτερον, ὅταν ἀποστρέφηται ὀργιζόµενος· τοῦτο πάντων χεῖρον, τοῦτο πάντων φορτικώτερον. Καὶ ἵνα µάθῃς ἡλίκον ἐστὶν, ἐννόησον τοῦτο ὃ λέγω. Εἴ τις κολαζόµενον ἰδὼν ἄνθρωπον λῃστὴν καὶ κακοῦργον, αὐτὸς βασιλεὺς ὢν, τὸν ἀγαπητὸν υἱὸν τὸν µονογενῆ καὶ γνήσιον ἔδωκεν ὥστε σφαγῆναι, καὶ µετὰ τοῦ θανάτου καὶ τὴν αἰτίαν ἀπ' ἐκείνου µετήνεγκεν ἐπὶ τὸν υἱὸν οὐκ ὄντα τοιοῦτον, ἵνα καὶ σώσῃ τὸν κατάδικον, καὶ τῆς πονηρᾶς ὑπολήψεως ἀπαλλάξῃ, εἶτα µετὰ ταῦτα εἰς µεγάλην ἀρχὴν αὐτὸν ἀναγαγὼν, µετὰ τὴν σωτηρίαν καὶ τὴν δόξαν τὴν ἀπόῤῥητον, ὑβρίζετο παρὰ τοῦ τοιαῦτα πεπονθότος· οὐκ ἂν εἵλετο µυριάκις ἀποθανεῖν ἐκεῖνος, εἴ γε νοῦν εἶχεν, ἢ τοσαύτῃ ἀγνωµοσύνῃ φανῆναι ὑπεύθυνος ὤν; Τοῦτο δὴ καὶ νῦν λογιζώµεθα, καὶ στένωµεν πικρῶς ἐφ' οἷς παρωξύναµεν τὸν εὐεργέτην· µηδὲ, ἐπειδὴ µακροθύµως ὑβριζόµενος φέρει, διὰ τοῦτο θαῤῥῶµεν, ἀλλὰ δι' αὐτὸ µὲν οὖν τοῦτο δακνώµεθα. Καὶ γὰρ ἐπὶ τῶν ἀνθρώπων, ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστερὰν, µειζόνως ἀµύνεται, ἢ εἰ µυρίας ἔδωκε πληγάς· καὶ ὅταν λοιδορηθεὶς, µὴ µόνον οὐκ ἀντιλοιδορήσῃ, ἀλλὰ καὶ εὐλογήσῃ, χαλεπώτερον ἔπληξεν, ἢ εἰ µυρίοις ὀνείδεσιν ἔπλυνεν. Εἰδὲ ἐπ' ἀνθρώπων, ὅταν ὑβρίζοντες µακροθυµίας ἀπολαύωµεν, καταισχυνόµεθα· πολλῷ µᾶλλον ἐπὶ Θεοῦ δεδοικέναι χρὴ τοὺς ἁµαρτάνοντας διηνεκῶς, καὶ οὐδὲν πάσχοντας δεινόν· καὶ γὰρ καὶ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς ἡ ἄφατος αὐτοῖς θησαυρίζεται τιµωρία. Ταῦτ' οὖν ἐννοοῦντες, πρὸ πάντων ἁµαρτίαν φοβώµεθα· τοῦτο γὰρ κόλασις, τοῦτο γέεννα, τοῦτο τὰ µυρία κακά. Μὴ φοβώµεθα δὲ µόνον, ἀλλὰ καὶ φεύγωµεν, καὶ τῷ Θεῷ σπουδάζωµεν διηνεκῶς ἀρέσκειν· τοῦτο γὰρ βασιλεία, τοῦτο ζωὴ, τοῦτο τὰ µυρία καλά. Οὕτω καὶ ἐντεῦθεν ἤδη τῆς βασιλείας ἐπιτευξόµεθα, καὶ τῶν µελλόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.