Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Corinthians
John ChrysostomHom. 2 Cor. 12 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
12.12
Συνεργοῦντες δὲ καὶ παρακαλοῦµεν, µὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑµᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡµέρᾳ σωτηρίας ἐβοήθησά σοι. αʹ. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὁ Θεὸς παρακαλεῖ, καὶ ἡµεῖς πρεσβεύοµεν καὶ ἱκετεύοµεν, καταλλάγητε τῷ Θεῷ· ἵνα µὴ ἀναπέσωσιν, ἐντεῦθεν αὐτοὺς πάλιν φοβεῖ καὶ διανίστησι λέγων, Παρακαλοῦµεν, µὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑµᾶς. Μὴ γὰρ, ἐπειδὴ παρακαλεῖ, φησὶ, καὶ ἔπεµψε πρεσβευσοµένους, διὰ τοῦτο ῥᾳθυµῶµεν· ἀλλὰ δι' αὐτὸ µὲν οὖν τοῦτο καὶ ἐπειγώµεθα πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, καὶ πνευµατικὴν συναγαγεῖν ἐµπορίαν( ὅπερ καὶ ἀνωτέρω ἔλεγεν, ὅτι Ἡ ἀγάπητοῦ Θεοῦ συνέχει ἡµᾶς· τουτέστι, θλίβει, ὠθεῖ, κατεπείγει), ἵνα µὴ µετὰ τοσαύτην κηδεµονίαν ἀναπεσόντες, καὶ µηδὲν γενναῖον ἐπιδειξάµενοι, τῶν τοσούτων ἐκπέσητε ἀγαθῶν. Μὴ τοίνυν, ἐπειδὴ ἔπεµψε παρακαλέσοντας, νοµίσητε τοῦτο ἀεὶ εἶναι· µέχρι τῆς παρουσίας αὐτοῦ τῆς δευτέρας τοῦτο ἔσται, µέχρι τότε παρακαλεῖ, ἕως ἂν ὦµεν ἐνταῦθα· µετὰ δὲ ταῦτα δίκη καὶ κόλασις.∆ ιὰ τοῦτο, Συνεχόµεθα, φησίν. Οὐδὲ γὰρ ἀπὸ τοῦ µεγέθους τῶν ἀγαθῶν αὐτοὺς καὶ τῆς φιλανθρωπίας µόνον, ἀλλὰ καὶ ἀπὸ τῆς βραχύτητος τῆς τοῦ καιροῦ κατεπείγει ἀεί.∆ ιὸ καὶ ἀλλαχοῦ φησι, Νῦν γὰρ ἐγγύτερον ἡµῶν ἡ σωτηρία· καὶ πάλιν, Ὁ Κύριος ἐγγύς. Ἐνταῦθα δέ τι καὶ πλέον ποιεῖ. Οὐδὲ γὰρ ἀπὸ τοῦ τὸ λειπόµενον τοῦ χρόνου βραχὺ καὶ µικρὸν εἶναι, ἀλλὰ καὶ ἀπὸ τοῦ τοῦτον µόνον τὸν καιρὸν ἐπιτήδειον εἶναι εἰς σωτηρίαν, ἐνάγει. Ἰδοὺ γὰρ, φησὶ, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ ἡµέρα σωτηρίας. Μὴ τοίνυν προδῶµεν τὸ εὔκαιρον, ἀλλ' ἐπιδειξώµεθα ἀξίαν τῆς χάριτος τὴν σπουδήν.∆ ιὰ τοῦτο γὰρ καὶ ἡµεῖς ἐπειγόµεθα, καὶ τὸ βραχὺ καὶ τὸ ἐπιτήδειον εἰδότες τοῦ καιροῦ· διὸ καὶ ἔλεγε, Συνεργοῦντες δὲ καὶ παρακαλοῦµεν. Συνεργοῦντες ὑµῖν· ὑµῖν γὰρ συνεργοῦµεν µᾶλλον, ἢ τῷ Θεῷ, ὑπὲρ οὗ πρεσβεύοµεν. Οὐδενὸς γὰρ ἐκεῖνος δεῖται, ἀλλ' ἡ σωτηρία πᾶσα εἰς ὑµᾶς διαβαίνει. Εἰ δὲ καὶ τῷ Θεῷ λέγει συνεργεῖν, οὐδὲ τοῦτο παραιτεῖται· καὶ γὰρ ἀλλαχοῦ φησι, Θεοῦ γάρ ἐσµεν συνεργοί. Ταύτῃ φησὶ τοὺς ἀνθρώπους σώζειν πάλιν· Καὶ παρακαλοῦµεν. Ἐκεῖνος µὲν γὰρ παρακαλῶν, οὐχ ἁπλῶς παρακαλεῖ, ἀλλὰ ταῦτα προτεινόµενος τὰ δικαιώµατα· ὅτι τὸν Υἱὸν ἔδωκε τὸν δίκαιον, τὸν οὐδὲ ἁµαρτίαν εἰδότα, καὶ ἁµαρτίαν αὐτὸν ἐποίησεν ὑπὲρ ἡµῶν τῶν ἁµαρτωλῶν, ἵνα ἡµεῖς γενώµεθα δίκαιοι· ἅπερ ἔχοντα, καὶ Θεὸν ὄντα, οὐδὲ παρακαλεῖν δεῖ, καὶ ταῦτα ἀνθρώπους, καὶ προσκεκρουκότας, ἀλλὰ παρακαλεῖσθαι καθ' ἑκάστην ἡµέραν· ἀλλ' ὅµως παρακαλεῖ· ἡµεῖς δὲ παρακαλοῦµεν, δικαίωµα µὲν µηδὲν ἔχοντες ἡµῶν εἰπεῖν οὐδὲ εὐεργέτηµα, ἓν δὲ µόνον, τὸ ὑπὲρ Θεοῦ, καὶ τοιαῦτα ἐπιδειξαµένου, παρακαλεῖν. Παρακαλοῦµεν δὲ ἵνα τὴν εὐεργεσίαν δέξησθε, καὶ µὴ ἀποκρούσησθε τὴν δωρεάν. Πείσθητε τοίνυν ἡµῖν, καὶ µὴ εἰς κενὸν τὴν χάριν δέξησθε. Ἵνα γὰρ µὴ νοµίσωσιν, ὅτι τοῦτό ἐστι καταλλαγὴ µόνον, τὸ πιστεῦσαι τῷ καλοῦντι, ἐπάγει ταῦτα, τὴν περὶ τὸν βίον σπουδὴν ἀπαιτῶν. Τὸ γὰρ ἀπαλλαγέντα ἁµαρτηµάτων καὶ φίλον γενόµενον, τοῖς προτέροις ἐγκαλινδεῖσθαι πάλιν, ἐπ' ἔχθραν ἐπανελθεῖν ἐστι, καὶ εἰς κενὸν τὴνχάριν δέξασθαι, κατὰ τὸν τοῦ βίου λόγον. Οὐδὲν γὰρ ἀπὸ τῆς χάριτος µέγα ὠφελούµεθα εἰς σωτηρίαν, ἀκαθάρτως ζῶντες· ἀλλὰ καὶ βλαπτόµεθα µειζόνως ταύτῃ βαρούµενοι καὶ ἐν τοῖς ἁµαρτήµασιν, ὅτι καὶ µετὰ ἐπίγνωσιν τοιαύτην καὶ δωρεὰν ἐπὶ τὰ πρότερα ἐπανήλθοµεν κακά. Ἀλλὰ τοῦτο µὲν οὐδέπω τίθησιν, ὥστε µὴ τραχὺν ποιῆσαι τὸν λόγον· ὅτι δὲ οὐδὲν ὠφελούµεθα λέγει µόνον. Εἶτα καὶ προφητείας ἀναµιµνήσκει, κατεπείγων αὐτοὺς, καὶ συνωθῶν εἰς τὸ διαναστῆναι πρὸς τὴν τῆς οἰκείας σωτηρίας ἀντίληψιν. Λέγει γὰρ, φησί· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡµέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡµέρα σωτηρίας. Καιρὸς εὐπρόσδεκτος· ποῖος οὗτος; Ὁ τῆς δωρεᾶς, ὁ τῆς χάριτος, ὅτε οὐκ ἔστιν εὐθύνας ἀπαιτηθῆναι τῶν ἁµαρτηµάτων οὐδὲ δίκην δοῦναι, ἀλλὰ µετὰ τῆς ἀπαλλαγῆς καὶ µυρίωνἀπολαῦσαι ἀγαθῶν, δικαιοσύνης, ἁγιασµοῦ, τῶν ἄλλων ἁπάντων. Πόσα γὰρ ἔδει καµεῖν, ὥστε ἐπιτυχεῖν τοῦ καιροῦ τούτου; ἀλλ' ἰδοὺ, µηδὲν καµόντων ἡµῶν παραγέγονεν ἄφεσιν φέρον ἁπάντων τῶν ἔµπροσθεν.∆ ιὸ καὶ εὐπρόσδεκτον καλεῖ, ἐπειδὴ καὶ τοὺς µυρία πεπληµµεληκότας προσεδέχετο, καὶ οὐχ ἁπλῶς προσεδέχετο, ἀλλ' εἰς τὴν ἀνωτάτω ἦγε τιµήν· καθάπερ, ἐπειδὰν ἔλθῃ βασιλεὺς, οὐ δικαστηρίου καιρὸς, ἀλλὰ χάριτος καὶ σωτηρίας.∆ ιὸ καὶ εὐπρόσδεκτον αὐτὸν καλεῖ, ἕως οὗ ἔτι ἐν τῷ σκάµµατί ἐσµεν, ἕως ἐν τῷ ἀµπελῶνι ἐργαζόµεθα, ἕως λείπεται ἡ ἑνδεκάτη. βʹ. Προσέλθωµεν, καὶ βίον ἐπιδειξώµεθα ἀγαθόν· καὶ γὰρ εὔκολον. Ὁ γὰρ ἐν τοιούτῳ καιρῷ ἀγωνιζόµενος, ἐν ᾧ τοσαύτη κέχυται δωρεὰ, ἐν ᾧ τοσαύτη χάρις, εὐκόλως ἐπιτεύξεται τῶν βραβείων. Καὶ γὰρ ἐπὶ βασιλέων τῶν κάτω ἐν µὲν τῷ καιρῷ τῶν ἑορτῶν αὐτῶν, καὶ ὅτε ἐν ὑπάτων φαίνονται σχήµατι, καὶ ὁ µικρὸν προσενεγκὼν µεγάλαςλαµβάνει δωρεάς· ἐν δὲ ταῖς ἡµέραις, αἷς ἂν δικάζωσι, πολλῆς ἀκριβείας χρεία, πολλῆς ἐξετάσεως. Καὶ ἡµεῖς τοίνυν ἐν τῷ καιρῷ τῆς δωρεᾶς ταύτης ἀγωνισώµεθα· ἡµέρα χάριτός ἐστι, χάριτος θείας· διὸ καὶ εὐκόλως ἐπιτευξόµεθα τῶν στεφάνων. Εἰ γὰρ τοσούτων γέµοντας κακῶν καὶ προσήκατο, καὶ ἀπήλλαξε· πάντων ἀπαλλαγέντας, καὶ τὰ παρ' ἑαυτῶν εἰσφέροντας, οὐ πολλῷ µᾶλλον προσδέξεται; Εἶτα, ὅπερ ἀεὶ ποιεῖ, ἑαυτὸν µέσον τιθεὶς, καὶ ἐντεῦθεν κελεύων τὸ παράδειγµα λαµβάνειν, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται· διὸ καὶ ἐπάγει, Μηδεµίαν ἐν µηδενὶ διδόντες προσκοπὴν, ἵνα µὴ µωµηθῇ ἡ διακονία ἡµῶν· οὐκ ἀπὸ τοῦ καιροῦ µόνον, ἀλλὰ καὶ ἀπὸ τῶν κατορθωσάντων αὐτοὺς πείθων. Καὶ ὅρα πῶς ἀτύφως, οὐ γὰρ εἶπε Προσέχετε εἰς ἡµᾶς ὅτι τοιοῦτοί ἐσµεν· ἀλλὰ τέως ἐπ' ἀναιρέσει κατηγορίας τὰ καθ' ἑαυτὸν διηγεῖται. Καὶ δύο τίθησιν ὑπερβολὰς ἀµώµου βίου, Μηδεµίαν ἐν µηδενὶ, λέγων. Καὶ οὐκ εἶπε κατηγορίαν, ἀλλ' ὃ πολλῷ ἔλαττον ἦν, Προσκοπήν· τουτέστι, µέµψιν. κατάγνωσιν µηδενὶ παρέχοντες καθ' ἡµῶν. Ἵνα µὴ µωµηθῇ ἡ διακονία ἡµῶν. Τουτέστιν, ἵνα µή τις αὐτῆς ἐπιλάβηται. Καὶ οὐκ εἶπε πάλιν, Ἵνα µὴ κατηγορηθῇ, ἀλλ', Ἵνα µηδὲ τὴν τυχοῦσαν αἰτίαν ἔχῃ, µή τις αὐτῇ εἰς ὁτιοῦν ἐπισκῆψαι δυνηθῇ. Ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι. Τοῦτο πολλῷ µεῖζον. Οὐ γάρ ἐστιν ἴσον κατηγορίας ἐλεύθερον εἶναι, καὶ τοιαῦτα ἐπιδείκνυσθαι, ὡς πάντοθεν φαίνεσθαι διακόνους ὄντας Θεοῦ· οὐ γάρ ἐστιν ἴσον ἀπηλλάχθαι κατηγορίας, καὶ ἐγκωµίοις βρύειν. Καὶ οὐκ εἶπε, Φαινόµενοι, ἀλλὰ, Συνιστῶντες, τουτέστιν, ἀποδεικνύντες. Εἶτα λέγει καὶ πόθεν τοιοῦτοι ἐγένοντο. Πόθεν οὖν ἐγένοντο; Ἐν ὑποµονῇ πολλῇ, φησί· τὸν θεµέλιον τῶν ἀγαθῶν τιθείς.∆ ιόπερ οὐδὲ ἁπλῶς ὑποµονὴν εἶπεν, ἀλλὰ πολλὴν, καὶ δείκνυσιν αὐτῆς καὶ τὸ µέγεθος. Τὸ γὰρ ἕν τι καὶ δεύτερον ἐνεγκεῖν, οὐδὲν µέγα· ἀλλ' ἐπάγει καὶ τὰς νιφάδας τῶν πειρασµῶν, λέγων, Ἐν θλίψεσιν, ἐν ἀνάγκαις. Τοῦτο ἐπίτασις θλίψεως, ὅταν ἄφυκτα ᾖ τὰ κακὰ, καὶ ὥσπερ ἀνάγκη τις ἐπικέηται τῶν δεινῶν δυσδιεξόδευτος. Ἐν στενοχωρίαις. Ἤτοι ταῖς τοῦ λιµοῦ φησι, καὶ ταῖς τῶν ἄλλων ἀναγκαίων· ἢ καὶ ἁπλῶς ταῖς τῶν πειρασµῶν. Ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις. Καίτοι τούτων καθ' ἑαυτὸ ἕκαστον ἀφόρητον ἦν, καὶ τὸ µαστίζεσθαι µόνον, καὶ τὸ δεδέσθαι µόνον, καὶ τὸ µηδαµοῦ δύνασθαι στῆναι ἐλαυνόµενον· τοῦτο γάρ ἐστιν, Ἐν ἀκαταστασίαις· ὅταν δὲ καὶ πάντα, καὶ ὁµοῦ πάντα ἐπίῃ, ἐννόησον ἡλίκης δεῖται ψυχῆς. Εἶτα µετὰ τῶν ἔξωθεν καὶ τὰ παρ' ἑαυτοῦ τίθησιν. Ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι.∆ ιὰ τούτων τοὺς καµάτους αἰνίττεται, οὓς ἔκαµε περιιὼν καὶ ἐργαζόµενος, τὰς νύκτας ἐν αἷς ἐδίδασκεν, ἢ ὅτι καὶ ἐν αὐταῖς εἰργάζετο. Καὶ µετὰ τούτων ἁπάντων οὐδὲ τοῦ νηστεύειν ἠµέλει, καίτοι γε ταῦτα ἀντὶ µυρίων ἤρκει νηστειῶν. Ἁγνότητα δὲ ἐνταῦθα ἢ σωφροσύνην πάλιν, ἢ τὴν ἐν ἅπασι καθαρότητα, ἢ τὸ ἀδωροδόκητον, ἢ καὶ τὸ δωρεὰν τὸ εὐαγγέλιον κηρύττειν. Ἐν γνώσει. Τί ἐστιν, Ἐν γνώσει; Ἐν σοφίᾳτῇ παρὰ τοῦ Θεοῦ δεδοµένῃ, τῇ ὄντως γνώσει· οὐ καθάπερ ἐκεῖνοι οἱ δοκοῦντες εἶναι σοφοὶ, καὶ τῇ ἔξωθεν παιδεύσει κοµπάζοντες, ταύτῃ δὲ ἐλαττούµενοι. Ἐν µακροθυµίᾳ, ἐν χρηστότητι. Πολὺ γὰρ καὶ ταῦτα γενναίας ἦν ψυχῆς, τὸ πάντοθεν παροξυνόµενον καὶ κεντούµενον, µακροθύµως ἅπαντα φέρειν. Εἶτα δεικνὺς πόθεν τοιοῦτος γέγονεν, ἐπήγαγεν· Ἐν Πνεύµατι ἁγίῳ. Ἐν αὐτῷ γὰρ πάντα ταῦτα κατορθοῦµεν, φησίν. Ἀλλ' ὅρα πότε τὴν παρὰ τοῦ Πνεύµατος ἔθηκε τοῦ ἁγίου βοήθειαν· ὅτε τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο. Ἐµοὶ δὲ δοκεῖ καὶ ἕτερον λέγειν διὰ τούτου. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ Πνεύµατος πολλοῦ πεπληρώµεθα, καὶ ἀποδείκνυµεν καὶ ἐντεῦθεν τὴν ἀποστολὴν, ἀπὸ τοῦ χαρισµάτων ἠξιῶσθαι πνευµατικῶν. Εἰ γὰρ καὶ χάρις τοῦτο, ἀλλὰ καὶ αὐτὸς αἴτιος ὁ διὰ τῶν κατορθωµάτων καὶ τῶν ἱδρώτων τὴν χάριν ἐπισπασάµενος. Εἰ δέ τις εἴποι, µετὰ τῶν εἰρηµένων αὐτὸν ἐµφαίνειν τὸ ὅτι καὶ ἐν τῇ χάριτι τῇ πνευµατικῇ οὐδεµίαν ἔδωκε προσκοπὴν, οὐκ ἂν ἁµάρτοι τῆς ἐννοίας. Καὶ γὰρ οἱ τὰς γλώσσας λαβόντες παρ' αὐτοῖς, καὶ ἐπαρθέντες, ἐµωµήθησαν· ἔστι γὰρ καὶ χάρισµα λαβόντα πνευµατικὸν, οὐκ εἰς δέον αὐτῷ χρήσασθαι. Ἀλλ' οὐχ ἡµεῖς, φησὶν, ἀλλὰ καὶ ἐν πνεύµατι, τουτέστιν, καὶ ἐν τοῖς χαρίσµασιν ἀµώµητοι ἐγενόµεθα. Ἐν ἀγάπῃ ἀνυποκρίτῳ. γʹ. Τοῦτο πάντων αἴτιον τῶν ἀγαθῶν, τοῦτο τοιοῦτον αὐτὸν εἰργάζετο, τοῦτο καὶ τὸ Πνεῦµα µένειν ἐποίει παρ' αὐτῷ, δι' οὗ καὶ πάντα αὐτῷ κατωρθοῦτο. Ἐν λόγῳ ἀληθείας. Ὃ πολλαχοῦ λέγει, ὅτι Οὐ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, οὐδὲ νοθεύοντες διετελέσαµεν. Ἐν δυνάµει Θεοῦ. Ὅπερ ἀεὶ ποιεῖ, οὐδὲν ἑαυτῷ, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν ἀνατιθεὶς, καὶ αὐτῷ λογιζόµενος τὰ αὑτοῦ κατορθώµατα, τοῦτο καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ µεγάλα ἐφθέγξατο, καὶ ἔφησεν ἄληπτον παρεσχῆσθαι βίον διὰ πάντων, καὶ φιλοσοφίαν ἄκραν, τῷ Πνεύµατι καὶ τῷ Θεῷ ταῦτα ἀνατίθησιν. Οὐδὲ γὰρ τὰ τυχόντα ἦν τὰ εἰρηµένα. Εἰ γὰρ καὶ ἐν ἡσυχίᾳ ζῶντα δύσκολον κατορθοῦν καὶ ἄληπτον εἶναι, τὸν ὑπὸ τοσούτων ἐνοχλούµενον πειρασµῶν, καὶ διὰ πάντων λάµψαντα, ἐννόησον ἡλίκης εἶναι ψυχῆς. Καίτοι οὐδὲ ταῦτα ὑπέµενε µόνον, ἀλλὰ καὶ πολλῷ πλείονα τούτων, ἅπερ ἑξῆς τίθησι. Καὶ τὸ δὴ θαυµαστὸν, οὐχ ὅτι ἄληπτος ἦν ἐν τοσούτοις κύµασι πλέων, οὐδ' ὅτι πάντα ὑπέµεινε γενναίως, ἀλλ' ὅτι καὶ µεθ' ἡδονῆς πάντα· ἅπερ διὰ τῶν ἑξῆς ἡµῖν πάντα ποιεῖ φανερὰ λέγων οὕτω·∆ ιὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν. Εἶδες ψυχῆς παράστηµα, καὶ φρόνηµα εὔτονον;∆ είκνυσι γὰρ ὅτι ὅπλα εἰσὶν αἱ θλίψεις, οὐ µόνον οὐ καταβάλλοντα, ἀλλὰ καὶ τειχίζοντα καὶ ἰσχυροτέρους ποιοῦντα. Ἀριστερὰ δὲ καλεῖ τὰ δοκοῦντα εἶναι λυπηρά· καὶ γὰρ τοιαῦτά ἐστι τὰ τὸν µισθὸν ἔχοντα. Τίνος οὖν ἕνεκεν οὕτως αὐτὰ καλεῖ; Ἢ κατὰ τὴν ὑπόληψιν τῶν πολλῶν, ἢ ἐπειδὴ ἐκέλευσεν ὁ Θεὸς εὔχεσθαι µὴ εἰσελθεῖν εἰς πειρασµόν.∆ ιὰ δόξης καὶ ἀτιµίας, διὰ δυσφηµίας καὶ εὐφηµίας. Τί λέγεις; ὅτι δόξης ἀπολαύεις, µέγα τοῦτο τίθης εἶναι; Ναὶ, φησί. Τί δήποτε; τὸ µὲν γὰρ ἀτιµίαν ἐνεγκεῖν, µέγα· τὸ δὲ δόξης µετασχεῖν, οὐ νεανικῆς δεῖται ψυχῆς; Νεανικῆς µὲν οὖν καὶ σφόδρα µεγάλης, ὥστε αὐτῆς ἀπολαύοντα µὴ ἐκτραχηλισθῆναι.∆ ιὸ καὶ ἐπὶ τούτῳ φρονεῖ, ὡς ἐπ' ἐκείνῳ· καὶ γὰρ ἐν ἀµφοτέροις ὁµοίως ἔλαµπε. Πῶς δὲ ὅπλον γίνεται δικαιοσύνης; Ὅτι ἐνάγει πολλοὺς εἰς εὐσέβειαν τὸ ἐν τιµῇ εἶναι τοὺς διδασκάλους· καὶ ἔργων δὲ ἀγαθῶν τοῦτο δεῖγµά ἐστι, καὶ τὸν Θεὸν τοῦτο δοξάζει. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ εὐµηχανίας, τὸ διὰ τῶν ἐναντίων εἰσάγειν τὸ κήρυγµα. Σκόπει δέ· ἐδέδετο ὁ Παῦλος; Καὶ τοῦτο ἦν ὑπὲρ τοῦ εὐαγγελίου. Τὰ γὰρ κατ' ἐµὲ, φησὶν, εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν πεποιθότας τοῖς δεσµοῖς µου, περισσοτέρωςτολµᾷν ἀφόβως τὸν λόγον λαλεῖν.∆ όξης πάλιν ἀπήλαυε; Καὶ τοῦτο πάλιν ἐκείνους προθυµοτέρους εἰργάζετο.∆ ιὰ δυσφηµίας καὶ εὐφηµίας. Οὐ γὰρ µόνον ἐκεῖνα γενναίως ἔφερε τὰ ἐν τῷ σώµατι, τὰς θλίψεις, καὶ ὅσα ἀπηριθµήσατο, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς µόνης καθαπτόµενα· οὐδὲ γὰρ καὶ ταῦτα ἁπλῶς θορυβεῖν εἴωθεν. Ὁ γοῦν Ἱερεµίας πολλοὺς ἐνεγκὼν πειρασµοὺς, πρὸς ταῦτα ἀπηγόρευε, καὶ ἐπειδὴ ὠνειδίζετο, ἔλεγεν· Οὐ µὴ προφητεύσω, οὐδὲ µὴ ὀνοµάσω τὸ ὄνοµα Κυρίου. Καὶ ὁ∆ αυῒδ δὲ πολλαχοῦ τὸν ὀνειδισµὸν ἀποδύρεται. Καὶ ὁ Ἡσαΐας µετὰ πολλὰ ὑπὲρ τούτου παρακαλεῖ, λέγων· Ὀνειδισµὸν τῶν ἀνθρώπων µὴ φοβεῖσθε, καὶ τῷ φαυλισµῷ αὐτῶν µὴ ἡττᾶσθε. Καὶ ὁ Χριστὸς δὲ πάλιν τοῖς µαθηταῖς, Ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆµα καθ' ὑµῶν ψευδόµενοι, χαίρετε καὶ ἀγαλλιᾶσθε, φησὶν, ὅτι ὁ µισθὸς ὑµῶν πολὺςἐν τοῖς οὐρανοῖς. Ἀλλαχοῦ δέ φησι, Καὶ σκιρτήσατε. Οὐκ ἂν δὲ τοσοῦτον ἔθηκε τὸν µισθὸν, εἰ µὴ πολὺς ἦν ὁ ἀγών. Ἐν µὲν γὰρ ταῖς βασάνοις καὶ τὸ σῶµα µερίζεται µετὰ τῆς ψυχῆς τὰς ἀλγηδόνας· καὶ γὰρ τοῦ σώµατος καὶ τῆς ψυχῆς ὁ πόνος ἐστίν· ἐκεῖ δὲ τῆς ψυχῆς µόνης. Πολλοὶ γοῦν ἀπὸ τούτων µόνον ἔπεσον, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν ἀπώλεσαν. Καὶ τῷ Ἰὼβ δὲ τῶν σκωλήκων καὶ τῶν τραυµάτων φορτικώτερα ἐφάνη τὰ παρὰ τῶν φίλων ὀνείδη. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἀφορητότερον τοῖς ὀδυνωµένοις λόγου δυναµένου δακεῖν ψυχήν.∆ ιὸ µετὰ τῶν κινδύνων καὶ τῶν ἱδρώτων καὶ ταῦτα τίθησι, λέγων·∆ ιὰ δόξης καὶ ἀτιµίας. Πολλοὶ γοῦν καὶ τῶν Ἰουδαίων διὰ τὴν δόξαν τὴν τῶν πολλῶν οὐκ ἠθέλησαν πιστεῦσαι. Ἐφοβοῦντο γὰρ οὐχ ἵνα µὴ κολασθῶσιν, ἀλλ' ἵνα µὴ ἀποσυνάγωγοι γένωνται· διὸ λέγει, Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων λαµβάνοντες; Καὶ πολλοὺς ἂν ἴδοιµεν, οἳ πάντων µὲν κατεφρόνησαν τῶν δεινῶν, ὑπὸ δὲ δόξης ἡττήθησαν. Ὡς πλάνοι, καὶ ἀληθεῖς. Τοῦτό ἐστι,∆ ιὰ δυσφηµίας καὶ εὐφηµίας. Ὡς ἀγνοούµενοι καὶ ἐπιγινωσκόµενοι. Τοῦτό ἐστι,∆ ιὰ δόξης καὶ ἀτιµίας. Τοῖς µὲν γὰρ ἦσαν γνώριµοι, καὶ περισπούδαστοι, οἱ δὲ οὐδὲ εἰδέναι αὐτοὺς ἠξίουν. Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶµεν. Ὡς ἐπιθανάτιοι καὶ κατάδικοι· ὅπερ καὶ αὐτὸ ἀτιµίας ἦν. δʹ. Τοῦτο δὲ ἔλεγε, δεικνὺς καὶ τὴν τοῦ Θεοῦ δύναµιν τὴν ἄφατον, καὶ τὴν αὐτῶν ὑποµονήν. Τὸ µὲν γὰρ τῶν ἐπιβουλευόντων µέρος, ἀπεθάνοµεν, καὶ τοῦτο πάντες νοµίζουσι· διὰ δὲ τὸν Θεὸν διεφύγοµεν τοὺς κινδύνους. Εἶτα δηλῶν καὶ τίνος ἕνεκεν ταῦτα συγχωρεῖ ὁ Θεὸς, ἐπήγαγεν, Ὡς παιδευόµενοι, καὶ µὴ θανατούµενοι· µέγα ἀπὸ τῶν πειρασµῶν καὶ πρὸ τῶν µισθῶν δεικνὺς τὸ κέρδος αὐτοῖς ἐγγινόµενον, καὶ τοὺς ἐχθροὺς ἄκοντας αὐτοὺς ὠφελοῦντας. Ὡς λυπούµενοι, ἀεὶ δὲ χαίροντες. Παρὰ µὲν γὰρ τοῖς ἔξωθεν ὑποπτευόµεθα, ὡς ἐν ἀθυµίᾳ εἶναι· ἡµεῖς δὲ οὐκ ἐκείνοις προσέχοµεν, ἀλλὰ τὴν ἡδονὴν ἀκµάζουσαν ἔχοµεν. Καὶ οὐκ εἶπε, Χαίροντες, µόνον, ἀλλὰ προσέθηκε καὶ τὸ διηνεκές. Ἀεὶ γὰρ χαίροντες, φη σί. Τί τοίνυν ταύτης ἴσον γένοιτ' ἂν τῆς ζωῆς, ἐν ᾗ τοσούτων ἐπιόντων δεινῶν, µείζων ἡ χαρὰ γίνεται; Ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες. Τινὲς µέν φασι πλοῦτον ἐνταῦθα λέγεσθαι τὸν πνευµατικόν· ἐγὼ δὲ εἴποιµ' ἂν καὶ τὸν σαρκικόν· καὶ γὰρ καὶ τοῦτον ἐπλούτουν, καινῷ τινι τρόπῳ τὰς ἁπάντων ἔχοντες οἰκίας ἀνεῳγµένας αὐτοῖς. Καὶ τοῦτο ἐδήλωσε διὰ τῶν ἑξῆς, εἰπών· Ὡς µηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Καὶ πῶς ἔνι τοῦτο; Πῶς µὲν οὖν τὸ ἐναντίον ἔνι; Ὁ γὰρ πολλὰ κατέχων, οὐδὲν ἔχει· ὁ δὲ µηδὲν ἔχων, τὰ πάντα κέκτηται. Καὶ οὐκ ἐνταῦθα µόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὑπὸ τῶν ἐναντίων τὰ ἐναντία ἐγίνετο. Εἰ δὲ θαυµάζεις πῶς ἔστι τὸν µηδὲν ἔχοντα τὰ πάντα ἔχειν, αὐτὸν τοῦτον εἰς µέσον ἀγάγωµεν, ὃς τῇ οἰκουµένῃ ἐπέταττε, καὶ οὐχὶ τῶν χρηµάτωναὐτῶν, ἀλλὰ καὶ αὐτῶν τῶν ὀφθαλµῶν κύριος ἦν. Εἰ δυνατὸν γὰρ, φησὶ τοὺς ὀφθαλµοὺς ὑµῶν ἐξορύξαντες ἂν ἐδώκατέ µοι. Ταῦτα δὲ λέγει, παιδεύων µὴ ταράττεσθαι πρὸς τὰς τῶν πολλῶν δόξας, κἂν πλάνους λέγωσι, κἂν ἀγνοῶσι, κἂν καταδίκους νοµίζωσι, κἂν ἐπιθανατίους, κἂν λυπεῖσθαι, κἂν ἐν πτωχείᾳ εἶναι, κἂν µηδὲν ἔχειν, κἂν τοὺς ἐν εὐθυµίᾳ ἀθυµεῖν· ὅτι οὐδὲ τοῖς τυφλοῖς ὁ ἥλιος καταφανὴς, οὐδὲ τοῖς παραπαίουσιν ἡ τῶν σωφρονούντων ἡδονὴ δήλη. Μόνοι γὰρ οἱ πιστοὶ ὀρθοὶ κριταὶ τῶν πραγµάτων εἰσὶ, καὶ οὐκ ἐπὶ τοῖς αὐτοῖς χαίρουσι καὶ ἀλγοῦσι τοῖς ἄλλοις. Καὶ γὰρ εἴ τις ἄπειρος ἀγώνων πυκτεύοντα θεάσαιτο τραύµατα ἔχοντα καὶ στέφανον περικείµενον, ἡγήσαιτο αὐτὸν ἀλγεῖν διὰ τὰ τραύµατα, οὐκ εἰδὼςτὴν ἡδονὴν τὴν ἀπὸ τοῦ στεφάνου. Καὶ οὗτοι τοίνυν ἐπειδὴ ἃ πάσχοµεν ἴσασιν, ὑπὲρ δὲ ὧν πάσχοµεν ἀγνοοῦσιν, εἰκότως ταῦτα µόνα ὑποπτεύουσι, τὰ παλαίσµατα µὲν καὶ τοὺςκινδύνους ὁρῶντες, τὰ δὲ ἔπαθλα καὶ τοὺς στεφάνους καὶ τὴν τῶν ἀγώνων ὑπόθεσιν οὐκέτι. Τί οὖν ἦν πάντα ἅπερ Παῦλος κατεῖχε, λέγων, Ὡς µηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες; Τὰ βιωτικὰ, τὰ πνευµατικά. Ὃν γὰρ ὡς ἄγγελον αἱ πόλεις ἐδέχοντο, ὑπὲρ οὗ τοὺς ὀφθαλµοὺς αὐτῶν ἐξορύξαντες ἂν ἔδωκαν, ὑπὲρ οὗ τὸν ἑαυτῶν τράχηλον ὑπέθεντο, πῶς οὗτοςοὐ πάντα εἶχε τὰ ἐκείνων; Εἰ δὲ βούλει καὶ τὰ πνευµατικὰ ἰδεῖν, ὄψει καὶ ἐν τούτοις µάλιστα πλουτοῦντα. Ὁ γὰρ οὕτω τῷ βασιλεῖ τῶν πάντων φίλος, ὡς καὶ ἀποῤῥήτων κοινωνεῖν τῷ∆ εσπότῃ τῶν ἀγγέλων, πῶς οὐ πάντων εὐπορώτερος ἦν, καὶ πάντα εἶχεν; Οὐκ ἂν οὕτως ὑπέκειντο δαίµονες, οὐκ ἂν οὕτως ἐδραπέτευσε πάθη καὶ νοσήµατα. Καὶ ἡµεῖς τοίνυν, ὅταν τι πάσχωµεν διὰ τὸν Χριστὸν, µὴ µόνον γενναίως φέρωµεν, ἀλλὰ καὶ χαίρωµεν· κἂν νηστεύωµεν, ὡς τρυφῶντες σκιρτῶµεν· κἂν ὑβριζώµεθα, ὡς ἐγκωµιαζόµενοι χορεύωµεν· κἂν ἀναλίσκωµεν, ὡς κερδαίνοντεςδιακεώµεθα· κἂν πένησι παρέχωµεν, λαµβάνειν νοµίζωµεν· ὁ γὰρ µὴ οὕτω διδοὺς, οὐδὲ δώσει ῥᾳδίως. Ὅταν τοίνυν θέλῃς σκορπίσαι, µὴ τοῦτο ἴδῃς µόνον, ὅτι ἀναλίσκεις, ἀλλ' ὅτι καὶ πλείονα κερδαίνεις, καὶ τοῦτο πρὸ ἐκείνου. Καὶ µὴ µόνον ἐπὶ ἐλεηµοσύνης, ἀλλὰ καὶ ἐπὶ πάσης ἀρετῆς µὴ τὸ δριµὺ τῶν πόνων, ἀλλὰ καὶ τὸ γλυκὺ τῶν ἐπάθλων λογίζου· καὶ πρὸ πάντων τὴν ὑπόθεσιν τῶν παλαισµάτων τὸν Κύριον ἡµῶν Ἰησοῦν· καὶ ῥᾳδίως ἐπιβήσῃ τῶν ἀγώνων, καὶ ἐν ἡδονῇ τὸν ἅπαντα βιώσῃ χρόνον. Οὐδὲν γὰρ οὕτω ποιεῖν ἡδονὴν εἴωθεν, ὡς συνειδὸς ἀγαθόν.∆ ιὰ τοῦτο Παῦλος µὲν καθ' ἑκάστην κοπτόµενος τὴν ἡµέραν, ἔχαιρε καὶ ἠγάλλετο· οἱ δὲ νῦν, οὐδὲ ὄναρ ὑποµένοντές τι τούτων, ἀλγοῦσι καὶ θρηνοῦσιν, οὐδαµόθεν ἄλλοθεν, ἀλλ' ἢ ἐκ τοῦ µὴ φιλόσοφον ἔχειν γνώµην. Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ µοι, ὁ θρῆνος; ὅτι πένης εἶ, καὶ τῶν ἀναγκαίων ἀπορεῖς; Οὐκοῦν διὰ τοῦτό σε µᾶλλον θρηνεῖν δεῖ, οὐχ ὅτι κλαίεις, οὐχ ὅτι πένης εἶ, ἀλλ' ὅτι µικρόψυχος· οὐχ ὅτι χρήµατα οὐκ ἔχεις, ἀλλ' ὅτι τοσούτου τὰ χρήµατα τιµᾷς. Καθ' ἑκάστην ἡµέραν ἀπέθνησκε Παῦλος, καὶ οὐκ ἔκλαιεν, ἀλλὰ καὶ ἔχαιρε· λιµῷ ἐµάχετο διηνεκεῖ, καὶ οὐκ ἤλγει, ἀλλὰ καὶ ἐκαλλωπίζετο. εʹ. Σὺ δὲ ὅτι µὴ πάντα ἔχεις τὰ τοῦ ἐνιαυτοῦ κείµενα, ἀλγεῖς καὶ κόπτεις ἑαυτόν; Ναὶ, φησίν· ἐκεῖνος γὰρ τὰ ἑαυτοῦ µόνον ἐµερίµνα, ἐγὼ δὲ καὶ ὑπὲρ οἰκετῶν, καὶ παίδων καὶ γυναικός. Ἐκεῖνος µὲν οὖν µόνος τὰ ἑαυτοῦ οὐκ ἐµερίµνα, ἀλλὰ τὰ τῆς οἰκουµένης ἁπάσης· καὶ σὺ µὲν ὑπὲρ οἰκίας µιᾶς, ἐκεῖνος δὲ ὑπὲρ τῶν ἐν Ἱεροσολύµοις πενήτων τοσούτων ὄντων, ὑπὲρ τῶν ἐν Μακεδονίᾳ, ὑπὲρ τῶν πανταχοῦ πτωχευόντων, ὑπὲρ τῶν διδόντων ἐκείνοις οὐχ ἧττον, ἢ τῶν λαµβανόντων. Καὶ γὰρ διπλῆ ἦν αὐτῷ ἡ φροντὶς ὑπὲρ τῆς οἰκουµένης, καὶ ὅπως τῶν ἀναγκαίων µὴ ἀποροῖεν, καὶ ὅπως ἐν τοῖς πνευµατικοῖς πλουτοῖεν. Καὶ οὐχ οὕτω σε λυπεῖ τὰ παιδία πεινῶντα, ὡς ἐκεῖνον τὰ τῶν πιστῶν πράγµατα πάντα. Τί λέγω τὰ τῶν πιστῶν; οὐδὲ γὰρ τῆς ὑπὲρ τῶν ἀπίστων φροντίδος ἐλεύθερος ἦν, ἀλλ' οὕτως ὑπὸ ταύτης ἐτήκετο, ὡς εὔχεσθαι καὶ ἀνάθεµα γίνεσθαι ὑπὲρ αὐτῶν· σὺ δὲ, κἂν µυριάκις ἐπικρατήσῃ λιµὸς, οὐκ ἂν ἕλοιό ποτε ἀποθανεῖν ὑπὲρ ὁτουοῦν. Καὶ σὺ µὲν ὑπὲρ γυναικὸς µιᾶς µεριµνᾷς, ἐκεῖνος δὲ ὑπὲρ πασῶν τῶν κατὰ τὴν οἰκουµένην Ἐκκλησιῶν· Ἡ γὰρ µέριµνά µου, φησὶ, πασῶν τῶν Ἐκκλησιῶν. Μέχρι τίνος οὖν παίζεις, ἄνθρωπε, Παύλῳ σαυτὸν παραβάλλων, καὶ οὐ παύσῃ τῆς πολλῆς ταύτης µικροψυχίας;∆ ακρύειν γὰρ, οὐχ ὅταν ἐν πενίᾳ ὦµεν, ἀλλ' ὅταν ἁµαρτάνωµεν, δεῖ· τοῦτο γὰρ θρήνων ἄξιον· ὡς τά γε ἄλλα καὶ γέλωτος. Ἀλλ' οὐ τοῦτό µε λυπεῖ, φησὶ, µόνον, ἀλλ' ὅτι καὶ ὁ δεῖνα ἐν δυναστείᾳ, ἐγὼ δὲ ἄτιµος καὶ ἀπεῤῥιµµένος. Καὶ τί τοῦτο; καὶ γὰρ ὁ µακάριος Παῦλος ἄτιµος καὶ ἀπεῤῥιµµένος εἶναι ἐδόκει τοῖς πολλοῖς. Ἀλλ' ἐκεῖνος Παῦλος ἦν, φησίν. Οὐκοῦν οὐχ ἡ τῶν πραγµάτων φύσις, ἀλλ' ἡ τῆς γνώµης ἀσθένεια ποιεῖ σοι τὴν ἀθυµίαν. Μὴ τοίνυν τὴν πενίαν θρήνει, ἀλλὰ σαυτὸν τὸν οὕτω διακείµενον· µᾶλλον δὲ µὴ σαυτὸν θρήνει, ἀλλὰ διόρθου, µηδὲ χρήµατα ζήτει, ἀλλ' ὃ µυρίων χρηµάτων φαιδροτέρους ποιεῖ, τοῦτο δίωκε, φιλοσοφίαν καὶ ἀρετήν. Ταύτης µὲν γὰρ οὔσης, οὐδὲν πενίας βλάβος· ταύτης δὲ οὐκ οὔσης, οὐδὲν χρηµάτων ὄφελος. Τί γὰρ ὄφελος, εἰπέ µοι, τῶν πλουτούντων µὲν, πενιχρὰς δὲ ἐχόντων ψυχάς; Οὐχ οὕτω σὺ σαυτὸν ταλανίζεις, ὡς ἐκεῖνος ὁ πλούσιος ἑαυτὸν, ὅτι µὴ τὰ πάντων ἔχει. Εἰ δὲ µὴ κλαίει, καθάπερ σὺ, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ ὄψει τοὺς θρήνους καὶ τοὺς κωκυτούς. Θέλεις σοι δείξω τὸν πλοῦτον τὸν σὸν, ἵνα παύσῃ µακαρίζων τοὺς ἐν χρήµασι πλουτοῦντας; Ὁρᾷς τουτονὶ τὸν οὐρανὸν, πῶς µὲν καλὸς, πῶς δὲ µέγας, πῶς δὲ ἐφ' ὑψηλοῦ κεῖται; Τούτου τοῦ κάλλους οὐχὶ πλέον µὲν ἀπολαύει ἐκεῖνος, οὐδ' ἂν δυνηθείη σε παρώσασθαι, καὶ αὐτοῦ ποιῆσαι τὸ πᾶν· ὥσπερ γὰρ δι' ἐκεῖνον γέγονεν, οὕτω καὶ διὰ σέ. Τί δὲ ὁ ἥλιος, τὸ φαιδρὸν τοῦτο ἄστρον καὶ τηλαυγὲς, καὶ τὰς ὄψεις ἡµῶν εὐφραῖνον, οὐχὶ κοινὸς ἅπασι καὶ οὗτος πρόκειται, καὶ πάντες ἀπολαύουσιν ἐξἴσης αὐτοῦ, καὶ πλούσιοι καὶ πένητες; ἀλλ' ὁ τῶν ἄστρων στέφανος, καὶ ὁ τῆς σελήνης κύκλος, οὐχ ὁµοίως πᾶσιν ἀνεῖται; Μᾶλλον δὲ, εἰ δεῖ τι θαυµαστὸν εἰπεῖν, πλέον ἡµεῖς οἱ πένητες ἀπολαύοµεν, ἢ ἐκεῖνοι. Ἐκεῖνοι µὲν γὰρ τὰ πολλὰ µέθῃ βαπτιζόµενοι, καὶ ἐν κώµοις διάγοντες καὶ ὕπνῳ βαθεῖ, οὐδὲ ἐπαισθάνονται τούτων, ὑπωρόφιοι ὄντες καὶ σκιατραφούµενοι· οἱ δὲ πένητες µάλιστα πάντων εἰσὶν οἱ τοῖς στοιχείοις ἐντρυφῶντες τούτοις. Κἂν τὸν ἀέρα δὲ ἐξετάσῃς τὸν πανταχοῦ κεχυµένον, τὸν πένητα καθαρωτέρου καὶ πλείονος ἀπολαύοντα ὄψει. Καὶ γὰρ ὁδοιπόροι καὶ γεωργοὶ τῶν ἐν ἄστει µᾶλλον ἐντρυφῶσι τούτοις, καὶ αὐτῶν πάλιν τῶν ἐν ἄστει τούτων πλέον οἱ χειροτέχναι τῶν δι' ὅληςµεθυόντων τῆς ἡµέρας. Τί δὲ ἡ γῆ, οὐχὶ κοινὴ πᾶσιν ἀνεῖται; Οὐχὶ, φησί. Πῶς τοῦτο λέγεις; εἰπέ µοι. Ὅτι ὁ πλουτῶν καὶ ἐν ἄστει πλέθρα ἀπολαβὼν πλείονα, µακροὺς ἀνίστησι περιβόλους, καὶ ἐν ἀγροῖς πολλὰ ἀποτέµνεται µέρη. Τί οὖν, ἐπειδὴ ἀποτέµνεται αὐτὸς, αὐτῶν ἀπολαύει µόνος; Οὐδαµῶς, κἂν µυρία φιλονεικήσῃ· καὶ γὰρ τοὺς καρποὺς εἰς ἅπαντας ἀναγκάζεται διανέµειν, καὶ σῖτον καὶ οἶνον καὶ ἔλαιον σοὶ γεωργεῖ, καὶ διακονεῖται σοὶ πανταχοῦ. Καὶ τῶν περιβόλων τῶν µακρῶν καὶ τῶν οἰκηµάτων, µετὰ τὴν ἄφατον δαπάνην καὶ τοὺς πόνους καὶ τὰς ταλαιπωρίας, σοὶ παρασκευάζει τὴν χρῆσιν, ὀλίγον παρὰ σοῦ τῆς τοσαύτης διακονίας ἀργύριον λαβών. Καὶ ἐν βαλανείοις καὶ πανταχοῦ τὸ αὐτὸ συµβαῖνον ἴδοι τις ἄν· τοὺς µὲν πλουτοῦντας καὶ χρήµασι καὶ φροντίσι καὶ πόνοις δαπανωµένους, τοὺς δὲ πένητας ὀλίγων ὀβολῶν µετὰ ἀδείας ἅπαντα καρπουµένους ταῦτα. Καὶ πλέον οὐδὲν ἀπολαύει σου τῆς γῆς· οὐ γὰρ δὴ ἐκεῖνος µὲν δέκα γαστέρας, σὺ δὲ µίαν πληροῖς. Ἀλλὰ πολυτελεστέρων αὐτὸς µετέχει σιτίων; Μάλιστα µὲν οὐ πολλὴ τοῦτο πλεονεξία· πλὴν κἀνταῦθά σε τὸν πλέον ἔχοντα εὑρήσοµεν. Ἡ γὰρ πολυτέλεια αὕτη διὰ τοῦτό σοι ζηλωτὴ εἶναι δοκεῖ, ἐπειδὴ πλείονα ἔχει τὴν ἡδονήν· ἀλλ' αὕτη παρὰ τῷ πένητι πλείων, οὐχ ἡδονὴ δὲ µόνον, ἀλλὰ καὶ ὑγεία· κἂν τούτῳ πλεονεκτεῖ µόνον ὁ πλούσιος, τῷ τὸ σῶµα ἀσθενέστερον κατασκευάζειν, καὶ πλείονας συνάγειν τὰς πηγὰς τῶν ἀῤῥωστηµάτων. Τὰ µὲν γὰρ τοῦ πένητος κατὰ φύσιν οἰκονοµεῖται πάντα, τὰ δὲ ἐκείνου διὰ τὴν ἀµετρίαν εἰς φθορὰν τελευτᾷ καὶ ἀῤῥωστίαν. ὰʹ. Εἰ δὲ βούλεσθε, καὶ ἐπὶ ὑποδείγµατος αὐτὸ τοῦτο κατίδωµεν. Εἰ γὰρ δέοι κάµινον ἀνάψαι, εἶτα ὁ µὲν σηρικὰ ἱµάτια καὶ ὀθόνας λεπτὰς καταβάλλοι πολλὰς καὶ ἀπείρους, καὶ οὕτως αὐτὴν ἀνακαίοι, ὁ δὲ ξύλα δρυὸςκαὶ πεύκης· τί πλέον ἔσχεν οὗτος ἐκείνου; Οὐδέν· ἀλλὰ καὶ ἔλαττον. Τί δέ;( οὐδὲν γὰρ κωλύει καὶ ἑτέρως τὸ αὐτὸ περιτρέψαι ὑπόδειγµα) εἰ ὁ µὲν ξύλα βάλλοι, ὁ δὲ σώµατα ὑποκαίοι, ποίᾳ ἂν ἡδέως παρέστης καµίνῳ, τῇ τῶν ξύλων, ἢ τῇ τῶν σωµάτων; Εὔδηλον ὅτι τῇ τῶν ξύλων· ἐκείνη µὲν γὰρ κατὰ φύσιν καίεται, καὶ ἡδὺ θέαµα τοῖς ὁρῶσίν ἐστιν· αὕτη δὲ τῇ κνίσσῃ καὶ τῷ ἰχῶρι καὶ τῷ καπνῷ καὶ τῇ τῶν ὀστέων δυσωδίᾳ πάντας ἂν ἀπελάσειεν. Ἔφριξας ἀκούσας, καὶ ἐβδελύξω τὴν κάµινον; Τοιαῦται αἱ τῶν πλουσίων γαστέρες εἰσί. Πλείονα γὰρ ἐν τούτοις σηπεδόνα, ἢ ἐν τῇ καµίνῳ ἐκείνῃ εὕροι τις ἂν, καὶ πνεύµατα δυσώδη καὶ ῥεύµατα ἀκάθαρτα, τῷ πανταχοῦ καὶ ἐν ἑκάστῳµορίῳ πολλὴν εἶναι τὴν ἀπεψίαν διὰ τὴν πλησµονήν. Τοῦ γὰρ κατὰ φύσιν θερµοῦ οὐκ ἀρκοῦντος ἅπαντα κατεργάσασθαι, ἀλλὰ καταχωννυµένου, ἐπίκειται ἐκεῖνα ἄνωθεν καπνιζόµενα, καὶ πολλὴνποιοῦντα τὴν ἀηδίαν. Τίνι οὖν ἄν τις παραβάλοι τὰς ἐκείνων γαστέρας; ἀλλὰ µὴ δυσχεράνητε πρὸς τὸν λόγον, ἀλλ' εἰ µὴ ἀληθῆ λέγω, διελέγξατε· τίνι οὖν ἄν τις αὐτὰς παραβάλοι; οὐδὲ γὰρ ἀρκεῖ τὰ εἰρηµένα δεῖξαι αὐτῶν τὴν ἀθλιότητα. Εὗρον καὶ ἑτέραν εἰκόνα. Τίνα δὴ ταύτην; Καθάπερ ἐπὶ τῶν ἀµαρῶν ἔνθα πολλοὶ οἱ φορυτοὶ κόπρου, χόρτου, καλάµης, λίθων, πηλοῦ, συνεχεῖς ἐµφράξεις γίνονται, καὶ ὑπερεκχεῖταιλοιπὸν ἄνωθεν ἡ τοῦ βορβόρου ῥύµη· οὕτω καὶ ἐπὶ τῆς τούτων κοιλίας συµβαίνει· φραττοµένης γὰρ αὐτῆς κάτωθεν, ἄνωθεν ἀναβλύζει τὰ πλείονα τῶν πονηρῶν τούτων ῥευµάτων. Ἀλλ' οὐκ ἐπὶ τῶν πενήτων οὕτως ἀλλ' ὥσπερ αἱ τὰ καθαρὰ προχέουσαι ῥεῖθρα πηγαὶ, καὶ κήπους ἄρδουσαι καὶ παραδείσους, οὕτω καὶ αἱ τούτωνγαστέρες εἰσὶ καθαραὶ τῶν τοιούτων περιττευµάτων. Ἀλλ' οὐχ αἱ τῶν πλουτούντων, µᾶλλον δὲ τρυφώντων, τοιαῦται, ἀλλὰ χυµῶν, φλεγµάτων, χολῆς, αἵµατος διεφθορότος, ῥεύµατος σεσηπότος, καὶ τῶνἄλλων τῶν τοιούτων εἰσὶ πεπληρωµέναι.∆ ιόπερ οὐδεὶς κἂν πρὸς βραχὺν ἀρκέσει χρόνον διαπαντὸς ἐν τρυφῇ ζῶν, ἀλλ' ἐν ἀῤῥωστίαις βιώσεται διηνεκέσι.∆ ιὸ καὶ ἡδέως ἂν ἠρόµην αὐτοὺς, τίνος ἕνεκεν τὰ σιτία δέδοται· ἵνα φθειρώµεθα, ἢ ἵνα τρεφώµεθα; ἵνα νοσῶµεν, ἢ ἵνα ὑγιαίνωµεν; ἵνα ἀσθενῶµεν, ἢ ἵνα ἰσχύωµεν; Εὔδηλον ὅτι διὰ τροφὴν καὶ ὑγείαν καὶ ἰσχύν. Τίνος οὖν ἕνεκεν εἰς τοὐναντίον αὐτοῖς ἀποκέχρησθε, νόσον καὶ ἀσθένειαν διὰ τούτων δηµιουργοῦντες τῷ σώµατι; Ἀλλ' οὐχ ὁ πένης, ἀλλ' ὑγείαν καὶ εὐρωστίαν καὶ ἰσχὺν διὰ τῆς λιτῆς ὠνεῖται τροφῆς. Μὴ δὴ κλαῖε διὰ πενίαν τὴν ὑγείας µητέρα, ἀλλὰ καὶ ἀγάλλου· καὶ, εἰ βούλει πλουτεῖν, καταφρόνει πλούτου. Οὐ γὰρ τὸ χρήµατα ἔχειν, ἀλλὰ τὸ µὴ δεῖσθαι τοῦ ἔχειν, τοῦτο µάλιστα εὐπορία. Ἂν τοῦτο κατορθώσωµεν, καὶ ἐνταῦθα τῶν πλουτούντων πάντων εὐπορώτεροι ἐσόµεθα, καὶ ἐκεῖ τῶν µελλόντων ἐπιτευξόµεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note