Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
13.13
Τὸ στόµα ἡµῶν ἀνέῳγε πρὸς ὑµᾶς, Κορίνθιοι, ἡ καρδία ἡµῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡµῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑµῶν. αʹ.∆ ιηγησάµενος περὶ τῶν ἑαυτοῦ πειρασµῶν καὶ θλίψεων· Ἐν ὑποµονῇ γὰρ, φησὶν, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις· καὶ δείξας ὅτι µέγα ἀγαθὸν τὸ πρᾶγµα· Ὡς λυπούµενοι γὰρ, φησὶν, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς µηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· καὶ ὅπλα αὐτὰ εἰπών· Ὡς παιδευόµενοι γὰρ, φησὶ, καὶ µὴ θανατούµενοι· καὶ τοῦ Θεοῦ τὴν πολλὴν κηδεµονίαν διὰ τούτων ἐµφήνας καὶ τὴν δύναµιν· Ἵνα γὰρ ἡ ὑπερβολὴ τῆς δυνάµεως ᾖ τοῦ Θεοῦ, φησὶ, καὶ µὴ ἐξ ἡµῶν· καὶ τοὺς ἄθλους αὐτοῦ καταλέξας· Πάντοτε γὰρ τὴν νέκρωσιν αὐτοῦ, φησὶ, περιφέροµεν· καὶ ὅτι ἀναστάσεως τοῦτο ἀπόδειξις σαφής· Ἵνα γὰρ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡµῶν, φησί· καὶ ὧν γέγονε κοινωνὸς, καὶ τίνα ἐπιστεύθη· Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύοµεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡµῶν· καὶ τίνων ἐστὶ διάκονος, ὅτι οὐ γράµµατος, ἀλλὰ πνεύµατος· καὶ ὅτι οὐ τούτῳ µόνον αἰδέσιµος, ἀλλὰ καὶ τοῖς πειρασµοῖς· Τῷ Θεῷ γὰρ, φησὶ, χάρις τῷ πάντοτε ἡµᾶς θριαµβεύοντι· µέλλει λοιπὸν αὐτοῖς καὶ ἐπιτιµᾷν, ὡς οὐ σφόδρα περὶ αὐτὸν διακειµένοις. Ἀλλὰ µέλλων, οὐκ εὐθέως ἐπὶ τοῦτο ἔρχεται, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἀγάπης εἰπὼν, ἣν περὶ αὐτοὺς ἐπεδείκνυτο, τότε ἐµβαίνει καὶ εἰς τὸν περὶτούτων λόγον. Εἰ γὰρ καὶ ἀπὸ τῶν οἰκείων κατορθωµάτων αἰδέσιµος ὁ ἐπιτιµῶν εἴη, ἀλλ' ὅµως ὅταν καὶ τὴν φιλίαν, ἣν ἔχει πρὸς τοὺς ἐγκαλουµένους, ἐπιδείξηται, ἀνεπαχθέστερον ποιεῖ τὸν λόγον.∆ ιὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν πειρασµῶν καὶ τῶν ἱδρώτων τῶν ἑαυτοῦ καὶ τῶν ἀγώνων ἐκβὰς, εἰς τὸν περὶ τῆς ἀγάπης µεταβαίνει λόγον, καὶ οὕτωςαὐτῶν καθ άπτεται. Τίνα οὖν ἐστι τὰ τῆς ἀγάπης ἐνδεικτικά; Τὸ στόµα ἡµῶν ἀνέῳγε πρὸς ὑµᾶς, Κορίνθιοι. Καὶ ποῖον τοῦτο σηµεῖον ἀγάπης; τί δὲ καὶ ἔστιν ὅλως τὸ εἰρηµένον; Οὐκ ἀνεχόµεθα, φησὶ, σιγᾷν πρὸς ὑµᾶς, ἀλλ' ἀεὶ βουλόµεθα καὶ ἐπιθυµοῦµεν φθέγγεσθαι καὶ διαλέγεσθαι ὑµῖν· ὅπερ ἔθος τῶν ἀγαπώντων ἐστί. Καὶ γὰρ ὅπερ εἰσὶν ἐπὶ σώµατος περιπλοκαὶ χειρῶν, τοῦτο ἐπὶ ψυχῆς συνουσία λόγου Μετὰ δὲ τούτου καὶ ἕτερον αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι πάντα µετὰ παῤῥησίας ὑµῖν διαλεγόµεθα, ὡς ἀγαπητοῖς, καὶ οὐδὲν ὑποστελλόµενοι οὐδὲ ταµιευόµενοι. Ἐπειδὴ γὰρ λοιπὸν µέλλει ἐπιτιµᾷν, συγγνώµην αἰτεῖ, αὐτὸ τὸ ἐπιτιµᾷν µετὰ παῤῥησίας ἀπόδειξιν ποιούµενος τοῦ σφόδρα αὐτοὺς φιλεῖν. Καὶ ἡ προσθήκη δὲ τοῦ ὀνόµατος φιλίας πολλῆς καὶ διαθέσεως καὶ θερµότητος· καὶ γὰρ εἰώθαµεν τῶν ἀγαπωµένων συνεχῶς γυµνὰ τὰ ὀνόµατα περιστρέφειν. Ἡ καρδία ἡµῶν πεπλάτυνται. Καθάπερ γὰρ τὸ θερµαῖνον εὐρύνειν εἴωθεν· οὕτω καὶ τῆς ἀγάπης ἔργον τὸ πλατύνειν ἐστί. Θερµὴ γάρ ἐστιν ἡ ἀρετὴ καὶ ζέουσα. Αὕτη καὶ τὸ στόµα ἀνεπέτασε Παύλου, καὶ τὴν καρδίαν ἐπλάτυνεν. Οὐδὲ γὰρ τῷ στόµατι µόνον φιλῶ, φησὶν, ἀλλὰ καὶ τὴν καρδίαν συνᾴδουσαν ἔχω.∆ ιὰ τοῦτο µετὰ παῤῥησίας φθέγγοµαι, ὅλῳ τῷ στόµατι, ὅλῃ τῇ διανοίᾳ. Οὐδὲν γὰρ τῆς Παύλου καρδίας πλατύτερον, ἣ τοὺς πιστοὺς ἅπαντας, καθάπερ ἄν τις ἐρώµενον, οὕτω σφοδρῶς ἠγάπα, οὐ σχιζοµένης αὐτοῦ τῆς φιλίαςκαὶ ἀσθενεστέρας γινοµένης, ἀλλ' ὁλοκλήρου ἐν ἑκάστῳ µενούσης. Καὶ τί θαυµαστὸν ἐπὶ πιστῶν, ὅπου γε καὶ ἐπὶ τῶν ἀπίστων τὴν οἰκουµένην πᾶσαν ἐδέχετο ἡ καρδία Παύλου;∆ ιὰ τοῦτο οὐκ εἶπε, Φιλῶ ὑµᾶς, ἀλλ' ἐµφαντικώτερον, Τὸ στόµα ἡµῶν ἀνέῳγεν, ἡ καρδία ἡµῶν πεπλάτυνται· πάντας ἔνδον ἔχοµεν· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ µετ' εὐρυχωρίας πολλῆς. Ὁ γὰρ φιλούµενος, µετὰ πολλῆς ἔνδον ἐν τῇ καρδίᾳ τοῦ φιλοῦντος βαδίζει τῆς ἀδείας· διό φησιν, Οὐ στενοχωρεῖσθε ἐν ἡµῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑµῶν. Καὶ τὴν ἐπιτίµησιν ὅρα µετὰ φειδοῦς γινοµένην· ὃ τῶν σφόδρα φιλούντων ἐστίν. Οὐκ εἶπεν, Οὐ φιλεῖτε ἡµᾶς, ἀλλ', Οὐ µετὰ τοῦ αὐτοῦ µέτρου· οὐ γὰρ βούλεται αὐτῶν σφόδρα καθάψασθαι. Καὶ πανταχοῦ δὲ ἴδοι τις ἂν πῶς ἐκκαίεται τῶν πιστῶν, ἐκλέγων ἑκάστης ἐπιστολῆς αὐτοῦ τὰ ῥήµατα. Ῥωµαίοις µὲν γάρ φησιν, Ἐπιποθῶ δὲ ἰδεῖν ὑµᾶς· καὶ, Πολλάκις προεθέµην ἐλθεῖν πρὸς ὑµᾶς· καὶ, Εἴ πως ἤδη ποτὲ εὐοδωθήσοµαι ἐλθεῖν πρὸς ὑµᾶς. Γαλάταις δέ φησι, Τεκνία µου, οὓς πάλιν ὠδίνω· Ἐφεσίοις πάλιν, Τούτου χάριν κάµπτω τὰ γόνατά µου ὑπὲρ ὑµῶν. Φιλιππησίοις δὲ, Τίς γάρ µοί ἐστιν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑµεῖς; καὶ ἐν τῇ καρδίᾳ καὶ ἐν τοῖς δεσµοῖς αὐτοὺς περιφέρειν ἔλεγε· Κολασσαεῦσι δὲ, Θέλω δὲ ὑµᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑµῶν, καὶ ὅσοι οὐχ ἑωράκασί µε ἐν σαρκὶ, ἵνα παρακληθῶσιν αἱ καρδίαι ὑµῶν· Θεσσαλονικεῦσι δὲ, Ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱµειρόµενοι ὑµῶν εὐδο κοῦµεν ὑµῖν µεταδοῦναι οὐ µόνον τὸ Εὐαγγέλιον, ἀλλὰκαὶ τὰς ἑαυτῶν ψυχάς· Τιµοθέῳ δὲ, Μεµνηµένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ· Τίτῳ δὲ, Τῷ ἀγαπητῷ τέκνῳ· καὶ Φιλήµονι ὁµοίως. βʹ. Καὶ Ἑβραίοις δὲ πολλὰ ἕτερα τοιαῦτα γράφει, καὶ οὐ παύεται παρακαλῶν, καὶ λέγων, Ἔτι µικρὸν ὅσον, ὁ ἐρχόµενος ἥξει, καὶ οὐ χρονιεῖ· καθάπερ παῖδας δυσχεραίνοντας µήτηρ. Οὕτω καὶ αὐτοῖς, Οὐ στενοχωρεῖσθε ἐν ἡµῖν, φησίν. Οὐ λέγει δὲ µόνον ὅτι φιλεῖ, ἀλλ' ὅτι καὶ φιλεῖται παρ' αὐτῶν, ἵνα καὶ ταύτῃ µᾶλλον αὐτοὺς ἐπισπάσηται. Καίτοι τοῖς µὲν τοῦτο µαρτυρῶν φησιν, ὅτι Ἦλθε Τίτος ἀπαγγέλλων ἡµῖν τὴν ὑµῶν ἐπιπόθησιν, τὸν ὑµῶν ὀδυρµὸν, τὸν ὑµῶν ζῆλον· καὶ Γαλάταις, Εἰ δυνατὸν, τοὺς ὀφθαλµοὺς ὑµῶν ἐξορύξαντες ἂν ἐδώκατέ µοι· καὶ Θεσσαλονικεῦσιν, Ὁποίαν εἴσοδον ἔσχοµεν πρὸς ὑµᾶς· καὶ Τιµοθέῳ δὲ, Μεµνηµένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Καὶ πανταχοῦ δὲ τῶν Ἐπιστολῶν εὕροι τις ἂν αὐτὸν τοῦτο µαρτυροῦντα τοῖς µαθηταῖς, καὶ ὅτι ἐφίλησε καὶ ὅτι φιλεῖται· οὐ µὴν ὁµοίως. Καὶ ἐνταῦθά φησιν, Εἰ καὶ περισσοτέρως ὑµᾶς ἀγαπῶν, ἧττον ἀγαπῶµαι. Ἀλλὰ τοῦτο µὲν πρὸς τῷ τέλει, τέως δὲ σφοδρότερον, Οὐ στενοχωρεῖσθε ἐν ἡµῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑµῶν. Ὑµεῖς ἕνα δέχεσθε, φησὶν, ἐγὼ δὲ πόλιν ὁλόκληρον, καὶ δῆµον τοσοῦτον. Καὶ οὐκ εἶπεν, Οὐ δέχεσθε ἡµᾶς, ἀλλ' ὅτι Στενοχωρεῖσθε· τὸ αὐτὸ µὲν αἰνιττόµενος, µετὰ φειδοῦς δὲ, καὶ τοῦ µὴ σφόδρα καθάψασθαι. Τὴν δὲ αὐτὴν ἀντιµισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑµεῖς. Καίτοι οὐκ ἔστιν ἴσον, πρότερον ἀγαπηθῆναι, εἶτα ἀγαπῆσαι. Κἂν γὰρ τὸ ἴσον τις εἰσενέγκῃ µέτρον, ἠλάττωται τῷ δεύτερος ἐπανελθεῖν. Ἀλλ' ὅµως οὐδὲν ἀκριβολογοῦµαι, φησὶ, κἂν παρ' ἐµοῦ λαβόντες τὰς ἀρχὰς τὸ αὐτὸ µέτρον ἐπιδείξησθε, ἀγαπῶ καὶ στέργω. Εἶτα ἵνα δείξῃ, ὅτι καὶ ὀφειλὴ τὸ πρᾶγµα ἦν, καὶ ὅτι κολακείας ἐκτὸς τὰ εἰρηµένα, Ὡς τέκνοις λέγω, φησί. Τί ἐστιν, Ὡς τέκνοις; Οὐδὲν µέγα αἰτῶ, εἰ πατὴρ ὢν βούλοµαι φιλεῖσθαι παρ' ὑµῶν. Καὶ ὅρα σύνεσιν καὶ µετριοφροσύνην. Οὐ τίθησιν ἐνταῦθα τοὺς κινδύνους τοὺς ὑπὲρ αὐτῶν καὶ τοὺς πόνους καὶ τοὺς θανάτους, καίτοι πολλὰ ἔχων εἰπεῖν· οὕτως ἐστὶν ἄτυφος· ἀλλὰ τὸ φιλεῖν· καὶ διὰ τοῦτο ἀξιοῖ φιλεῖσθαι, Ὅτι πατὴρ ὑµῶν ἐγενόµην, φησὶν, ὅτι σφόδρα ὑµῶν περικαίοµαι· ὃ µάλιστα προσίσταται τῷ φιλουµένῳ πολλάκις, ὅταν τις αὐτῷ τὰς εὐεργεσίας προσφέρῃ· δοκεῖ γὰρ ὀνειδίζειν.∆ ιὸ οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλ', Ὡς τέκνα πατέρα ἀγαπήσατε, φησίν· ὃ τῆς φύσεως µᾶλλόν ἐστι, καὶ ὀφειλόµενον ἑκάστῳ πατρί. Εἶτα ἵνα µὴ δόξῃ δι' ἑαυτὸν ταῦτα λέγειν, δείκνυσιν ὅτι διὰ τὸ ἐκείνων κέρδος καὶ τὴν παρ' αὐτῶν ἐπισπᾶται φιλίαν· διὸ καὶ ἐπήγαγε, Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Καὶ οὐκ εἶπε, Μὴ ἀναµίγνυσθε ἀπίστοις, ἀλλὰ µᾶλλον αὐτῶν καθαπτόµενος ἅτε ἀδικούντων τὸ δίκαιον, Μὴ ἐκκλίνητε ἑαυτοὺς, φησί. Τίς γὰρ µετοχὴ δικαιοσύνῃ καὶ ἀνοµίᾳ; Ἐνταῦθα λοιπὸν σύγκρισιν ποιεῖται οὐχὶ τῆς ἑαυτοῦ ἀγάπης, καὶ τῆς ἐκείνων τῶν διαφθειρόντων αὐτοὺς, ἀλλὰ τῆς αὐτῶν εὐγενείας, καὶ τῆς ἐκείνων ἀτιµίας· οὕτω γὰρ καὶ σεµνότερος ὁ λόγος γέγονε, καὶ αὐτῷ πρεπωδέστερος, καὶ µᾶλλον αὐτοὺς ἐπεσπᾶτο. Ὡς ἂν εἴ τις παιδὶ τῶν γεγεννηκότων ὑπερορῶντι καὶ µιαροῖς ἑαυτὸν ἐκδιδόντι λέγοι, Τί ποιεῖς, ὦ παιδίον; τοῦ µὲν πατρὸς καταφρονεῖ, προτιµᾷς δὲ τοὺς µιαροὺς ἄνδρας, καὶ µυρίας γέµοντας κακίας; οὐκ οἶσθα πόσον αὐτῶν βελτίων εἶ καὶ σεµνότερος; Οὕτω γὰρ µᾶλλον αὐτὸν ἀφίστησι τῆς ἐκείνων συνουσίας, ἢ εἰ τὸν πατέρα θαυµάζοι. Ἂν µὲν γὰρ λέγῃ, Οὐκ οἶσθα πόσον ἐστὶν ὁ πατήρ σου βελτίων ἐκείνων; οὐδὲν τοσοῦτον ἐργάσεται· ἂν δὲ τὸν πατέρα ἀφεὶς, αὐτὸν αὐτῶν προκρίνῃ, λέγων, Οὐκ οἶσθα τίς µὲν σὺ, τίνες δὲ ἐκεῖνοι; οὐκ ἐννοεῖς σου τὴν εὐγένειαν καὶ τὴν ἐλευθερίαν, καὶ τὴν ἀτιµίαν τὴν ἐκείνων; τίς γὰρ κοινωνία σοι κἀκείνοις τοῖς κλέπταις, τοῖς µοιχοῖς, τοῖς γόησι; ταχέως αὐτὸν τοῖς ἐγκωµίοις τοῖς αὐτοῦ πτερώσας, ἀποῤῥαγῆναι ἐκείνων παρασκευάσει. Τὸν µὲν γὰρ πρότερον οὐ σφόδρα δέξεται λόγον, ὅτι κατηγορία αὐτοῦ ἐστιν ἡ προτίµησις τοῦ πατρὸς, ὅταν µὴ µόνον πατέρα φαίνηται λυπῶν, ἀλλὰκαὶ πατέρα τοιοῦτον· ἐνταῦθα δὲ οὐκέτι οὐδὲν τοιοῦτον πείσεται. Οὐδεὶς γὰρ ἂν ἕλοιτο µὴ ἐγκωµιάζεσθαι· καὶ δι' αὐτοῦ δὴ, µετὰ τῶν ἐπαίνων τοῦ ἀκούοντος, ὁ ἔλεγχος γίνεται εὐπαράδεκτος. Χαλᾶται γὰρ ὁ ἀκροατὴς, καὶ φρονήµατος πληροῦται µεγάλου, καὶ διαπτύει τὴν ἐκείνων συνουσίαν. Οὐ τοῦτο δὲ µόνον αὐτοῦ ἐστι τὸ θαυµαστὸν, ὅτι οὕτω προήγαγε τὴν σύγκρισιν, ἀλλ' ὅτι καὶ ἕτερόν τι µεῖζον ἐπενόησε, καὶ ἐκπληκτικώτερον· πρῶτον µὲν κατ' ἐρώτησιν προαγαγὼν τὸν λόγον, ὅπερ τῶν σαφῶν καὶ ὁµολογουµένων ἐστίν· ἔπειτα δὲ πλατύνων τῇ πυκνότητι καὶ τῷ πλήθει τῶν ὀνοµάτων. Οὐ γὰρ ἓν καὶ δύο καὶ τρία, ἀλλὰ πλείονα πρὸς τούτοις ἀντὶ τῶν προσώπων τὰ ὀνόµατα τῶν πραγµάτων τίθησι, καὶ ἄκραν ἐνταῦθα ἀρετὴν, καὶ ἐσχάτηνἐκεῖ κακίαν ὑπογράφει· καὶ πολὺ τὸ µέσον καὶ ἄπειρον δείκνυσιν, ὡς µηδὲ δεηθῆναι κατασκευῆς. Τίς γὰρ, φησὶ, µετοχὴ δικαιοσύνῃ καὶ ἀνοµίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συµφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς µερὶς πιστῷ µετὰ ἀπίστου; ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ µετὰ εἰδώλων; γʹ. Εἶδες πῶς γυµνὰ τὰ ὀνόµατα τίθησι, καὶ ἀρκοῦντα αὐτῷ πρὸς ἀποτροπήν; Οὐδὲ γὰρ εἶπε, Παρανοµίᾳ, ὃ πλέον ἦν, οὐδὲ εἶπε, Τοῖς τοῦ φωτὸς, καὶ τοῖς τοῦ σκότους· ἀλλ' αὐτὰ τὰ ἐναντία τίθησι, τὰ ἀπαράδεκτα τῶν ἐναντίων, φῶς καὶ σκότος. Οὐδὲ εἶπε, Τοῖς τοῦ Χριστοῦ καὶ τοῖς τοῦ διαβόλου, ἀλλ' ὃ πολλῷ πλέον ἀφειστήκει, Χριστῷ καὶ Βελίαρ· τῇ Ἑβραϊκῇ φωνῇ τὸν ἀποστάτην καλέσας οὕτως. Ἢ τίς µερὶς πιστῷ µετὰ ἀπίστου; Ἐνταῦθα λοιπὸν, ἵνα µὴ δόξῃ κακίας ἁπλῶς κατηγορίαν, καὶ ἀρετῆς ἐγκώµιον διεξιέναι, µέµνηται καὶ προσώπων ἀδιορίστως. Καὶ οὐκ εἶπε κοινωνίαν, ἀλλὰ τὰ ἔπαθλα τέθεικε, µερίδα εἰπών. Τίς συγκατάθεσις ναῷ Θεοῦ µετὰ εἰδώλων; ὑµεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὔτε ὁ βασιλεὺς ὑµῶν ἔχει τι κοινὸν πρὸς αὐτόν·( Τίς γὰρ συµφωνία Χριστῷ πρὸς Βελίαρ;) οὔτε τὰ πράγµατα· Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Οὐκοῦν οὐδὲ ὑµᾶς δεῖ. Καὶ πρῶτον τίθησι τὸν βασιλέα, καὶ δεύτερον αὐτοὺς, τούτῳ µάλιστα αὐτοὺς ἀποσχίζων. Εἶτα εἰπὼν, Ναῷ Θεοῦ µετὰ εἰδώλων, καὶ ἀποφηνάµενος, ὅτι Ὑµεῖς γὰρ ναὸς Θεοῦ ζῶντος. ἀναγκαίως καὶ τὴν µαρτυρίαν ἐπάγει, δεικνὺς ὅτι οὐ κολακεία τὸ πρᾶγµά ἐστιν. Ὁ γὰρ ἐγκωµιάζων, ἂν µὴ καὶ ἀπόδειξιν παρέχηται, δοκεῖ κολακεύειν. Τίς οὖν ἡ µαρτυρία; Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, φησὶ, καὶ ἐµπεριπατήσω. Ἐνοικήσω ἐν ναοῖς, καὶ ἐµπεριπατήσω· τὴν πλείονα πρὸς αὐτοὺς σχέσιν δηλῶν. Καὶ ἔσονταί µοι εἰς λαὸν, καὶ ἐγὼ ἔσοµαι αὐτοῖς εἰς Θεόν. Τί, φησί; Θεὸν φέρεις ἐν σεαυτῷ, καὶ πρὸς ἐκείνους τρέχεις; Θεὸν τὸν οὐδὲν ἔχοντα κοινὸν πρὸς αὐτούς; καὶ ποῦ ταῦτα ἄξια συγγνώµης; ἐννόησον τίς ἐµπεριπατεῖ σοι, τίς ἐνοικεῖ.∆ ιὸ ἐξέλθετε ἐκ µέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου µὴ ἅπτεσθε· κἀγὼ εἰσδέξοµαι ὑµᾶς, λέγει Κύριος. Καὶ οὐκ εἶπε, Μὴ πράττετε ἀκάθαρτα· ἀλλὰ πλείονα ἀκρίβειαν ζητῶν, Μηδὲ ἅπτεσθε, φησὶ, µηδὲ ἐγγὺς γίνεσθε. Τί δέ ἐστι µολυσµὸς σαρκός; Μοιχεία, πορνεία, ἀσέλγεια πᾶσα. Τί δὲ ψυχῆς; Ἀκάθαρτοι λογισµοὶ ὡς τὸ ἐµβλέψαι ἀκολάστοις ὀφθαλµοῖς, µνησικακίαι, δόλοι, καὶ ὅσα τοιαῦτα. Βούλεται τοίνυν ἑκατέρωθεν εἶναι καθαρούς. Εἶδες τὸ ἔπαθλον ὅσον; Τὸ ἀπαλλαγῆναι τῶν πονηρῶν, τὸ ἑνωθῆναι Θεῷ. Ἄκουε καὶ τῶν ἑξῆς· Καὶ ἔσοµαι ὑµῖν εἰς πατέρα, καὶ ὑµεῖς ἔσεσθέ µοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος. Εἶδες ἄνωθεν τὴν παροῦσαν εὐγένειαν τὸν προφήτην προαναφωνοῦντα, τὴν διὰ τῆς χάριτος ἀναγέννησιν; Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί. Ποίας; Τὸ ναοὺς Θεοῦ εἶναι, τὸ υἱοὺς καὶ θυγατέρας, τὸ ἔνοικον αὐτὸν ἔχειν καὶ ἐµπεριπατοῦντα, τὸ λαὸν αὐτοῦ γίνεσθαι, τὸ τὸν Θεὸν αὐτὸν καὶ πατέρα κεκτῆσθαι. Καθαρίσωµεν ἑαυτοὺς ἀπὸ παντὸς µολυσµοῦ σαρκὸς καὶ πνεύµατος. Μήτε ἀκαθάρτων ἁπτώµεθα· τοῦτο γὰρ σαρκὸς µολυσµός· µήτε τῶν τὴν ψυχὴν µολυνόντων· οὗτος γὰρ πνεύµατος. Καὶ οὐκ ἀρκεῖται τούτῳ µόνον, ἀλλὰ καὶ ἐπάγει, Ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οὐ γὰρ τὸ µὴ ἀκαθάρτου ἅπτεσθαι ποιεῖ καθαρὸν, ἀλλὰ καὶ ἑτέρου τινὸς ἡµῖν δεῖ ὥστε γενέσθαι ἡµᾶς ἁγίους, σπουδῆς, προσοχῆς, εὐλαβείας. Καὶ καλῶς εἶπε, Ἐν φόβῳ Θεοῦ. Ἔστι γὰρ ἐπιτελεῖν σωφροσύνην, οὐκ ἐν φόβῳ Θεοῦ, ἀλλὰ διὰ κενοδοξίαν. Μετὰ δὲ τούτου καὶ ἕτερον αἰνίττεται εἰπὼν, Ἐν φόβῳ Θεοῦ, τὸν τρόπον, καθ' ὃν ἂν ἀνυσθείη ἡ ἁγιωσύνη. Εἰ γὰρ καὶ τυραννικὸν ἡ ἐπιθυµία, ἀλλ', ἂν ἐπιτειχίσῃς τὸν τοῦ Θεοῦ φόβον, κατέλυσας τὴν αὐτῆς µανίαν. Ἁγιωσύνην δὲ ἐνταῦθα οὐχὶ σωφροσύνην µόνον λέγει, ἀλλὰ τὴν πάσης ἁµαρτίας ἀπαλλαγήν· ἅγιος γάρ ἐστιν ὁ καθαρός. Καθαρὸς δὲ ἄν τις γένοιτο, οὐχὶ εἰ πορνείας ἀπαλλαγείη µόνον, ἀλλὰ καὶ πλεονεξίας καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας· καὶ µάλιστα κενοδοξίας, ἣν πανταχοῦ µὲν φυγεῖν δεῖ, πολλῷ δὲ πλέον ἐπὶ ἐλεηµοσύνης· ἐπεὶ οὐδ' ἂν εἴη ἐλεηµοσύνη, εἰ τοῦτο ἔχει τὸ νόσηµα, ἀλλ' ἐπίδειξις καὶ ὠµότης. Ὅταν γὰρ µὴ ἐλεῶν, ἀλλ' ἐκποµπεύων ποιῇς, οὐ µόνον οὐκ ἔστιν ἐλεηµοσύνη τὸ τοιοῦτον, ἀλλὰ καὶ ὕβρις· παρεδειγµάτισας γὰρ τὸν ἀδελφόν. Οὐκ ἄρα τὸ διδόναι χρήµατα, ἀλλὰ τὸ ἐλεοῦντα διδόναι, ἐλεηµοσύνη. Ἐπεὶ καὶ οἱ ἐν τοῖς θεάτροις διδόασι καὶ παισὶ πεπορνευµένοις, καὶ ἑτέροις τοῖς ἐπὶ τῆς σκηνῆς, ἀλλ' οὐκ ἐλεηµοσύνη τὸ τοιοῦτον· καὶ αὐτοὶ δὲ οἱ ὑβρίζοντες εἰς τὸ σῶµα τῶν πορνευοµένων γυναικῶν διδόασιν, ἀλλ' οὐ φιλανθρωπία τοῦτο, ἀλλὰ παροινία. Τούτῳ καὶ ὁ κενόδοξος ἔοικε. Καθάπερ γὰρ ἐκεῖνος ὑβρίζων εἰς τὸ σῶµα τῆς πόρνης, µισθὸν αὐτῇ δίδωσι τῆς ὕβρεως· οὕτω καὶ σὺ µισθὸν ἀπαιτεῖς τὸν λαµβάνοντα τὴν ὕβριν, καὶ τὸ πονηρᾷ δόξῃ περιβαλεῖν καὶ σαυτὸν κἀκεῖνον. Καὶ µετὰ τούτων ἡ ζηµία ἄφατος. Καθάπερ γὰρ θηρίον, καὶ κύων µαινόµενος ἐπιπηδῶν, οὕτως ἡµῶν ἁρπάζει τὰ ἀγαθὰ τὸ πονηρὸν τοῦτο νόσηµα, καὶ ἡ ἀπανθρωπία αὕτη· καὶ γὰρ ἀπανθρωπία καὶ ὠµότης τὸ τοιοῦτόν ἐστι· µᾶλλον δὲ καὶ τούτου χαλεπώτερον. Ὁ µὲν γὰρ ὠµὸς οὐκ ἂν δοίη τῷ δεοµένῳ· σὺ δὲ τούτου πλέον ποιεῖς· τοὺς βουλοµένους δοῦναι κωλύεις. Ὅταν γὰρ ἐκποµπεύῃς τὴν δόσιν, καὶ τὴν δόξαν καθελεῖς τοῦ λαβόντος, καὶ τὸν µέλλοντα παρέχειν ἀνεχαίτισας, ἂν ῥᾴθυµος ᾖ. Οὐδὲ γὰρ δώσει λοιπὸν, ὡς εἰληφότι καὶ οὐχ οὕτω δεοµένῳ, ἀλλὰ καὶ καταγνώσεται πολλάκις, ἂν προσελθὼν αἰτήσῃ µετὰ τὸ λαβεῖν, καὶἀναίσχυντον ἡγήσεται. δʹ. Ποία οὖν ἐλεηµοσύνη τοῦτο, ὅταν καὶ σαυτὸν καταισχύνῃς, καὶ τὸν εἰληφότα, καὶ τὸν ἐπιτάξαντα διπλῆ, ὅτι τε αὐτὸν θεατὴν ἔχων τῆςἐλεηµοσύνης, ἐπιζητεῖς τοὺς τῶν συνδούλων ὀφθαλµοὺς µετ' ἐκεῖνον, καὶ ὅτι τὸν νόµον τὸν ταῦτα ἀπαγορεύοντα, κείµενον ὑπ' αὐτοῦ, παραβαίνεις; Ἐβουλόµην καὶ τοῖς ἄλλοις ἐπεξελθεῖν, καὶ νηστείᾳ καὶ εὐχῇ, καὶ δεῖξαι ὅσα καὶ ἐκεῖ λυµαίνεται ἡ κενοδοξία· ἀλλ' ἀνεµνήσθην, ὅτι λόγον τινὰ οὐκ ἤνυσα ἀναγκαῖον, ἐν τῇ πρὸ ταύτης διαλέξει. Τίς δὲ ὁ λόγος ἦν; Ἔλεγον ὅτι οἱ πένητες τῶν πλουτούντων πλεονεκτοῦσιν ἐν τοῖς βιωτικοῖς, ὅτι περὶ ὑγείας καὶ ἡδονῆς διελεγόµην· καὶ σαφῶς τοῦτο ἐδείκνυτο. Φέρε οὖν σήµερον αὐτὸ δείξωµεν, ὅτι οὐκ ἐν τοῖς βιωτικοῖς µόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀνωτέρω παρὰ τούτοις τὸ πλέον ἐστί. Τί γὰρ εἰς βασιλείαν εἰσάγει, πλοῦτος ἢ πενία; Ἀκούσωµεν αὐτοῦ τοῦ τῶν οὐρανῶν∆ εσπότου λέγοντος, περὶ µὲν ἐκείνων, ὅτι Εὐκοπώτερον κάµηλον εἰσελθεῖν διὰ τρυπήµατος ῥαφίδος, ἢ πλούσιον εἰςτὴν βασιλείαν τῶν οὐρανῶν· περὶ δὲ πενήτων τοὐναντίον. Εἰ γὰρ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα. καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει µοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Εἰ δὲ βούλεσθε, ἑκατέρωθεν ἴδωµεν τὸ εἰρηµένον. Στενὴ, καὶ τεθλιµµένη ἡ ὁδὸς, φησὶν, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Τίς οὖν βαδίζει τὴν στενὴν, ὁ ἐν τρυφῇ, ἢ ὁ ἐν πτωχείᾳ; ὁ µόνος, ἢ ὁ µυρία βαστάζων φορτία; ὁ χαῦνος καὶ διαλελυµένος, ἢὁ φροντίζων καὶ µεµεριµνηµένος; Ἀλλὰ τίς χρεία τῶν λογισµῶν, δέον ἐπ' αὐτὰ τὰ πρόσωπα ἐλθεῖν; Πένης ὁ Λάζαρος ἦν, καὶ σφόδρα πένης· πλούσιος δὲ ὁ παρατρέχων ἐν τῷ πυλῶνι κείµενον τοῦτον· τίς οὖν εἰσῆλθεν εἰς τὴν βασιλείαν, καὶ τοῖς κόλποις ἐνετρύφα τοῦ Ἀβραάµ; τίς δὲ ἀπετηγανίζετο, καὶ οὐδὲ σταγόνος ἦν κύριος; Ἀλλὰ καὶ πένητες ἀπολοῦνται πολλοὶ, φησὶ, καὶ πλούσιοι τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύσονται ἀγαθῶν. Τοὐναντίον µὲν οὖν ἔστιν ἰδεῖν, πλουσίους µὲν ὀλίγους, τῶν δὲ πενήτων πολλῷ πλείους σωζοµένους. Σκόπει δὲ ἀκριβῶς ἐξετάζων τὰ τοῦ πλούτου κωλύµατα, καὶ τὰ τῆς πενίας ἐλαττώµατα· µᾶλλον δὲ οὔτε τοῦ πλούτου οὔτε τῆς πενίας, ἀλλ' ἑκάτερα τῶν κεκτηµένων ἐστί· πλὴν ἀλλὰ ποῖον εὐκολώτερον ὅπλον ἴδωµεν. Τί οὖν ἡ πενία ἐλάττωµα ἔχειν δοκεῖ; Ψεῦδος. Τί δὲ ὁ πλοῦτος; Ὑπερηφανίαν, τὴν µητέρα τῶν κακῶν, ἣ καὶ τὸν διάβολον ἐποίησεν εἶναι διάβολον, οὐκ ὄντα τοιοῦτον ἔµπροσθεν. Πάλιν, ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία· τίς οὖν ἕστηκε τῆς ῥίζης ταύτης πλησίον, ὁ πλούσιος, ἢ ὁ πένης; οὐκ εὔδηλον ὅτι ὁ πλούσιος; Ὅσῳ γὰρ ἄν τις πλείονα περιβαλῆται, τοσούτῳ πλειόνων ἐρᾷ. Κενοδοξία πάλιν τὰ µυρία λυµαίνεται κατορθώµατα· ἀλλὰ καὶ ταύτης πάλιν ἐγγὺς ὁ πλουτῶν ἐσκήνωται. Τὰ δὲ τοῦ πένητος, φησὶν, οὐ τιθεῖς, τὴν θλῖψιν, τὴν στενοχωρίαν; Ἀλλὰ τοῦτο καὶ τοῦ πλουτοῦντος κοινὸν, καὶ τούτου µᾶλλον ἢ τοῦ πένητος· ὥστε ἃ µὲν τῆς πενίας δοκεῖ εἶναι κακὰ, κοινὰ ἑκατέρων ἐστὶν, ἃ δὲ τοῦ πλούτου, µόνα ἐκείνου. Τί δὲ, φησὶν, ὅταν διὰ τὴν τῶν ἀναγκαίων ἀπορίαν πολλὰ δεινὰ ὁ πένης ἐργάζηται; Ἀλλ' οὐδεὶς πένης, οὐδεὶς τοσαῦτα ἐργάζεται δεινὰ δι' ἔνδειαν, ὅσα οἱ πλουτοῦντες διὰ τὸ πλείονα περιβάλλεσθαι, καὶ τὰ ἔνδον µὴ ἀπολλύναι. Οὐ γὰρ οὕτω πένης ἐφίεται τῶν ἀναγκαίων, ὡς τῶν περιττῶν ὁ πλουτῶν· οὐδ' αὖ τοσαύτην ἰσχὺν ἔχει πρὸς τὸ χρήσασθαι τῇ πονηρίᾳ, ὅσην δύναµιν οὗτος. Εἰ τοίνυν καὶ βούλεται µᾶλλον καὶ δύναται, εὔδηλον ὅτι µᾶλλον καὶ πλείονα ἐργάσεται. Οὐδὲ γὰρ οὕτω δέδοικεν ὁ πένης ὑπὲρ λιµοῦ, ὡς ὁ πλούσιος ὑπὲρ τῆς ἀπωλείας τῶν ὄντων τρέµει καὶ ἄγχεται, καὶ ὑπὲρ τοῦ µηδέπω τὰ πάντων λαβεῖν. Ὅταν οὖν καὶ κενοδοξίας ἑστήκῃ πλησίον καὶ ὑπερηφανίας καὶ φιλαργυρίας τῆς ῥίζης τῶν κακῶν ἁπάντων· ποίαν ἕξει σωτηρίας ἐλπίδα, ἂν µὴ πολλὴν ἐπιδείξηται φιλοσοφίαν, πῶς δὲ βαδιεῖται τὴν στενὴν ὁδόν; Μὴ τοίνυν τὰς τῶν πολλῶν δόξας περιφέρωµεν, ἀλλὰ τὰ πράγµατα ἐξετάζωµεν. Πῶς γὰρ οὐκ ἄτοπον ὑπὲρ µὲν χρηµάτων µὴ ἑτέροις πιστεύειν, ἀλλ' ἀριθµῷ καὶ ψήφῳ τοῦτο ἐπιτρέπειν· ὑπὲρ δὲ πραγµάτων ψηφιζοµένους, ἁπλῶς ταῖς ἑτέρων παρασύρεσθαι δόξαις, καὶ ταῦτα ἀκριβῆ ζυγὸν ἁπάντων ἔχον τας καὶ γνώµονα καὶ κανόνα, τῶν θείων νόµων τὴν ἀπόφασιν;∆ ιὸ παρακαλῶ καὶ δέοµαι πάντων ὑµῶν, ἀφέντες τί τῷ δεῖνι καὶ τῷ δεῖνι δοκεῖ περὶ τούτων, παρὰ τῶν Γραφῶν ταῦτα ἅπαντα πυνθάνεσθε, καὶ τὸνἀληθῆ πλοῦτον µαθόντες, τοῦτον διώκωµεν, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωµεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.