Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Corinthians
John ChrysostomHom. 2 Cor. 14 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
14.14
Χωρήσατε ἡµᾶς· οὐδένα ἠδικήσαµεν, οὐδένα ἐφθείραµεν, οὐδένα ἐπλεονεκτήσαµεν. Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γὰρ, ὡς καὶ προεῖπον, ὅτι ἐν ταῖς καρδίαις ἡµῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῇν. αʹ. Πάλιν τὸν περὶ ἀγάπης κινεῖ λόγον, συστέλλων τὸ τραχὺ τῆς ἐπιτιµήσεως. Ἐπειδὴ γὰρ ἤλεγξε καὶ ἐπέπληξεν, ὡς φιλουµένοις µὲν, οὐχ ὁµοίως δὲ φιλοῦσιν, ἀλλ' ἀποῤῥηγνυµένοις τῆς ἀγάπης τῆς αὐτοῦ καὶ ἑτέροιςφθόροις ἀναµιγνυµένοις, πάλιν λεαίνει τὸ σφοδρὸν τῆς ἐπιτιµήσεως λέγων, Χωρήσατε ἡµᾶς, τουτέστι, Φιλήσατε ἡµᾶς, καὶ χάριν αἰτεῖ λαβεῖν ἀνεπαχθῆ, καὶτοῖς παρέχουσι πρὸς τῶν λαµβανόντων λυσιτελῆ. Καὶ οὐκ εἶπε, Φιλήσατε, ἀλλ' ἐλεεινότερον, Χωρήσατε. Τίς ἡµᾶς ἀπήλασε, φησί; τίς ἐξέβαλε τῆς διανοίας τῆς ὑµετέρας; πόθεν στενοχωρούµεθα ἐν ὑµῖν; Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑµῶν· ἐνταῦθα αὐτὸ σαφέστερον δηλῶν ἔλεγε, Χωρήσατε ἡµᾶς, καὶ ταύτῃ πάλιν αὐτοὺς ἐφελκόµενος. Οὐδὲν γὰρ οὕτω ποιεῖ φιλίαν, ὡς τὸ µαθεῖν τὸν φιλούµενον ὅτι σφόδρα αὐτοῦ ἐφίεται τῆς ἀγάπης ὁ φιλῶν. Οὐδένα ἠδικήσαµεν. Ὅρα πῶς πάλιν οὐ τίθησι τὰς εὐεργεσίας, ἀλλὰ καὶ ἀνεπαχθέστερον καὶ πληκτικώτερον ἑτέρως τὸν λόγον ποιεῖ. Ἅµα δὲ καὶ αἰνίττεται τοὺς ψευδαποστόλους, Οὐδένα ἠδικήσαµεν, λέγων, οὐδένα ἐφθείραµεν, οὐδένα ἐπλεονεκτήσαµεν. Τί ἐστιν, Ἐφθείραµεν; Τουτέστιν, οὐδένα ἠπατήσαµεν· ὥσπερ καὶ ἀλλαχοῦ λέγει, Μήποτε, ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήµατα ὑµῶν. Οὐδένα ἐπλεονεκτήσαµεν· οὐχ ἡρπάσαµεν, οὐκ ἐπενοήσαµεν. Καὶ οὐ λέγει τέως, Τὰ καὶ τὰ ὠφελήσαµεν, ἀλλ' ἐντρεπτικώτερον ποιῶν τὸν λόγον, Οὐκ ἠδικήσαµεν, φησί· µονονουχὶ λέγων, ὅτι Εἰ καὶ µηδὲν ἦµεν εὐεργετηκότες, οὐδὲ οὕτως ἡµᾶς ἀποστρέφεσθαι ἔδει· οὐδὲ γὰρ οὐ µικρὸν, οὐ µέγα ἔχετε ἡµῖν ἐγκαλεῖν. Εἶτα ἐπειδὴ ᾔσθετο τῆς βαρύτητος, ἐπιδιορθοῦται πάλιν. Καὶ οὔτε ἐσίγησε καθάπαξ· οὐ γὰρ ἂν διανέστησεν· οὔτε ἀδιόρθωτον εἴασε τὸ τραχὺ τοῦ λόγου· ἢ γὰρ ἂν πλέον ἔπληξε. Καὶ τί φησιν; Οὐ πρὸς κατάκρισιν λέγω. Πόθεν δῆλον; Προείρηκα γὰρ, φησὶν, ὅτι ἐν ταῖς καρδίαις ἡµῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῇν. Μεγίστη φιλία αὕτη, ὅταν καὶ καταφρονούµενος, καὶ συναποθανεῖν αὐτοῖς καὶ συζῇν αἱρῆται. Οὐδὲ γὰρ ἁπλῶς ἐστε ἐν ταῖς καρδίαις ἡµῶν, ἀλλ' οὕτω, φησὶν, ὡς εἶπον. Ἔνι γὰρ καὶ φιλεῖν, καὶ κινδύνους φεύγειν· ἀλλ' οὐχ ἡµεῖς οὕτω. Καὶ ὅρα κἀνταῦθα σύνεσιν ἄφατον. Οὐ γὰρ τὰ γεγενηµένα ὑπὲρ αὐτῶν εἶπεν, ἵνα µὴ δόξῃ πάλιν ὀνειδίζειν, ἀλλ' ὑπὲρ τῶν µελλόντων ἐπαγγέλλεται. Ἂν γὰρ συµβῇ, φησὶν, ἐπενεχθῆναι κίνδυνον, πάντα ἕτοιµος ὑπὲρ ὑµῶν παθεῖν, καὶ οὔτε θάνατος, οὔτε ζωή µοί τι καθ' ἑαυτὸ φαίνεται· ἀλλ' ἔνθα ἂν ἦτε ὑµεῖς, τοῦτο ἐµοὶ προτιµότερον, καὶ θάνατος ζωῆς, καὶ ζωὴ θανάτου. Ἀλλὰ τὸ µὲν ἀποθανεῖν δῆλον ὅτι φιλίας, τὸ δὲ ζῇν τίς οὐκ ἂν ἕλοιτο καὶ τῶν µὴ φίλων; Τίνος οὖν ἕνεκεν ὡς µέγα αὐτὸ τίθησι; Ὅτι καὶ σφόδρα µέγα ἐστί. Πολλοὶ µὲν γὰρ κακῶς πράττουσι συναλγοῦσι τοῖς φίλοις, εὐδοκιµοῦσι δὲ οὐκέτι συνήδονται, ἀλλὰ καὶ φθονοῦσιν· ἀλλ' οὐχ ἡµεῖς, ἀλλ' ἄν τε ἐν συµφοραῖς ἦτε, οὐ φοβούµεθα κοινωνῆσαι τῆς δυσηµερίας ὑµῖν· ἄν τε καλῶς πράττητε, οὐ βαλλόµεθα τῷ φθόνῳ. Εἶτα ἐπειδὴ συνεχῶς ταῦτα ἔστρεφε λέγων, Οὐ στενοχωρεῖσθε ἐν ἡµῖν, καὶ, Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑµῶν, καὶ, Χωρήσατε ἡµᾶς, καὶ, Πλατύνθητε καὶ ὑµεῖς, καὶ, Οὐδένα ἠδικήσαµεν, καὶ ἐδόκει πάντα ταῦτα αὐτῶν εἶναι κατάγνωσις· ὅρα πῶς καὶ ἑτέρως τὸ βαρὺ τοῦτο παραµυθεῖται λέγων, Πολλή µοι παῤῥησία πρὸς ὑµᾶς.∆ ιὰ τοῦτο τοιαῦτα τολµῶ, φησὶν, οὐ πρὸς κατάκρισιν λέγων, ἀλλὰ διὰ τὴν πολλὴν παῤῥησίαν· ὃ καὶ ἀνωτέρω δηλῶν ἔλεγε, Πολλή µοι καύχησις ὑπὲρ ὑµῶν. Μὴ γὰρ δὴ νοµίσητε, φησὶν, ὅτι ἐπειδὴ ταῦτα λέγω, ὡς κατεγνωκὼς ὑµῶν καθάπαξ λέγω· σφόδρα γὰρ ἐφ' ὑµῖν καλλωπίζοµαι καὶ καυχῶµαι· ἀλλὰ καὶ κηδόµενος, καὶ βουλόµενος ἐπιδοῦναι µειζόνως ὑµᾶς πρὸς ἀρετήν· ὃ καὶ τοῖς Ἑβραίοις µετὰ πολλὴν ἐπιτίµησιν ἔλεγε· Πεπείσµεθα δὲ περὶ ὑµῶν τὰ κρείττονα, καὶ ἐχόµενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦµεν. Ἐπιθυµοῦµεν δὲ ἕκαστον ὑµῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν, εἰς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους. Οὕτω δὴ καὶ ἐνταῦθα, Πολλή µοι καύχησις ὑπὲρ ὑµῶν. Πρὸς ἑτέρους καυχώµεθα, φησὶν, ὑπὲρ ὑµῶν. Εἶδες πῶς παρεµυθήσατο γνησίως; Καὶ οὐχ ἁπλῶς καυχῶµαι, φησὶν, ἀλλὰ καὶ σφόδρα. Ἐπήγαγε γοῦν λέγων, ὅτι Πεπλήρωµαι τῇ παρακλήσει. Ποίᾳ παρακλήσει; Τῇ παρ' ὑµῶν, ὅτι διορθωθέντες, διὰ τῶν ἔργων παρεκαλέσατέ µε. Τοῦτο φιλοῦντός ἐστι, καὶ ἐγκαλεῖν ὑπὲρ τοῦ µὴ φιλεῖσθαι καὶ δεδοικέναι µὴ, πέρα τοῦ µέτρου ἐγκαλέσας, λυπήσῃ.∆ ιὰ τοῦτό φησι, Πεπλήρωµαι τῇ παρακλήσει, ὑπερπερισσεύοµαι τῇ χαρᾷ. βʹ. Ἀλλὰ ταῦτα δοκεῖ, φησὶν, ἐναντία εἶναι τοῖς πρώτοις. Ἀλλ' οὐκ ἔστιν, ἀλλὰ καὶ σφόδρα συµβαίνοντα. Ταῦτα γὰρ ἐκεῖνα εὐπαράδεκτα ποιεῖ, καὶ ὁ διὰ τούτων ἔπαινος τὴν ἀπὸ τῶν ἐλέγχων ἐκείνων ὠφέλειαν γνησιωτέραν ἐργάζεται, ὑποκλέπτων αὐτῶντὸ ὀδυνηρόν.∆ ιὸ καὶ σφόδρα γνησίως κέχρηται τοῖς ῥήµασι τούτοις, καὶ φιλοτίµως. Οὐδὲ γὰρ εἶπε, Πεπλήρωµαι τῇ χαρᾷ, ἀλλὰ, Περισσεύοµαι· µᾶλλον δὲ, οὐδὲ περισσεύοµαι, ἀλλὰ, Ὑπερπερισσεύοµαι, κἀντεῦθεν πάλιν δεικνὺς τὸν πόθον, ὅτι κἂν οὕτω φιλῆται, ὡς χαίρειν καὶ ἀγάλλεσθαι, οὐδέπω ἡγεῖται φιλεῖσθαι, ὡς φιλεῖσθαι χρὴ, οὐδὲ τὸ πᾶν εἰληφέναι· οὕτως ἀκόρεστος τῷ σφόδρα φιλεῖν αὐτοὺς ἦν. Τὸ γὰρ παρὰ τῶν ἐρωµένων ὁπωσοῦν φιλεῖσθαι, πολλὴν φέρει τὴν χαρὰν διὰ τὸ σφόδρα αὐτοὺς φιλεῖν. Ὥστε τοῦτο πάλιν τῆς αὐτοῦ ἀγάπης σηµεῖον ἦν. Καὶ ἐπὶ µὲν τῆς παρακλήσεώς φησι, Πεπλήρωµαι· ἀπέλαβον ὅπερ ὠφείλετό µοι· ἐπὶ δὲ τῆς χαρᾶς, Ὑπερπερισσεύοµαι· τουτέστιν, Ἠθύµησα πρὸς ὑµᾶς, ἀλλ' ἀπελογήσασθε ἀρκούντως, καὶ παρεµυθήσασθε· οὐδὲ γὰρ µόνον ἀνείλετέ µοι τὴν ὑπόθεσιν τῆς λύπης, ἀλλὰ καὶ χαρὰν ἐποιήσατε πλείονα. Εἶτα δηλῶν αὐτῆς τὸ µέγεθος, οὐ τούτῳ µόνον δείκνυσιν αὐτὸ, τῷ εἰπεῖν, ὅτι Ὑπερπερισσεύοµαι τῇ χαρᾷ, ἀλλὰ καὶ τῷ ἐπαγαγεῖν, Ἐπὶ πάσῃ τῇ θλίψει ἡµῶν. Τοσαύτη γὰρ ἦν ἡ δι' ὑµᾶς ἡµῖν ἡδονὴ γενοµένη, ὡς µηδὲ τοσαύτῃ ἀµαυρωθῆναι θλίψει, ἀλλὰ τῇ περιουσίᾳ τοῦ οἰκείου µεγέθους περιγενέσθαιτῶν καταλαβόντων ἡµᾶς λυπηρῶν, καὶ µὴ ἀφεῖναι αἴσθησιν ἡµᾶς αὐτῶν λαβεῖν. Καὶ γὰρ ἐλθόντων ἡµῶν εἰς Μακεδονίαν, οὐδεµίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡµῶν. Ἐπειδὴ γὰρ εἶπε, Τῇ θλίψει, λέγει καὶ ποταπῇ θλίψει, καὶ ἐπαίρει ταύτην τῷ λόγῳ, ἵνα δείξῃ µεγάλην οὖσαν τὴν ἐκ τούτων παραµυθίαν καὶ χαρὰν, εἴγε τοσαύτην ἀπεκρούσατο ὀδύνην. Ἀλλ' ἐν παντὶ θλιβόµενοι. Πῶς ἐν παντί; Ἔξωθεν µάχαι, παρὰ τῶν ἀπίστων· Ἔσωθεν φόβοι, διὰ τοὺς ἀσθενεῖς τῶν πιστῶν, µὴ παρασυρῶσιν. Οὐδὲ γὰρ παρὰ Κορινθίοις µόνον τοιαῦτα συνέβαινεν, ἀλλὰ καὶ ἀλλαχοῦ. Ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡµᾶς ἐπὶ τῇ παρουσίᾳ Τίτου. Ἐπειδὴ γὰρ µεγάλα αὐτοῖς ἐµαρτύρησεν εἰπὼν, ἵνα µὴ δόξῃ κολακεύειν, µάρτυρα παράγει Τίτον τὸν ἀδελφὸν, ὃς παρ' αὐτῶν ἀφίκετο πρὸς τὸν Παῦλονµετὰ τὴν προτέραν ἐπιστολὴν διηγούµενος αὐτῷ τὰ τῆς αὐτῶν διορθώσεως. Σὺ δέ µοι σκόπει πῶς πανταχοῦ µέγα τίθεται τὴν παρουσίαν Τίτου. Καὶ γὰρ ἔµπροσθέν φησιν, Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύµατί µου, τῷ µὴ εὑρεῖν µε Τίτον τὸν ἀδελφόν µου· καὶ ἐνταῦθα πάλιν, Ἐπὶ τῇ παρουσίᾳ Τίτου παρεκλήθηµεν, φησί. Καὶ γὰρ βούλεται ἀξιόπιστον αὐτοῖς καταστῆσαι τὸν ἄνδρα, καὶ φίλον σφόδρα ποιῆσαι. Καὶ ὅρα πῶς ἀµφότερα κατασκευάζει. Τῷ µὲν γὰρ εἰπεῖν, Οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύµατί µου, τὸ µέγεθος αὐτοῦ δείκνυσι τῆς ἀρετῆς· τῷ δὲ εἰπεῖν, ὅτι Ἐπὶ τῇ θλίψει ἡµῶν ἡ παρουσία αὐτοῦ ἤρκεσεν εἰς παραµυθίαν, οὐ µόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ τῇ παρακλήσει, ᾗ παρεκλήθη ἐφ' ὑµῖν, οἰκειοῖ τοῖς Κορινθίοις τὸν ἄνδρα. Οὐδὲν γὰρ οὕτω φιλίας ποιεῖ καὶ συγκροτεῖ, ὡς τὸ δεξιόν τι καὶ ὑγιὲς περί τινος εἰπεῖν· ὃ καὶ Τίτῳ µαρτυρεῖ λέγων, ὅτι Παραγενόµενος ἐπτέρωσεν ἡµᾶς ὑπὸ τῆς ἡδονῆς· τοιαῦτα περὶ ὑµῶν ἀπήγγειλε.∆ ιὰ τοῦτο ἡ παρουσία αὐτοῦ ηὔφρανεν ἡµᾶς. Οὐ γὰρ µόνον ἐν τῇ παρουσίᾳ αὐτοῦ ἥσθηµεν, ἀλλὰ καὶ ἐπὶ τῇ παρακλήσει, ᾗ παρεκλήθη ἐφ' ὑµῖν. Καὶ πῶς παρεκλήθη;∆ ιὰ τῆς ἀρετῆς ὑµῶν, διὰ τῶν κατορθωµάτων· διὸ καὶ ἐπάγει, Ἀναγγέλλων ἡµῖν τὴν ὑµῶν ἐπιπόθησιν, τὸν ὑµῶν ὀδυρµὸν, τὸν ὑµῶν ζῆλον ὑπὲρ ἐµοῦ. Ταῦτα αὐτὸν ηὔφρανε, φησὶ, ταῦτα παρεκάλεσεν. Εἶδες πῶς καὶ αὐτὸν δείκνυσιν αὐτῶν σφοδρὸν ἐραστὴν, εἴ γε τὴν ἐκείνων εὐδοκίµησιν οἰκείαν παράκλησιν εἶναι ἡγεῖται, καὶ ὡς ἐπ' οἰκείοις ἀγαθοῖςἐλθὼν ἐκαυχᾶτο παρὰ Παύλῳ; Καὶ ὅρα πῶς αὐτὰ θερµῶς ἀπαγγέλλει· Τὴν ὑµῶν ἐπιπόθησιν, τὸν ὑµῶν ὀδυρµὸν, τὸν ὑµῶν ζῆλον. Εἰκὸς γὰρ αὐτοὺς πενθεῖν καὶ ἀλγεῖν, τί οὕτως ἐδυσχέρανεν ὁ µακάριος Παῦλος, τί τοσοῦτον ἀπέστη χρόνον.∆ ιὸ οὐδὲ ἁπλῶς εἶπε δάκρυα, ἀλλ' Ὀδυρµὸν, οὐδὲ ἐπιθυµίαν, ἀλλ' Ἐπιπόθησιν, οὐδὲ ὀργὴν, ἀλλὰ Ζῆλον, καὶ ζῆλον πάλιν τὸν ὑπὲρ αὐτοῦ, τὸν ἐκτοῦ πεπορνευκότος, τὸν ἐκ τῶν κατηγορούντων. Ἐπυρώθητε γὰρ, φησὶ, καὶ ἐξεκάητε δεξάµενοί µου τὰ γράµµατα.∆ ιὰ ταῦτα περισσεύει τῇ χαρᾷ, διὰ ταῦτα πεπλήρωται τῇ παρακλήσει, ὅτι αὐτῶν καθήψατο. Ἐµοὶ δὲ δοκεῖ ταῦτα οὐ πρὸς παραµυθίαν τῶν ἔµπροσθεν εἰρῆσθαι µόνον, ἀλλὰ καὶ εἰς προτροπὴν τῶν κατωρθωκότων αὐτά. Καὶ γὰρ εἰ καὶ τοῖς ἔµπροσθεν ἐγκλήµασιν εἶναί τινας ὑπευθύνους ἡγοῦµαι, καὶ τῶν ἐπαίνων τούτων ἀναξίους· ἀλλ' ὅµως αὐτοὺς οὐ διαιρεῖ, ἀλλὰ κοινὰ τίθησι καὶ τὰ ἐγκώµια καὶ τὰ ἐγκλήµατα, διδοὺς τῷ συνειδότι τῶν ἀκουόντων ἐπιλέξασθαι τὰ οἰκεῖα. Οὕτω γὰρ κἀκεῖνα ἀνεπαχθῆ ἐγίνετο, καὶ ταῦτα εἰς ζῆλον ἦγε πολύν. γʹ. Οὕτω καὶ νῦν χρὴ τοὺς ἐγκαλουµένους διακεῖσθαι, θρηνεῖν καὶ ὀδύρεσθαι, οὕτω τοὺς διδασκάλους ποθεῖν, οὕτω µᾶλλον πατέρων ἐπιζητεῖν.∆ ι' ἐκείνων µὲν γὰρ τὸ ζῇν, διὰ δὲ τούτων τὸ καλῶς ζῇν γίνεται. Οὕτω χρὴ φέρειν ἐπιτιµήσεις πατέρων, οὕτω τοῖς προηγουµένοις χρεὼν συναλγεῖν ἐπὶ τοὺς ἁµαρτάνοντας. Οὐ γὰρ ἐν αὐτοῖς κεῖται τὸ πᾶν, ἀλλὰ καὶ ἐν ὑµῖν. Κἂν γὰρ ἴδῃ ὁ ἡµαρτηκὼς, ὅτι ἐπετιµήθη µὲν παρὰ τοῦ πατρὸς, ἐκολακεύθη δὲ παρὰ τῶν ἀδελφῶν, ῥᾳθυµότερος γίνεται. Ἀλλ' ὅταν ὁ πατὴρ ἐπιτιµήσῃ, συνοργίσθητι καὶ σὺ, εἴτε ὡς ἀδελφοῦ κηδόµενος, εἴτε ὡς πατρὶ συναγανακτῶν· µόνον ἐπίδειξαι πολλὴν τὴν σπουδὴν, καὶ πένθησον, µὴ ὅτι ἐπετιµήθη, ἀλλ' ὅτι ἥµαρτεν. Ἂν δὲ οἰκοδοµήσω µὲν ἐγὼ, καταλύσῃς δὲ σὺ, τί ὠφελήσαµεν πλέον ἢ κόπους; Μᾶλλον δὲ οὐ µέχρι τούτου σοι τὰ τῆς ζηµίας, ἀλλὰ καὶ κόλασιν ἄγεις ἐπὶ σαυτόν. Ὁ γὰρ κωλύων τὸ τραῦµα θεραπευθῆναι, τοῦ πεποιηκότος αὐτὸ οὐκ ἐλάττονα ἔχει κόλασιν, ἀλλὰ καὶ µείζονα. Οὐ γάρ ἐστιν ἴσον πλῆξαι, καὶ τὸ πληγὲν κωλῦσαι θεραπευθῆ ναι· τοῦτο µὲν γὰρ θάνατον τίκτει πάντως, ἐκεῖνο δὲ οὐ πάντως. Ταῦτα δέ µοι εἴρηται πρὸς ὑµᾶς, ἵνα συνοργίζησθε τοῖς ἄρχουσιν, ἐφ' οἷς δικαίως ἀγανακτοῦσιν, ἵν', ὅταν ἴδητέ τινα ἐπιτιµώµενον, πάντεςἀποστρέφησθε µειζόνως ἢ ὁ διδάσκαλος. Ὑµᾶς φοβείσθω µᾶλλον, ἢ τοὺς ἄρχοντας ὁ πεπληµµεληκώς. Ἂν µὲν γὰρ τὸν διδάσκαλον φοβηθῇ µόνον, ταχέως ἁµαρτήσεται· ἂν δὲ τοσούτους ὀφθαλµοὺς περιστέλληται, τοσαῦτα στόµατα, ἐν πλείονι ἔσται ἀσφαλείᾳ. Ὥσπερ γὰρ, εἰ µὴ ταῦτα ποιοῦµεν, τὴν ἐσχάτην δώσοµεν δίκην· οὕτως, εἰ ταῦτα ἐργαζόµεθα, τοῦ κέρδους τοῦ ἐπὶ τῇ διορθώσει κοινωνήσοµεν. Οὕτω τοίνυν ποιῶµεν· κἂν εἴποι τις, ὅτι Φιλανθρώπευσαι τὸν ἀδελφὸν, τοῦτο πρέπει Χριστιανοῖς· µανθανέτω, ὅτι ὁ ὀργιζόµενος φιλανθρωπεύεται, οὐκ ἐκεῖνος ὁ πρὸ τοῦ καιροῦ καλῶν αὐτὸν, καὶ µηδὲ ἀφιεὶς αἴσθησιν λαβεῖν τοῦ πληµµελήµατος. Τίς γὰρ, εἰπέ µοι, τὸν πυρεταίνοντα καὶ φρενίτιδι κατεχόµενον ἐλεεῖ, ὁ κατακλίνων ἐπὶ τῆς εὐνῆς, καὶ δεσµῶν, καὶ σίτων καὶ ποτῶν τῶν οὐπροσηκόντων ἀπάγων, ἢ ὁ διδοὺς ἀκράτου ἐµφορηθῆναι, καὶ ἐν ἐξουσίᾳ κελεύων εἶναι, καὶ πάντα ποιεῖν ἅπερ τὸν ὑγιαίνοντα δεῖ; οὐχὶ οὗτος µὲν καὶ ἐπιτρίβει τὸ νόσηµα, ὁ δοκῶν φιλανθρωπεύεσθαι, ἐκεῖνος δὲ διορθοῦται; Οὕτω δὴ καὶ ἐνταῦθα ψηφιζόµεθα. Καὶ γὰρ φιλανθρωπίας ἐστὶ τὸ µὴ πανταχοῦ χαρίζεσθαι τοῖς κάµνουσι, µηδὲ κολακεύειν τὰς ἀτόπους αὐτῶν ἐπιθυµίας. Οὐδεὶς οὕτως ἐφίλει τὸν πορνεύσαντα παρὰ Κορινθίοις, ὡς Παῦλος, ὁ κελεύων αὐτὸν παραδοῦναι τῷ Σατανᾷ· οὐδεὶς οὕτως αὐτὸν ἐµίσει, ὡς οἱ συγκροτοῦντες καὶ θεραπεύοντες· καὶ τὸ πέρας ἔδειξεν. Ἐκεῖνοι µὲν γὰρ αὐτὸν καὶ ἐφύσησαν, καὶ τὴν φλεγµονὴν µείζονα εἰργάσαντο· οὗτος δὲ καὶ κατέστελλε, καὶ οὐκ ἀπ έστη, ἕως πρὸς καθαρὰν ὑγίειαν ἤγαγε· καὶ οἱ µὲν τῷ ὄντι κακῷ προσετίθεσαν, οὗτος δὲ καὶ τὸ ἐξ ἀρχῆς γενόµενον ἀνέσπασε. Τούτους καὶ ἡµεῖς µάθωµεν τῆς φιλανθρωπίας τοὺς νόµους. Καὶ γὰρ ἵππον ἂν ἴδῃς κατὰ κρηµνῶν φερόµενον, χαλινὸν ἐµβάλλεις, καὶ ἀναχαιτίζεις µετὰ σφοδρότητος, καὶ µαστίζεις πολλάκις· καίτοι γε τοῦτο κόλασίς ἐστιν, ἀλλ' ἡ κόλασις αὕτη σωτηρίας µήτηρ ἐστίν. Οὕτω καὶ ἐπὶ τῶν ἁµαρτανόντων ποίησον· δῆσον τὸν πληµµελήσαντα, ἕως ἂν ἐξιλεώσῃ τὸν Θεόν· µὴ ἀφῇς λελυµένον, ἵνα µὴ πλέον δεθῇ τῇ τοῦ Θεοῦ ὀργῇ. Ἂν ἐγὼ δήσω, ὁ Θεὸς οὐκέτι δεσµεῖ· ἂν δὲ ἐγὼ µὴ δήσω, τὰ ἄῤῥηκτα αὐτὸν µένει δεσµά. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνοµεν, οὐκ ἂν ἐκρινόµεθα. Μὴ δὴ ὠµότητος εἶναι νόµιζε τὸ τοιοῦτον καὶ ἀπανθρωπίας, ἀλλὰ τῆς ἄκρας ἡµερότητος, καὶ τῆς ἀρίστης ἰατρείας, καὶ πολλῆς τῆς κηδεµονίας. Ἀλλ' ἱκανὸν ἔδοσαν χρόνον τιµωρίαν, φησί. Πόσον; εἰπέ µοι· ἐνιαυτὸν, καὶ ἔτη δύο καὶ τρία; Ἀλλ' οὐ τοῦτο ζητῶ χρόνου πλῆθος, ἀλλὰ ψυχῆς διόρθωσιν. Τοῦτο τοίνυν ἐπίδειξον, εἰ κατενύγησαν, εἰ µετεβάλοντο, καὶ τὸ πᾶν γέγονεν· ὡς, ἂν µὴ τοῦτο ᾖ, οὐδὲν ὄφελος τοῦ χρόνου. Οὐδὲ γὰρ εἰ πολλάκις ἐπεδέθη τὸ τραῦµα ζητοῦµεν, ἀλλ' εἰ ὤνησέ τι ὁ δεσµός. Εἰ µὲν οὖν ὠφέλησε καὶ ἐν χρόνῳ βραχεῖ, µηκέτι προσκείσθω· εἰ δὲ µηδὲν ὤνησε, καὶ µετὰ δέκα ἐνιαυτοὺς ἔτι προσκείσθω· καὶ ὅρος οὗτος ἔστω λύσεως, τοῦ δεδεµένου τὸ κέρδος. Ἂν οὕτω καὶ ἡµῶν αὐτῶν καὶ τῶν λοιπῶν ἐπιµελώµεθα, καὶ µὴ πρὸς ἀνθρώπων βλέπωµεν δόξαν καὶ αἰσχύνην, ἀλλὰ τὴν ἐκεῖ κόλασιν καὶ τὸὄνειδος ἐννοοῦντες, καὶ πρὸ πάντων τὸ τὸν Θεὸν παροξύνεσθαι, σφόδρα τῆς µετανοίας ἐπιτιθῶµεν τὰ φάρµακα· καὶ ἐπὶ τὴν καθαρὰν ἥξοµεν ὑγίειαν ταχέως, καὶ τῶν µελλόντων ἐπιτευξόµεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note