Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Corinthians
John ChrysostomHom. 2 Cor. 16 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
16.16
∆ ιὰ τοῦτο παρακεκλήµεθα ἐπὶ τῇ παρακλήσει ὑµῶν· περισσοτέρως δὲ µᾶλλον ἐχάρηµεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦµα αὐτοῦ ἀπὸ πάντων ὑµῶν. αʹ. Ὅρα πάλιν πῶς ἐπαίρει αὐτῶν τὰ ἐγκώµια, καὶ δείκνυσι τὴν ἀγάπην. Εἰπὼν γὰρ, ὅτι Ἥσθην ὅτι τοσοῦτον ἡ ἐπιστολὴ ἤνυσε, καὶ ὅτι Τοσοῦτον ἐκερδάνετε· Χαίρω γὰρ, φησὶν, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς µετάνοιαν· καὶ δείξας αὐτοῦ τὴν ἀγάπην· φησὶ γὰρ, ὅτι Εἰ καὶ ἔγραψα ὑµῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ' ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡµῶν τὴν ὑπὲρὑµῶν πρὸς ὑµᾶς· λέγει πάλιν ἄλλο σηµεῖον τῆς αὐτῶν εὐνοίας, ὃ πολὺν αὐτοῖς φέρει τὸν ἔπαινον, καὶ δείκνυσι τῆς ἀγάπης αὐτῶν τὸ γνήσιον· Ἐπὶ γὰρ τῇ παρακλήσει ὑµῶν περισσοτέρως µᾶλλον ἐχάρηµεν ἐπὶ τῇ χαρᾷ Τίτου, φησί. Καίτοι γε τοῦτο οὐκ ἔστι φιλοῦντος σφοδρῶς, τὸ ἐπ' ἐκείνῳ µᾶλλον χαρῆναι, ἢ ἐπ' αὐτοῖς. Ναὶ, φησίν· οὐδὲ γὰρ δι' ἐκεῖνον τοσοῦτον, ὅσον δι' ὑµᾶς ἥσθην.∆ ιὰ τοῦτο καὶ τὴν αἰτίαν ἐπάγει λέγων, Ὅτι τὰ σπλάγχνα αὐτοῦ ἀναπέπαυται ἀπὸ πάντων ὑµῶν. Οὐκ εἶπεν, Αὐτὸς, ἀλλὰ, Τὰ σπλάγχνα αὐτοῦ· τουτέστιν, ἡ ἀγάπη αὐτοῦ ἡ περὶ ὑµᾶς. Καὶ πῶς ἀναπέπαυται; Ἀπὸ πάντων. Καὶ γὰρ καὶ τοῦτο µέγιστον ἐγκώµιον. Ὅτι εἴ τι αὐτῷ κεκαύχηµαι ὑπὲρ ὑµῶν. Μέγας ὁ ἔπαινος, ὅταν ὁ διδάσκαλος καυχᾶται· φησὶ γὰρ, ὅτι Οὐ κατῃσχύνθην.∆ ιὰ τοῦτο ἐχάρην, ὅτι βελτίους ἐφάνητε, καὶ διὰ τῶν ἔργων ἐδείξατέ µου τὰ ῥήµατα. Ὥστε διπλοῦς ὁ κόσµος ἐµοὶ, καὶ ὅτι ὑµεῖς ἐπεδώκατε, καὶ ὅτι ἐγὼ οὐκ ἐφάνην τῆς ἀληθείας διαπίπτων. Ἀλλ' ὡς πάντοτε ἐν ἀληθείᾳ ἐλαλήσαµεν ὑµῖν, οὕτω καὶ ἡ καύχησις ἡµῶν ἡ ἐπὶ Τίτου, ἀλήθεια γέγονεν. Ἐνταῦθα καὶ ἄλλο τι αἰνίττεται· ὅτι ὥσπερ παρ' ὑµῖν µετὰ ἀληθείας πάντα ἐφθεγξάµεθα· εἰκὸς γὰρ αὐτὸν καὶ περὶ τούτου πολλὰ αὐτοῖς εἰπεῖν ἐγκώµια· οὕτω καὶ τὰ περὶ ὑµῶν ἡµῖν Τίτῳ εἰρηµένα, ἀληθῆ ἐφάνη. Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑµᾶς. Τοῦτο λοιπὸν ἐκεῖνον συνιστῶντός ἐστιν, ὡς σφόδρα ἐκκαιόµενον, καὶ συνδεδεµένον αὐτοῖς. Καὶ οὐκ εἶπεν, Ἡ ἀγάπη αὐτοῦ, ἀλλὰ, Τὰ σπλάγχνα αὐτοῦ. Εἶτα, ἵνα µὴ δόξῃ κολακεύειν, πανταχοῦ τίθησι τῆς φιλίας τὰς αἰτίας, ἵν', ὅπερ εἶπον, καὶ τὴν κολακείαν διαφύγῃ, καὶ ἐκείνους µᾶλλον προτρέψῃ, τὸ ἐγκώµιον εἰς αὐτοὺς περιιστὰς, καὶ δεικνὺς τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς τοσαύτης ἀγάπης ἐκείνους ἐµβαλόντας αὐτῷ. Εἰπὼν γὰρ, ὅτι Τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑµᾶς, ἐπήγαγεν· Ἀναµιµνησκοµένου τὴν ἁπάντων ὑµῶν ὑπακοήν. Τοῦτο δὲ καὶ τὸν Τίτον εὐγνώµονα δείκνυσι περὶ τοὺς εὐεργέτας, εἴ γε λαβὼν αὐτοὺς ἐν τῇ ψυχῇ ἐπανῆλθεν ἅπαντας, καὶ διηνεκῶς αὐτῶν µέµνηται, καὶ ἐκείνους ἐπὶ στόµατος ἔχει καὶ ἐπὶ διανοίας. Καὶ Κορινθίους πάλιν κοσµεῖ µειζόνως, ὅτι αὐτὸν οὕτω χειρωσάµενοι ἐξέπεµψαν. Εἶτα καὶ τὴν ὑπακοὴν αὐτῶν λέγει, ἐπιτείνων αὐτῶν τὴν σπουδήν· διὸ καὶ ἐπάγει ταῦτα, Ὡς µετὰ φόβου καὶ τρόµου ἐδέξασθε αὐτόν. Οὐ µετὰ ἀγάπης µόνον, ἀλλὰ καὶ µετὰ τιµῆς ἐπιτεταµένης. Εἶδες πῶς διπλῆν αὐτοῖς ἀρετὴν µαρτυρεῖ, καὶ ὅτι ὡς πατέρα ἐφίλουν, καὶ ὡς ἄρχοντα ἐδεδοίκεσαν, οὔτε διὰ τὸν φόβον ἀµαυροῦντες τὴν ἀγάπην, οὔτεδιὰ τὴν ἀγάπην ἐκλύοντος τὸν φόβον; Τοῦτο καὶ ἀνωτέρω ἔλεγεν, ὅτι Τὸ κατὰ Θεὸν λυπηθῆναι ὑµᾶς, πόσην κατειργάσατο ἐν ὑµῖν σπουδὴν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν; Χαίρω οὖν, ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑµῖν. Ὁρᾷς ὅτι δι' αὐτοὺς µᾶλλον χαίρει; Ὅτι οὐδαµοῦ τὸν διδάσκαλον κατῃσχύνατε, φησὶν, οὐδὲ ἀνάξιοι φαίνεσθε τῆς ἐµῆς µαρτυρίας. Ὥστε οὐχ οὕτω διὰ Τίτον ἔχαιρεν, ὅτι τιµῆς ἀπήλαυσε τοσαύτης, ὡς δι' αὐτοὺς, ὅτι τοσαύτην ἐπεδείξαντο εὐγνωµοσύνην. Ἵνα γὰρ µὴ νοµισθῇ δι' ἐκεῖνον χαίρειν µᾶλλον, ὅρα πῶς καὶ ἐνταῦθα τὴν αἰτίαν τίθησιν. Ὥσπερ οὖν ἀνωτέρω εἶπεν, Ὅτι εἴ τι αὐτῷ κεκαύχηµαι ὑπὲρ ὑµῶν, οὐ κατῃσχύνθην· οὕτω καὶ ἐνταῦθα, Ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑµῖν. Κἂν ἐπιπλῆξαι δέοι, οὐ δέδοικα µὴ ἀποῤῥαγῆτε, κἂν καυχήσασθαι, οὐ φοβοῦµαι, ὡς ἐλεγχόµενος, κἂν ὡς πειθηνίους ἐπαινέσαι, κἂν ὡς ἀγαπητικοὺς, κἂνὡς ζῆλον ἔχοντας, θαῤῥῶ ἐν ὑµῖν. Εἶπον ἐκκόψαι, καὶ ἐξεκόψατε· εἶπον δέξασθαι, καὶ ἐδέξασθε· εἶπον ὅτι µεγάλοι τινές ἐστε καὶ θαυµαστοὶ ἐπὶ Τίτου καὶ διδασκάλους εἰδότες αἰδεῖσθαι· ἀληθῆ διὰ τῶν ἔργων ταῦτα ἐδείξατε. Καὶ οὐχ οὕτως ἔµαθε ταῦτα παρ' ἐµοῦ, ὡς παρ' ὑµῶν. Ἐπανῆλθε γοῦν σφοδρὸς ἐραστὴς ὑµῶν γενόµενος, πλείονα τῶν λόγων ἐπιδειξαµένων ὑµῶν. Γνωρίζω δὲ ὑµῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδοµένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. βʹ. Ἐπάρας αὐτοὺς τοῖς ἐγκωµίοις, παραίνεσιν πάλιν καθίησι.∆ ιὰ γὰρ τοῦτο τῇ ἐπιπλήξει παρέµιξε τοὺς ἐπαίνους, ἵνα µὴ ἀπὸ ἐπιπλήξεως εἰς παραίνεσιν κατελθὼν δυσπαράδεκτον ποιήσῃ τὸν λόγον, ἀλλὰ λεάναςαὐτῶν τὴν ἀκοὴν, οὕτω προοδοποιήσῃ τῇ παραινέσει. Βούλεται γὰρ περὶ ἐλεηµοσύνης διαλεχθῆναι· διὸ καὶ προλαβὼν εἶπε, Χαίρω ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑµῖν· ἀπὸ τῶν ἤδη κατωρθωµένων καὶ εἰς τοῦτο προθυµοτέρους ποιῶν. Καὶ οὐκ εἶπεν εὐθέως,∆ ότε οὖν ἐλεηµοσύνην· ἀλλ' ὅρα τὴν σύνεσιν, πῶς πόῤῥωθεν καὶ ἀφ' ὑψηλοῦ προκατασκευάζει τὸν λόγον· Γνωρίζω γὰρ ὑµῖν, φησὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδοµένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Ἵνα γὰρ µὴ ἐπαίρωνται, χάριν τὸ πρᾶγµα καλεῖ, καὶ τὰ ἑτέρων διηγούµενος, τοῖς ἑτέρων ἐγκωµίοις σπουδαιοτέρους τούτους ἐργάζεται. Καὶ δύο συντίθησιν ἐπαίνους Μακεδόσι, µᾶλλον δὲ καὶ τρεῖς· καὶ ὅτι πειρασµοὺς γενναίως φέρουσι, καὶ ὅτι ἐλεεῖν ἴσασι, καὶ ὅτι πένητες ὄντες, δαψίλειαν ἐνεδείκνυντο ἐν ἐλεηµοσύνῃ· καὶ γὰρ ἡρπάγησαν αὐτῶν αἱ οὐσίαι. Καὶ τοῦτο δηλῶν ἔλεγεν, ἡνίκα αὐτοῖς ἐπέστελλεν. Ὑµεῖς γὰρ µιµηταὶ ἐγένεσθε, φησὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑµεῖς ὑπὸ τῶν ἰδίων συµφυλετῶν, καθάπερκἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Ἄκουσον τί µετὰ ταῦτα Ἑβραίοις ἐπιστέλλων ἔλεγε· Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑµῶν µετὰ χαρᾶς προσεδέξασθε. Χάριν δὲ τὸ πρᾶγµα καλεῖ, οὐχὶ καταστέλλων αὐτοὺς µόνον, ἀλλὰ καὶ ἐκκαλούµενος, καὶ ἀνεπίφθονον τὸν λόγον ἐργαζόµενος.∆ ιὸ καὶ τὸ τῶν ἀδελφῶν ὄνοµα προσέθηκεν, ὥστε πᾶσαν ὑποτεµέσθαι βασκανίαν· καὶ γὰρ µέλλει µεθ' ὑπερβολῆς ἐγκωµιάζειν αὐτούς. Ἄκουσον γοῦν τῶν ἐπαίνων. Εἰπὼν γὰρ, Γνωρίζω ὑµῖν τὴν χάριν τοῦ Θεοῦ, οὐκ εἶπε, Τὴν δεδοµένην ἐν τῇδε καὶ τῇδε τῇ πόλει, ἀλλ' ὁλόκληρον ἐπαινεῖ τὸ ἔθνος λέγων, Ἐν ταῖςἘκκλησίαις τῆς Μακεδονίας. Εἶτα καὶ αὐτὴν διηγεῖται τὴν χάριν. Ὅτι ἐν πολλῇ δοκιµῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν. Εἶδες σύνεσιν; Πρῶτον γὰρ ἐκεῖνο λέγει, οὐχ ὃ βούλεται, ἀλλ' ἕτερον πρὸ αὐτοῦ, ἵνα µὴ δόξῃ ἐπίτηδες τοῦτο ποιεῖν, ἀλλὰ ἀπὸ ἀκολουθίας ἑτέρας ἐπ' αὐτὸ ἔρχεσθαι· Ἐν πολλῇ δοκιµῇ θλίψεως. Ὃ καὶ αὐτοῖς Μακεδόσι ἐπιστέλλων ἔλεγεν, ὅτι Μιµηταὶ ἐγενήθητε τοῦ Κυρίου, δεξάµενοι τὸν λόγον ἐν θλίψει πολλῇ, µετὰ χαρᾶς Πνεύµατος ἁγίου· καὶ πάλιν, Ἀφ' ὑµῶν ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ µόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑµῶν ἡ πρὸς τὸνΘεὸν ἐξελήλυθε. Τί δέ ἐστιν, Ἐν πολλῇ δοκιµῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν; Ἀµφότερα µεθ' ὑπερβολῆς γέγονεν αὐτοῖς, φησὶ, καὶ ἡ θλῖψις καὶ ἡ χαρά.∆ ιὸ καὶ πολὺ τὸ παράδοξον ἦν, ὅτι τοσαύτη ἡδονῆς περιουσία ἀπὸ θλίψεως αὐτοῖς ἐβλάστησεν. Οὐ γὰρ δὴ µόνον λύπην οὐκ ἔτεκεν, ἀλλὰ καὶ ἀφορµὴ γέγονεν αὐτοῖς εὐφροσύνης ἡ θλῖψις, καὶ ταῦτα πολλὴ οὖσα. Τοῦτο δὲ ἔλεγεν, ἀλείφων αὐτοὺς ἐν τοῖς πειρασµοῖς γενναίους εἶναι καὶ ἀπεριτρέπτους. Οὐδὲ γὰρ ἁπλῶς ἐθλίβησαν, ἀλλ' οὕτως ὡς καὶ δόκιµοι γενέσθαι διὰ τῆς ὑποµο νῆς· µᾶλλον δὲ οὐ λέγει, διὰ τῆς ὑποµονῆς, ἀλλ', ὃ πλέον ἦν τῆς ὑποµονῆς, χαράν. Καὶ οὐδὲ χαρὰν ἁπλῶς λέγει, ἀλλὰ, περισσείαν χαρᾶς· καὶ γὰρ πολλὴ καὶ ἄφατος ἐβλάστησεν ἐν αὐτοῖς. Καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Πάλιν ἀµφότερα ταῦτα µεθ' ὑπερβολῆς. Ὥσπερ γὰρ ἡ πολλὴ θλῖψις πολλὴν χαρὰν ἔτεκε, καὶ περισσείαν χαρᾶς· οὕτως ἡ πολλὴ πενία πολὺν πλοῦτον ἔτεκεν ἐλεηµοσύνης. Τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Οὐ γὰρ τῷ µέτρῳ τῶν διδοµένων, ἀλλὰ τῇ γνώµῃ τῶν παρεχόντων ἡ φιλοτιµία κρίνεται.∆ ιὸ οὐδαµοῦ λέγει πλοῦτον τῶν δοθέντων, ἀλλὰ, Πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ µόνον οὐκ ἐνεπόδισεν αὐτοῖς πρὸς δαψιλείαν ἡ πτωχεία, ἀλλὰ καὶ ἀφορµὴ γέγονε τοῦ περισσεῦσαι, ὥσπερ ἡ θλῖψις τοῦ ἡσθῆναι. Ὅσῳ γὰρ ἦσαν πένητες τοσούτῳ µᾶλλον ἐφιλοτιµοῦντο, καὶ προθυµότερον παρεῖχον.∆ ιὸ καὶ σφόδρα αὐτοὺς θαυµάζει, ὅτι ἐκ τοσαύτης πενίας τοσαύτην ἐπεδείξαντο φιλοτιµίαν. Ἡ γὰρ κατὰ βάθους πτωχεία αὐτῶν, τουτέστιν, ἡ πολλὴ καὶ ἄφατος, ἔδειξεν αὐτῶν τὴν ἁπλότητα. Ἀλλ' οὐκ εἶπεν, Ἔδειξεν, ἀλλὰ, Ἐπερίσσευσε· καὶ οὐκ εἶπεν, Ἁπλότητα, ἀλλὰ, Πλοῦτον ἁπλότητος, τουτέστιν, ἀντίῤῥοπον τοῦ µεγέθους τῆς πτωχείας· µᾶλλον δὲ, καὶ πολλῷ µείζονα τὸν ὄγκον ἐπεδείξαντο τῆς δαψιλείας. Εἶτα αὐτὸ καὶ ἑρµηνεύει σαφέστερον, λέγων· Ὅτι κατὰ δύναµιν µαρτυρῶ( ἀξιόπιστος ὁ µάρτυς) καὶ ὑπὲρ δύναµιν· τουτέστιν, Ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν· Μᾶλλον δὲ οὐ διὰ τούτου µόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς ἁπάντων αὐτὸ δηλοῖ· Αὐθαίρετοι γὰρ, φησίν. Ἰδοὺ καὶ ἑτέρα ὑπερβολή. Μετὰ πολλῆς παρακλήσεως. Ἰδοὺ καὶ τρίτη καὶ τετάρτη.∆ εόµενοι ἡµῶν. Ἰδοὺ καὶ πέµπτη. Καὶ ἐν θλίψει ὄντες, καὶ ἐν πενίᾳ. Αὕτη ἕκτη. Καὶ ἑβδόµη, καὶ µεθ' ὑπερβολῆς ἔδωκαν. γʹ. Εἶτα ἐπειδὴ τοῦτο µάλιστα βούλεται κατασκευάσαι παρὰ Κορινθίοις, τὸ µετὰ προαιρέσεως δοῦναι, αὐτῷ µάλιστα ἐνδιατρίβει, λέγων, Μετὰπολλῆς παρακλήσεως, καὶ,∆ εόµενοι ἡµῶν. Οὐχ ἡµεῖς αὐτῶν ἐδεήθηµεν, ἀλλ' αὐτοὶ ἡµῶν. Τί δεόµενοι ἡµῶν; Τὴν χάριν, καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους. Εἶδες πῶς πάλιν ἐπαίρει τὸ πρᾶγµα, σεµνοῖς ὀνόµασιν αὐτὸ καλῶν; Καὶ γὰρ ἐπειδὴ ζηλωταὶ ἦσαν πνευµάτων, χάριν αὐτὸ ὀνοµάζει, ἵνα ἐπιδράµωσι· καὶ κοινωνίαν πάλιν, ἵνα µάθωσιν ὅτι λαµβάνουσιν, οὐ διδόασι µόνον. Τοῦτο οὖν ἡµᾶς παρεκάλουν, φησὶν, ὥστε ἡµᾶς ἀναδέξασθαι τὴν τοιαύτην διακονίαν. Καὶ οὐ καθὼς ἠλπίσαµεν. Τοῦτο καὶ πρὸς τὴν ποσότητά φησι, καὶ πρὸς τὰς θλίψεις. Οὐ γὰρ ἂν ἠλπίσαµεν, φησὶν, ὅτι ἐν τοσαύτῃ θλίψει ὄντες καὶ πενίᾳ, καὶ κατήπειξαν ἂν ἡµᾶς, καὶ τοσαῦτα παρεκάλεσαν. Καὶ τὴν τοῦ λοιποῦ δὲ βίου ἐπιµέλειαν αὐτῶν ἐδήλωσεν εἰπών· Ἀλλ' ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ, καὶ ἡµῖν διὰ θελήµατος Θεοῦ. Ἐν πᾶσι γὰρ ὑπήκουσαν πλέον, ἢ προσ εδοκήσαµεν· οὐδὲ, ἐπειδὴ ἠλέουν, τῶν ἄλλων ἠµέλουν ἀρετῶν, ἀλλὰ πρῶτον ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ. Τί ἐστιν, Ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ; Ἀνέθηκαν, δόκιµοι περὶ τὴν πίστιν ἐφάνησαν, πολλὴν τὴν ἀνδρείαν ἐν τοῖς πειρασµοῖς ἐπεδείξαντο, τὴν κοσµιότητα, τὴν ἐπιείκειαν, τὴν ἀγάπην, τὴν ἐντοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς προθυµίαν τε καὶ σπουδήν. Τί ἐστι, Καὶ ἡµῖν; Πειθήνιοι γεγόνασιν ἡµῖν, ἠγάπησαν, ὑπήκουσαν καὶ τοὺς τοῦ Θεοῦ νόµους πληροῦντες, καὶ ἡµῖν διὰ τῆς ἀγάπης συνδεδεµένοι. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα τὴν ἐπίτασιν δείκνυσι, λέγων· Ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ. Οὐχὶ τὰ µὲν τῷ Θεῷ ὑπήκουσαν, τὰ δὲ τῷ κόσµῳ, ἀλλὰ πάντα αὐτῷ, καὶ ὅλους ἑαυτοὺς ἔδωκαν τῷ Θεῷ. Οὐδὲ γὰρ ἐπειδὴ ἠλέουν, ἀπενοήθησαν· ἀλλὰ πολλὴν ἐπιδειξάµενοι ταπεινοφροσύνην, πολλὴν ὑπακοὴν, πολλὴν τιµὴν, πολλὴν φιλοσοφίαν, οὕτω καὶ τὴν ἐλεηµοσύνην εἰργάσαντο. Τί δέ ἐστι,∆ ιὰ θελήµατος Θεοῦ; Ἐπειδὴ εἶπεν, Ἡµῖν ἔδωκαν ἑαυτοὺς, οὐδὲ ἡµῖν ἀνθρωπίνως, ἀλλὰ καὶ τοῦτο κατὰ τὴν τοῦ Θεοῦ γνώµην ἐποίουν. Ὥστε ἡµᾶς παρακαλέσαι Τίτον, ἵνα καθὼς προενήρξατο ἐν ὑµῖν, οὕτως ἐπιτελέσῃ καὶ τὴν χάριν ταύτην. Καὶ ποία ἀκολουθία αὕτη; Πολλὴ καὶ σφόδρα τῶν ἔµπροσθεν ἐχοµένη. Ἐπειδὴ γὰρ εἴδοµεν αὐτοὺς σφοδροὺς, φησὶν, καὶ θερµοὺς ἐν ἅπασιν, ἐν πειρασµοῖς, ἐν ἐλεηµοσύνῃ, ἐν τῇ πρὸς ἡµᾶς ἀγάπῃ, ἐν τῇ λοιπῇ τοῦ βίου καθαρότητι· ἵνα καὶ ὑµεῖς αὐτοῖς ἐξισωθῆτε, ἐπέµψαµεν Τίτον. Ἀλλ' οὕτω µὲν οὐκ εἶπε, τοῦτο δὲ ἐδήλωσε. Σκόπει φιλίας ὑπερβολήν. Παρ' ἐκείνων γὰρ παρακαλούµενοι, φησὶ, καὶ ἀξιούµενοι, τὰ ὑµέτερα ἐµεριµνῶµεν, µή πως αὐτῶν ἐλαττωθῆτε.∆ ιὸ καὶ ἀπεστείλαµεν Τίτον, ἵνα κἀντεῦθεν διεγερθέντες καὶ ὑποµνησθέντες, ζηλώσητε Μακεδόνας. Καὶ γὰρ ἐτύγχανεν ἐκεῖ ὢν ὁ Τίτος, ὅτε ἡ ἐπιστολὴ αὕτη ἐγράφετο.∆ είκνυσι δὲ αὐτὸν καὶ κατάρξαντα τούτου πρὸ τῆς Παύλου προτροπῆς· Ἵνα καθὼς προενήρξατο, φησί.∆ ιὸ καὶ µεγάλα αὐτοῦ λέγει ἐγκώµια, ἐν ἀρχῇ µὲν, ὅτι Τῷ µὴ εὑρεῖν µε Τίτον τὸν ἀδελφόν µου, οὐκ ἔσχον ἄνεσιν τῷ πνεύµατί µου· ἐντεῦθεν δὲ ταῦτα ἅπερ εἴρηκεν ἅπαντα, καὶ τοῦτο δὲ αὐτό. Οὐ µικρὸν γὰρ καὶ τοῦτο ἐγκώµιον, τὸ καὶ προενάρξασθαι· θερµῆς γὰρ τοῦτο καὶ ζεούσης ψυχῆς.∆ ιὸ καὶ ἔπεµψεν αὐτὸν, µεγίστην αὐτοῖς ἐντιθεὶς κἀντεῦθεν προτροπὴν τοῦ δοῦναι, τὴν παρουσίαν Τίτου.∆ ιὰ τοῦτο καὶ ἐπαίρει τοῖς ἐπαίνοις αὐτὸν, οἰκειῶσαι βουλόµενος σφοδρότερον τοῖς Κορινθίοις τὸν ἄνθρωπον. Καὶ γὰρ καὶ τοῦτο πρὸς τὸ πεῖσαι µέγα, τὸ οἰκείως διακεῖσθαι τὸν συµβουλεύοντα. Καλῶς δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς µνηµονεύσας τῆς ἐλεηµοσύνης, χάριν τὸ πρᾶγµα καλεῖ, νῦν µὲν λέγων, Γνωρίζω δὲ ὑµῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦτὴν δεδοµένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· νῦν δὲ, Αὐθαίρετοι, µετὰ πολλῆς παρακλήσεως δεόµενοι ἡµῶν τὴν χάριν καὶ τὴν κοινωνίαν· καὶ πάλιν, Ἵνα καθὼς προενήρξατο, οὕτω καὶ ἐπιτελέσῃ εἰς ὑµᾶς καὶ τὴν χάριν ταύτην. δʹ. Καὶ γὰρ µέγα ἐστὶν ἀγαθὸν καὶ Θεοῦ δῶρον τοῦτο, καὶ αὐτῷ τῷ Θεῷ κατὰ δύναµιν ἡµᾶς ἐξοµοιοῖ κατορθούµενον· τοῦτο γὰρ µάλιστα ἄνθρωπος. Λέγων γοῦν τις δεῖγµα ἀνθρώπου, τοῦτο τέθεικε· Μέγα γὰρ, φησὶν, ἄνθρωπος, καὶ τίµιον ἀνὴρ ἐλεήµων. Αὕτη µείζων ἡ χάρις, ἢ νεκροὺς ἀνιστᾷν. Τοῦ γὰρ ἐν τῷ ὀνόµατι Ἰησοῦ τοὺς ἀποθανόντας ἐγείρειν πολλῷ µεῖζον τὸ πεινῶντα τρέφειν τὸν Χριστόν· ἐνταῦθα µὲν γὰρ σὺ τὸν Χριστὸν εὐεργετεῖς, ἐκεῖ δὲ αὐτός σε. Καὶ ὁ µισθὸς δὲ ἐν τῷ ποιεῖν εὖ, οὐκ ἐν τῷ πάσχειν εὖ. Ἐνταῦθα µὲν γὰρ, ἐπὶ τῶν σηµείων λέγω, αὐτὸς ὀφείλεις τῷ Θεῷ· ἐπὶ δὲ τῆς ἐλεηµοσύνης, τὸν Θεὸν ὀφειλέτην ἔχεις. Ἐλεηµοσύνη δέ ἐστιν, ὅταν µετὰ προθυµίας γίνηται, ὅταν µετὰ δαψιλείας, ὅταν µὴ νοµίσῃς διδόναι, ἀλλὰ λαµβάνειν, ὅταν ὡς εὐεργετούµενος, ὅτανὡς κερδαίνων καὶ µὴ ἀπολλύς· ἐπεὶ τοῦτο οὐδὲ χάρις. Τὸν γὰρ ἕτερον ἐλεοῦντα, χαίρειν, οὐ δυσχεραίνειν δεῖ. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὴν ἑτέρου λύων ἀθυµίαν, αὐτὸς ἀθυµοίης; οὐκέτι γὰρ ἐᾷς αὐτὴν ἐλεηµοσύνην εἶναι. Εἰ γὰρ ἀθυµεῖς, ὅτι ἕτερον ἀπήλλαξας ἀθυµίας, ἐσχάτης ὠµότητος καὶ ἀπανθρωπίας δεῖγµα ἐκφέρεις· βέλτιον γὰρ µὴ ἀπαλλάττειν, ἢ οὕτως ἀπαλλάττειν. Τί δὲ ὅλως καὶ ἀθυµεῖς, ἄνθρωπε; µὴ ἔλαττόν σοι γένηται τὸ χρυσίον; Ὅλως, εἰ τοιαύτην ἔχεις προαίρεσιν, µηδὲ δῷς· εἰ µὴ θαῤῥεῖς ὅτι πολυπλασιάζεταί σοι ἐν οὐρανοῖς, µὴ παράσχῃς. Ἀλλ' ἐνταῦθα ζητεῖς τὴν ἀντίδοσιν.∆ ιὰ τί; Ἄφες τὴν ἐλεηµοσύνην ἐλεηµοσύνην εἶναι καὶ µὴ ἐµπορίαν. Πολλοὶ µὲν οὖν καὶ ἐνταῦθα ἀπέλαβον, ἀλλ' οὐχ οὕτως ἔλαβον, ὡς ταύτῃ πλέον ἕξοντες τῶν οὐ λαβόντων ἐνταῦθα, ἀλλ' ἔνιοι τούτων ὡςἀσθενέστεροι, ἐπειδὴ τοῖς ἐκεῖ οὐ σφόδρα ἐφείλκοντο. Καὶ ὥσπερ οἱ λίχνοι καὶ ἀπειρόκαλοι καὶ γαστρὸς δοῦλοι ἐπὶ βασιλικὴν κληθέντες τράπεζαν, καὶ τὸν προσήκοντα καιρὸν οὐκ ἀναµένοντες, κατὰ τὰ παιδίατὰ µικρὰ, λυµαίνονται αὐτῶν τὴν εὐφροσύνην, προλαµβάνοντες, καὶ κορεννύντες ἑαυτοὺς σιτίοις καταδεεστέροις· οὕτω δὴ καὶ οὗτοι οἱ ἐνταῦθα ἐπιζητοῦντες καὶ λαµβάνοντες, τὸν µισθὸν ἐλαττοῦσι τὸν ἐκεῖ. Εἶτα δανείζων µὲν, µετὰ πλείονα χρόνον ἐπιθυµεῖς ἀπολαβεῖν τὸ κεφάλαιον, τάχα δὲ οὐδὲ ἀπολαβεῖν, ἵνα τῇ µελλήσει πλείονα τὸν τόκον ἐργάσῃ· ἐνταῦθα δὲ εὐθέως ἀπαιτεῖς, καὶ ταῦτα οὐ µέλλων ἐνταῦθα εἶναι, ἀλλ' ἐκεῖ διηνεκῶς, οὐ µέλλων ἐνταῦθα δικάζεσθαι, ἀλλ' ἐκεῖ τὰς εὐθύνας ὑφέξων; Καὶ εἰ µέν τίς σοι κατεσκεύαζεν οἰκίας, ἔνθα µὴ ἔµελλες µένειν, ζηµίαν τὸ πρᾶγµα ἐνόµισας ἄν· νῦν δὲ ἐνταῦθα βούλει πλουτεῖν, ὅθεν καὶ πρὸ τῆς ἑσπέρας µέλλεις πολλάκις ἀποδηµεῖν; Οὐκ οἶδας, ὅτι ἐπ' ἀλλοτρίας διατρίβοµεν, καθάπερ ξένοι καὶ πάροικοι; οὐκ οἶδας, ὅτι παροίκων ἐστὶν ἐκβάλλεσθαι, ὅτε µὴ προσδοκῶσι, µηδὲ ἐλπίζουσιν; ὅπερ καὶ ἡµεῖς πάσχοµεν.∆ ιὰ δὴ τοῦτο, ὅσα ἂν κατασκευάσωµεν, ἐνταῦθα ἀφίεµεν. Οὐ γὰρ συγχωρεῖ ὁ∆ εσπότης λαµβάνοντας αὐτὰ ἀπελθεῖν, ἄν τε οἰκίας οἰκοδοµήσωµεν, ἄν τε ἀγροὺς ἀγοράσωµεν, ἄν τε ἀνδράποδα, ἄν τε σκεύη, ἄντε ἕτερόν τι τοιοῦτον. Οὐ µόνον δὲ οὐκ ἀφίησιν ἐντεῦθεν λαβόντας ἀπελθεῖν, ἀλλ' οὐδὲ λογίζεταί σοι τὸν µισθόν· προεῖπε γάρ σοι, ὅτι µὴ οἰκοδοµήσῃς, µηδὲ δαπανήσῃς τὰ ἀλλότρια, ἀλλὰ τὰ σά, Τί τοίνυν τὰ σὰ ἀφεὶς, ἐν τοῖς ἀλλοτρίοις ἐργάζῃ καὶ δαπανᾷς, ἵνα ἀπολέσῃς καὶ τὸν πόνον καὶ τὸν µισθὸν, καὶ κόλασιν τὴν ἐσχάτην ὑποµείνῃς; Μὴ, παρακαλῶ· ἀλλ' ἐπειδὴ τῇ φύσει ἐσµὲν πάροικοι, γενώµεθα καὶ προαιρέσει, ἵνα µὴ ἐκεῖ γενώµεθα πάροικοι καὶ ἄτιµοι καὶ ἀπεῤῥιµµένοι. Ἂν γὰρ ἐνταῦθα βουληθῶµεν γενέσθαι πολῖται, οὔτε ἐνταῦθα ἐσόµεθα, οὔτε ἐκεῖ· ἂν δὲ πάροικοι µείνωµεν ὄντες, καὶ διαγάγωµεν οὕτως, ὡς παροίκους διατρίβειν εἰκὸς, πολιτῶν καὶ ἐνταῦθα καὶ ἐκεῖ ληψόµεθα παῤῥησίαν. Ὁ γὰρ δίκαιος, καὶ µηδὲν ἔχων, καὶ ἐνταῦθα ἐν τοῖς ἁπάν των ὡς ἐν τοῖς ἑαυτοῦ διατρίψει, καὶ πρὸς τὸν οὐρανὸν ἀπελθὼν, ὄψεται τὰς αἰωνίουςαὑτοῦ σκηνάς· καὶ οὔτε ἐνταῦθα πείσεταί τι τῶν ἀηδῶν· οὔτε γὰρ ξένον αὐτόν τις ποιῆσαι δυνήσεται τὸν πᾶσαν γῆν ἔχοντα πόλιν· καὶ τὴν αὐτοῦ πατρίδα ἀπολαβὼν, ἐπιδέξεται τὸν ἀληθῆ πλοῦτον. Ἵν' οὖν ἀµφότερα κερδάνωµεν, καὶ τὰ ἐνταῦθα καὶ τὰ ἐκεῖ, εἰς δέον τοῖς οὖσι χρησώµεθα. Οὕτω γὰρ ἐσόµεθα τῶν οὐρανῶν πολῖται, καὶ πολλῆς ἀπολαυσόµεθα παῤῥησίας· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note