Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
17.17
Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ. αʹ. Ὅρα πάλιν µετ' ἐγκωµίων τὴν προτροπὴν γινοµένην ἐγκωµίων µειζόνων. Καὶ οὐκ εἶπεν, Ἵνα δῶτε, ἀλλ', Ἵνα περισσεύητε πίστει τῇ τῶν χαρισµάτων, καὶ λόγῳ τῷ τῆς σοφίας, καὶ γνώσει τῇ τῶν δογµάτων, καὶ πάσῃ σπουδῇ πρὸςτὴν ἄλλην ἀρετὴν, καὶ τῇ ἐξ ὑµῶν ἀγάπῃ· ταύτῃ ᾗ προεῖπον, ἧς καὶ τὴν ἀπόδειξιν ἐποιησάµην. Ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. Εἶδες ὅτι διὰ τοῦτο ἐκεῖθεν ἤρξατο ἀπὸ τῶν ἐπαίνων ἐκείνων, ἵνα ὁδῷ προβαίνων, εἰς τὴν αὐτὴν αὐτοὺς καὶ ἐν τούτοις ἑλκύσῃ σπουδήν. Οὐ κατ' ἐπιταγὴν λέγω. Ὅρα πῶς συνεχῶς αὐτοῖς χαρίζεται, πῶς ἀνεπαχθὴς γίνεται, καὶ οὐ βίαις οὐδὲ ἀναγκαστικός· µᾶλλον δὲ ἀµφότερα ὁ λόγος ἔχει, καὶ τὸ ἀνεπαχθὲς, καὶ τὸ ἀκατανάγκαστον. Ἐπειδὴ γὰρ συνεχῶς παρῄνεσε, καὶ σφόδρα Μακεδόνας ἐνεκωµίασεν, ἵνα µὴ δόξῃ τοῦτο ἀνάγκη εἶναι, φησὶν, Οὐ κατ' ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆςἑτέρων σπουδῆς, καὶ τὸ τῆς ὑµετέρας ἀγάπης γνήσιον δοκιµάζων. Οὐχ ὡς ἀµφισβητῶν· οὐ γὰρ τοῦτο ἐνταῦθα δηλοῖ· ἀλλὰ δόκιµον αὐτὸ ποιῶν, καὶ ἀποφαίνων, καὶ ἰσχυρότερον κατασκευάζων.∆ ιὰ γὰρ τοῦτο ταῦτά φηµι, ἵνα ὑµᾶς παροξύνω πρὸς τὴν αὐτὴν προθυµίαν· καὶ µέµνηται τῆς ἐκείνων σπουδῆς, λαµπρύνων, φαιδρύνων, ἐρεθίζων τὴν ὑµετέραν διάθεσιν. Εἶτα ἀπὸ τούτου εἰς ἕτερον µεῖζον κατήντησε· καὶ γὰρ οὐδένα παρίησι τρόπον συµβουλῆς, ἀλλὰ πάντα κινεῖ καὶ µεταχειρίζει τὸν λόγον· καὶ γὰρ ἀπὸ τῶν ἀλλοτρίων ἐγκωµίων προέτρεψε λέγων, Γινώσκετε τὴν χάριν τοῦ Θεοῦ τὴν δεδοµένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· καὶ ἀπὸ τῶν οἰκείων, Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, λόγῳ, καὶ γνώσει. Μειζόνως γὰρ δύναται τοῦτο δακεῖν, ὅταν ὑφ' ἑαυτοῦ τις ἡττᾶται, ἢ ὅταν ὑφ' ἑτέρων. Εἶτα λοιπὸν ἐπὶ τὸ κεφάλαιον καὶ τὴν κορωνίδα τῆς συµβουλῆς ἵεται· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡµῶν, ὅτι δι' ἡµᾶς ἐπτώχευσε, πλούσιος ὢν, ἵνα ἡµεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωµεν. Ἐννοήσατε γὰρ, φησὶν, ἐνθυµήθητε καὶ λογίσασθε τὴν χάριν τοῦ Θεοῦ, καὶ µὴ ἁπλῶς αὐτὴν παραδράµητε, ἀλλὰ στοχάσασθε αὐτῆς τὸ µέ γεθος, ὅση ἐστὶ καὶ ἡλίκη, καὶ οὐδενὸς φείσεσθε τῶν ὑµετέρων. Ἐκεῖνος δόξαν ἐκένωσεν, οὐχ ἵνα ὑµεῖς τῷ πλούτῳ αὐτοῦ, ἀλλὰ τῇ πτωχείᾳ πλουτήσητε. Εἰ µὴ πιστεύεις, ὅτι ἡ πτωχεία πλούτου ἐστὶ ποιητικὴ, ἐννόησόν σου τὸν∆ εσπότην, καὶ οὐκέτι ἀµφιβάλῃς. Εἰ µὴ γὰρ ἐκεῖνος ἐγένετο πτωχὸς, οὐκ ἂν ἐγένου σὺ πλούσιος. Τὸ γὰρ θαυµαστὸν τοῦτο ὅτι πτωχεία ἐπλούτησε πλοῦτον. Πλοῦτον δὲ ἐνταῦθά φησι τὴν γνῶσιν τῆς εὐσεβείας, τὸν τῶν ἁµαρτηµάτων καθαρισµὸν, τὴν δικαιοσύνην, τὸν ἁγιασµὸν, τὰ µυρία ἅπερ παρέσχενἡµῖν ἀγαθὰ, καὶ µέλλει παρέχειν. Καὶ ταῦτα ἅπαντα διὰ τῆς πτωχείας γέγονεν ἡµῖν. Ποίας πτωχείας;∆ ιὰ τοῦ σάρκα ἀναλαβεῖν καὶ γενέσθαι ἄνθρωπον, καὶ παθεῖν ἅπερ ἔπαθε. Καίτοι γε ἐκεῖνος ταῦτα οὐκ ὤφειλε, σὺ δὲ ὀφείλεις αὐτῷ. Καὶ γνώµην ὑµῖν ἐν τούτῳ δίδωµι πρὸς τὸ συµφέρον. Ὅρα πῶς πάλιν τοῦ ἀνεπαχθὴς εἶναι φροντίζει, καὶ δύο τούτοις παραµυθεῖται τὸν λόγον, καὶ τῷ εἰπεῖν, Γνώµην δίδωµι, καὶ, Πρὸς τὸ ὑµῶν συµφέρον. Οὔτε γὰρ καταναγκάζω καὶ βιάζοµαι, φησὶ, καὶ παρὰ ἀκόντων ἀπαιτῶ· οὔτε τὸ τῶν λαµβανόντων ὡς τὸ ὑµῖν λυσιτελὲς σκοπῶν, ταῦτα λέγω. Εἶτα καὶ τὸ παράδειγµα λοιπὸν ἐξ αὐτῶν, ἀλλὰ οὐκ ἐξ ἑτέρων. Οἵτινες οὐ µόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Ὅρα πῶς δείκνυσι καὶ αὐτοὺς ἑκόντας καὶ χωρὶς προτροπῆς ἐπὶ τοῦτο ἐλθόντας. Ἐπειδὴ γὰρ τοῦτο ἐµαρτύρησε Θεσσαλωνικεῦσιν, ὅτι αὐθαίρετοι µετὰ πολλῆς παρακλήσεως ἥψαντο τῆς ἐλεηµοσύνης, βούλεται καὶ τούτων δεῖξαιτὸ κατόρθωµα τοῦτο ὄν.∆ ιὸ εἶπεν· Οὐ µόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν· καὶ οὐχὶ, Ἐνήρξασθε, ἀλλὰ, Προενήρξασθε ἀπὸ πέρυσι. Ἐπὶ ταῦτα οὖν ὑµᾶς παρακαλῶ, ἐφ' ἃ ἑαυτοὺς φθάσαντες διηγείρατε µετὰ προθυµίας ἁπάσης. Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπετελέσατε. Οὐκ εἶπεν, Ἐποιήσατε, ἀλλ', ἐπεθήκατε τέλος. Ὅπως καθάπερ ἡ προθυµία ἐκ τοῦ θέλειν, οὕτω καὶ τὸ ποιῆσαι ἐκ τοῦ ἔχειν. Ἵνα µὴ µέχρι προθυµίας στῇ τὸ καλὸν τοῦτο κατόρθωµα, ἀλλὰ καὶ τὸν ἀπὸ τῶν ἔργων λάβῃ µισθόν· εἰ γὰρ ἡ προθυµία πρόκειται, καθ' ὃ ἂν ἔχῃ τις, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Ὅρα σοφίαν ἄφατον.∆ είξας τοὺς ὑπὲρ δύναµινποιοῦντας, τοὺς Θεσσαλονικέας λέγω, καὶ ἐπαινέσας αὐτοὺς ἐπὶ τούτῳ, καὶ εἰπὼν, ὅτι Μαρτυρῶ αὐτοῖς, ὅτι καὶ ὑπὲρ δύναµιν· ἐπειδὴ κατὰ δύναµιν παρακαλεῖ µόνον, ἀφεὶς τὸ ὑπόδειγµα ἐργάσασθαι τὸ ἑαυτοῦ· ᾔδει γὰρ, ὅτι οὐχ οὕτω παραίνεσις, ὡς ζῆλος ἐγείρει πρὸς τὴν τῶν ὁµοίων µίµησιν· διό φησιν· Εἰ γὰρ ἡ προθυµία πρόκειται, καθ' ὃ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Μὴ φοβηθῇς, φησὶν, ἐπειδὴ ἐκεῖνα εἴρηκα· τῆς γὰρ ἐκείνων φιλοτιµίας ἐγκώµιον τὸ εἰρηµένον· ὁ δὲ Θεὸς τὰ κατὰ δύναµιν ἀπαιτεῖ, καὶ καθ' ὃ ἔχει τις, οὐ καθ' ὃ οὐκ ἔχει. Τὸ γὰρ, Εὐπρόσδεκτος, ἐνταῦθα τὸ, Ἀπαιτεῖται, δηλοῖ. Καὶ σφόδρα λιπαίνει, τούτῳ θαῤῥῶν τῷ ὑποδείγµατι, καὶ τῷ δοῦναι ἐξουσίαν µᾶλλον ἐφελκόµενος· διὸ καὶ ἐπήγαγεν, Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑµῖν δὲ θλῖψις. βʹ. Καίτοιγε ὁ Χριστὸς τοὐναντίον ἐπῄνεσεν ἐπὶ τῆς χήρας, ὅτι τὸν βίον ὅλον ἐκένωσε, καὶ ἐκ τοῦ ὑστερήµατος ἔδωκεν. Ἀλλ' ἐπειδὴ Κορινθίοις διελέγετο, ἔνθα ᾑρεῖτο λιµώττειν· Καλὸν γάρ µοι µᾶλλον τὸ ἀποθανεῖν, ἢ τὸ καύχηµά µου ἵνα τις κενώσῃ· διὰ τοῦτο συµµεµετρηµένῃ χρῆται τῇ παραινέσει, ἐπαινῶν µὲν τοὺς ὑπὲρ δύναµιν, οὐκ ἀναγκάζων δὲ τούτους ποιῆσαι τοῦτο, οὐκ ἐπειδὴ οὐκ ἐβούλετο, ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἦσαν. Ἐπεὶ τίνος ἕνεκεν ἐκείνους ἐγκωµιάζει, ὅτι ἐν πολλῇ δοκιµῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους[ αὐτῶν] πτωχεία ἐπερίσσευσεν εἰςτὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, καὶ ὅτι ὑπὲρ δύναµιν ἔδωκαν; οὐκ εὔδηλον, ὅτι καὶ τούτους εἰς ταῦτα ἐνάγων; Ὥστε εἰ καὶ δοκεῖ τὰ ἐλάττονα συγχωρεῖν· ἵνα δι' ἐκείνων ἐπὶ ταῦτα ἀναβιβάσῃ, τοῦτο ποιεῖ. Σκόπει γοῦν καὶ διὰ τῶν ἑξῆς πῶς λανθανόντως αὐτὸ κατασκευάζει. Εἰπὼν γὰρ ταῦτα, ἐπήγαγε· Τὸ ὑµῶν περίσσευµα εἰς τὸ ἐκείνων ὑστέρηµα. Οὐ γὰρ τοῖς εἰρηµένοις µόνον, ἀλλὰ καὶ τούτοις κούφην ποιῆσαι βούλεται τὴν ἐντολήν. Καὶ οὐκ ἐντεῦθεν µόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀντιδόσεως πάλιν εὐκολωτέραν αὐτὴν καθίστησι, καὶ µείζονα φθέγγεται τῆς ἀξίας αὐτῶν, λέγων· Ἵνα γένηται ἰσότης ἐν τῷ νῦν καιρῷ, καὶ τὸ ἐκείνων περίσσευµα εἰς τὸ ὑµῶν ὑστέρηµα. Τί δέ ἐστιν ὅ φησι; Κοµᾶτε χρήµασιν ὑµεῖς· κοµῶσιν ἐκεῖνοι βίῳ καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν Θεόν.∆ ότε τοίνυν αὐτοῖς ἀφ' ὧν περισσεύετε χρηµάτων, ἐκεῖνοι δὲ οὐκ ἔχουσιν, ἵνα λάβητε ἀπὸ τῆς παῤῥησίας καθ' ἣν πλουτοῦσιν ἐκεῖνοι, ὑστερεῖσθε δὲ ὑµεῖς. Ὅρα πῶς τὸ ὑπὲρ δύναµιν, καὶ τὸ ἐκ τοῦ ὑστερήµατος διδόναι κατεσκεύασε λανθανόντως. Εἰ γὰρ βούλει, φησὶν, ἐκ τοῦ περισσεύµατος λαβεῖν, ἐκ τοῦ περισσεύµατος δός· εἰ δὲ ὁλόκληρον ἐπισπάσασθαι, ἐκ τοῦ ὑστερήµατος παρέξεις, καὶ ὑπὲρ δύναµιν. Ἀλλὰ τοῦτο µὲν οὐ λέγει, καταλείπει δὲ αὐτὸ τῷ λογισµῷ τῶν ἀκροατῶν· αὐτὸς δὲ τὸ προκείµενον, καὶ τὴν σύµµετρον παραίνεσιν τέως ἐργάζεται, κατὰ τὸ φαινόµενον ἐπάγων καὶ λέγων· Ὅπως γένηται ἰσότης ἐν τῷ νῦν καιρῷ. Πῶς ἰσότης; Τὰ περισσεύµατα ἀντιδιδόντων ὑµῶν κἀκείνων, καὶ τὰ ὑστερήµατα πληρούντων. Καὶ ποία αὕτη ἰσότης, σαρκικῶν πνευµατικὰ ἀντιδιδόναι; πολλὴ γὰρ ἐνταῦθα ὑπεροχή· πῶς οὖν ἰσότητα καλεῖ; Ἣ κατὰ τὸ περισσεύειν καὶ ὑστερεῖσθαι, ἣ κατὰ τὸν παρόντα βίον τοῦτο φησὶ γενέσθαι µόνον.∆ ιὰ γὰρ τοῦτο εἰπὼν, Ἰσότης, ἐπήγαγεν, Ἐν τῷ νῦν καιρῷ. Ταῦτα δὲ ἔλεγε, καὶ τῶν πλουτούντων καταστέλλων τὰ φρονήµατα, καὶ δεικνὺς, ὅτι µετὰ τὴν ἐντεῦθεν ἀποδηµίαν, ἐν πλείονι οἱ πνευµατικοὶ ὑπεροχῇ. Ἐντεῦθεν µὲν γὰρ πολλῆς ἅπαντες ἀπολαύοµεν ἰσοτιµίας· τότε δὲ πολλὴ διάκρισις, καὶ µεγίστη ὑπεροχὴ, ὑπὲρ τὸν ἥλιον λαµπόντων τῶν δικαίων. Εἶτα ἐπειδὴ ἔδειξεν αὐτοὺς οὐ διδόντας µόνον, ἀλλὰ καὶ ἀντιλαµβάνοντας µείζονα, καὶ ἑτέρωθεν βούλεται κατασκευάσαι τὴν προθυµίαν αὐτῶν, δεικνὺςὅτι οὐδ' εἰ µὴ µεταδοῖεν ἑτέροις, ἕξουσί τι πλέον, πάντα ἔνδον συνάγοντες. Καὶ παράγει παλαιὰν ἱστορίαν, οὕτω λέγων· Καθὼς γέγραπται, Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησε. Τοῦτο δὲ ἐπὶ τοῦ µάννα γέγονεν. Οἵ τε γὰρ πλεῖον συναγαγόντες, οἵ τε ἔλαττον τὸ αὐτὸ µέτρον εὑρίσκοντο ἔχοντες, τὴν ἀπληστίαν τοῦ Θεοῦ ταύτῃ κολάζοντος. Ταῦτα δὲ ἔλεγεν, ὁµοῦ καὶ φοβῶν αὐτοὺς ἀπὸ τῶν τότε γενοµένων, καὶ µηδαµοῦ τοῦ πλείονος ἐφίεσθαι πείθων, µηδὲ ἀλγεῖν ἐπὶ τῷ ἔλαττον ἔχειν. Τοῦτο δὲ καὶ νῦν γινόµενον ἔστιν ἰδεῖν ἐπὶ τῶν βιωτικῶν πραγµάτων, οὐκ ἐπὶ τοῦ µάννα µόνον. Εἰ γὰρ ἅπαντες µίαν γαστέρα πληροῦµεν, καὶ τὸν αὐτὸν χρόνον ζῶµεν, καὶ ἓν σῶµα περιβαλλόµεθα· οὐδὲν οὔτε τῷ πλουτοῦντι πλέον ἀπὸ τῆς περιουσίας ἔσται, οὔτε τῷ πένητι ἀπὸ τῆς πτωχείας ἔλαττον. Τί τοίνυν τρέµεις πενίαν; τί δὲ διώκεις πλοῦτον;∆ έδοικα, φησὶ, µὴ ἀναγκασθῶ ἐπὶ τὰς ἑτέρων θύρας ἐλθεῖν, καὶ δεηθῆναι τοῦ πλησίον. Πολλῶν δὲ καὶ εὐχοµένων τοῦτο ἀκούω συνεχῶς, καὶ λεγόντων, Μή µε ἀφῇς ἐν χρείᾳ ἀνθρώπων καταστῆναί ποτε. Καὶ σφόδρα γελῶ ταῦτα ἀκούων· καὶ γὰρ παιδικὸς ὁ φόβος. Καθ' ἑκάστην γὰρ ἡµέραν, καὶ ἐν ἅπασιν, ὡς εἰπεῖν, ἐν χρείᾳ ἀλλήλων καθεστήκαµεν. Ὥστε ἀπερισκέπτου ψυχῆς καὶ πεφυσιωµένης ταυτὶ τὰ ῥήµατα, καὶ οὐ διαγινωσκούσης σαφῶς τὴν τῶν πραγµάτων φύσιν. Οὐχ ὁρᾷς, ὅτι πάντες ἀλλήλων χρῄζοµεν; ὁ στρατιώτης τοῦ χειροτέχνου, ὁ χειροτέχνης τοῦ ἐµπόρου, ὁ ἔµπορος τοῦ γεωργοῦ, ὁ δοῦλος τοῦ ἐλευθέρου, ὁ δεσπότης τοῦ δούλου, ὁ πένης τοῦ πλουσίου, ὁ πλούσιος τοῦ πένητος, ὁ µηδὲν ἐργαζόµενος τοῦ διδόντος ἐλεηµοσύνην, ὁ παρέχων τοῦ λαµβάνοντος· καὶ γὰρ ὁ λαµβάνων ἐλεηµοσύνην, µεγίστην χρείαν πληροῖ, καὶ πάντων µείζονα. Εἰ γὰρ µὴ πένητες ἦσαν, τὸ πλέον ἂν ἀνετράπη τῆς ἡµετέρας σωτηρίας, οὐκ ἐχόντων ποῦ καταβαλεῖν τὰ χρήµατα. Ὥστε καὶ ὁ δοκῶν ἁπάντων ἀχρηστότερος εἶναι πένης, οὗτος ἁπάντων ἐστὶ χρησιµώτερος. Εἰ δὲ τὸ ἑτέρου δεῖσθαι, αἰσχρὸν, ἀποθανεῖν λείπεται· οὐ γὰρ ἔνι ζῆσαι τοῦτο δεδοικότα. Ἀλλ' οὐ δύναµαι, φησὶν, ἐνεγκεῖν ὀφρῦν ἀνεσπασµένην. Τί ἄλλον διαβάλλων ἐπ' ἀλαζονείᾳ, σαυτὸν καταισχύνεις τῇ κατηγορίᾳ ταύτῃ; καὶ γὰρ ἀλαζονικὸν τὸ µὴ φέρειν ὑπερηφάνου ψυχῆς φύσηµα. Τί δὲ τὰ µηδενὸς ὄντα λόγου ἄξια ταῦτα δέδοικας, ταῦτα τρέµεις, καὶ διὰ ταῦτα τὴν πενίαν φρίττεις; Κἂν γὰρ πλούσιος ᾖς, ἐν πλειόνων καταστήσῃ χρείᾳ, καὶ πλειόνων καὶ εὐτελεστέρων. Ὅσῳ γὰρ ἂν πλουτῇς, τοσοῦτον τῇ ἀρᾷ ταύτῃ σαυτὸν ὑποβάλλεις. γʹ. Οὕτως ἀγνοεῖς ὅπερ εὔχῃ, χρήµατα µὲν αἰτῶν ὑπὲρ τοῦ µηδενὸς δεῖσθαι· ὥσπερ ἂν εἴ τις εἰς πέλαγος ἐλθὼν, ἔνθα καὶ ναυτῶν καὶ πλοίου καὶ µυρίας χρεία κατασκευῆς, εὔχοιτο µηδενὸς ὅλως ἐν χρείᾳ γενέσθαι. Εἰ γὰρ βούλει µηδενὸς σφόδρα δεῖσθαι, εὔχου πενίαν· πένης µὲν γὰρ ὢν, κἄν τινος δεηθῇς, ὑπὲρ ἄρτου δεήσῃ µόνον ἢ ἱµατίου· πλουτῶν δὲ, καὶ ὑπὲρ ἀγρῶν, καὶ ὑπὲρ οἰκιῶν, καὶ ὑπὲρ τελεσµάτων, καὶ ὑπὲρ µισθωµάτων, καὶ ὑπὲρ ἀξιώµατος, καὶ ὑπὲρ ἀσφαλείας, καὶ ὑπὲρ δόξης, καὶ ὑπὲρ ἀρχόντων χρείαν ἕξεις· οὐ τούτων δὲ µόνον, ἀλλὰ καὶ τῶν ὑποτεταγµένων ἐκείνοις, καὶ τῶν ἐν πόλει, καὶ τῶν ἐν ἀγροῖς, καὶ ἐµπόρων καὶ καπήλων. Ὁρᾶτε ὅτι ἀνοίας ἐσχάτης ταυτὶ τὰ ῥήµατα; Ὅλως γὰρ εἰ φρικτὸν εἶναί σοι δοκεῖ τὸ χρῄζειν τινός· καθόλου µὲν οὐ δυνατὸν ἀπαλλαγῆναι τούτου· εἰ δὲ θέλεις τὸν ὄχλον φυγεῖν, ἔξεστι γὰρ, ἐπὶ τὸν ἀκύµαντον τῆς πενίας καταφυγὼν λιµένα, τὸν πολὺν τῶν πραγµάτων ὄχλον περίκοψον, καὶ µηδὲναἰσχρὸν τοῦτο νόµιζε τὸ δεῖσθαι ἑτέρου· τῆς γὰρ ἀφάτου σοφίας τοῦ Θεοῦ τοῦτο γέγονεν ἔργον. Εἰ γὰρ ἀλλήλων χρῄζοµεν, καὶ οὐδὲ ἡ τῆς χρείας ἀνάγκη συνάγει εἰς φιλίαν ἡµᾶς· εἰ αὐτάρκεις ἦµεν, οὐκ ἦµεν ἂν θηρία ἀτίθασσα; Βίᾳ οὖν καὶ ἀνάγκῃ ἡµᾶς ὑπέταξεν ἀλλήλοις ὁ Θεὸς, καὶ καθ' ἑκάστην συγκρουόµεθα ἀλλήλοις ἡµέραν. Καὶ εἰ τοῦτον περιεῖλε τὸν χαλινὸν, τίς ἂν ταχέως ἠράσθη τῆς τοῦ πλησίον φιλίας; Μηδὲ τοῦτο οὖν νοµίζωµεν εἶναι αἰσχρὸν, µηδὲ ἀπευχώµεθα καὶ λέγωµεν, Μὴ δῷς ἡµᾶς ἐν χρείᾳ τινὸς καταστῆναι· ἀλλ' εὐχώµεθα λέγοντες· Μὴ ἀφῇς, ἐν χρείᾳ καταστάντων ἡµῶν, ἀνανεῦσαι τοὺς δυναµένους ἡµᾶς ὠφελεῖν. Οὐ τὸ ἐν χρείᾳ ἑτέρων καταστῆναι, ἀλλὰ τὸ ἁρπάζειν τὰ ἑτέρων, φορτικόν. Νῦν δὲ ὑπὲρ µὲν ἐκείνων οὐδέποτε εὐξάµεθα, οὐδὲ εἴποµεν· Μὴ δῷς µοι ἐπιθυµῆσαι τῶν ἀλλοτρίων· τὸ δὲ ἐν χρείᾳ καταστῆναι, τοῦτο δοκεῖ ἀπευκταῖον εἶναι. Καίτοι Παῦλος ἐν χρείᾳ κατέστη πολλάκις, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ἐκαλλωπίζετο καὶ ἐνεκωµίαζε τοὺς διακονησαµένους, λέγων· Ὅτι καὶ ἅπαξ καὶ δὶς ἐν ταῖς χρείαις µου ἐπέµψατε· καὶ πάλιν· Ἄλλας, Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑµῶν διακονίαν. Οὐ τοίνυν ἐλευθερίας ἐστὶ τὸ ταῦτα αἰσχύνεσθαι, ἀλλὰ µαλακίας καὶ βαναύσου ψυχῆς καὶ ἀνοήτου. Καὶ γὰρ τῷ Θεῷ δοκεῖ χρείαν ἡµᾶς ἀλλήλων ἔχειν. Μὴ τοίνυν φιλοσόφει πέρα τοῦ µέτρου. Ἀλλ' οὐ δύναµαι, φησὶν, ἐνεγκεῖν ἄνθρωπον παρακαλούµενον πολλάκις, καὶ οὐκ εἴκοντα. Καὶ πῶς σε οἴσει ὁ Θεὸς παρακαλούµενον ὑπ' αὐτοῦ, καὶ οὐ πειθόµενον, καὶ παρακαλούµενον ὑπὲρ τῶν σοι συµφερόντων; Ὑπὲρ γὰρ Χρι στοῦ πρεσβεύοµεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡµῶν· καταλλάγητε τῷ Θεῷ. Καὶ µέντοι δοῦλος αὐτοῦ, φησὶν, εἰµί. Καὶ τί τοῦτο; Ὅταν γὰρ σὺ µὲν µεθύῃς ὁ δοῦλος, ἐκεῖνος δὲ πεινᾷ ὁ δεσπότης, καὶ µηδὲ τῆς ἀναγκαίας ἀπολαύῃ τροφῆς, τί σου τὸ τῆς δουλείας ὄνοµα προστήσεται; Τοῦτο µὲν οὖν αὐτό σε καὶ βαρήσει µειζόνως, ὅταν µὲν σὺ ἐν τριωφόροις µένῃς, ἐκεῖνος δὲ µηδὲ χρηστῆς µετέχῃ στέγης· ὅταν σὺ µὲν ἐν ἁπαλαῖς στρωµναῖς, ἐκεῖνος δὲ µηδὲ προσκεφάλαιον ἔχῃ. Ἀλλ' ἔδωκα, φησίν. Ἀλλ' οὐ χρὴ διαλιµπάνειν ταῦτα ποιοῦντα. Τότε γὰρ µόνον ἀπολογήσῃ, ὅταν µὴ ἔχῃς, ὅταν µηδὲν κεκτηµένος ᾖς· ἕως δ' ἂν ἔχῃς, κἂν µυρίοις ᾖς δεδωκὼς, ὦσι δὲ ἕτεροι πεινῶντες, οὐδεµία σοι ἀπολογία. Ὅταν δὲ καὶ ἀποκλείῃς σῖτον, καὶ τὴν τιµὴν ἐπιτείνῃς, καὶ ἑτέρας καπηλείας ξένας ὁδοὺς ἐπινοῇς, ποίαν ἕξεις σωτηρίας ἐλπίδα λοιπόν;∆ ωρεὰν ἐκελεύσθης διδόναι τῷ πεινῶντι, σὺ δὲ οὐδὲ µετὰ συµµέτρου δίδως τιµῆς· αὐτὸς διὰ σὲ τὴν τοσαύτην δόξαν ἐκένωσε, σὺ δὲ αὐτὸν οὐδὲ ἄρτου ἀξιοῖς· ἀλλ' ὁ µὲν κύων ἐµπέπλησται, ὁ δὲ Χριστὸς λιµῷ τήκεται· καὶ ὁ µὲν οἰκέτης διαῤῥήγνυται ὑπὸ πλησµονῆς, ὁ δὲ σὸς κἀκείνου∆ εσπότης ἀναγκαίας ἀπορεῖ τροφῆς. Καὶ ποῦ ταῦτα φίλων τὰ πράγµατα; Καταλλάγητε τῷ Θεῷ· ταῦτα γὰρ ἐχθρῶν ἐστι καὶ ἐκπεπολεµωµένων. Αἰσχυνθῶµεν τοίνυν ὅσα εὐεργετήθηµεν, ὅσα εὐεργετεῖσθαι µέλλοµεν· κἂν προσέλθῃ πένης δεόµενος, µετὰ πολλῆς αὐτὸν δεχώµεθα τῆς εὐνοίας, παρακαλοῦντες, ἀνιστῶντες τῷ λόγῳ, ἵνα καὶ αὐτοὶ τῶν αὐτῶν τύχωµεν καὶπαρὰ τοῦ Θεοῦ, καὶ παρὰ τῶν ἀνθρώπων. Ὅσα γὰρ ἐὰν θέλητε ἵνα ποιήσωσιν ὑµῖν, καὶ ὑµεῖς ποιεῖτε αὐτοῖς. Οὐδὲν φορτικὸν, οὐδὲν ἐπαχθὲς οὗτος ὁ νόµος ἔχει. Ἃ θέλεις πάσχειν, ταῦτα ποίει, φησίν· ἴση ἡ ἀντίδοσις. Καὶ οὐκ εἶπεν· Ἃ µὴ θέλετε πάσχειν, µηδὲ ποιεῖτε· ἀλλὰ τὸ πλέον. Ἐκεῖνο µὲν γὰρ ἀποχὴ κακῶν, τοῦτο δὲ ἐργασία καλῶν, κἀκείνῳ τοῦτο συµπεριείληπται. Καὶ οὐκ εἶπε· Ταῦτα καὶ ὑµεῖς θέλετε, ἀλλὰ, Ποιεῖτε αὐτοῖς. Καὶ τί τὸ κέρδος; Οὗτός ἐστιν ὁ νόµος καὶ οἱ προφῆται. Ἐλεεῖσθαι βούλει; οὐκοῦν ἐλέει. Συγγνώµης θέλεις τυχεῖν; οὐκοῦν µεταδίδου. Βούλει µὴ ἀκούειν κακῶς; οὐκοῦν µηδὲ κακῶς λέγε. Ἐπιθυµεῖς ἐπαινεῖσθαι, οὐκοῦν ἐγκωµίαζε. Θέλεις µὴ πλεονεκτεῖσθαι; οὐκοῦν µὴ ἅρπαζε. Εἶδες πῶς ἔδειξε φυσικὸν ὂν τὸ καλὸν, καὶ οὐ δεοµένους νόµων τῶν ἔξωθεν ἡµᾶς, οὐδὲ διδασκάλων; Ἐν οἷς γὰρ θέλοµεν παθεῖν, ἢ µὴ παθεῖν παρὰ τῶν πλησίον, νοµοθετοῦµεν ἡµῖν ἑαυτοῖς. Ὥστε ἂν ἐθέλῃς µὲν µὴ παθεῖν, ποιῇς δὲ, ἢ θέλῃς µὲν παθεῖν, µὴ ποιῇς δὲ, αὐτοκατάκριτος γέγονας, καὶ οὐδεµιᾶς λοιπὸν ἀπολαύεις ἀπολογίας ὡςἀγνοῶν καὶ οὐκ εἰδὼς τὰ πρακτέα.∆ ιὸ, παρακαλῶ, τοῦτον ἐν ἑαυτοῖς δι' ἑαυτοὺς ἀναστήσαντες τὸν νόµον. καὶ ταῦτα ἀναγινώσκοντες τὰ γράµµατα τὰ σαφῆ καὶ σύντοµα, τοιοῦτοι περὶ τοὺς πλησίον γινώµεθα, οἵους περὶ ἡµᾶς αὐτοὺς εἶναι βουλόµεθα, ἵνα καὶτῆς παρούσης ἀπολαύσωµεν ἀδείας, καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.