Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
18.18
Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑµῶν ἐν τῇ καρδίᾳ Τίτου αʹ. Πάλιν ἐπαινεῖ τὸν Τίτον. Ἐπειδὴ γὰρ περὶ ἐλεηµοσύνης διελέχθη, διαλέγεται λοιπὸν καὶ περὶ τῶν µελλόντων ὑποδέχεσθαι παρ' αὐτῶν τὰ χρήµατα, καὶ ἀποκοµίζειν αὐτά. Τοῦτο γὰρ συνεβάλλετο πρὸς τὴν συλλογὴν ταύτην, καὶ πρὸς τὸ µείζω ποιῆσαι τὴν προθυµίαν τῶν εἰσφερόντων. Ὁ γὰρ θαῤῥῶν ὑπὲρ τοῦ διακονουµένου, καὶ µὴ ὑποπτεύων τοὺς ὑποδεχοµένους, µετὰ πλείονος τῆς δαψιλείας ἐπιδίδωσιν. Ὅπερ ἵνα καὶ τότε γένηται, ἄκουσον πῶς συνίστησι τοὺς ἐπὶ τοῦτο ἀφικοµένους, ὧν ἦν πρῶτος Τίτος.∆ ιὸ καί φησι, Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ἐν τῇ καρδίᾳ Τίτου. Τί ἐστι, Τὴν αὐτήν; Ἥνπερ καὶ ὑπὲρ Θεσσαλονικέων εἶχεν, ἢ τὴν αὐτὴν ἐµοί. Καὶ σκόπει σύνεσιν· τοῦ Θεοῦ δεικνὺς ἔργον τοῦτο ὂν, καὶ εὐχαριστεῖ τῷ δεδωκότι, ὥστε καὶ ταύτῃ προτρέψαι. Εἰ γὰρ ὁ Θεὸς αὐτὸν διήγειρε, καὶ ἀπέστειλε πρὸς ὑµᾶς, αὐτὸς αἰτεῖ δι' ἐκείνου. Μὴ τοίνυν νοµίσητε ἀνθρώπινον εἶναι τὸ γεγενηµένον. Καὶ πόθεν δῆλον ὅτι ὁ Θεὸς αὐτὸν προέτρεψεν; Ὅτι τὴν µὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν. Ὅρα πῶς καὶ αὐτὸν δείκνυσι τὰ αὑτοῦ πληροῦντα, ἑτέρων µὴ δεηθέντα. Καὶ εἰπὼν τοῦ Θεοῦ τὴν χάριν, οὐκ ἀφίησι τοῦ Θεοῦ τὸ πᾶν εἶναι, πάλιν ἵνα καὶ ταύτῃ εἰς πλείονα ἐπισπάσηται αὐτοὺς ἀγάπην, εἰπὼν ὅτι καὶοἴκοθεν ἐγήγερται. Σπουδαιότερος γὰρ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν, ἥρπασε τὸ πρᾶγµα, ἐπεπήδησε τῷ θησαυρῷ, οἰκείαν ἐνόµισεν ὠφέλειαν τὴν ὑµετέραν διακονίαν καὶτῷ σφόδρα ὑµᾶς φιλεῖν, οὐδὲ ἐδεήθη τῆς παρ' ἐµοῦ παρακλήσεως, ἀλλὰ παρεκλήθη µὲν καὶ ὑπ' ἐµοῦ, οὐ µέντοι ἐντεῦθεν διηγέρθη, ἀλλ' οἴκοθεν καὶ ἀπὸ τῆς τοῦΘεοῦ χάριτος. Συνεπέµψαµεν δὲ µετ' αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Καὶ τίς οὗτός ἐστιν ὁ ἀδελφός; Τινὲς µὲν τὸν Λουκᾶν· καί φασι, διὰ τὴν ἱστορίαν ἥνπερ ἔγραψε· τινὲς δὲ τὸν Βαρνάβαν· καὶ γὰρ τὸ ἄγραφον κήρυγµα εὐαγγέλιον καλεῖ. Καὶ τίνος ἕνεκεν οὐ τίθησιν αὐτῶν τὰ ὀνόµατα, ἀλλὰ τὸν µὲν Τίτον καὶ ὀνοµαστὶ γνωρίζει, καὶ ἀπὸ τῆς εἰς τὸ Εὐαγγέλιον συνεργίας καλεῖ( εἴ γε τοσοῦτονἦν χρήσιµος, ὡς διὰ τὴν ἀπουσίαν αὐτοῦ µηδὲ δυνηθῆναι µέγα τι καὶ γενναῖον ποιῆσαι τὸν Παῦλον· Τῷ γὰρ µὴ εὑρεῖν Τίτον τὸν ἀδελφόν µου, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύµατί µου)· καὶ ἀπὸ τῆς ἀγάπης τῆς εἰς αὐτοὺς( Τὰ γὰρ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶ, φησὶ, πρὸς ὑµᾶς), καὶ ἀπὸ τῆς περὶ τὸ πρᾶγµα σπουδῆς( Αὐθαίρετοςγὰρ, φησὶν, ἐξῆλθε)· τούτους δὲ οὔτε ὁµοίως συνίστησιν, οὔτε ὀνοµαστὶ τίθησι; τί οὖν ἔστιν εἰπεῖν; Ἴσως ἀγνοοῦντες ἦσαν αὐτούς· διόπερ οὐκ ἐµφιλοχωρεῖ τοῖς ἐγκωµίοις, ἐπειδὴ µηδέπω πεῖραν αὐτῶν εἰλήφεισαν, ἀλλὰ τοσοῦτον λέγει, ὅσον εἰς σύστασιν αὐτοῖς ἤρκει µόνον καὶ τὸφυγεῖν τὴν πονηρὰν ὑποψίαν. Πλὴν ἀλλ' ἴδωµεν πόθεν καὶ αὐτὸν τοῦτον ἐγκωµιάζει. Πόθεν οὖν ἐγκωµιάζει; Πρῶτον ἀπὸ τοῦ κηρύγµατος ἐπαινῶν, οὐχ ὅτι ἐκήρυττε µόνον, ἀλλ' ὅτι καὶ ὡς ἐχρῆν, καὶ µετὰ τῆς προσηκούσης σπουδῆς. Οὐ γὰρ εἶπεν, ὅτι κηρύττει καὶ εὐαγγελίζεται, ἀλλ' ὅτι, Οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ. Καὶ ἵνα µὴ δόξῃ κολακεύειν αὐτὸν, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς ἀνθρώπους, ἀλλ' ὁλοκλήρους Ἐκκλησίας ἄγει µαρτυρούσας αὐτῷ, λέγων·∆ ιὰ πασῶν τῶν Ἐκκλησιῶν. Εἶτα καὶ ἀπὸ τῆς κρίσεως τῶν χειροτονησάντων αἰδέσιµον αὐτὸν ποιεῖ· οὐ µικρὸν δὲ καὶ τοῦτο.∆ ιά τοι τοῦτο εἰπὼν, Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν, ἐπήγαγεν· Οὐ µόνον δέ. Τί ἐστιν, Οὐ µόνον δέ; Οὐ µόνον ἀπὸ τούτου, φησὶν, ἐστὶν αἰδέσιµος, ὅτι κηρύττων εὐδοκιµεῖ, καὶ ἐπαινεῖται παρὰ πάντων, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν σὺν ἡµῖν. Ὅθεν µοι δοκεῖ τὸν Βαρνάβαν αἰνίττεσθαι. Καὶ πολὺ τὸ ἀξίωµα αὐτοῦ σηµαίνει· δείκνυσι γὰρ καὶ ἐπὶ τίνι κεχειροτόνητο. Συνέκδηµος γὰρ ἡµῶν, φησὶ, σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουµένῃ ὑφ' ἡµῶν. Εἶδες ὅσα αὐτοῦ τὰ ἐγκώµια; Εὐαγγελιζόµενος ἔλαµψε, καὶ τὰς Ἐκκλησίας ἔσχεν ἐπὶ τούτῳ µαρτυρούσας πάσας· ἐχειροτονήθη ὑφ' ἡµῶν, καὶ ἐφ' οἷς Παῦλος, καὶ πανταχοῦ κοινωνὸς αὐτῷ γέγονε, καὶ κατὰ τοὺς πειρασµοὺς καὶ κατὰ τοὺς κινδύνους· τὸ γὰρ ὄνοµα τῆς ἐκδηµίας τοῦτο αἰνίττεται. Τί δέ ἐστι, Σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουµένῃ ὑφ' ἡµῶν; Ὥστε τὸν λόγον καταγγέλλειν, φησὶ, καὶ τὸ Εὐαγγέλιον κηρύττειν· ἢ ὥστε καὶ πρὸς τὰ χρήµατα ὑπηρετήσασθαι· µᾶλλον δὲ, πρὸς ἀµφότερά µοι δοκεῖ λέγειν. Εἶτα ἐπάγει· Πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυµίαν ὑµῶν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἠξιώσαµεν, φησὶ, χειροτονηθῆναι αὐτὸν µεθ' ἡµῶν, καὶ εἰς τὸ ἔργον τοῦτο προχειρισθῆναι, ὥστε οἰκονόµον γενέσθαι τῶν ἱερῶν χρηµάτων καὶδιάκονον( οὐδὲ γὰρ τοῦτο µικρὸν ἦν· Ἐπισκέψασθε γὰρ, φησὶν, ἄνδρας ἐξ ὑµῶν µαρτυρουµένους ἑπτά)· καὶ ἐχειροτονήθη ὑπὸ τῶν Ἐκκλησιῶν, καὶ ψῆφος τοῦ δήµου παντὸς ἐγένετο. Τί ἐστιν, Εἰς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυµίαν ὑµῶν; Ἵνα καὶ Θεὸς δοξάζηται, καὶ ὑµεῖς προθυµότεροι γίνησθε, τῶν ὑποδεχοµένων τὰ χρήµατα ταῦτα δοκίµων ὄντων, καὶ οὐδενὸς ψευδῆ τινα ὑποψίαν κατ' αὐτῶν τεκεῖν δυναµένου. βʹ.∆ ιὰ τοῦτο τοιούτους ἐπεζητήσαµεν, καὶ οὐχὶ ἑνὶ µόνῳ τὸ πᾶν ἐπετρέψαµεν, ἵνα καὶ ταύτην φύγῃ τὴν ὑποψίαν, ἀλλὰ καὶ Τίτον ἐπέµψαµεν, καὶ µετὰτούτου ἕτερον. Εἶτα ἑρµηνεύων αὐτὸ τοῦτο τὸ, Πρὸς τὴν δόξαν τοῦ Κυρίου καὶ προθυµίαν ὑµῶν, ἐπήγαγε· Στελλόµενοι τοῦτο, µή τις ἡµᾶς µωµήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουµένῃ ὑφ' ἡµῶν. Τί ποτέ ἐστι τὸ λεγόµενον; Ἄξιον τῆς ἀρετῆς Παύλου, καὶ τὴν πολλὴν αὐτοῦ κηδεµονίαν ἐµφαῖνον καὶ τὴν συγκατάβασιν. Ἵνα γὰρ µή τις ἡµᾶς ὑποπτεύσῃ, φησὶ, µηδὲ τὸν τυχόντα µῶµον καθ' ἡµῶν σχῇ, ὡς νοσφιζοµένων ἐκ τῶν ἐγχειριζοµένων ἡµῖν χρηµάτων, διὰ τοῦτοτοιούτους ἐπέµψαµεν, καὶ οὐχ ἕνα µόνον, ἀλλὰ καὶ δύο καὶ τρεῖς. Εἶδες πῶς ἀπαλλάττει πάσης ὑποψίας αὐτούς; οὐκ ἀπὸ τοῦ εὐαγγελίου, οὐδὲ ἀπὸ τοῦ χειροτονηθῆναι µόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ δοκίµους, καὶ δι' αὐτὸ τοῦτο χειροτονηθῆναι, ἵνα µὴ ὑποπτεύωνται. Καὶ οὐκ εἶπε, Μὴ ὑµεῖς µωµήσησθε, ἀλλὰ, Μή τις ἄλλος. Καίτοι γε δι' αὐτοὺς τοῦτο ἐποίησε, καὶ ᾐνίξατο εἰπὼν, Εἰς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυµίαν ὑµῶν· ἀλλ' ὅµως οὐ βούλεται αὐτοὺς πλῆξαι, ἀλλ' ἑτέρως φησὶ, Στελλόµενοι τοῦτο ποιῆσαι· καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ τῇ ἐπαγωγῇ θεραπεύει πάλιν λέγων, Ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουµένῃ ὑφ' ἡµῶν· καὶ µετ' ἐγκωµίου τὸ βαρὺ τιθείς. Ἵνα γὰρ µὴ ἀλγήσωσι, µηδὲ εἴπωσιν, Ἡµᾶς οὖν ὑφορᾶσθαι ἔχεις, καὶ οὕτως ἐσµὲν ἄθλιοι, ὡς ὑποπτεῦσθαί ποτε ἐπὶ τούτοις; ἐπιδιορθούµενος αὐτούς φησι, πολλὰ τὰ χρήµατα τὰ ὑφ' ὑµῶν ἐστι πεµπόµενα, καὶ αὕτη ἡ ἁδρότης, τουτέστι, τὸ πλῆθος τῶν χρηµάτων, ἱκανὸν τοῖςπονηροῖς παρασχεῖν ὑποψίαν, εἰ µὴ ἐπεδειξάµεθα τὴν ἀσφάλειαν. Προνοοῦµεν γὰρ καλὰ, οὐ µόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Τί ἴσον Παύλου γένοιτ' ἄν; Οὐδὲ γὰρ εἶπεν, Ἀπολλύσθω καὶ οἰµωζέτω ὁ βουλόµενος τοιοῦτόν τι ὑποπτεύειν· ἕως ἂν µὴ καταγινώσκῃ µου τὸ συνειδὸς, οὐδείς µοι λόγος τῶν ὑποπτευόντων· ἀλλ' ὅσῳ ἀσθενέστεροι ἦσαν, τοσούτῳ συγκατέβαινε µᾶλλον. Τῷ γὰρ κάµνοντι οὐκ ἀγανακτεῖν, ἀλλὰ βοηθεῖν χρή. Καίτοι γε τίνος ἁµαρτήµατός ἐσµεν πόῤῥω, ὡς ἐκεῖνος τῆς τοιαύτης ὑποψίας; Οὐδὲ γὰρ, εἰ δαίµων τις ἦν, ὑπώπτευσεν ἂν τὸν µακάριον ἐκεῖνον εἰς τὴν διακονίαν ταύτην. Ἀλλ' ὅµως καὶ τοσοῦτον ἀπέχων τῆς ὑπονοίας τῆς πονηρᾶς, πάντα ποιεῖ καὶ πραγµατεύεται, ὥστε µηδὲ σκιάν τινα καταλιπεῖν τοῖς κἂν ὁπωσοῦνὑπονοῆσαί τι πονηρὸν βουλοµένοις· καὶ οὐ µόνον κατηγορίας φεύγει, ἀλλὰ καὶ µώµους καὶ τὴν τυχοῦσαν κατάγνωσιν καὶ ψιλὴν ὑπόνοιαν. Συνεπέµψαµεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡµῶν. Ἰδοὺ πάλιν καὶ ἕτερον προστίθησι, καὶ τοῦτον µετ' ἐγκωµίου καὶ τῆς αὐτοῦ ψήφου καὶ πολλῶν ἑτέρων µαρτύρων. Ὃν ἐδοκιµάσαµεν, φησὶν, ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπου δαιότερον. Ἐγκωµιάσας αὐτὸν ἀπὸ τῶν οἰκείων κατορθωµάτων, καὶ ἀπὸ τῆς πρὸς ἐκείνους ἀγάπης ἐπαίρει· καὶ ὃ περὶ Τίτου ἔλεγεν, ὅτι Σπουδαιότερος ὑπάρχων αὐθαίρετος ἐξῆλθε, τοῦτο καὶ περὶ τούτου, εἰπὼν, Νῦν δὲ πολὺ σπουδαιότερον· σπέρµατα αὐτοῖς προαποτιθέµενος τῆς πρὸς Κορινθίους ἀγάπης. Καὶ λοιπὸν, ἐπειδὴ ἐπέδειξεν αὐτῶν τὴν ἀρετὴν, παρακαλεῖ καὶ αὐτοὺς ὑπὲρ αὐτῶν, λέγων· Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐµὸς, καὶ εἰς ὑµᾶς συνεργός. Τί ἐστιν, Εἴτε ὑπὲρ Τίτου; Εἰ δεῖ τι εἰπεῖν, φησὶν, ὑπὲρ Τίτου, ταῦτα ἔχω λέγειν ὅτι κοινωνὸς ἐµὸς, καὶ εἰς ὑµᾶς συνεργός. Ἢ γὰρ τοῦτό φησιν, ἢ, Εἴ τι ὑπὲρ Τίτου ποιήσετε, ὅτι οὐκ εἰς τὸν τυχόντα ποιήσετε· κοινωνὸς γὰρ ἐµός ἐστι. Καὶ δοκῶν ἐγκωµιάζειν τοῦτον, ἐκείνους ἐπαίρει, δεικνὺς οὕτω περὶ αὐτὸν διακειµένους, ὡς ἀρκεῖν εἰς τιµῆς ὑπόθεσιν παρ' αὐτοῖς τὸ κοινωνὸν αὐτοῦτινα φαίνεσθαι. Ἀλλ' ὅµως οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγε λέγων· Εἰς ὑµᾶς συνεργός. Οὐχ ἁπλῶς συνεργὸς, ἀλλ' ἐν τοῖς πρὸς ὑµᾶς, ἐν τῇ προκοπῇ τῇ ὑµετέρᾳ, ἐν τῇ ἐπιδόσει, ἐν τῇ φιλίᾳ, ἐν τῇ σπουδῇ τῇ περὶ ὑµᾶς· ὅπερ µάλιστα οἰκειῶσαι αὐτοῖς αὐτὸν ἠδύνατο. Εἴτε ἀδελφοὶ ἡµῶν. Εἴτε ὑπὲρ τῶν ἄλλων, φησὶν, ἀκοῦσαί τι βούλεσθε, καὶ οὗτοι µέγιστα ἔχουσι δικαιώµατα συστάσεως τῆς πρὸς ὑµᾶς. Καὶ γὰρ καὶ αὐτοὶ, φησὶν, Ἀδελφοὶ ἡµῶν, καὶ ἀπόστολοι Ἐκκλησιῶν· τουτέστιν, ὑπὸ Ἐκκλησιῶν πεµφθέντες. Εἶτα τὸ µεῖζον ἁπάντων,∆ όξα Χριστοῦ. Εἰς ἐκεῖνον γὰρ ἀναφέρεται ἅπερ ἂν εἰς τούτους γένηται. Εἴτε οὖν ὡς ἀδελφοὺς βούλεσθε δέξασθαι, εἴτε ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, εἴτε ὡς εἰς δόξαν Χριστοῦ ποιοῦντες, πολλὰς ἔχετε ἀφορµὰς τῆς περὶαὐτοὺς εὐνοίας. Ὑπὲρ µὲν γὰρ Τίτου ἔχω λέγειν, ὅτι καὶ ἐµὸς κοινωνὸς καὶ ὑµῶν ἐραστὴς, ὑπὲρ δὲ τούτων, ὅτι ἀδελφοὶ, ὅτι ἀπόστολοι Ἐκκλησιῶν, ὅτι δόξα Χριστοῦ. γʹ. Ὁρᾷς ὅτι κἀντεῦθεν δῆλον, ὅτι τῶν ἀγνώστων ἦσαν αὐτοῖς; Ἦ γὰρ ἂν αὐτοὺς καὶ ἀπὸ τούτων ἐκόσµησεν, ἀφ' ὧν καὶ Τίτον, λέγω δὴ τῆς περὶ αὐτοὺς ἀγάπης. Ἀλλ' ἐπειδὴ οὐδέπω γνώριµοι ἦσαν, Ὡς ἀδελφοὺς δέξασθε, φησὶν, ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, ὡς εἰς δόξαν Χριστοῦ ποιοῦντες· διὸ ἐπάγει· Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑµῶν καὶ ἡµῶν καυχήσεως ὑπὲρ ὑµῶν, εἰς αὐτοὺς ἐνδείξασθε, εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Νῦν δείξατε, φησὶ, πῶς µὲν ἡµᾶς ἀγαπᾶτε, πῶς δὲ ἡµεῖς οὐχ ἁπλῶς οὐδὲ εἰκῆ καυχώµεθα ἐν ὑµῖν· δείξετε δὲ τοῦτο, ἐὰν εἰς αὐτοὺς ἀγάπην ἐνδείξησθε. Εἶτα καὶ φρικωδέστερον ποιεῖ τὸν λόγον λέγων· Εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Εἰς δόξαν, φησὶ, τῶν Ἐκκλησιῶν, εἰς τιµήν. Ἂν γὰρ τούτους τιµήσητε, τὰς ἀποστειλάσας Ἐκκλησίας ἐτιµήσατε. Οὐ γὰρ εἰς αὐτοὺς διαβαίνει µόνον ἡ τιµὴ, ἀλλὰ καὶ εἰς τοὺς ἐκπέµψαντας, οἳ ἐχειροτόνησαν αὐτοὺς, καὶ πρὸ ἐκείνων, εἰς τὴν τοῦ Θεοῦ δόξαν. Ὅταν γὰρ τοὺς ἐκείνῳ διακονου µένους τιµήσωµεν, εἰς αὐτὸν διαβαίνει τὰ τῆς εὐφηµίας. Εἰς τὸ κοινὸν τῶν Ἐκκλησιῶν. Οὐ µικρὸν δὲ καὶ τοῦτο· καὶ γὰρ µεγάλη ἡ δύναµις τῆς συνόδου, ἤγουν τῶν Ἐκκλησιῶν. Σκόπει πῶς µεγάλη ἦν ἡ δύναµις τῆς συνόδου. Ἡ τῆς Ἐκκλησίας εὐχὴ τὸν Πέτρον ἀπὸ τῶν δεσµῶν ἔλυσε, τοῦ Παύλου τὸ στόµα ἠνέῳξεν· ἡ τούτων ψῆφος, οὐχ ὡς ἔτυχε, καὶ τοὺς ἐπὶ τὰς πνευµατικὰς ἀρχὰς ἐρχοµένους κατακοσµεῖ.∆ ιά τοι τοῦτο καὶ ὁ µέλλων χειροτονεῖν καὶ τὰς ἐκείνων εὐχὰς καλεῖ τότε, καὶ αὐτοὶ ἐπιψηφίζονται, καὶ ἐπιβοῶσιν ἅπερ ἴσασιν οἱ µεµυηµένοι· οὐ γὰρ δὴ θέµις ἐπὶ τῶν ἀµυήτων ἐκκαλύπτειν ἅπαντα. Ἔστι δὲ ὅπου οὐδὲ διέστηκεν ὁ ἱερεὺς τοῦ ἀρχοµένου· οἷον, ὅταν ἀπολαύειν δέῃ τῶν φρικτῶν µυστηρίων· ὁµοίως γὰρ πάντες ἀξιούµεθα τῶν αὐτῶν· οὐ καθάπερ ἐπὶ τῆς Παλαιᾶς, τὰ µὲν ὁ ἱερεὺς ἤσθιε, τὰ δὲ ὁ ἀρχόµενος, καὶ θέµις οὐκ ἦν τῷ λαῷ µετέχειν ὧν µετεῖχεν ὁ ἱερεύς. Ἀλλ' οὐ νῦν· ἀλλὰ πᾶσιν ἓν σῶµα πρόκειται, καὶ ποτήριον ἕν. Καὶ ἐν ταῖς εὐχαῖς δὲ πολὺ τὸν λαὸν ἴδοι τις ἂν συνεισφέροντα. Καὶ γὰρ ὑπὲρ τῶν ἐνεργουµένων, ὑπὲρ τῶν ἐν µετανοίᾳ, κοιναὶ καὶ παρὰ τοῦ ἱερέως, καὶ παρ' αὐτῶν γίνονται αἱ εὐχαὶ, καὶ πάντες µίαν λέγουσινεὐχὴν, εὐχὴν τὴν ἐλέου γέµουσαν. Πάλιν ἐπειδὰν εἴρξωµεν τῶν ἱερῶν περιβόλων τοὺς οὐ δυναµένους τῆς ἱερᾶς µετασχεῖν τραπέζης, ἑτέραν δεῖ γενέσθαι εὐχὴν, καὶ πάντες ὁµοίως ἐπ' ἐδάφους κείµεθα, καὶ πάντες ὁµοίως ἀνιστάµεθα. Ὅταν εἰρήνης πάλιν µεταλαµβάνειν καὶ µεταδιδόναι δέῃ, πάντες ὁµοίως ἀσπαζόµεθα. Ἐπ' αὐτῶν πάλιν τῶν φρικωδεστάτων µυστηρίων ἐπεύχεται ὁ ἱερεὺς τῷ λαῷ, ἐπεύχεται καὶ ὁ λαὸς τῷ ἱερεῖ· τὸ γὰρ, Μετὰ τοῦ πνεύµατός σου, οὐδὲν ἄλλο ἐστὶν, ἢ τοῦτο. Τὰ τῆς εὐχαριστίας πάλιν κοινά· οὐδὲ γὰρ ἐκεῖνος εὐχαριστεῖ µόνος, ἀλλὰ καὶ ὁ λαὸς ἅπας. Πρότερον γὰρ αὐτῶν λαβὼν φωνὴν, εἶτα συντιθεµένων ὅτι ἀξίως καὶ δικαίως τοῦτο γίνεται, τότε ἄρχεται τῆς εὐχαριστίας. Καὶ τί θαυµάζεις, εἴ που µετὰ τοῦ ἱερέως ὁ λαὸς φθέγγεται, ὅπου γε καὶ µετ' αὐτῶν τῶν Χερουβὶµ καὶ τῶν ἄνω δυνάµεων, κοινῆ τοὺς ἱεροὺς ἐκείνουςὕµνους ἀναπέµπει; Ταῦτα δέ µοι πάντα ἐκεῖνα εἴρηται, ἵνα ἕκαστος καὶ τῶν ἀρχοµένων νήφῃ, ἵνα µάθωµεν ὅτι σῶµά ἐσµεν ἅπαντες ἓν, τοσαύτην ἔχοντες πρὸςἀλλήλους διαφορὰν, ὅσην µέλη πρὸς µέλη καὶ µὴ τὸ πᾶν ἐπὶ τοὺς ἱερέας ῥίπτωµεν, ἀλλὰ καὶ αὐτοὶ, ὥσπερ κοινοῦ σώµατος, τῆς Ἐκκλησίας ἁπάσης οὕτω φροντίζωµεν. Τοῦτο γὰρ καὶ ἀσφάλειαν πλείονα, καὶ ἡµῖν ἐπίδοσιν µείζονα κατασκευάζει· πρὸς ἀρετήν. Ἄκουσον γοῦν ἐπὶ τῶν ἀποστόλων, πῶς ἀλλαχοῦ τοὺς ἀρχοµένους κοινωνοὺς τῆς γνώµης ἐλάµβανον. Καὶ γὰρ ὅτε τοὺς ἑπτὰ ἐχειροτόνουν, τῷ δήµῳ πρότερον ἐκοινώσαντο· καὶ ὅτε τὸν Ματθίαν ὁ Πέτρος, τοῖς παροῦσιν ἅπασι τότε, καὶ ἀνδράσι καὶ γυναιξίν. Οὐ γὰρ ἀρχόντων τῦφός ἐστι τὰ ἐνταῦθα, οὐδὲ ἀρχοµένων δουλοπρέπεια, ἀλλὰ ἀρχὴ πνευµατικὴ, τούτῳ µάλιστα πλεονεκτοῦσα, τῷ τὸ πλέον τῶν πόνωνκαὶ τῆς ὑπὲρ ὑµῶν ἀναδέχεσθαι φροντίδος, οὐ τῷ τιµὰς πλείους ἐπιζητεῖν. Καὶ γὰρ ὡς µίαν οἰκίαν δεῖ τὴν Ἐκκλησίαν οἰκεῖν, ὡς σῶµα ἓν, οὕτω διακεῖσθαι πάντας· ὥσπερ οὖν καὶ βάπτισµα ἕν ἐστι, καὶ τράπεζα µία, καὶ πηγὴ µία, καὶ κτίσις µία, καὶ Πατὴρ εἷς. Τί τοίνυν διῃρήµεθα, τοσούτων συναγόντων ἡµᾶς; τί διεσπάσµεθα; Ἀναγκαζόµεθα γὰρ πάλιν τὰ αὐτὰ ὀδύρασθαι, ἃ πολλάκις ἐθρήνησα· πένθους ἄξια τὰ παρόντα· οὕτω σφόδρα ἀπ' ἀλλήλων ἐσµὲν ἀπεῤῥηγµένοι, δέον ἑνὸς σώµατος µιµεῖσθαι συνάφειαν. Οὕτω γὰρ καὶ παρὰ τοῦ ἐλάττονος ὁ µείζων κερδᾶναι δυνήσεται. Εἰ γὰρ Μωϋσῆς παρὰ τοῦ κηδεστοῦ τι τῶν συµφερόντων ἔµαθεν ὅπερ αὐτὸς οὐ συνεῖδε, πολλῷ µᾶλλον ἐν τῇ Ἐκκλησίᾳ τοῦτο ἂν γένοιτο. Καὶ τί δή ποτε, ὃ συνεῖδεν ὁ ἄπιστος, οὐ συνεῖδεν ὁ πνευµατικός; Ἵνα µάθωσιν ἅπαντες οἱ τότε, ὅτι ἄνθρωπος ἦν, κἂν θάλατταν σχίζῃ, κἂν πέτραν ῥηγνύῃ, τῆς τοῦ Θεοῦ ῥοπῆς δεῖται· καὶ ὅτι ἐκεῖνα οὐκ ἀνθρωπίνης φύσεως ἦν, ἀλλὰ Θεοῦ δυνάµεως. Καὶ νῦν, εἰ οὐ λέγει τὰ συµφέροντα ὁ δεῖνα, ἕτερος ἀναστὰς εἰπάτω. Κἂν ἐλάττων ᾖ, λέγῃ δέ τι τῶν συµφερόντων, κύρωσον τὴν γνώµην· κἂν τῶν σφόδρα εὐτελεστάτων ᾖ, µὴ ἀτιµάσῃς. Οὐδεὶς γὰρ τούτων ἀφέστηκε τῶν πλησίον, ὅσον ὁ κηδεστὴς τοῦ Μωϋσέως· ἀλλ' οὐκ ἀπηξίωσεν ἀκοῦσαι, ἀλλὰ καὶ ἐδέξατο τὴν γνώµην, καὶ ἐπείσθη, καὶ ἀνάγραπτον ἐποίησε, καὶ οὐκ ᾐσχύνθη ταῦτα ἱστορίᾳ παραδοῦναι, τὸντῶν πολλῶν τῦφον καθαιρῶν.∆ ιὸ καὶ ὡς ἐν στήλῃ τῷ βίῳ ταῦτα γράψας κατέλιπεν· ᾔδει γὰρ πολλοῖς χρήσιµον ἐσοµένην τὴν ἱστορίαν. Μὴ δὴ παρορῶµεν τοὺς τὰ δέοντα συµβουλεύοντας, κἂν τῶν ἀρχοµένων τις ᾖ, κἂν τῶν εὐτελῶν, µηδὲ ἅπερ ἂν ἡµεῖς εἰσηγησώµεθα, ταῦτα πάντωςκρατεῖν ἀξιῶµεν· ἀλλ' ἅπερ ἂν συµφέροντα φανῇ, ταῦτα παρὰ πάντων κυρούσθω. Πολλοὶ γὰρ τῶν ἀµβλυωττόντων πολλὰ συνεῖδον µᾶλλον ὑπὲρ τοὺς ὀξὺ βλέποντας, διὰ τὸ σπουδάζειν καὶ συντετάσθαι. Μηδὲ λέγε, Τί µε καλεῖς εἰς συµβουλὴν, εἰ µὴ ἀκούεις ὃ λέγω; οὐκ ἔστι συµβούλου ταυτὶ τὰ ἐγκλήµατα, ἀλλὰ τυράννου. Ὁ γὰρ σύµβουλος εἰπεῖν τὰ παρ' αὐτοῦ κύριός ἐστι µόνον· ἂν δὲ καὶ ἕτερον λυσιτελέστερον φανῇ, ὁ δὲ τὰ παρ' αὐτοῦ πράττειν ἐθέλῃ, οὐκέτι σύµβουλός ἐστιν, ἀλλὰ τύραννος, ὥσπερ ἔφην. Μὴ δὴ οὕτω ποιῶµεν, ἀλλὰ τύφου παντὸς καὶ ἀπονοίας ἀπαλλάξαντες τὴν ψυχὴν, σκοπῶµεν οὐχ ὅπως µόνον τὰ ἡµέτερα σταίη, ἀλλ' ὅπως ἡσυµφέρουσα γνώµη κρατήσειε, κἂν µὴ παρ' ἡµῶν εἰσφέρηται. Οὐδὲ γὰρ µικρὸν κερδανοῦµεν, κἂν µὴ τὰ δέοντα εὕρωµεν, αὐτοὶ τὰ παρ' ἑτέρων φανέντα δεχόµενοι, καὶ παρὰ τοῦ Θεοῦ πολὺν ληψόµεθα τὸν µισθὸν, καὶ δόξης δὲ οὕτω µάλιστα ἀπολαύσοµεν. Ὥσπερ γὰρ ἐκεῖνος ὁ τὰ συµφέροντα εἰπὼν, σοφός· οὕτως ἡµεῖς καταδεξάµενοι, καὶ αὐτοὶ συνέσεως καὶ εὐγνωµοσύνης καρπωσόµεθα ἔπαινον. Οὕτω καὶ οἰκίαι καὶ πόλεις, οὕτω καὶ Ἐκκλησία οἰκονοµουµένη, µείζονα λήψεται προσθήκην· οὕτω καὶ ἡµεῖς τὸν παρόντα βίον ἄριστα οἰκονοµήσαντες, τῶν µελλόντων ἐπιτευξόµεθα ἀγαθῶν· ὧν γένοιτοπάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.