Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
19.19
Περὶ µὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περιττόν µοί ἐστι τὸ γράφειν ὑµῖν. αʹ. Τοσαῦτα περὶ αὐτῆς εἰπὼν, ἐνταῦθά φησι, Περιττόν µοί ἐστι τὸ γράφειν ὑµῖν. Καὶ οὐ τοῦτο µόνον ἐστὶν αὐτοῦ τὸ συνετὸν, ὅτι τοσαῦτα εἰπὼν, λέγει, Περιττόν µοί ἐστι τὸ γράφειν ὑµῖν, ἀλλ' ὅτι καὶ πάλιν λέγει περὶ αὐτῆς. Ταῦτα µὲν γὰρ ἃ µικρὸν ἔµπροσθεν εἴρηκε, περὶ τῶν τὰ χρήµατα ὑποδεξαµένων εἶπεν, ὥστε τιµῆς ἀπολαῦσαι πολλῆς· τὰ δὲ πρὸ ἐκείνων, ἃ περὶ Μακεδόνων διελέγετο, ὅτι ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, καὶ τὰ ἄλλαπάντα, περὶ φιλανθρωπίας καὶ ἐλεηµοσύνης. Ἀλλ' ὅµως, καὶ ἔµπροσθεν τοσαῦτα εἰπὼν, καὶ πάλιν µέλλων ἐρεῖν, Περιττόν µοί ἐστι, φησὶ, τὸ γράφειν ὑµῖν. Ποιεῖ δὲ τοῦτο, ὥστε µᾶλλον αὐτοὺς ἐπισπάσασθαι. Αἰσχύνεται γὰρ ἄνθρωπος δόξαν τοιαύτην ἔχων, ὡς µηδὲ δεῖσθαι συµβουλῆς, ἐλάττων φανῆναι τῆς ὑπολήψεως καὶ ὑστερεῖσθαι. Οὕτω καὶ ἐπὶ τῆς κατηγορίας ποιεῖ πολλάκις, κατὰ παράλειψιν λέγων· καὶ γὰρ µεγάλην ἔχει τὴν ἰσχύν. Ὁ γὰρ δικαστὴς ὁρῶν τὴν µεγαλοψυχίαν τοῦ κατηγόρου, οὐδὲ ὑποπτεύει λοιπόν. Λογίζεται γὰρ, ὅτι ὁ πολλὰ ἐξὸν εἰπεῖν οὐκ εἰπὼν, πῶς ἂν τὰ οὐκ ὄντα πλάσειε; καὶ δίδωσι καὶ µεῖζον ὑποπτεύειν, ἢ εἰπεῖν, καὶ ἤθους χρηστοῦ ὑπόνοιαν περιτίθησιν ἑαυτῷ. Τοῦτο καὶ ἐπὶ τῆς συµβουλῆς καὶ ἐπὶ τῶν ἐγκωµίων ποιεῖ. Εἰπὼν γὰρ, Περιττόν ἐστι τὸ γράφειν, ὅρα πῶς συµβουλεύει· Οἶδα γὰρ τὴν προθυµίαν ὑµῶν, ἢν ὑπὲρ ὑµῶν καυχῶµαι Μακεδόσι. Μέγα µὲν οὖν καὶ τὸ αὐτὸν εἰδέναι· πολλῷ δὲ πλέον καὶ τὸ εἰς ἑτέρους ἐξενεγκεῖν· µείζονα γὰρ ἔχει τὴν ἰσχύν· οὐ γὰρ ἂν ἠθέλησαν ἐπὶ τοσοῦτον καταισχυνθῆναι. Εἶδες σύνεσιν προαιρέσεως; Ἀπὸ ἄλλων, τῶν Μακεδόνων, προέτρεψε. Γνωρίζω γὰρ ὑµῖν, φησὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδοµένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Προέτρεψεν ἀπ' αὐτῶν· Οἵτινες γὰρ, φησὶν, οὐ µόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Προέτρεψεν ἀπὸ τοῦ Κυρίου· Γινώσκετε γὰρ, φησὶ, τὴν χάριν τοῦ Κυρίου ἡµῶν, ὅτι δι' ἡµᾶς ἐπτώχευσε, πλούσιος ὤν. Πάλιν ἐπὶ τὸ ἰσχυρὸν κεφάλαιον καταφεύγει, τὸ ἀφ' ἑτέρων. Ζηλότυπον γὰρ τὸ τῶν ἀνθρώπων γένος. Καὶ ἔδει µὲν τὸ τοῦ Κυρίου ὑπόδειγµα µᾶλλον αὐτοὺς ἐφελκύσασθαι, καὶ µετ' ἐκεῖνο, τὸ τῆς ἀντιδόσεως· ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἦσαν, τούτῳ µᾶλλον ἐφέλκεται. Οὐδὲν γὰρ τοσοῦτον, ὅσον ὁ ζῆλος ποιεῖ. Σκόπει δὲ πῶς αὐτὸ καὶ καινοτέρως εἰσάγει. Οὐ γὰρ εἶπε, Τούσδε µιµήσασθε· ἀλλὰ τί; Ὁ ἐξ ὑµῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Τί λέγεις; πρὸ µικροῦ ἔλεγες, ὅτι αὐτεπάγγελτοι, µετὰ πολλῆς τῆς παρακλήσεως δεόµενοι ἡµῶν· πῶς οὖν Ὁ ἐξ ὑµῶν ζῆλος; Ναὶ, φησίν· οὐ συνεβουλεύσαµεν, οὐ παρεκαλέσαµεν, ἀλλ' ἐπῃνέσαµεν µόνον ὑµᾶς, ἐκαυχησάµεθα µόνον, καὶ τοῦτο ἤρκεσεν αὐτοῖς εἰς προτροπήν. Εἶδες πῶς δι' ἀλλήλων αὐτοὺς διεγείρει, τούτους µὲν δι' ἐκείνων, ἐκείνους δὲ διὰ τούτων, καὶ τῷ ζήλῳ καὶ ἐγκώµιον ἀνέµιξε µέγιστον; Εἶτα ἵνα µὴ αὐτοὺς ἐπαίρῃ, κεκολασµένως µεθοδεύει, λέγων· Ὁ ἐξ ὑµῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἐννόησον τοίνυν ὅσον ἐστὶν ἑτέροις γενοµένους αἰτίους τῆς φιλοτιµίας ταύτης, αὐτοὺς ὑστερεῖσθαι κατὰ τὴν εἰσφορὰν ταύτην.∆ ιὰ τοῦτο οὐκ εἶπε, Μιµήσασθε ἐκείνους· οὐ γὰρ τοσοῦτον εἶχε τὸν ζῆλον· ἀλλὰ πῶς; Ἐκεῖνοι ὑµᾶς ἐµιµήσαντο· µηδὲ φανῆτε τῶν µαθητῶν ἐλάττους οἱ διδάσκαλοι. Καὶ ὅρα πῶς διεγείρων αὐτοὺς καὶ ἀνάπτων µειζόνως, ὑποκρίνεται µετ' αὐτῶν ἑστάναι, καθάπερ ἐν φιλονεικίᾳ τινὶ καὶ ἁµίλλῃ τὸ µέρος αὐτῶν ἐπιλεγόµενος. Καθάπερ γὰρ ἀνωτέρω ἔλεγεν, ὅτι Αὐθαίρετοι µετὰ πολλῆς παρακλήσεως προσῆλθον ἡµῖν, εἰς τὸ παρακαλέσαι ἡµᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως ἐπιτελέσηται τὴν χάριν ταύτην· οὕτω καὶ ἐνταῦθά φησιν, ὅτι∆ ιὰ τοῦτο ἔπεµψα τοὺς ἀδελφοὺς, ἵνα µὴ κενωθῇ τὸ καύχηµα ἡµῶν. Εἶδες αὐτὸν ἀγωνιῶντα καὶ τρέµοντα, ἵνα µὴ δόξῃ προτροπῆς ἕνεκεν εἰρηκέναι µόνον ἃ εἶπεν, ἀλλὰ, Τῷ οὕτως ἔχειν, φησὶν, ἔπεµψα τοὺς ἀδελφούς· τοσαύτην ὑπὲρ ὑµῶν ποιοῦµαι σπουδὴν, ἵνα µὴ κενωθῇ τὸ καύχηµα ἡµῶν. Καὶ δοκεῖ τοῦ µέρους ἑαυτὸν ποιεῖν τῶν Κορινθίων διὰ πάντων, καίτοι πάντων ὁµοίως κηδόµενος. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πάνυ σεµνύνοµαι ἐφ' ὑµῖν, καλλωπίζοµαι παρὰ πᾶσιν, ἐκαυχησάµην καὶ παρ' ἐκείνοις· ὥστε, ἂν ὑστερήσητε, κοινὰ τὰ τῆς αἰσχύνης. Καὶ τοῦτο δὲ µεµετρηµένως· προσέθηκε γὰρ, Ἐν τούτῳ τῷ µέρει· οὐ πανταχοῦ· ἵνα, καθὼς ἔλεγον, παρεσκευασµένοι ἦτε. Οὐδὲ γὰρ εἶπον, ὅτι µέλλουσιν, ἀλλ' ὅτι πάντα ηὐτρέπισται, καὶ οὐδὲν αὐτοῖς ἐνδεῖ λοιπόν. Τοῦτο οὖν βούλοµαι διὰ τῶν ἔργων δειχθῆναι, φησίν. Εἶτα καὶ αὔξει τὴν ἀγωνίαν, λέγων· Μή πως, ἐὰν ἔλθωσι σὺν ἐµοὶ Μακεδόνες, καταισχυνθῶµεν ἡµεῖς( ἵνα µὴ λέγωµεν, ὑµεῖς), ἐν ταύτῃ τῇ ἀποστάσει τῆς καυχήσεως. βʹ. Μείζων ἡ ἐντροπὴ, ὅταν πολλοὺς ἐπιστήσῃ τοὺς θεατὰς, αὐτοὺς τοὺς ἀκηκοότας. Καὶ οὐκ εἶπε, Φέρω γὰρ Μακεδόνας µετ' ἐµοῦ, ἔρχονται γὰρ Μακεδόνες µετ' ἐµοῦ, ἵνα µὴ δόξῃ ἐπίτηδες αὐτὸ ποιεῖν· ἀλλὰ πῶς; Μή πως, ἐὰν ἔλθωσι σὺν ἐµοὶ Μακεδόνες. Συµβαίνει γὰρ τοῦτο, φησὶ, γενέσθαι, τῶν ἐγχωρούντων ἐστίν. Οὕτω γὰρ καὶ ἀνύποπτον ἐποίει τὸν λόγον· εἰ δὲ ἐκείνως εἶπε, καὶ φιλονεικοτέρους ἐποίησεν ἄν. Ὅρα πῶς οὐκ ἀπὸ τῶν πνευµατικῶν µόνον αὐτοὺς ἐνάγει, ἀλλὰ καὶ ἀπὸ τῶν ἀνθρωπίνων. Εἰ γὰρ καὶ ἐµὲ οὐδὲν µέγα τίθεσθε, φησὶ, θαῤῥεῖτε δὲ ὡς συγγινώσκοντι, ἀλλ' ἐννοεῖτε Μακεδόνας, Μή πως, ἐὰν ἔλθωσι, καὶ εὕρωσιν ὑµᾶς· καὶ οὐκ εἶπε, µὴ βουλοµένους, ἀλλὰ, ἀπαρασκευάστους, µηδέπω τὸ πᾶν πεπληρωκότας. Εἰ δὲ τοῦτο αἰσχύνη, τὸ µὴ ταχέως ἐνεγκεῖν· τὸ µηδὲ ὅλως εἰσενεγκεῖν, ἢ ἔλαττον τοῦ δέοντος, ἐννόησον ἡλίκον. Εἶτα πράως τὸ ἐξ αὐτοῦ συµβησόµενον, καὶ πληκτικῶς τίθησιν, οὕτως εἰπών· Καταισχυνθῶµεν ἡµεῖς, ἵνα µὴ λέγωµεν, ὑµεῖς. Καὶ κολάζει πάλιν λέγων· Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως· οὐ ῥᾳθυµοτέρους ποιῶν, ἀλλὰ δεικνὺς, ὅτι τοὺς ἐν τοῖς ἄλλοις εὐδοκιµοῦντας, καὶ ἐν ταύτῃ πολλὴν ἔχειν δεῖ τὴν παῤῥησίαν. Ἀναγκαῖον οὖν ἡγησάµην προπέµψαι τοὺς ἀδελφοὺς, ἵνα προκαταρτίσωσι ταύτην τὴν εὐλογίαν ὑµῶν ἑτοίµην εἶναι οὕτως ὡς εὐλογίαν, καὶ µὴὡς πλεονεξίαν. Πάλιν αὐτὸ ἀνέλαβεν ἑτέρως· καὶ ἵνα µὴ δόξῃ ἁπλῶς ταῦτα λέγειν, καὶ τὴν αἰτίαν τῆς ὁδοῦ οὐκ ἄλλην εἶναί φησιν, ἀλλ' ὥστε µὴ καταισχυνθῆναι αὐτούς. Ὁρᾷς ὅτι τὸ, Περιττόν µοί ἐστι τὸ γράφειν ὑµῖν, ἀρχὴ συµβουλῆς ἦν; Ὁρᾷς γοῦν ὅσα περὶ ταύτης διαλέγεται τῆς διακονίας; Μετὰ δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ἵνα µὴ δόξῃ ἐναντιολογεῖσθαι εἰπὼν περιττὸν, καὶ περὶ αὐτοῦ διαλεγόµενος, πρὸς τῷ περὶ τάχους διαλέγεσθαικαὶ δαψιλείας καὶ προθυµίας, διὰ τούτων κἀκεῖνο κατασκευάζει. Τὰ γὰρ τρία ταῦτα ἀπαιτεῖ, καὶ ἐκίνησε µὲν ταυτὶ τὰ κεφάλαια καὶ ἐν ἀρχῇ· ὅταν γὰρ λέγῃ, Ἐν πολλῇ δοκιµῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν, καὶ ἡ κατὰ βάθους πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητοςαὐτῶν, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι καὶ πολὺ εἰσήνεγκαν, καὶ µετὰ χαρᾶς, καὶ µετὰ τάχους, καὶ οὐ µόνον τὸ δοῦναι οὐ πολὺ ἐλύπησεν, ἀλλ' οὐδὲ τὸ ἐν πειρασµοῖς εἶναι· ὅπερ τοῦ δοῦναι φορτικώτερον. Καὶ τὸ, Ἡµῖν ἔδωκαν ἑαυτοὺς, καὶ τοῦτο καὶ τὴν προθυµίαν αὐτῶν δείκνυσι, καὶ τὸ σφόδρα αὐτοὺς πιστεύειν. Πάλιν δὲ καὶ ἐνταῦθα αὐτὰ µεταχειρίζει. Ἐπειδὴ γὰρ ταῦτα ἐναντία ἐστὶ, φιλοτιµία καὶ προθυµία, καὶ ὁ µὲν πολὺ δοὺς πολλάκις ἀθυµεῖ, ὁ δὲ ὑπὲρ τοῦ µὴ ἀλγεῖν ἔλαττον δίδωσιν, ὅρα πῶςἑκατέρους ἐπιµελεῖται, καὶ µετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως. Οὐ γὰρ εἶπεν, Ὀλίγον βέλτιον δοῦναι καὶ µετὰ προαιρέσεως, ἣ πολὺ µετὰ ἀνάγκης· ἐπειδὴ καὶ πολὺ, καὶ µετὰ προαιρέσεως ἠβούλετο αὐτοὺς εἰσενεγκεῖν· ἀλλὰ πῶς; Ἵνα προκαταρτίσωσι τὴν εὐλογίαν ὑµῶν ἑτοίµην εἶναι ὡς εὐλογίαν, µὴ ὡς πλεονεξίαν. Πρότερον ἀπὸ τοῦ ἡδίστου καὶ κουφοτέρου ἄρχεται, τοῦ µὴ µετὰ ἀνάγκης· Εὐλογία γὰρ, φησὶν, ἐστίν. Ὅρα πῶς ἐν τάξει παραινέσεως τὸν καρπὸν εὐθέως δείκνυσι βλαστάνοντα, καὶ εὐλογίας πεπληρωµένους τοὺς παρέχοντας. Καὶ τῇ προσηγορίᾳ αὐτοὺς ἐπεσπάσατο· οὐδεὶς γὰρ εὐλογίαν δίδωσι µετὰ λύπης. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε· Μὴ ὡς πλεονεξίαν. Μὴ νοµίσητε, φησὶν, ὅτι ὡς πλεονεκτοῦντες αὐτὴν λαµβάνοµεν, ἀλλ' ὥστε αἴτιοι γενέσθαι ὑµῖν εὐλογίας. Ἡ γὰρ πλεονεξία ἀκόντων ἐστίν· ὥστε ὁ διδοὺς ἐλεηµοσύνην ἄκων, πλεονεξίαν δίδωσιν. Εἶτα ἀπὸ τούτου πάλιν ἐπ' ἐκεῖνο µετέβη, τὸ φιλοτίµως διδόναι. Τοῦτο δὲ λέγω. Τουτέστιν, ὅτι µετὰ τούτου κἀκεῖνό φηµῖ. Ποῖον; ὅτι Ὁ σπείρων φειδοµένως, φειδοµένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Καὶ οὐκ εἶπε, Μικρολόγως, ἀλλ' εὐφηµότερον, τὸ τοῦ φειδωλοῦ θεὶς ὄνοµα. Καὶ σπόρον τὸ πρᾶγµα ἐκάλεσεν, ἵνα εὐθέως πρὸς τὴν ἀντίδοσιν ἴδῃς, καὶ τὸν ἀµητὸν ἐννοήσας, µάθῃς ὅτι πλείονα λαµβάνεις ἢ δίδως.∆ ιὸ οὐκ εἶπεν, Ὁ διδοὺς, ἀλλ', Ὁ σπείρων· καὶ οὐκ εἶπεν, Ὑµεῖς ἐὰν σπείρητε, ἀλλὰ καθολικὸν τὸν λόγον ποιεῖ. Οὐδὲ εἶπε,∆ αψιλῶς, ἀλλ', Ἐπ' εὐλογίαις· ὃ πολὺ τούτου µεῖζον ἦν. Καὶ πάλιν ἐπὶ τὸ πρότερον τὸ ἡδὺ καταφεύγει, λέγων· Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ. Μᾶλλον γὰρ ἐξουσίαν τις λαβὼν, ἢ ἀναγκαζόµενος ποιεῖ.∆ ιὸ καὶ τούτῳ ἐνδιατρίβει· εἰπὼν γὰρ, Καθὼς προαιρεῖται, ἐπήγαγε· Μὴ ἐκ λύπης, µηδὲ ἐξ ἀνάγκης. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἀπὸ Γραφῆς µαρτυρίαν ἐπάγει, λέγων· Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Εἶδες πῶς συνεχῶς τοῦτο τίθησιν; Οὐ κατ' ἐπιταγὴν λέγω, καὶ, Γνώµην ἐν τούτῳ δίδωµι, καὶ, Ὡς εὐλογίαν, καὶ µὴ ὡς πλεονεξίαν· καὶ πάλιν, Μὴ ἐκ λύπης, µηδὲ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ἐνταῦθα οἶµαι τὸ ἱλαρὸν δαψιλῆ λέγεσθαι· πλὴν αὐτὸς εἰς τὸ µετὰ προθυµίας διδόναι αὐτὸ παρέλαβεν. Ἐπειδὴ γὰρ τὸ παράδειγµα Μακεδόνων, καὶ τὰ ἄλλα ἅπαντα ἱκανὰ ἦν ἐργάσασθαι τὴν πολυτέλειαν· οὐ πολλὰ περὶ αὐτῆς φθέγγεται, ἀλλὰ περὶ τοῦ µὴ ἄκοντας διδόναι. Εἰ γὰρ ἔργον ἐστὶν ἀρετῆς, πᾶν δὲ τὸ ἐξ ἀνάγκης ὑποτέµνεται τὸν µισθὸν, εἰκότως τοῦτο ἐργάζεται. Καὶ οὐ συµβουλεύει µόνον, ἀλλὰ καὶ ἐπεύχεται, ὅπερ ἀεὶ ποιεῖ, λέγων·∆ υνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν πληρῶσαι εἰς ὑµᾶς. γʹ.∆ ιὰ τῆς εὐχῆς λογισµὸν ὑφορµοῦντα τῇ φιλοτιµίᾳ ταύτῃ ἀναιρεῖ, τὸν καὶ νῦν πολλοῖς ἐµποδίζοντα. Καὶ γὰρ πολλοὶ δεδοίκασιν ἐλεηµοσύνην δοῦναι, λέγοντες. Μή πως πένης γένωµαι, µή πως ἑτέρων δεηθῶ. Τοῦτον οὖν καταλύων τὸν φόβον, προστίθησι τὴν εὐχὴν, λέγων· Πᾶσαν χάριν περισσεῦσαι εἰς ὑµᾶς. Οὐχ ἁπλῶς πληρῶσαι, ἀλλὰ, Περισσεῦσαι. Τί δέ ἐστι, Χάριν περισσεῦσαι; Ἐµπλῆσαι, φησὶν, ὑµᾶς τοσούτων, ὡς δύνασθαι περιττεύειν ἐν τῇ φιλοτιµίᾳ ταύτῃ. Ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. Ὅρα καὶ ἐν τῇ προσευχῇ αὐτοῦ πολλὴν τὴν φιλοσοφίαν. Οὐ πλοῦτον εὔχεται οὐδὲ περισσείαν, ἀλλὰ πᾶσαν αὐτάρκειαν. Καὶ οὐ τοῦτο µόνον ἐστὶν αὐτοῦ τὸ θαυµαστὸν, ἀλλ' ὅτι ὥσπερ τὸ περιττὸν οὐκ ἐπηύξατο, οὕτως οὐ θλίβει αὐτοὺς, οὐδὲ ἀναγκάζει ἀπὸ τοῦὑστερήµατος δοῦναι, συγκαταβαί νων αὐτῶν τῇ ἀσθενείᾳ, ἀλλ' αὐτάρκειαν αἰτεῖ, καὶ δείκνυσιν ἅµα ὅτι τοῖς παρὰ τοῦ Θεοῦ δώροις οὐ κατακεχρῆσθαι δεῖ. Ἵνα περισσεύητε, φησὶν, εἰς πᾶν ἔργον ἀγαθόν.∆ ιὰ τοῦτο, φησὶ, ταῦτα αἰτῶ, ἵνα καὶ ἑτέροις παρέχητε. Καὶ οὐκ εἶπε, Παρέχητε, ἀλλὰ, Περισσεύητε. Ἐν µὲν γὰρ τοῖς σαρκικοῖς αὐτάρκειαν αὐτοῖς αἰτεῖ, ἐν δὲ τοῖς πνευµατικοῖς καὶ περισσείαν, οὐκ ἐν ἐλεηµοσύνῃ µόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι· τοῦτο γάρ ἐστι τὸ, Εἰς πᾶν ἔργον ἀγαθόν. Εἶτα τὸν προφήτην αὐτοῖς ἐπάγει σύµβουλον, µαρτυρίαν ζητήσας τὴν εἰς δαψίλειαν αὐτοὺς ἐκκαλουµένην, καί φησι· Καθὼς γέγραπται, Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὑτοῦ µένει εἰς τὸν αἰῶνα. Τοῦτό ἐστι, Περισσεύητε. Τὸ γὰρ, Ἐσκόρπισεν, οὐδενὸς ἄλλου δηλωτικόν ἐστιν, ἢ τοῦ µετὰ δαψιλείας διδόναι. Εἰ γὰρ καὶ αὐτὰ οὐ µένει, ἀλλὰ τὰ ἐξ αὐτῶν µένει. Καὶ γὰρ τὸ θαυµαστὸν τοῦτό ἐστιν, ὅτι φυλαττόµενα µὲν ἀπόλλυται, σκορπιζόµενα δὲ µένει, καὶ µένει διαπαντός.∆ ικαιοσύνην δὲ ἐνταῦθα τὴν φιλανθρωπίαν ἐκάλεσε· καὶ γὰρ δικαίους ποιεῖ, τὰ ἁµαρτήµατα ὥσπερ πῦρ ἀναλίσκουσα, ὅταν µετὰ δαψιλείας ἐκχέηται. Μὴ τοίνυν ἀκριβολογώµεθα, ἀλλὰ ἀθρόᾳ τῇ χειρὶ σπείρωµεν. Οὐχ ὁρᾷς µίµοις πόσα διδόασιν ἕτεροι, καὶ γυναιξὶ πόρναις; Κἂν τὰ ἡµίση τῷ Χριστῷ δὸς, ὧν τοῖς ὀρχουµένοις ἐκεῖνοι διδόασιν· ὅσα πρὸς φιλοτιµίαν ἐκεῖνοι τοῖς ἐπὶ σκηνῆς, τοσαῦτα σὺ κἂν πεινῶντι δός. Ἐκεῖνοι µὲν γὰρ τὸ σῶµα τῶν ἑταιριζοµένων καὶ χρυσίῳ περιβάλλουσιν ἀφάτῳ· σὺ δὲ οὐδὲ ἱµατίῳ ψιλῷ τὴν σάρκα τοῦ Χριστοῦ, καὶ ταῦτα γυµνὴν ὁρῶν. Ποίας τοῦτο συγγνώµης ἄξιον, πόσης δὲ οὐ κολάσεως, ὅταν ἐκεῖνος µὲν τῇ ἀπολλυούσῃ αὐτὸν καὶ καταισχυνούσῃ τοσαῦτα παρέχῃ, σὺ δὲ µηδὲ τὸἐλάχιστον τῷ σώζοντί σε καὶ ποιοῦντι λαµπρότερον; Ἀλλὰ εἰς γαστέρα µὲν καὶ µέθην καὶ ἀσωτίαν ἀναλίσκων, οὐδαµοῦ πενίας µέµνησαι· ἂν δὲ πενίαν διορθῶσαι δέῃ, πάντων γίνῃ πτωχότερος· καὶ παρασίτους µὲν τρέφων καὶ κόλακας, ὡς ἀπὸ πηγῶν δαπανῶν, οὕτω χαίρεις· εἰ δέ που πτωχὸν ἴδοις, τότε σοι ὁ τῆς πενίας ἐπιτίθεται φόβος.∆ ιὰ δὴ τοῦτο καὶ παρ' ἡµῶν αὐτῶν καὶ παρ' ἑτέρων κατακριθησόµεθα τότε, καὶ τῶν κατωρθωκότων καὶ τῶν διαµαρτόντων. Ἐρεῖ γάρ σοι,∆ ιὰ τί οὐ γέγονας οὕτω µεγαλόψυχος ἐν τοῖς προσήκουσιν; Ἀλλ' οὗτος µὲν πόρνῃ διδοὺς, οὐδὲν τούτων ὑπελογίζετο· σὺ δὲ τῷ∆ εσπότῃ παρέχων τῷ εἰρηκότι µὴ µεριµνᾷν, φόβου γέµεις καὶ τρόµου; καὶ τίνος ἂν εἴης συγγνώµης ἄξιος; Εἰ γὰρ ἄνθρωπος οὐ περιόψεται λαβὼν, ἀλλ' ἀποδώσει τὴν χάριν, πολλῷ µᾶλλον ὁ Χριστός. Ὁ γὰρ καὶ χωρὶς τοῦ λαβεῖν διδοὺς, πῶς µετὰ τὸ λαβεῖν οὐ δώσει; Τί οὖν, φησὶν, ὅταν πολλὰ ἀναλώσαντές τινες, πρὸς τῷ µὴ λαβεῖν καὶ ἑτέρων δέωνται; Περὶ τῶν τὰ πάντα δαπανησάντων λέγεις, αὐτὸς οὐδὲ ὀβολὸν διδούς. Ὑπόσχου τὰ πάντα κενώσειν, καὶ τότε[ καὶ] περὶ ἐκείνων ἐρώτα· ἕως δ' ἂν φειδωλὸς ᾖς, καὶ ὀλίγα ἐκ τῶν ὄντων παρέχῃς, τί µοι προβάλλῃ σκήψεις καὶ προφάσεις; Οὐδὲ γὰρ ἐπὶ τὴν ἄκραν τῆς ἀκτηµοσύνης σε ἄγοµεν κορυφὴν, ἀλλὰ τέως σε τὰ περιττὰ περικόπτειν ἀξιοῦµεν, καὶ τῆς αὐταρκείας µόνης ἐρᾷν. Αὐτάρκεια δὲ τῇ χρείᾳ τούτων ὁρίζεται, ὧν ἄνευ ζῇν οὐκ ἔνι. Οὐδείς σε τούτων ἀφέλκει, οὐδὲ κωλύει τὴν καθηµερινὴν τροφήν· τροφὴν, οὐ τρυφὴν λέγω· σκεπάσµατα, οὐ καλλωπίσµατα. Μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, τοῦτό ἐστι τρυφὴ µάλιστα. Σκόπει δέ· τίνα ἂν εἴποιµεν τρυφᾷν µᾶλλον, τὸν λαχάνοις τρεφόµενον, καὶ ὑγιαίνοντα καὶ οὐδὲν πάσχοντα ἀηδὲς, ἢ τὸν συβαριτικὴν ἔχοντα τράπεζαν, καὶµυρίων γέµοντα νοσηµάτων; Εὔδηλον ὅτι τοῦτον. Οὐκοῦν µηδὲν πλέον τούτου ζητῶµεν, εἰ καὶ τρυφᾷν βουλόµεθα καὶ µετὰ ὑγείας ζῇν· καὶ τούτῳ τὴν αὐτάρκειαν ὁριζώµεθα. Καὶ ὁ µὲν ὀσπρίοις δυνάµενος ἀρκεῖσθαι, καὶ ὑγιαίνειν, µηδὲν πρὸς τούτοις ζητείτω· ὁ δὲ ἀσθενέστερος, καὶ τῆς διὰ τῶν λαχάνων δεόµενος θεραπείας, µὴ κωλυέσθω. Εἰ δὲ καὶ τούτου τις ἀσθενέστερος εἴη, καὶ τῆς συµµέτρου τῆς ἀπὸ κρεῶν βοηθείας δέοιτο, οὐδὲ τούτου αὐτὸν ἀπείρξοµεν. Οὐδὲ γὰρ ἵνα ἀνέλωµεν τοὺς ἀνθρώπους καὶ διαφθείρωµεν, ταῦτα συµβουλεύοµεν, ἀλλ' ἵνα τὰ περιττὰ περικόψωµεν, περιττὸν δέ ἐστιν, ὃ τῆς χρείαςπλέον ἐστίν. Ὅταν γὰρ καὶ χωρὶς τούτου δυνάµεθα διάγειν ὑγιῶς καὶ εὐσχηµόνως, περιττὸν πάντως ἐκεῖνό ἐστι προστεθέν. δʹ. Τοῦτο καὶ ἐπὶ ἱµατίων λογιζώµεθα, καὶ ἐπὶ τραπέζης, καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· καὶ τὴν χρείαν ζητῶµεν πανταχοῦ. Τὸ γὰρ περιττὸν καὶ ἀνόνητον. Ὅταν τὴν αὐτάρκειαν µελετήσῃς, τότε σε βουλόµενον τῆς χήρας γενέσθαι ζηλωτὴν, εἰς τὰ µείζω τούτων ἐνάξοµεν. Οὐδέπω γὰρ ἔφθασας πρὸς τὴν τῆς γυναικὸς φιλοσοφίαν, ἕως ἂν αὐταρκείας φροντίζῃς. Ἐκείνη γὰρ καὶ ταύτης ἀνωτέρα γέγονεν· ἃ γὰρ ἔµελλεν αὐτὴν διαθρέψειν, ταῦτα κατέβαλε πάντα. Ἔτι οὖν διαπορήσεις περὶ τῶν ἀναγκαίων, καὶ οὐκ αἰσχύνῃ γυναικὸς ἡττώµενος, καὶ οὐ µόνον αὐτὴν οὐ ζηλῶν, ἀλλὰ καὶ σφόδρα αὐτῆς ἀπολιµπανόµενος; Ἐκείνη γὰρ οὐκ εἶπε ταῦτα τὰ παρ' ὑµῶν λεγόµενα, Τί δὲ, ἂν πάντα ἀναλώσασα ἀναγκασθῶ δεηθῆναι ἑτέρου; ἀλλὰ φιλοτίµως ἀπεδύσατο τὰ ὄντα. Τί ἄν τις εἴποι περὶ τῆς ἐν τῇ Παλαιᾷ τῆς ἐπὶ τοῦ προφήτου Ἠλίου; Ἐκείνῃ γὰρ οὐκέτι περὶ πενίας, ἀλλὰ καὶ περὶ θανάτου καὶ τελευτῆς ὁ κίνδυνος ἦν, οὐ τῆς οἰκείας µόνον, ἀλλὰ καὶ τῆς τῶν παίδων. Οὐδὲ γὰρ παρ' ἑτέρων προσεδόκα λήψεσθαι, ἀλλὰ ἀποθανεῖσθαι εὐθέως. Ἀλλὰ τὸν προφήτην εἶδε, φησὶ, καὶ ἐντεῦθεν φιλότιµος γέγονεν. Ὑµεῖς δὲ οὐχ ὁρᾶτε µυρίους ἁγίους; καὶ τί λέγω ἁγίους; τὸν τῶν προφητῶν ὁρᾶτε προσαιτοῦντα∆ εσπότην, καὶ οὐδὲ οὕτω φιλάνθρωποι γίνεσθε· ἀλλὰ ταµιεῖα ἔχοντες ἐρευγόµενα ἐκ τούτου εἰς τοῦτο, οὐδὲ ἐκ τοῦ περισσεύµατος µεταδίδοτε. Τί λέγεις; προφήτης ἦν ὁ παρὼν, καὶ τοῦτο αὐτὴν ἔπεισε µεγαλοψυχῆσαι τοσοῦτον; Αὐτὸ µὲν οὖν τοῦτο πολλοῦ θαύµατος ἄξιον, ὅτι ἐπείσθη µέγαν αὐτὸν εἶναι καὶ θαυµαστόν. Πῶς γὰρ οὐκ εἶπεν, οἷα εἰκὸς ἦν βάρβαρον γυναῖκα καὶ ἀλλόφυλον λογίσασθαι, ὅτι Εἰ προφήτης ἦν, οὐκ ἂν ἐµοῦ ἐδεήθη; εἰ Θεοῦ φίλος ἦν, οὐκ ἂν αὐτὸν περιεῖδεν; ἔστω, Ἰουδαῖοι διὰ ἁµαρτήµατα ταύτην τίνουσι τὴν δίκην· οὗτος δὲ πόθεν, καὶ διὰ τί; Ἀλλ' οὐδὲν τούτων ἐνενόησεν, ἀλλ' ἀνέῳ ξεν αὐτῷ τὴν οἰκίαν, καὶ πρὸ τῆς οἰκίας τὴν γνώµην, καὶ πάντα τὰ ὄντα εἰς µέσον τέθεικε, καὶ τὴνφύσιν ἀφεῖσα, καὶ τῶν παίδων καταφρονήσασα, τὸν ξένον προετίµησε πάντων. Ἐννόησον οὖν ὅση κόλασις κείσεται, ὅταν γυναικὸς χήρας, πτωχῆς, ἀλλοφύλου, βαρβάρου, παίδων µητρὸς, τούτων οὐδὲν εἰδυίας ὧν ἡµεῖς ἴσµεν, ἔλαττον φέρωµεν, καὶ ἀσθενέστεροι ὦµεν. Οὐ γὰρ, ἂν τὸ σῶµα ἔχωµεν ἰσχυρὸν, ἀνδρεῖοί τινές ἐσµεν. Καὶ γὰρ ἐκεῖνος µόνος ταύτην ἔχει τὴν ἀρετὴν, κἂν ἐπὶ κλίνης ᾖ βεβληµένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων· ὡς ταύτης ἄνευ, κἂν ὄρος τις ἀνασπᾷ τῇ τοῦ σώµατος ῥώµῃ, οὐδὲν αὐτὸν κορασίου καὶ γραϊδίου ταλαιπώρου φαίην ἂν ἰσχυρότερον εἶναι. Ὁ µὲν γὰρ ἀσωµάτοις παλαίει κακοῖς, οὗτος δὲ οὐδὲ ἀντιβλέψαι τολµᾷ. Καὶ ἵνα µάθῃς, ὅτι οὗτος ἀνδρείας ὅρος, ἀπ' αὐτοῦ τούτου τοῦ παραδείγµατος αὐτὸ συνάγαγε. Τί γὰρ αὐτῆς ἀνδρειότερον γένοιτ' ἂν τῆς γυναικὸς, ἣ καὶ πρὸς φύσεως τυραννίδα, καὶ πρὸς λιµοῦ βίαν, καὶ πρὸς τελευτῆς ἀπειλὴν ἔστη γενναίως, καὶ πάντων γέγονεν ἰσχυροτέρα; Ἄκουσον γοῦν πῶς ὁ Χριστὸς αὐτὴν ἀνακηρύττει. Πολλαὶ γὰρ, φησὶν, ἦσαν χῆραι ἐν ταῖς ἡµέραις Ἠλία, καὶ πρὸς οὐδεµίαν ὁ προφήτης ἀπεστέλλετο, ἀλλ' ἢ πρὸς ἐκείνην. Εἴπω τι µέγα καὶ παράδοξον; Αὕτη τοῦ πατρὸς ἡµῶν Ἀβραὰµ πλέον εἰς φιλοξενίαν εἰσήνεγκεν. Οὐ γὰρ εἰς ἀγέλην ἔδραµε, καθάπερ ἐκεῖνος, ἀλλ' ἀπὸ τῆς δρακὸς ἐκείνης παρήλαυνεν ἅπαντας τοὺς ἐπὶ φιλοξενίᾳ βεβοηµένους. Ἐκεῖνος µὲν γὰρ ἐνίκα, ὅτι εἰς τοῦτο ἑαυτὸν ἔταξεν· αὕτη δὲ, ὅτι οὐδὲ τῶν παίδων ἐφείσατο διὰ τὸν ξένον, καὶ οὐδὲ προσδοκῶσα τὰ µέλλοντα. Ἡµεῖς δὲ, βασιλείας οὔσης, γεέννης ἀπειλουµένης, ὃ πάντων µεῖζον, τοῦ Θεοῦ τοσαῦτα ὑπὲρ ἡµῶν ἐργασαµένου, καὶ τούτοις εὐφραινοµένου καὶχαίροντος, ἀναπεπτώκαµεν. Μὴ, παρακαλῶ· ἀλλὰ σκορπίσωµεν, δῶµεν πένησιν ὡς δοῦναι δεῖ. Τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον οὐ τῷ µέτρῳ τῶν διδοµένων ὁ Θεὸς ὁρίζει, ἀλλὰ τῇ δυνάµει τῆς οὐσίας τοῦ διδόντος. Πολλάκις γοῦν τοῦ µόνον ἕνα καταθέντος ὀβολὸν ἔλαττον σὺ κατέθηκας, ὁ στατῆρας χρυσοῦ καταβαλὼν ἑκατόν· ἀπὸ γὰρ τοῦ περισσεύµατος ἔβαλες. Πλὴν κἂν οὕτω ποίει, καὶ ἥξεις ταχέως καὶ ἐπὶ τὸ δαψιλέστερον. Σκόρπισον χρήµατα, ἵνα συναγάγῃς δικαιοσύνην. Οὐδὲ γὰρ θέλει µετὰ τῶν χρηµάτων αὐτὴ παραγίνεσθαι, ἀλλὰ δι' αὐτῶν µὲν, οὐ µετ' αὐτῶν δὲ ἡµῖν παρέστη. Οὐ γὰρ ἔστιν ὁµοῦ καὶ χρηµάτων ἐπιθυµίαν, καὶ δικαιοσύνην οἰκεῖν· κεχωρισµένας γὰρ ἔχουσι τὰς σκηνάς. Μὴ δὴ φιλονείκει τὰ ἄµικτα συνάγειν, ἀλλὰ ἀπέλασον τὴν τύραννον φιλαργυρίαν, εἰ βούλει τὴν βασιλίδα λαβεῖν. Αὕτη γάρ ἐστιν ἡ βασίλισσα, καὶ ἐλευθέρους ἐκ δούλων ποιοῦσα· οὗ τοὐναντίον ἐκείνη.∆ ιὸ µετὰ πάσης σπουδῆς τὴν µὲν φύγωµεν, τὴν δὲ ἀσπαζώµεθα, ἵνα καὶ τῆς ἐνταῦθα τύχωµεν ἐλευθερίας, καὶ τῆς βασιλείας ἐπιτύχωµεν τῶν οὐρανῶν· ἧς δὴ καὶ γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.