Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Corinthians
John ChrysostomHom. 2 Cor. 20 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
20.20
Ὁ δὲ ἐπιχορηγῶν σπέρµα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑµῶν, καὶ αὐξήσαι τὰ γεννήµατα τῆς δικαιοσύνης ὑµῶν. αʹ. Μάλιστα ἄν τις ἐκ τούτου θαυµάσειε τὴν Παύλου σύνεσιν, ὅτι προτρέψας ἀπὸ τῶν πνευµατικῶν, ἀπὸ τῶν σαρκικῶν, καὶ ἐν τῇ ἀντιδόσει πάλιν τὸ αὐτὸτοῦτο ποιεῖ, ἑκατέρας τιθεὶς τὰς ἀµοιβάς. Τὸ µὲν οὖν, Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ µένει εἰς τὸν αἰῶνα, πνευµατικῆς ἐστιν ἀµοιβῆς· τὸ δὲ, Πληθύναι τὸν σπόρον ὑµῶν, σαρκικῆς ἀντιδόσεως. Ἀλλ' ὅµως οὐχ ἵσταται ἐνταῦθα, ἀλλὰ καὶ πάλιν ἐπὶ τὰ πνευµατικὰ µεταβαίνει, συνεχῶς παράλληλα αὐτὰ τιθείς· καὶ γὰρ τὸ, Αὐξήσαι τὰ γεννήµατα τῆς δικαιοσύνης ὑµῶν, πνευµατικόν. Ταῦτα δὲ ποιεῖ καὶ ποικίλλει τὸν λόγον, τὸν ἄνανδρον ἐκεί νων καὶ βλακώδη λογισµὸν πρόῤῥιζον ἀνασπῶν, καὶ τῆς πενίας τὸν φόβονἐκλύων πολλαχόθεν, καὶ ἀπὸ τοῦ παραδείγµατος τούτου τοῦ νῦν. Εἰ γὰρ καὶ τοῖς τὴν γῆν σπείρουσι δίδωσιν ὁ Θεὸς, εἰ τοῖς τὸ σῶµα τρέφουσι παρέχει τὴν ἀφθονίαν, πολλῷ µᾶλλον τοῖς τὸν οὐρανὸν γεωργοῦσι, τοῖς τῆςψυχῆς ἐπιµελουµένοις· καὶ γὰρ ταῦτα βούλεται µᾶλλον προνοίας ἀπολαύειν. Ἀλλὰ συλλογιστικῶς µὲν αὐτὸ οὐ τίθησιν, οὐδὲ οὕτως, ὥσπερ ἔφην, ἐν δὲ εὐχῆς µέρει, ὁµοῦ καὶ τὸν συλλογισµὸν φανερὸν ποιῶν, καὶ µᾶλλον αὐτοὺςεἰς ἐλπίδα ἄγων, οὐκ ἀπὸ τῶν γινοµένων µόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐχῆς ταύτης· Χορηγήσαι γὰρ, φησὶν, καὶ πληθύναι τὸν σπόρον ὑµῶν, καὶ αὐξήσαι τὰ γεννήµατα τῆς δικαιοσύνης ὑµῶν. Πάλιν κἀνταῦθα τὴν δαψίλειαν αἰνίττεται ἀνυπόπτως· τὸ γὰρ, Πληθύναι καὶ αὐξήσαι, τοῦτό ἐστιν ἐνδεικνυµένου· ὁµοῦ δὲ καὶ τῶν ἀναγκαίων πλέον οὐδὲν ἀφίησιν ἐπιζητεῖν, Ἄρτον, εἰπὼν, εἰς βρῶσιν. Καὶ γὰρ καὶ τοῦτο αὐτοῦ µάλιστα ἔστι θαυµάσαι, ὃ καὶ ἔµπροσθεν κατεσκεύασεν, ὅτι ἐν µὲν τοῖς ἀναγκαίοις οὐδὲν πλέον τῆς χρείας ἀφίησιν ἐπιζητεῖν, ἐνδὲ τοῖς πνευµατικοῖς πολλὴν τὴν περιουσίαν συµβουλεύει ποιεῖσθαι.∆ ιὸ καὶ ἀνωτέρω ἔλεγεν, Ἵνα αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· καὶ ἐνταῦθα, Ὁ ἐπιχορηγῶν ἄρτον εἰς βρῶσιν, πληθύναι τὸν σπόρον ὑµῶν· τουτέστι, τὸν πνευµατικόν. Οὐδὲ γὰρ ἁπλῶς ἐλεηµοσύνην αἰτεῖ, ἀλλὰ τὴν µετὰ δαψιλείας.∆ ιὸ καὶ σπόρον αὐτὸ συνεχῶς καλεῖ. Καθάπερ γὰρ ὁ σῖτος καταβαλλόµενος κοµῶντα τὰ λήϊα δείκνυσι· οὕτω καὶ ἡ ἐλεηµοσύνη πολλὰ τὰ δράγµατα τῆς δικαιοσύνης ἐργάζεται, καὶ δείκνυσιν ἄφατα τὰ γεννήµατα. Ἐπευξάµενος δὲ αὐτοῖς εὐθηνίαν τοσαύτην, δείκνυσι πάλιν ποῦ ταύτην δαπανᾷν χρὴ, λέγων. Ἵνα ἐν παντὶ πλουτιζόµενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι' ἡµῶν εὐχαριστίαν τῷ Θεῷ. Οὐχ ἵνα εἰς τὰ µὴ δέοντα ἀναλίσκητε, ἀλλ' εἰς ἐκεῖνα, ἃ πολλὴν φέρει τῷ Θεῷ τὴν εὐχαριστίαν. Καὶ γὰρ µεγάλων ἡµᾶς κυρίους ἐποίησεν ὁ Θεός· καὶ τὰ ἐλάττονα ἑαυτῷ ἀφεὶς, ἡµῖν τῶν µειζόνων παρεχώρησε. Τῆς µὲν γὰρ αἰσθητῆς τροφῆς αὐτὸς κύριος, τὴν δὲ νοητὴν ἡµῖν ἐπέτρεψε· καὶ γὰρ ἡµεῖς κύριοι τὰ λήϊα ἡµῶν δεῖξαι κοµῶντα. Οὐδὲ γὰρ ὑετῶν δεῖται καὶ ὡρῶν κράσεως, καὶ προαιρέσεως µόνης, καὶ πρὸς αὐτὸν τρέχει τὸν οὐρανόν. Ἁπλότητα δὲ ἐνταῦθα τὴν δαψίλειαν καλεῖ, ἥτις κατεργάζεται δι' ἡµῶν εὐχαριστίαν τῷ Θεῷ. Οὐδὲ γὰρ ἐλεηµοσύνη µόνον ἐστὶ τὸ γινόµενον, ἀλλὰ καὶ εὐχαριστίας πολλῆς ὑπόθεσις· µᾶλλον δὲ οὐκ εὐχαριστίας µόνον, ἀλλὰ καὶ ἑτέρων πλειόνων. Καὶ τίθησιν αὐτὰ προϊὼν, ἵνα δείξας πολλὰ ὄντα τὰ κατορθούµενα, ἐντεῦθεν προθυµοτέρους ἐργάσηται. Τίνα οὖν ἐστι τὰ πολλά; Ἄκουσον αὐτοῦ λέγοντος· Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ µόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήµατα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶντῷ Θεῷ· διὰ τῆς δοκιµῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁµολογίας ὑµῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰςαὐτοὺς, καὶ εἰς πάντας, καὶ αὐτῶν δεήσει ὑπὲρ ὑµῶν, ἐπιποθούντων ὑµᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ' ὑµῖν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πρῶτον τὰ ὑστερήµατα τῶν ἁγίων οὐ µόνον πληροῦτε, ἀλλὰ καὶ περισσεύετε, τουτέστι, καὶ πλέον τῆς χρείας αὐτοῖς παρέχετε· εἶτα δι' αὐτῶν εὐφηµίαν ἀναπέµπετε τῷ Θεῷ· δοξάζουσι γὰρ αὐτὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁµολογίας ὑµῶν. Ἵνα γὰρ µὴ δείξῃ αὐτοὺς διὰ τοῦτο εὐχαριστοῦντας µόνον, διὰ τὸ λαβεῖν λέγω, ὅρα πῶς ὑψηλοὺς αὐτοὺς ποιεῖ· ὅπερ αὐτός φησι πρὸς Φιλιππησίους, ὅτι Οὐκ ἐπιζητῶ τὰ δόµατα, καὶ τούτοις µαρτυρῶ τὸ αὐτό. Χαίρουσι µὲν γὰρ, ὅτι τὰ ὑστερήµατα αὐτῶν ἀναπληροῦτε, καὶ τὴν πτωχείαν αὐτῶν παραµυθεῖσθε· πολλῷ δὲ πλέον, ὅτι οὕτως ὑποτεταγµένοι ἐστὲ τῷ Εὐαγγελίῳ· οὗ σηµεῖον τοῦτό ἐστι, τὸ οὕτω δαψιλῶς εἰσφέρειν. Τοῦτο γὰρ τὸ Εὐαγγέλιον ἐπιτάττει. Καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς καὶ εἰς πάντας. Καὶ διὰ τοῦτο δοξάζουσι, φησὶ, τὸν Θεὸν, ὅτι οὕτως ἐστὲ φιλότιµοι, οὐκ εἰς ἐκείνους µόνον, ἀλλὰ καὶ εἰς πάντας. Τοῦτο δὲ πάλιν ἐγκώµιον ἐκείνων γίνεται, τὸ καὶ ὑπὲρ τῶν ἑτέροις διδοµένων εὐχαριστεῖν. Οὐ γὰρ τὰ ἑαυτῶν κοσµοῦσι µόνον, φησὶν, ἀλλὰ καὶ τὰ ἑτέρων, καίτοι γε ἐν ἐσχάτῃ ὄντες πενίᾳ· ὃ πολλῆς αὐτῶν ἀρετῆς ἐστι σηµεῖον. Οὐδὲν γὰρ οὕτω ζηλότυπον, ὡς τὸ τῶν πτωχευοµένων γένος. Ἀλλ' ἐκεῖνοι καθαροὶ τούτου τοῦ πάθους εἰσὶ, τοσοῦτον ἀπέχοντες ἀλγεῖν ἐφ' οἷς ἑτέροις µεταδίδοτε, ὅτι καὶ χαίρουσιν οὐχ ἧττον, ἢ ἐφ' οἷς αὐτοὶ λαµβάνουσι. Καὶ αὐτῶν δεήσει ὑπὲρ ὑµῶν. Ὑπὲρ µὲν γὰρ τούτων εὐχαριστοῦσι, φησὶ, τῷ Θεῷ· ὑπὲρ δὲ τῆς ὑµετέρας ἀγάπης καὶ τῆς συντυχίας παρακαλοῦσιν αὐτὸν, ἵνα καταξιωθῶσιν ὑµᾶς ἰδεῖν. Ἐπιποθοῦσι γὰρ τοῦτο οὐ διὰ τὰ χρήµατα, ἀλλ' ὥστε θεαταὶ γενέσθαι τῆς δεδοµένης ὑµῖν χάριτος. βʹ. Εἶδες Παύλου σύνεσιν, πῶς ἐπάρας αὐτοὺς, τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ, χάριν τὸ πρᾶγµα καλέσας; Ἐπειδὴ γὰρ µεγάλα περὶ αὐτῶν ἐφθέγξατο, λειτουργοὺς αὐτοὺς εἰπὼν, καὶ ἐπάρας εἰς ὕψος· εἴ γε αὐτοὶ µὲν ἐλειτούργουν, αὐτὸς δὲ διηκονεῖτο· καὶ δοκίµους ὀνοµάσας, δείκνυσιν ὅτι πάντων τούτων ὁ Θεὸς αἴτιος· καὶ αὐτὸς µετ' ἐκείνων πάλιν εὐχαριστίαν ἀναφέρει λέγων· Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.∆ ωρεὰν δὲ ἐνταῦθα λέγει καὶ τὰ τοσαῦτα ἀγαθὰ τὰ διὰ τῆς ἐλεηµοσύνης γινόµενα καὶ τοῖς λαµβάνουσι καὶ τοῖς παρέχουσιν· ἢ τὰ ἀπόῤῥητα ἀγαθὰ τὰ διὰ τῆς παρουσίας αὐτοῦ τῇ οἰκουµένῃ πάσῃ µετὰ πολλῆς δωρηθέντα τῆς φιλοτιµίας· ὃ καὶ µάλιστα ἔστιν ὑποπτεῦσαι. Ἵνα γὰρ καὶ καταστείλῃ, καὶ δαψιλεστέρους ἐργάσηται, ὧν ἔτυχον παρὰ τοῦ Θεοῦ, τούτων αὐτοὺς ἀναµιµνήσκει. Καὶ γὰρ µέγιστον τοῦτο εἰς προτροπὴν ἀρετῆς ἁπάσης· διὸ καὶ ἐνταῦθα τὸν λόγον κατέκλεισεν. Εἰ δὲ ἡ δωρεὰ ἀνεκδιήγητος, τί τῆς µανίας ἴσον γένοιτ' ἂν τῶν τὴν οὐσίαν αὐτοῦ περιεργαζοµένων; Οὐχ ἡ δωρεὰ δὲ αὐτοῦ µόνον ἀνεκδιήγητος, ἀλλὰ καὶ ἡ εἰρήνη πάντα νοῦν ὑπερέχει, δι' ἧς τὰ ἄνω τοῖς κάτω κατήλλαξε. Σπουδάσωµεν τοίνυν τοσαύτης ἀπολαύοντες χάριτος, ἀξίαν ἐπιδείκνυσθαι τοῦ βίου τὴν ἀρετὴν, καὶ πολὺν τῆς ἐλεηµοσύνης ποιεῖσθαι λόγον· ποιησόµεθα δὲ, ἂν τὴν ἀµετρίαν φύγωµεν, ἂν τὴν µέθην, ἂν τὴν ἀδηφαγίαν. Καὶ γὰρ καὶ σῖτα καὶ ποτὰ δέδωκεν ὁ Θεὸς, οὐκ εἰς ἀµετρίαν, ἀλλὰ εἰς τροφήν. Οὐδὲ γὰρ ὁ οἶνος ποιεῖ τὴν µέθην· ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἔδει µεθύειν. Ἀλλ' οὐκ ἐχρῆν, φησὶν, οὐδὲ τὸ πολὺ βλάπτειν. Μεθυόντων ταυτὶ τὰ ῥήµατα. Εἰ γὰρ τὸ πολὺ βλάπτει, καὶ οὐδὲ οὕτως ἀφίστασαι τῆς πλεονεξίας· εἰ οὕτως αἰσχρὸν καὶ ἐπιβλαβὲς τοῦτο, καὶ οὐδὲ οὕτω λήγεις τῆς πονηρᾶς ἐπιθυµίας· εἰ ἐξῆν καὶ πολὺ πίνειν, καὶ µηδὲν παραβλάπτεσθαι, ποῦ ἂν ἔστης τῆς πλεονεξίας; ἆρα οὐκ ἂν ἐπεθύµησας, καὶ τοὺς ποταµοὺς γενέσθαι οἶνον; οὐκ ἂν πάντα ἀπώλεσας καὶ διέφθειρας; Εἰ µέτρον ἐστὶ τροφῆς, καὶ τοῦτο ὑπερβάντες βλαπτόµεθα, καὶ οὐδὲ οὕτως ἀνέχῃ τοῦ χαλινοῦ, ἀλλὰ διαῤῥήξας αὐτὸν τὰ πάντων λαµβάνεις, ἵνα λειτουργήσῃς τῇ πονηρᾷ τῆς γαστριµαργίας τυραννίδι· τί οὐκ ἂν ἐποίησας, εἰ τοῦτο ἀνῃρέθη τὸ µέτρον τῆς φύσεως; Οὐκ ἂν πάντα τὸν χρόνον εἰς τοῦτο ἀνάλωσας; Ἔδει οὖν οὕτως ἐπιθυµίαν ἄτοπον ἰσχυρὰν ποιῆσαι, καὶ τὴν βλάβην µὴ κωλῦσαι τὴν ἐκ τῆς ἀµετρίας; καὶ πόσαι οὐκ ἂν ἐτέχθησαν ἐντεῦθεν ἕτεραι βλάβαι; Ἀλλ' ὢ τῶν ἀνοήτων! οἳ, καθάπερ βορβόρῳ κυλινδούµενοι τῇ µέθῃ καὶ ταῖς λοιπαῖς ἀσωτίαις, ὅταν µικρὸν ἀνανήψωσιν, οὐδὲν ἄλλο τι κάθηνται ποιοῦντες, ἢ ταυτὶ φθεγγόµενοι,∆ ιὰ τί τοῦτο εἰς τοῦτο ἀναλίσκεται, δέον τοῖς ἑαυτῶν κρίνειν πληµµελήµασιν; Ἀνθ' οὗ γὰρ λέγεις,∆ ιὰ τί ὅρους τέθεικε; διὰ τί µὴ πάντα ἀτάκτως φέρεται; εἰπὲ,∆ ιὰ τί µὴ παυόµεθα µεθύοντες; διὰ τί µὴ λαµβάνοµεν κόρον; διὰ τί τῶν ἀλόγων ἐσµὲν ἀνοητότεροι; Ταῦτα γὰρ ἔδει ζητεῖν πρὸς ἀλλήλους, καὶ τῆς ἀποστολικῆς ἀκούειν φωνῆς, καὶ εἰδέναι πόσα τούτοις µαρτυρεῖ τὰ ἀγαθὰ ἐκ τῆς ἐλεηµοσύνης, καὶἁρπάζειν τοῦτον τὸν θησαυρόν. Καὶ γὰρ δοκίµους τοῦτο ποιεῖ, καθάπερ αὐτὸς ἔφησε, τὸ χρηµάτων ὑπερορᾷν, καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάζει, καὶ ἀγάπην θερµαίνει, καὶ µεγαλοψύχους ἐργάζεται, καὶ ἱερέας καθίστησι καὶ ἱερωσύνην πολὺν φέρουσαν τὸν µισθόν. Ὁ γὰρ ἐλεήµων οὐ ποδήρη ἐνδέδυται, οὐδὲ κώδωνας περιφέρει, οὐδὲ στέφανον ἀναδεῖται, ἀλλὰ ἀναβέβληται µὲν τῆς φιλανθρωπίας στολὴν, τῆςἱερᾶς ἐσθῆτος ἁγιωτέραν οὖσαν, κέχρισται δὲ ἐλαίῳ, οὐκ ἐξ ὕλης αἰσθητῆς συγκειµένῳ, ἀλλ' ὑπὸ Πνεύµατος γεωργουµένῳ, ἔχει δὲ στέφανον ἀπὸ τῶν οἰκτιρµῶν· Τὸν στεφανοῦντά σε γὰρ, φησὶν, ἐν ἐλέει καὶ οἰκτιρµοῖς· ἀντὶ δὲ τοῦ πέταλον φέρειν ὄνοµα ἔχον Θεοῦ, αὐτὸς ἴσος γίνεται τῷ Θεῷ. Πῶς γάρ; Γενήσεσθε, φησὶν, ὅµοιοι τοῦ Πατρὸς ὑµῶν τοῦ ἐν τοῖς οὐρανοῖς. γʹ. Βούλει καὶ τὸ θυσιαστήριον αὐτοῦ ἰδεῖν; Οὐ Βεσελεὴλ αὐτὸ ᾠκοδόµησεν, οὔτε ἄλλος τις, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐ διὰ λίθων, ἀλλὰ δι' ὕλης τοῦ οὐρανοῦ λαµπροτέρας, διὰ ψυχῶν λογικῶν. Ἀλλὰ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσέρχεται ὁ ἱερεύς. Ἔξεστί σοι εἰς τὰ φρικωδέστερα εἰσελθεῖν θύοντι τὴν θυσίαν ταύτην, ἔνθα µηδεὶς πάρεστιν, ἀλλ' ὁ Πατήρ σου, ὁ βλέπων σε ἐν τῷ κρυπτῷ, ἔνθα µηδεὶςἄλλος ὁρᾷ. Καὶ πῶς, φησὶν, ἔστι µὴ ὁρᾷν, δηµοσίᾳ ἑστῶτος τοῦ θυσιαστηρίου; Τὸ γὰρ θαυµαστὸν τοῦτό ἐστιν, ὅτι τότε µὲν ἀµφίθυρα καὶ παραπετάσµατα τὴν ἐρηµίαν ἐποίει· νῦν δὲ ἔξεστι δηµοσίᾳ θύοντι, ὡς ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, καὶ πολλῷ φρικωδέστερον τοῦτο ποιεῖν. Ὅταν γὰρ µὴ πρὸς ἐπίδειξιν ἀνθρώπων ποιῇς, κἂν ἡ οἰκουµένη εἶδεν, οὐδεὶς εἶδεν, ἐπειδὴ σὺ οὕτως ἐποίησας. Οὐ γὰρ εἶπε, Μὴ ποιεῖτε, ἁπλῶς, ἔµπροσθεν τῶν ἀνθρώπων, ἀλλὰ προσέθηκε, Πρὸς τὸ θεαθῆναι αὐτοῖς. Τοῦτο τὸ θυσιαστήριον ἐξ αὐτῶν τῶν τοῦ Χριστοῦ σύγκειται µελῶν, καὶ τὸ σῶµα τοῦ∆ εσπότου θυσιαστήριόν σοι γίνεται. Αἰδέσθητι τοῦτο αὐτό· ἐν τῇ σαρκὶ θύεις τοῦ∆ εσπότου τὸ ἱερεῖον. Τοῦτο τὸ θυσιαστήριον καὶ τούτου τοῦ νῦν φρικωδέστερον, οὐχὶ τοῦ παλαιοῦ µόνον. Ἀλλὰ µὴ θορυβηθῆτε· τοῦτο µὲν γὰρ θαυµαστὸν διὰ τὴν ἐπιτιθεµένην ἐν αὐτῷ θυσίαν· ἐκεῖνο δὲ τὸ τοῦ ἐλεήµονος οὐ διὰ τοῦτο µόνον, ἀλλὰ καὶ ὅτι καὶ ἐξ αὐτῆς σύγκειται τῆς θυσίας τῆς τοῦτο ποιούσης. Θαυµαστὸν τοῦτο πάλιν, ὅτι λίθος µέν ἔστι τὴν φύσιν, ἅγιον δὲ γίνεται, ἐπειδὴ σῶµα δέχεται Χριστοῦ· ἐκεῖνο δὲ, ἐπειδὴ αὐτὸ σῶµά ἐστι Χριστοῦ. Ὥστε τοῦτο φρικωδέστερον ἐκείνου, ᾧ σὺ παρέστηκας ὁ λαϊκός. Ἆρά σοι µή τι ὁ Ἀαρὼν φαίνεται πρὸς ταῦτα; µηδὲ ὁ στέφανος, µηδὲ οἱ κώδωνες, µηδὲ τὰ Ἅγια τῶν ἁγίων; Τί γὰρ δεῖ πρὸς ἐκεῖνο λοιπὸν τὸ θυσιαστήριον ποιεῖσθαι τὴν σύγκρισιν, ὅπου γε καὶ πρὸς τοῦτο συγκρινόµενον, οὕτω λαµπρὸν ἐφάνη; Σὺ δὲ τὸ µὲν θυσιαστήριον τοῦτο τιµᾷς, ὅτι δέχεται τοῦ Χριστοῦ σῶµα· τὸν δὲ αὐτὸ τὸ σῶµα τοῦ Χριστοῦ ὄντα καθυβρίζεις, καὶ περιορᾷς ἀπολλύµενον. Τοῦτο τὸ θυσιαστήριον πανταχοῦ δυνήσῃ κείµενον ἰδεῖν, καὶ ἐν στενωποῖς καὶ ἐν ἀγοραῖς, καὶ καθ' ἑκάστην ἐν αὐτῷ θύειν τὴν ὥραν· καὶ γὰρ καὶ ἐνταῦθα θυσία τελεῖται. Καὶ καθάπερ ὁ ἱερεὺς ἕστηκε τὸ Πνεῦµα καλῶν, οὕτω καὶ σὺ τὸ Πνεῦµα καλεῖς· ἀλλ' οὐ διὰ φωνῆς, ἀλλὰ δι' ἔργων. Οὐδὲν γὰρ οὕτω κατέχει καὶ ἀνάπτει τοῦ Πνεύµατος τὸ πῦρ, ὡς τοῦτο τὸ ἔλαιον δαψιλὲς ἐκχεόµενον. Εἰ δὲ βούλει, καὶ τὰ καταβαλλόµενα ἰδεῖν τί γίνεται, δεῦρο, καὶ ταῦτά σοι δείξω. Τίς οὖν ὁ καπνός; τίς ἡ εὐωδία τοῦ θυσιαστηρίου τούτου;∆ όξα καὶ εὐχαριστία. Καὶ µέχρι ποῦ προβαίνει; ἆρα µέχρι τοῦ οὐρανοῦ; Οὐδαµῶς· ἀλλ' αὐτὸν ὑπερβαίνει τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ· Αἱ εὐχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεηµοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Καὶ ἡ µὲν αἰσθητὴ εὐωδία οὐδὲ τὸ πολὺ διατέµνει τοῦ ἀέρος· αὕτη δὲ αὐτὰς ἀνοίγει τῶν οὐρανῶν τὰς ἁψῖδας. Καὶ σὺ µὲν σιγᾷς, τὸ δὲ ἔργον βοᾷ· καὶ γίνεται θυσία αἰνέσεως, οὐ δαµάλεως σφαττοµένης, οὐδὲ δέρµατος καιοµένου, ἀλλὰ ψυχῆς πνευµατικῆς τὰ παρ' αὐτῆς εἰσφερούσης. Φιλανθρωπίας γὰρ πάσης ἡ τοιαύτη θυσία εὐδοκιµωτέρα. Ὅταν οὖν ἴδῃς πένητα πιστὸν, θυσιαστήριον ὁρᾷν νόµιζε· ὅταν ἴδῃς πτωχὸν τοιοῦτον, µὴ µόνον µὴ ὑβρίσῃς, ἀλλὰ καὶ αἰδέσθητι· κἂν ἕτερον ἴδῃς ὑβρίσαντα, κώλυσον, ἄµυνον. Οὕτω γὰρ δυνήσῃ καὶ αὐτὸς τὸν Θεὸν ἵλεων ἔχειν, καὶ τῶν ἐπηγγελµένων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note