Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
21.21
Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑµᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον µὲν ταπεινὸς ἐν ὑµῖν, ἀπὼν δὲ θαῤ ῥῶ εἰς ὑµᾶς.∆ έοµαι δὲ τὸ µὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζοµαι τολµῆσαι, ἐπί τινας τοὺς λογιζοµένους ἡµᾶς, ὡς κατὰ σάρκα περι πατοῦντας. αʹ. Ἀπαρτίσας τὸν περὶ ἐλεηµοσύνης λόγον, ὡς ἔδει, καὶ δείξας ὅτι πλεῖον αὐτοὺς ἀγαπᾷ, ἢ ἀγαπᾶται, καὶ τὰ περὶ τῆς ὑποµονῆς αὐτοῦ καὶ τῶνπειρασµῶν διηγησάµενος, εὐκαίρως λοιπὸν τῶν ἐπιτιµητικωτέρων ἅπτεται λόγων, τοὺς ψευδαποστόλους αἰνιττόµενος, καὶ εἰς τὰ φορτικώτερα κατακλείων τὸνλόγον, καὶ ἑαυτὸν συνιστῶν. Τοῦτο γὰρ καὶ δι' ὅλης ἐργάζεται τῆς ἐπιστολῆς. Ὅθεν καὶ αἰσθανόµενος ἑαυτὸν πολλάκις διορθοῦται, αὐτὸ τοῦτο λέγων· Ἀρχόµεθα πάλιν ἑαυτοὺς συνιστάνειν; καὶ προϊών φησιν, Οὐ πάλιν ἑαυτοὺς συνιστάνοµεν, ἀλλὰ ἀφορµὴν διδόντες ὑµῖν καυχήσεως· καὶ µετὰ ταῦτα, Ἄφρων γέγονα καυχώµενος, ὑµεῖς µε ἠναγκάσατε. Καὶ πολλαῖς τοιαύταις κέχρηται διορθώσεσι. Καὶ οὐκ ἄν τις ἁµάρτοι, τὴν ἐπιστολὴν ταύτην ἐγκώµιον Παύλου προσειπών· οὕτω καὶ τὰ τῆς χάριτος µετὰ δαψιλείας τίθησι, καὶ τὰ τῆς ὑποµονῆς τῆς αὐτοῦ. Ἐπειδὴ γὰρ ἦσάν τινες παρ' αὐτοῖς µέγα φρονοῦντες, καὶ προτιθέντες ἑαυτοὺς τοῦ Ἀποστόλου, καὶ ὡς ἀλαζόνα διαβάλλοντες, καὶ ὡς οὐδὲν ὄντα, οὐδὲὑγιές τι διδάσκοντα( τοῦτο γὰρ αὐτὸ µάλιστα τῆς διαφθορᾶς αὐτῶν τεκµήριον ἦν)· ὅρα πῶς ἄρχεται τῆς κατ' αὐτῶν ἐπιτιµήσεως· Αὐτὸς δὲ ἐγὼ Παῦλος. Εἶδες πόση ἡ βαρύτης, πόσον τὸ ἀξίωµα; Ὃ γὰρ θέλει εἰπεῖν, τοῦτό ἐστι·∆ έοµαι ὑµῶν, µή µε ἀναγκάσητε, µηδὲ ἀφῆτε χρήσασθαι τῇ δυνάµει µου κατὰ τῶν ἐξευτελιζόντων ἡµᾶς, καὶ νοµιζόντων σαρκικοὺς ἄνδρας εἶναι. Βαρύτερον τοῦτο ἐκείνων ὧν ἐν τῇ προτέρᾳ πρὸς αὐτοὺς ἀπειλῶν ἔλεγεν, Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑµᾶς, ἢ ἐν ἀγάπῃ πνεύµατί τε πραότητος; νῦν δὲ, Ὡς µὴ ἐρχοµένου δέ µου πρὸς ὑµᾶς, ἐφυσιώθησάν τινες. Ἐλεύσοµαι δὲ καὶ γνώσοµαι, οὐ τὸν λόγον τῶν πεφυσιωµένων, ἀλλὰ τὴν δύναµιν. Καὶ γὰρ ἐνταῦθα ἀµφότερα δείκνυσι, καὶ τὸ δυνατὸν, καὶ τὸ φιλόσοφον καὶ ἀνεξίκακον· εἴ γε οὕτω παρακαλεῖ, καὶ µετὰ τοσαύτης σπουδῆς, ὥστε µὴ ἀναγκασθῆναι εἰς ἐπίδειξιν ἐλθεῖν τῆς οἰκείας δυνάµεως τῆς τιµωρητικῆς, καὶ πλῆξαι αὐτοὺςκαὶ κολάσαι, καὶ τὴν ἐσχάτην ἀπαιτῆσαι δίκην. Τοῦτο γὰρ ᾐνίξατο λέγων,∆ έοµαι δὲ τὸ µὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζοµαι τολµῆσαι, ἐπί τινας τοὺς λογιζοµένους ἡµᾶς, ὡς κατὰσάρκα περιπατοῦντας. Τέως δὲ ἐπὶ τὴν ἀρχὴν τὸν λόγον ἀγάγωµεν. Αὐτὸς δὲ ἐγὼ Παῦλος. Πολλὴ ἡ ἔµφασις, πολλὴ ἡ βαρύτης· ὥσπερ ἀλλαχοῦ φησιν, Ἴδε, ἐγὼ Παῦλος λέγω ὑµῖν· καὶ πάλιν, Ὡς Παῦλος πρεσβύτης· καὶ ἀλλαχοῦ πάλιν, Ἥτις πολλῶν προστάτις ἐγενήθη, καὶ αὐτοῦ ἐµοῦ. Οὕτω καὶ ἐνταῦθα, Αὐτὸς δὲ ἐγὼ Παῦλος. Μέγα µὲν καὶ τοῦτο, τὸ αὐτὸν παρακαλεῖν· τὸ δὲ ἕτερον µεῖζον, ὃ προσέθηκεν εἰπών·∆ ιὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ. Καὶ γὰρ σφόδρα αὐτοὺς ἐντρέψαι βουλόµενος, προβάλλεται τὴν πραότητα καὶ τὴν ἐπιείκειαν, ταύτῃ µείζονα ποιῶν τὴν ἱκετηρίαν· ὡς ἂν εἰ ἔλεγεν, Αὐτὴν αἰδέσθητε τὴν ἐπιείκειαν τοῦ Χριστοῦ, δι' ἧς ὑµᾶς παρακαλῶ. Ταῦτα δὲ ἔλεγεν, ὁµοῦ καὶ δεικνὺς ὅτι κἂν µυρίαν ἀνάγκην ἐπάγωσιν, αὐτὸς πρὸς τοῦτο ἐπιῤῥεπέστερον ἔχει, διὰ τὸ πρᾶος εἶναι· οὐ διὰ τὸ ἀσθενὲς δὲ οὐκ ἐπεξέρχεται, ἐπεὶ καὶ ὁ Χριστὸς οὕτως ἐποίει. Ὃς κατὰ πρόσωπον µὲν ταπεινὸς ἐν ὑµῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑµᾶς. Τί δὴ τοῦτό ἐστιν; Ἤτοι κατ' εἰρωνείαν φησὶ, τὰ ἐκείνων φθεγγόµενος. Ἐκεῖνοι γὰρ τοῦτο ἔλεγον, ὅτι ὅταν µὲν παρῇ, οὐδενός ἐστιν ἄξιος λόγου, ἀλλ' εὐτελὴς καὶ εὐκαταφρόνητος· ὅταν δὲ ἀπῇ, φυσᾶται καὶ κοµπάζει καὶ κατεξανίσταται ἡµῶν καὶ ἀπειλεῖ. Τοῦτο γοῦν καὶ ἑξῆς αἰνίττεται λέγων· Ὅτι αἱ µὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι· ἡ δὲ παρουσία τοῦ σώµατος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενηµένος. Ἢ τοίνυν κατ' εἰρωνείαν, φησὶ, πολλὴν ἐµφαίνων βαρύτητα, καὶ λέγων· Ἐγὼ ὁ ταπεινὸς, Ἐγὼ ὁ εὐτελὴς ἐν τῷ παρεῖναι, καθὼς ἐκεῖνοί φασι, καὶ ἀπὼν ὑψηλός· ἢ ὅτι κἂν µεγάλα φθέγγηται, οὐκ ἐξ ἀπονοίας, ἀλλ' ἐκ τοῦ θαῤῥεῖν αὐτοῖς.∆ έοµαι δὲ τὸ µὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζοµαι τολµῆσαι, ἐπί τινας τοὺς λογιζοµένους ἡµᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας Εἶδες πόσηἡ ἀγανάκτησις, καὶ πῶς σαφὴς ὁ ἔλεγχος τῶν εἰρηµένων;∆ έοµαι γὰρ ὑµῶν, φησὶ, µή µε ἀναγκάσητε δεῖξαι, ὅτι καὶ παρὼν ἰσχυρός εἰµι καὶ δύναµιν ἔχω. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἀπὼν πάνυ ὑµῶν καταθαῤῥῶ καὶ ἐπαίροµαι, αὐτοῖς κέχρηµαι τοῖς ῥήµασι· δέοµαι οὖν µή µε ἀναγκάσωσι χρήσασθαί µου τῇ δυνάµει. Τοῦτο γάρ ἐστι Τῇ πεποιθήσει. Καὶ οὐκ εἶπεν, Ἧ παρεσκεύασµαι, ἀλλ', Ἧ λογίζοµαι. Οὔπω µὲν γὰρ τοῦτο ἔκρινα, αὐτοὶ δέ µοι τὴν αἰτίαν παρέχουσιν· ἀλλ' οὐδὲ οὕτω βούλοµαι. Καίτοι οὐχ ἑαυτῷ ἀµύνων τοῦτο ἐποίει, ἀλλὰ τῷ εὐαγγελίῳ. Εἰ δὲ, ἔνθα τῷ κηρύγµατι ἀµύνειν ἐχρῆν, οὐκ ἔστιν αὐστηρὸς, ἀλλὰ ἀναδύεται καὶ µέλλει, καὶ παρακαλεῖ µὴ γενέσθαι τοσαύτην ἀνάγκην· πολλῷ µᾶλλον ὑπὲρ ἑαυτοῦ οὐκ ἂν οὐδέποτέ τι τοιοῦτον ἐποίησε. βʹ. Τοῦτο οὖν µοι χαρίσασθε, φησὶν, ὥστε µή µε ἀναγκάσαι δεῖξαι, ὅτι καὶ παρὼν δύναµαι καταθαῤῥῆσαι καθ' ὧν ἂν δέῃ· τουτέστι, κολάσαι αὐτοὺς καὶ τιµωρῆσαι. Εἶδες πῶς οὐκ ἦν φιλότιµος, οὐδὲ πρὸς ἐπίδειξίν τι ἐποίει, ὅπου γε καὶ χρείας οὔσης, τόλµαν τὸ πρᾶγµα καλεῖ;∆ έοµαι γὰρ, φησὶ, τὸ µὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζοµαι τολµῆσαι, ἐπί τινας. Τοῦτο γὰρ διδασκάλου µάλιστά ἐστι, τὸ µὴ ταχέως ἀµύνασθαι, ἀλλὰ διορθοῦσθαι, καὶ µέλλειν ἀεὶ καὶ βραδύνειν ἐν ταῖς τιµωρίαις. Τίνας δὲ τούτους φησὶν, οἷς ἀπειλεῖ; Τοὺς λογιζοµένους ἡµᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας. Ἐκεῖνοι γὰρ αὐτὸν διέβαλλον ὡς ὑποκριτὴν, ὡς πονηρὸν, ὡς ἀλαζόνα. Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόµεθα. Ἐνταῦθα λοιπὸν καὶ φοβεῖ τῇ τροπῇ· σάρκα µὲν γὰρ περικείµεθα, φησὶν, ὁµολογῶ, οὐ σαρκὶ δὲ ζῶµεν. Μᾶλλον δὲ οὐδὲ τοῦτο εἶπεν, ἀλλὰ τέως αὐτὸ ταµιεύεται· βίου γάρ ἐστιν ἐγκώµιον· περὶ δὲ τοῦ κηρύγµατος διαλέγεται, δεικνὺς ὅτι οὐκ ἔστιν ἀνθρώπινον, οὐδὲ τῆς κάτωθεν δεόµενον βοηθείας.∆ ιόπερ οὐκ εἶπεν, Οὐ κατὰ σάρκα ζῶµεν, ἀλλ', Οὐ κατὰ σάρκα στρατευόµεθα· τουτέστι, Πόλεµον ἀνεδεξάµεθα καὶ µάχην, ἀλλ' οὐχὶ σαρκικοῖς πολεµοῦµεν ὅπλοις, οὐ διά τινος ἀνθρωπίνης συµµαχίας. Τὰ γὰρ ὅπλα ἡµῶν οὐ σαρκικά. Ποῖα γὰρ ὅπλα σαρκικά; Πλοῦτος, δόξα, δυναστεία, εὐγλωττία, δεινότης, περιδροµαὶ, κολακεῖαι, ὑποκρίσεις, τὰ ἄλλα τὰ τούτοις ἐοικότα. Ἀλλὰ τὰ ἡµέτερα, οὐ τοιαῦτα, ἀλλὰ ποταπά;∆ υνατὰ τῷ Θεῷ. Καὶ οὐκ εἶπεν, Ἡµεῖς οὐ σαρκικοὶ, ἀλλὰ, Τὰ ὅπλα ἡµῶν. Ὅπερ γὰρ ἔφην, τέως περὶ τοῦ κηρύγµατος διαλέγεται, καὶ τὴν δύναµιν πᾶσαν τῷ Θεῷ ἀνατίθησι. Καὶ οὐ λέγει, Πνευµατικὰ, καίτοι τοῦτο ἦν τὸ πρὸς ἀντιδιαστολὴν τοῦ σαρκικοῦ, ἀλλὰ∆ υνατὰ, διὰ τούτου κἀκεῖνο αἰνιττόµενος, καὶ δεικνὺς ὅτι τὰἐκείνων ἀσθενῆ καὶ ἀδύνατα. Καὶ σκόπει αὐτοῦ τὸ ἄτυφον. Οὐ γὰρ εἶπεν, Ἡµεῖς δυνατοὶ, ἀλλὰ, Τὰ ὅπλα ἡµῶν δυνατὰ τῷ Θεῷ. Οὐχ ἡµεῖς αὐτὰ τοιαῦτα κατεσκευάσαµεν, ἀλλ' αὐτὸς ὁ Θεός. Ἐπειδὴ γὰρ ἐµαστίζοντο, ἠλαύνοντο καὶ µυρία ἔπασχον ἀνήκεστα, ἅπερ ἀσθενείας ἦν· δεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν, φησίν· Ἀλλὰ τῷ Θεῷ δυνατά ἐστι. Τοῦτο γὰρ µάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχὺν, ὅτι διὰ τούτων περιγίνεται. Ὥστε εἰ καὶ ἡµεῖς αὐτὰ περικείµεθα, ἀλλ' αὐτός ἐστιν ὁ δι' αὐτῶν πολεµῶν καὶ ἐνεργῶν. Εἶτα καὶ ἐγκώµιον αὐτῶν διέξεισι µακρὸν λέγων· Πρὸς καθαίρεσιν ὀχυρωµάτων. Καὶ ἵνα µὴ, ἀκούσας ὀχυρώµατα, αἰσθητόν τι νοµίσῃς, φησί· Λογισµοὺς καθαιροῦντες· διὰ µὲν τῆς τροπῆς τὴν ἔµφασιν δεικνὺς, διὰ δὲ τῆς ἐπαγωγῆς τὸ νοητὸν τοῦ πολέµου παραδηλῶν. Ταῦτα γὰρ τὰ ὀχυρώµατα ψυχὰς πολιορκεῖ, οὐ σώµατα. Ὥστε ἐκείνων ἰσχυρότερα· διὸ καὶ µειζόνων δεῖται τῶν ὅπλων. Ὀχυρώµατα δὲ λέγει τὸν τῦφον τὸν Ἑλληνικὸν, καὶ τῶν σοφισµάτων καὶ τῶν συλλογισµῶν τὴν ἰσχύν. Ἀλλ' ὅµως ἅπαντα ἤλεγξε τὰ ὅπλα, φησὶν, ἱστάµενα κατ' αὐτῶν. Λογισµοὺς γὰρ καθαιροῦντες, καὶ πᾶν ὕψωµα ἐπαιρόµενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ἐπέµεινε τῇ τροπῇ, ἵνα πλείονα ποιήσῃ τὴν ἔµφασιν. Κἂν γὰρ ὀχυρώµατα ᾖ, φησὶ, κἂν πυργώµατα, κἂν ὁτιοῦν ἕτερον, εἴκει καὶ παραχωρεῖ τοῖς ὅπλοις τούτοις. Καὶ αἰχµαλωτίζοντες πᾶν νόηµα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καίτοι κακέµφατος ἡ τῆς αἰχµαλωσίας προσηγορία· τῆς ἐλευθερίας γάρ ἐστιν ἀναίρεσις. Τίνος οὖν ἕνεκεν αὐτῇ κέχρηται; Καθ' ἕτερον σηµαινόµενον. Τὸ γὰρ τῆς αἰχµαλωσίας ὄνοµα δύο δηλοῖ, καὶ τὸ ἐκπεσεῖν ἐλευθερίας, καὶ τὸ κατὰ κράτος ἁλῶναι, ὥστε µὴ ἀναστῆναι πάλιν. Κατὰ τοῦτο οὖν τὸ δεύτερον αὐτὴν ἐξελάβετο. Ὥσπερ ὅταν λέγῃ, Ἄλλας Ἐκκλησίας ἐσύλησα, οὐ τὸ λάθρα λαβεῖν λέγει, ἀλλὰ τὸ γυµνῶσαι καὶ πάντα λαβεῖν· οὕτω καὶ ἐνταῦθα λέγων, Αἰχµαλωτίζοντες. Οὐ γὰρ ἐκ τοῦ ἴσου ἡ µάχη ἀλλὰ µετὰ πολλῆς εὐκολίας. Οὐκ εἶπεν ἓν καὶ δύο, ἀλλὰ πᾶν· οὐκ εἶπε δὲ, Νικῶµεν καὶ περιγινόµεθα, µόνον, ἀλλὰ καὶ, Αἰχµαλωτίζοµεν· ὥσπερ οὖν καὶ ἀνωτέρω οὐκ εἶπε, Προσάγοµεν µηχανήµατα τοῖς ὀχυρώµασιν, ἀλλὰ, Καθαιροῦµεν αὐτά· καὶ γὰρ πολλὴ τῶν ὅπλων ἡ περιουσία. Οὐ γὰρ λόγοις πολεµοῦµεν, φησὶν, ἀλλ' ἔργοις πρὸς λόγους, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν πνεύµατι πραότητος καὶ δυνάµεως. Πῶς οὖν ἔµελλον φιλοτιµεῖσθαι, φησὶ, καὶ κοµπάζειν διὰ λόγων, καὶ ἀπειλεῖν διὰ ἐπιστολῶν, καθάπερ ἐκεῖνοι διέβαλλον λέγοντες, ὅτι Αἱ ἐπιστολαὶβαρεῖαι, ὅπου γε οὐκ ἐν τούτοις ἦν ἡµῖν ἰσχύς; γʹ. Εἰπὼν δὲ, Αἰχµαλωτίζοντες πᾶν νόηµα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἐπειδὴ τὸ τῆς αἰχµαλωσίας ὄνοµα βαρὺ, ταχέως τὸν τρόπον ἐντεῦθεν κατέλυσεν εἰπών· Εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἀπὸ δουλείας εἰς ἐλευθερίαν, ἀπὸ θανάτου πρὸς ζωὴν, ἐξ ἀπωλείας πρὸς σωτηρίαν. Οὐ γὰρ ἁπλῶς βαλεῖν ἤλθοµεν, ἀλλὰ µεταστῆσαι πρὸς τὴν ἀλήθειαν τοὺς ἐναντιουµένους. Καὶ ἐν ἑτοίµῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑµῶν ἡ ὑπακοή. Ἐνταῦθα καὶ τούτους ἐφόβησεν, οὐκ ἐκείνους µόνον. Ὑµᾶς γὰρ, φησὶν, ἀναµένοµεν, ἵν', ὅταν ὑπὸ τῆς παραινέσεως καὶ τῆς ἀπειλῆς διορθώσωµεν ὑµᾶς καὶ ἐκκαθάρωµεν καὶ ἀποστήσωµεν τῆςἐκείνων κοινωνίας, τότε ἐκείνων ἀπολειφθέντων µόνων ἀνίατα νοσούντων ἐπαγάγωµεν τὴν τιµωρίαν, ὅταν γνησίως ἴδωµεν ὑµᾶς ἀποστάντας. Ὑπακούετε µὲν γὰρ καὶ νῦν, οὐ τελείως δέ. Καίτοι εἰ νῦν ἐποίησας, µεῖζον ἂν εἰργάσω τὸ κέρδος, φησίν. Οὐδαµῶς· εἰ γὰρ νῦν ἐποίησα, καὶ ὑµᾶς ἂν περιέβαλον τῇ τιµωρίᾳ. Ἀλλ' ἔδει κολάσαι µὲν ἐκείνους, ἡµῶν δὲ φείσασθαι. Ἀλλ' εἰ ἐφεισάµην, χάριτι ἂν ἔδοξα τοῦτο ποιεῖν· νῦν δὲ οὐ τοῦτο βούλοµαι, ἀλλὰ πρῶτον κατορθῶσαι ὑµᾶς, καὶ τότε ἐπ' ἐκείνους ἐλθεῖν. Τί τῶν σπλάγχνων ἐκείνων ἡµερώτερον; ὃς ἐπειδὴ τοὺς οἰκείους ἑώρα τοῖς ἀλλοτρίοις ἀναµεµιγµένους, βούλεται µὲν ἐπαγαγεῖν τὴν πληγὴν, φείδεται δὲ, καὶ κατέχει τὴν ἀγανάκτησιν, ἕως ἂνἐκεῖνοι ἀναχωρήσωσιν, ἵνα τούτους πατάξῃ µόνους· µᾶλλον δὲ, ἵνα µηδὲ τούτους.∆ ιὰ γὰρ τοῦτο ἀπειλεῖ τούτοις, καί φησι µόνους βούλεσθαι ἐκείνους ἀπολαβεῖν, ἵνα καὶ ἐκεῖνοι τῷ φόβῳ διορθωθέντες µεταναστῶσι, καὶ εἰς µηδένα ἀφῇτὴν ὀργήν. Καθάπερ γὰρ ἰατρὸς ἄριστος καὶ πατὴρ κοινὸς καὶ προστάτης καὶ κηδεµὼν, οὕτω πάντα ἔπραττεν, οὕτω πάντων ἐκήδετο, τὰ κωλύµατα ἀναιρῶν, τοὺς λυµαινοµένους ἀναστέλλων, πανταχοῦ περιτρέχων. Οὐδὲ γὰρ µαχόµενος οὕτω τὰ πράγµατα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίµην καὶ πρόχειρον ἐρχόµενος νίκην, τὰ τρόπαια ἵστη, κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώµατα καὶ τῶν δαιµόνων τὰ µηχανήµατα, καὶ τὴν λείαν µετῆγεν ἅπασαν ἐπὶ τὸ τοῦ Χριστοῦ στρατόπεδον· καὶ οὐδὲ µικρὸν ἀνέπνει, ἀπὸ τούτων ἐπ' ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων ἐφ' ἑτέρους µεταπηδῶν, καθάπερ τις στρατηγὸς ἄριστος καθ' ἑκάστηνἡµέραν ἱστῶν τρόπαια, µᾶλλον δὲ καθ' ἑκάστην ὥραν. Ἀπὸ γὰρ χιτωνίσκου µόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις, καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡγλῶττα Παύλου. Καὶ γὰρ ἐφθέγγετο µόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς πολεµίοις αἱ ῥήσεις ἐνέπιπτον· καὶ τοὺς µὲν δαίµονας ἤλαυνε, τοὺς δὲ ὑπ' αὐτῶν κατεχοµένους ἀνθρώπους πρὸς ἑαυτὸν ἐπανῆγεν. Ὅτε γοῦν τὸν δαίµονα ἐκεῖνον τὸν πονηρὸν ἐξέβαλε, γοήτων ἀνδρῶν µυριάδες πέντε συνελθοῦσαι, τὰ βιβλία τῶν µαγειῶν κατέκαιον, καὶ πρὸς τὴνἀλήθειαν µεθίσταντο. Καὶ καθάπερ ἐν πολέµῳ, πύργου πεσόντος ἢ τυράννου κατενεχθέντος, οἱ µετ' ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες, τῷ στρατηγῷ προστρέχουσιν· οὕτω δὴ καὶ τότε ἐγένετο. Τοῦ γὰρ δαίµονος ἐκβληθέντος, πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, µᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον· ὁ δὲ, καθάπερ ἑνὶ στρατοπέδῳ, τῇ οἰκουµένῃ παραταττόµενος, οὐδαµοῦ ἵστατο, ἀλλ' ὥσπερ τις ὑπόπτερος ὢν, πάντα ἐποίει· καὶ νῦν µὲν χωλὸν διώρθου, νῦν δὲ νεκρὸν ἤγειρε, νῦν δὲ ἕτερον ἐπήρου, τὸν µάγον λέγω· καὶ οὐδὲ ἐν δεσµωτηρίῳ κατακλειόµενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσµοφύλακα µετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχµαλωσίαν ἐργαζόµενος. δʹ. Τοῦτον οὖν καὶ ἡµεῖς µιµησώµεθα κατὰ δύναµιν. Καὶ τί λέγω, κατὰ δύναµιν; Ἔξεστι γὰρ καὶ ἐγγὺς ἐκείνου γενέσθαι τῷ βουλοµένῳ, καὶ θεωρῆσαι τὴν ἀριστείαν, καὶ µιµήσασθαι τὴν ἀνδρείαν. Ἔτι γὰρ καὶ τοῦτο ποιεῖ, λογισµοὺς καθαιρῶν, καὶ πᾶν ὕψωµα ἐπαιρόµενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καίτοι γε πολλοὶ κατατέµνειν αὐτὸν ἐπεχείρησαν αἱρετικοί· ἀλλ' ὅµως κατὰ µέλος ὢν πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν. Κέχρηται µὲν γὰρ αὐτῷ καὶ Μαρκίων καὶ Μανιχαῖος, ἀλλὰ κατατέµνοντες· ἀλλ' ὅµως καὶ οὕτως ἐλέγχονται ἀπὸ τῶν µελῶν. Καὶ γὰρ καὶ χεὶρ µόνη τοῦ ἀριστέως τούτου παρ' αὐτοῖς οὖσα, κατ' ἄκρας αὐτοὺς ἐλαύνει· καὶ ποῦς µόνος παρ' ἑτέροις διώκει καὶ καταβάλλει, ἵνα µάθῃς δυνάµεως περιουσίαν, καὶ ὅτι καὶ περικοπτόµενος ἀρκεῖ πάντας ἑλεῖν τοὺς ἐναντιουµένους. Καὶ µέντοι τοῦτο, φησὶ, διαστροφῆς, τὸ πάντας αὐτῷ κεχρῆσθαι τοὺς ἀλλήλοις µαχοµένους.∆ ιαστροφῆς µὲν οὖν, τῆς Παύλου δὲ µὴ γένοιτο, ἀλλὰ τῆς τῶν χρωµένων. Οὐ γὰρ ποικίλος τις ἦν, ἀλλὰ ἁπλοῦς καὶ σαφής· οὗτοι δὲ πρὸς τὰς οἰκείας διέστρεψαν τὰ ῥήµατα ἐννοίας. Καὶ διὰ τί οὕτως ἐῤῥέθη, φησὶν, ὡς δοῦναι λαβὰς τοῖς βουλοµένοις; Οὐκ αὐτὸς ἔδωκεν, ἀλλ' ἡ ἐκείνων µανία· οὐκ εἰς δέον γὰρ τούτοις ἐχρήσαντο. Ἐπεὶ καὶ ὁ κόσµος οὗτος ὅλος καὶ θαυµαστὸς καὶ µέγας, καὶ τῆς τοῦ Θεοῦ σοφίας τεκµήριον, καὶ Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ἡµέρα τῇ ἡµέρᾳἐρεύγεται ῥῆµα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· ἀλλ' ὅµως τούτῳ πολλοὶ προσέπταισαν, καὶ ἀπ' ἐναντίας ἀλλήλοις· καὶ οἱ µὲν οὕτως αὐτὸν ὑπὲρ τὴν ἀξίαν ἐθαύµασαν ὡς αὐτὸν νοµίσαι εἶναι Θεόν· οἱ δὲ οὕτως αὐτοῦ τὸ κάλλος ἠγνόησαν, ὡς ἀνάξιον εἶναι φανῆναι τῆς τοῦ Θεοῦ δηµιουργίας, καὶ ὕλῃ τινὶ πονηρᾷ τὸ πλέον αὐτοῦ ἀναθεῖναι. Καίτοι γε ἀµφοτέρους ὁ Θεὸς ἠσφαλίσατο, καλὸν µὲν ποιήσας καὶ µέγαν, ἵνα µὴ ἀλλότριος αὐτοῦ τῆς σοφίας εἶναι νοµίζοιτο· ἐνδεῆ δὲ καὶ οὐκ αὐτάρκη ἑαυτῷ, ἵνα µὴ Θεὸς ὑποπτεύηται. Ἀλλ' ὅµως οἱ πηρωθέντες ἐξ οἰκείων λογισµῶν, εἰς ἐναντίας ἐξέπεσον ἐννοίας, ἀλλήλους ἐλέγχοντες, καὶ ἀλλήλων γινόµενοι κατήγοροι, καὶ ὑπὲρ τῆςτοῦ Θεοῦ σοφίας ἀπολογούµενοι καὶ αὐτῶν ὧν ἐπλανήθησαν λογισµῶν. Καὶ τί λέγω τὸν ἥλιον καὶ τὸν οὐρανόν; Πρὸ τῶν ὀφθαλµῶν εἶδον θαύµατα οἱ Ἰουδαῖοι γινόµενα τοσαῦτα, καὶ µόσχον εὐθέως προσεκύνησαν. Πάλιν ἑώρων δαίµονας τὸν Χριστὸν ἀπελαύνοντα, καὶ δαιµονῶντα αὐτῶν ἐκάλουν. Ἀλλ' οὐ τοῦ ἐκβάλλοντος τοῦτο ἔγκληµα, ἀλλὰ τῆς τῶν πεπηρωµένων διανοίας κατηγορία. Μὴ τοίνυν µηδὲ Παύλου καταγίνωσκε διὰ τὴν τῶν κακῶς χρησαµένων γνώµην, ἀλλὰ µάθε τὸν θησαυρὸν αὐτοῦ καλῶς καὶ τὸν πλοῦτον ἀνάπτυξον, καὶπρὸς πάντας στήσῃ γενναίως ἀπὸ τῶν ἐκείνου φραττόµενος ὅπλων· οὕτω καὶ Ἕλληνας, καὶ Ἰουδαίους ἐπιστοµίσαι δυνήσῃ. Καὶ πῶς, φησὶν, οὐ πιστεύοντας αὐτῷ; Ἀπὸ τῶν γεγενηµένων δι' αὐτοῦ, ἀπὸ τῆς κατὰ τὴν οἰκουµένην διορθώσεως. Οὐ γὰρ ἦν ἀνθρωπίνης δυνάµεως τοσαῦτα δυνηθῆναι, ἀλλ' ἡ τοῦ σταυρωθέντος ἰσχὺς ἐµπνέουσα αὐτῷ, τοιοῦτον αὐτὸν εἰργάσατο, καὶ ῥητόρωνκαὶ φιλοσόφων καὶ τυράννων καὶ βασιλέων καὶ πάντων δυνατώτερον ἀπέφηνεν. Οὗτος οὐχ ὁπλίσασθαι µόνον ἱκανὸς καὶ βαλεῖν τοὺς ἐναντίους, ἀλλὰ καὶ ἑτέρους κατασκευάσαι τοιούτους. Ἵν' οὖν καὶ ἑαυτοῖς καὶ ἑτέροις γινώµεθα χρήσιµοι, συνεχῶς αὐτὸν µεταχειριζώµεθα, ἀντὶ λειµῶνος καὶ παραδείσου τοῖς τούτου γράµµασιν ἐντρυφῶντες. Οὕτω γὰρ δυνησόµεθα καὶ κακίας ἀπαλλαγῆναι, καὶ ἀρετὴν ἑλέσθαι, καὶ τῶν ἐπηγγελµένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίουἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.