Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
23.23
Ὄφελον ἠνείχεσθέ µου µικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ µου. αʹ. Μέλλων ἐµβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολλῇ κέχρηται τῇ προδιορθώσει. Καὶ οὐχ ἅπαξ, οὐδὲ δεύτερον τοῦτο ποιεῖ· καίτοι γε ἱκανὴ ἦν ἡ ἀνάγκη τῆς ὑποθέσεως ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ, καὶ τὰ πολλάκις εἰρηµένα αὐτῷ. Ὁ γὰρ ἁµαρτηµάτων µεµνηµένος, ὧν ὁ Θεὸς οὐκ ἐµέµνητο, καὶ διὰ τοῦτο λέγων ἀνάξιος εἶναι καὶ τῆς προσηγορίας αὐτῆς τῶν ἀποστόλων, καὶ τοῖςσφόδρα ἀναισθήτοις εὔδηλός ἐστιν οὐ διὰ δόξαν ταῦτα λέγων, ἃ µέλλει νῦν ἐρεῖν. Καὶ γὰρ, εἰ δεῖ τι καὶ θαυµαστὸν εἰπεῖν, εἰς δόξαν αὐτὸν µάλιστα τοῦτο παρέβλαπτε, τὸ περὶ ἑαυτοῦ τι λέγειν· καὶ προσίσταται τοῦτο τοῖς πολλοῖς. Ἀλλ' ὅµως οὐδὲν τούτων ὑπείδετο, ἀλλ' εἰς ἓν εἶδε, τὴν τῶν ἀκουόντων σωτηρίαν. Ὥστε οὖν µηδὲ βλάψαι τούτῳ τοὺς ἀνοήτους, τῷ µεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, ἐκ περιουσίας κέχρηται ταῖς πολλαῖς ταύταις προδιορθώσεσι, καί φησιν, Εἴθε ἠνείχεσθέ µου µικρά τινα ἀνοηταίνοντος· µᾶλλον δὲ καὶ ἀνέχεσθε. Εἶδες σύνεσιν; Τὸ µὲν γὰρ εἰπεῖν, Εἴθε, κυρίους αὐτοὺς ποιοῦντός ἐστι· τὸ δὲ καὶ ἀποφήνασθαι, σφόδρα θαῤῥοῦντος αὐτῶν ἐστι τῇ ἀγάπῃ, καὶ ἐνδεικνυµένου ὅτι καὶ φιλεῖ καὶ φιλεῖται· µᾶλλον δὲ οὐκ ἀπὸ ἀγάπης ψιλῆς ἁπλῶς, ἀλλ' ἀπό τινος ἔρωτος θερµοῦ καὶ µανικοῦ φησι δεῖν αὐτοὺς ἀνασχέσθαι καὶ ἀνοηταίνοντος.∆ ιὸ καὶ ἐπήγαγε, Ζηλῶ γὰρ ὑµᾶς Θεοῦ ζήλῳ. Οὐκ εἶπεν, Ἀγαπῶ γὰρ ὑµᾶς, ἀλλ' ὃ πολλῷ τούτου σφοδρότερον ἦν τίθησι. Ζηλότυποι γάρ εἰσιν αἱ ψυχαὶ αἱ σφόδρα τῶν ἐρωµένων περικαιόµεναι, καὶ οὐκ ἂν ἄλλως τεχθείη ζηλοτυπία, ἀλλ' ἢ ἀπὸ σφοδρᾶς φιλίας. Εἶτα ἵνα µὴ νοµίσωσιν, ὅτι δυναστείας ἕνεκεν, ἢ τιµῆς, ἢ χρηµάτων, ἢ ἄλλου τινὸς τοιούτου, τῆς φιλίας αὐτῶν ἐφίεται, προσέθηκε, Θεοῦ ζήλῳ. Καὶ γὰρ ὁ Θεὸς λέγεται ζηλοῦν, οὐχ ἵνα πάθος ὑποπτεύσῃ τις· καὶ γὰρ ἀπαθὲς τὸ Θεῖον· ἀλλ' ἵνα µάθωσιν ἅπαντες, ὅτι δι' οὐδὲν ἕτερον, ἀλλ' ἢ δι' αὐτοὺς τοὺς ζηλοτυπουµένους πάντα ποιεῖ· οὐχ ἵνα αὐτός τι κερδάνῃ, ἀλλ' ἵνα ἐκείνους διασώσῃ. Ἐπὶ µὲν γὰρ τῶν ἀνθρώπων οὐχ οὕτως ὁ ζῆλος γίνεται, ἀλλὰ διὰ τὴν οἰκείαν ἀνάπαυσιν· οὐ διὰ τὸ καθυβρίζεσθαι τοὺς ἐρωµένους, ἀλλὰ διὰ τὸ µὴ πλήττεσθαι τοὺς φιλοῦντας, καὶ παρευδοκιµεῖσθαι, καὶ ἔλαττον ἔχειν παρὰ τοῖς ἐρωµένοις. Ἐνταῦθα δὲ οὐχ οὕτως. Οὐ γὰρ τούτου µοι µέλει, φησὶ, µὴ ἔλαττον σχῶ παρ' ὑµῖν, ἀλλὰ µὴ ὑµᾶς ἴδω διαφθαρέντας. Τοιοῦτος γὰρ ὁ τοῦ Θεοῦ ζῆλος, τοιοῦτος καὶ ὁ ἐµὸς, σφοδρὸς ὁµοῦ καὶ καθαρός. Εἶτα καὶ ἡ αἰτία ἀναγκαία· Ἡρµοσάµην γὰρ ὑµᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Οὐκοῦν οὐκ ἐµαυτῷ, ἀλλ' ἐκείνῳ ζηλῶ, ᾧ ἡρµοσάµην. Μνηστείας γάρ ἐστι καιρὸς ὁ παρὼν καιρὸς, ὁ δὲ τῶν παστάδων ἕτερος, ὅταν λέγωσιν, Ἀνέστη ὁ νυµφίος. Ὢ καινῶν πραγµάτων! ἐπὶ τοῦ κόσµου παρθένοι µένουσι πρὸ τοῦ γάµου, µετὰ δὲ τὸν γάµον οὐκέτι. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ κἂν µὴ ὦσι παρθένοι πρὸ τοῦ γάµου τούτου, µετὰ τὸν γάµον παρθένοι γίνονται. Οὕτω πᾶσα ἡ Ἐκκλησία παρθένος ἐστί. Καὶ γὰρ πρὸς πάντας διαλεγόµενος ταῦτά φησι, καὶ τοὺς γεγαµηκότας καὶ τὰς γεγαµηµένας. Ἀλλ' ἴδωµεν τί φέρων, ἡµᾶς ἡρµόσατο, ποῖα ἕδνα. Οὐ χρυσὸν, οὐκ ἄργυρον, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν· διὸ καὶ ἔλεγεν, Ὑπὲρ Χριστοῦ πρεσβεύοµεν· καὶ παρακαλεῖ, ὅτε τὴν νύµφην ἔµελλε λαµβάνειν. Τούτου τύπος ἦν τὰ ἐπὶ τοῦ Ἀβραάµ. Καὶ γὰρ ἐκεῖνος τὸν παῖδα τὸν πιστὸν ἔπεµψε µνηστευσόµενον κόρην ἐθνικήν· καὶ ἐνταῦθα ἔπεµψεν ὁ Θεὸς τοὺς οἰκέτας τοὺς ἑαυτοῦ µνηστευσοµένους τῷ παιδὶ τὴν Ἐκκλησίαν, καὶ προφήτας ἄνωθεν ταῦτα λέγοντας· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυµήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Εἶδες καὶ τὸν προφήτην ἁρµοζόµενον; εἶδες καὶ τὸν Ἀπόστολον µετὰ πολλῆς τῆς παῤῥησίας τοῦτο τὸ ῥῆµα φθεγγόµενον, καὶ λέγοντα, Ἡρµοσάµην ὑµᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαιτῷ Χριστῷ; Εἶδες πάλιν σύνεσιν; Εἰπὼν γὰρ, ὅτι Ὀφείλετέ µου ἀνέχεσθαι, οὐκ εἶπε,∆ ιδάσκαλος γὰρ ὑµῶν εἰµι, καὶ οὐ,∆ ι' ἐµαυτὸν λέγω· ἀλλ' ὃ µάλιστα τούτοις ἔφερεν ἀξίωµα, τοῦτο τίθησιν, ἑαυτὸν µὲν ἐν χώρᾳ τῆς προµνηστρίας, ἐκείνους δὲ ἐν τάξει τῆς νύµφης στήσας· καὶ ἐπάγει λέγων, Φοβοῦµαι δὲ µή πως, ὡς ὄφις Εὔαν ἠπάτησε διὰ τῆς πανουργίας αὑτοῦ, οὕτω φθαρῇ τὰ νοήµατα ὑµῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰςτὸν Χριστόν. Εἰ γὰρ καὶ ἡ ἀπώλεια ὑµετέρα, ἀλλὰ ἡ ἀθυµία κοινή. Καὶ σκόπει τὴν σύνεσιν· οὐ γὰρ αὐτὸ ἀποφαίνεται, καίτοι ἦσαν διεφθαρµένοι· καὶ τοῦτο δηλῶν ἔλεγεν, Ὅταν πληρωθῇ ὑµῶν ἡ ὑπακοὴ, καὶ, Πενθήσω πολλοὺς τῶν προηµαρτηκότων· ἀλλ' ὅµως οὐκ ἀφίησιν αὐτοὺς ἀναισχυντῆσαι· διό φησι, Μήποτε. Οὔτε γὰρ καταδικάζει, οὔτε σιγᾷ· οὐδέτερον γὰρ ἀσφαλὲς, οὔτε εἰπεῖν φανερῶς, οὔτε κρύψαι διηνεκῶς.∆ ιὸ τὸ µέσον τίθησι λέγων, Μήποτε. Τοῦτο γὰρ οὐδὲ σφόδρα κατεγνωκότος, οὐδὲ σφόδρα θαῤῥοῦντος, ἀλλ' ἐν τῷ µέσῳ τούτων ἑκατέρων ἑστῶτος. Οὕτω µὲν οὖν παρεµυθήσατο· τῇ δὲ µνήµῃ τῆς ἱστορίας εἰς φόβον ἄφατον ἐνέβαλε, καὶ πάσης ἀποστερεῖ συγγνώµης αὐτούς. Εἰ γὰρ καὶ ὁ ὄφις κακοῦργος, κἀκείνη ἀνόητος, ἀλλ' ὅµως οὐδὲν τούτων ἐξήρπασε τὴν γυναῖκα. βʹ. Ὁρᾶτε οὖν µὴ ταῦτα πάθητε, φησὶ, καὶ οὐδὲν ὑµῶν προστήσεται. Καὶ γὰρ καὶ ἐκεῖνος µείζονα ἐπαγγειλάµενος, οὕτως ἠπάτησεν. Ὅθεν δῆλον ὅτι καὶ οὗτοι κοµπάζοντες, φυσῶντες αὐτοὺς ἐξηπάτων. Καὶ τοῦτο οὐκ ἐντεῦθεν µόνον ἔστι στοχάσασθαι, ἀλλὰ καὶ ἐξ ὧν µετὰ ταῦτα λέγει, ὅτι Εἰ µὲν ὁ ἐρχόµενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαµεν, ἢ πνεῦµα ἕτερον λαµβάνετε, ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε. Καὶ οὐ λέγει, Μή πως ὡς ὁ Ἀδὰµ ἠπατήθη, ἀλλὰ δείκνυσι γυναῖκας ὄντας τοὺς ταῦτα πάσχοντας· γυναικῶν γὰρ τὸ ἀπατᾶσθαι. Καὶ οὐκ εἶπεν, Οὕτω καὶ ὑµεῖς ἀπατηθῆτε· ἀλλὰ ἔτι µένων τῇ µεταφορᾷ, φησὶ, Μή πως φθαρῇ τὰ νοήµατα ὑµῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς Χριστόν. Ἀπὸ τῆς ἀφελείας, οὐκ ἀπὸ τῆς κακουργίας, λέγω· οὔτε ἐκ κακουργίας οὔτε ἐκ τοῦ µὴ πιστεύειν ὑµῶν, ἀλλ' ἐξ ἀφελείας. Ἀλλ' ὅµως οὐδὲ ἐντεῦθεν συγγνώµης ἄξιοι οἱ ἀπατώµενοι· καὶ ἐδήλωσεν ἡ Εὔα. Εἰ δὲ τοῦτο οὐ συγγνώµης ἄξιον, πολλῷ µᾶλλον, ὅταν διὰ κενοδοξίαν τις τοῦτο πάθῃ. Εἰ µὲν γὰρ ὁ ἐρχόµενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαµεν.∆ είκνυσιν ἐντεῦθεν οὐχὶ διαφθειροµένους Κορινθίους ἐξ αὑτῶν, ἀλλ' ἑτέρωθεν αὐτοῖς ὄντας τοὺς ἀπατῶντας· διό φησιν, Ὁ ἐρχόµενος. Εἰ πνεῦµα ἕτερον λαµβάνετε, εἰ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε. Τί λέγεις; ὁ Γαλάταις εἰπὼν, Ἐάν τις εὐαγγελίζηται ὑµᾶς παρ' ὃ παρελάβετε, ἀνάθεµα ἔστω, νῦν λέγεις, Καλῶς ἠνείχεσθε; Καὶ µέντοι διὰ τοῦτο οὐκ ἔδει ἀνέχεσθαι, ἀλλ' ἀποπηδᾷν· εἰ δὲ τὰ αὐτὰ λέγουσι, δεῖ ἀνέχεσθαι. Πῶς οὖν λέγεις, Ἐπειδὴ τὰ αὐτὰ λέγουσιν, οὐ δεῖ ἀνέχεσθαι; εἰ γὰρ ἄλλα ἔλεγον, φησὶν, ἔδει ἀνέχεσθαι; Προσέχωµεν τοίνυν· καὶ γὰρ µέγας ὁ κίνδυνος καὶ βαθὺς ὁ κρηµνὸς, ἂν ἁπλῶς αὐτὸ παραδράµωµεν, καὶ πάσαις ταῖς αἱρέσεσι πάροδον δίδωσι τὸ εἰρηµένον. Τί οὖν ἐστι τὸ νόηµα τῶν ῥηµάτων τούτων; Οὕτως ἐκόµπαζον ἐκεῖνοι, ὡς ἀτελῶς τῶν ἀποστόλων διδασκόντων, ὡς αὐτῶν πλεῖόν τι εἰσφέροντες. Εἰκὸς γὰρ αὐτοὺς πολλὰ φλυαροῦντας, φορυτὸν ἐπεισάγειν ἀνόητον τοῖς δόγµασι τούτοις.∆ ιὸ καὶ τοῦ ὄφεως καὶ τῆς Εὔας ἀνεµνήσθη οὕτως ἀπατηθείσης τῇ τοῦ πλείονος προσδοκίᾳ. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ αἰνιττόµενος ἔλεγεν, Ἤδη ἐπλουτήσατε χωρὶς ἡµῶν ἐβασιλεύσατε· καὶ πάλιν, Ἡµεῖς µωροὶ διὰ Χριστὸν, ὑµεῖς δὲ φρόνιµοι ἐν Χριστῷ. Ἐπεὶ οὖν πολλὰ εἰκὸς αὐτοὺς φλυαρεῖν τῇ ἔξωθεν σοφίᾳ κεχρηµένους, τοῦτό φησιν, ὅτι Εἰ µέν τι περιττὸν ἔλεγον οὗτοι, καὶ ἕτερον ἐκήρυττον Χριστὸν, ὃνοὐ κηρυχθῆναι ἔδει, ἡµεῖς δὲ παρελίποµεν, καλῶς ἠνείχεσθε· διὰ γὰρ τοῦτο προσέθηκεν, Ὃν οὐκ ἐκηρύξαµεν. Εἰ δὲ τὰ αὐτὰ κεφάλαια τῆς πίστεως, τί τὸ πλέον; ὅσα γὰρ ἂν εἴπωσιν, οὐδὲν πλέον ἐροῦσιν ὧν ἡµεῖς εἰρήκαµεν. Καὶ ὅρα πῶς αὐτὸ ἀκριβῶς τίθησιν· οὐ γὰρ εἶπεν, Εἰ µὲν ὁ ἐρχόµενος πλεῖόν τι λέγει· ἔλεγον γάρ τι πλέον, µετὰ πλείονος δηµηγοροῦντες ἐξουσίας, καὶ πολλοῦ τοῦ κάλλους τῶν ῥηµάτων· διόπερ οὐκ εἶπε τοῦτο, ἀλλὰ τί; Ὁ ἐρχόµενος ἄλλον Ἰησοῦν κηρύσσει· ὅπερ οὐ χρείαν εἶχε τῆς διὰ τῶν λόγων κατασκευῆς· Ἢ πνεῦµα ἕτερον λαµβάνετε· οὐδὲ γὰρ ἐνταῦθα λόγων ἦν χρεία· τουτέστι, πλουσιωτέρους ὑµᾶς ποιεῖ κατὰ τὴν χάριν· Ἢ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε· οὐδὲ τοῦτο λόγων ἐδεῖτο πάλιν, Καλῶς ἠνείχεσθε. Σὺ δέ µοι σκόπει πῶς πανταχοῦ τῷ διορισµῷ κέχρηται, τῷ δηλοῦντι ὅτι οὐδὲν περιττὸν, οὐδὲν πλέον τι παρ' αὐτῶν εἰσενήνεκται. Εἰπὼν γὰρ, ὅτι Εἰ ὁ ἐρχόµενος ἄλλον Ἰησοῦν κηρύσσει, ἐπήγαγεν, Ὃν οὐκ ἐκηρύξαµεν καὶ πνεῦµα ἕτερον λαµβάνετε, προσέθηκεν, Ὃ οὐκ ἐλάβετε· ἢ εὐαγγέλιον ἕτερον, ἐπήγαγεν, Ὃ οὐκ ἐδέξασθε· διὰ πάντων δηλῶν, ὅτι οὐχ ἁπλῶς, εἰ πλέον τι λέγουσι, προσέχειν δεῖ, ἀλλὰ εἴ τι πλέον λέγουσιν ὃ λεχθῆναι ἔδει, καὶ παρ' ἡµῶν παρελείφθη. Εἰ δὲ οὐδὲ ἔδει, διὸ οὐδὲ παρ' ἡµῶν εἴρηται, ἵνα τί πρὸς αὐτοὺς κεχήνατε; γʹ. Καίτοι εἰ τὰ αὐτὰ λέγουσι, φησὶ, τίνος ἕνεκεν αὐτοὺς κωλύεις; Ὅτι ὑποκρίσει κεχρηµένοι, ἕτερα εἰσάγουσι δόγµατα. Ἀλλὰ τοῦτο µὲν τέως οὐ λέγει, ἀλλ' ὕστερον αὐτὸ τίθησιν, ὅταν λέγῃ, Μετασχηµατίζονται εἰς ἀποστόλους Χριστοῦ· τέως δὲ ἐκ τῶν ἀνεπαχθεστέρων ἀπάγει τῆς αὐθεντίας αὐτῶν τοὺς µαθητάς· καὶ οὐκ ἐκείνοις βασκαίνων, ἀλλὰ τούτους ἀσφαλιζόµενος. Ἐπεὶ τὸν Ἀπολλὼ διὰ τί οὐ κωλύει, καίτοι ἄνδρα λόγιον ὄντα, καὶ δυνατὸν ἐν ταῖς Γραφαῖς, ἀλλὰ καὶ παρακαλεῖ, καὶ ἐπαγγέλλεται πέµψειν αὐτόν; Ὅτι µετὰ τῆς παιδεύσεως ἐκεῖνος καὶ τὴν τῶν δογµάτων ὀρθότητα διετήρει· οὗτοι δὲ τοὐναντίον.∆ ιόπερ αὐτοῖς πολεµεῖ, καὶ τοῖς µαθηταῖς ἐγκαλεῖ πρὸς αὐτοὺς κεχηνόσι, λέγων, ὅτι Εἰ µέν τι τῶν ὀφειλόντων λεχθῆναι παρελίποµεν ἡµεῖς, ἐπλήρωσανδὲ ἐκεῖνοι, οὐ κωλύοµεν προσέχειν· εἰ δὲ πάντα ἀπήρτισται παρ' ἡµῶν, καὶ οὐδὲν λέλειπται, πόθεν ὑµᾶς εἷλον ἐκεῖνοι;∆ ιὸ καὶ ἐπάγει λέγων, Λογίζοµαι γὰρ µηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων· οὐκέτι πρὸς ἐκείνους, ἀλλὰ πρὸς τοὺς περὶ Πέτρον ποιούµενος τὴν σύγκρισιν. Ὥστε εἰ ἐµοῦ τι πλέον ἴσασι, κἀκείνων. Καὶ ὅρα πῶς κἀνταῦθα µετριάζει. Οὐ γὰρ εἶπεν, ὅτι Οὐδέν µου πλέον εἶπαν οἱ ἀπόστολοι· ἀλλὰ πῶς; Λογίζοµαι· οὕτω νοµίζω, ὅτι οὐδὲν ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων. Ἐπειδὴ γὰρ καὶ τοῦτο ἐλάττωµα αὐτοῦ ἐδόκει εἶναι τὸ προλαβόντας ἐκείνους ὄνοµα ἔχειν πλέον, καὶ µείζων περὶ ἐκείνους ἦν ἡ δόξα, καὶ ἔµελλονοὗτοι παρεισάγειν ἑαυτοὺς, διὰ τοῦτο πρὸς αὐτοὺς ποιεῖται τὴν σύγκρισιν µετὰ τοῦ προσήκοντος αὐτῷ σχήµατος.∆ ιὸ καὶ µετ' ἐγκωµίων αὐτῶν µέµνηται, οὐχ ἁπλῶς τῶν ἀποστόλων εἰπὼν, ἀλλὰ, Τῶν ὑπερλίαν, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην δηλῶν. Εἰ δὲ καὶἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Ἐπειδὴ γὰρ τούτῳ ἐκεῖνοι ἐπλεονέκτουν οἱ διαφθείροντες Κορινθίους, τῷ µὴ εἶναι ἰδιῶται, καὶ τοῦτο τίθησι, δεικνὺς ὅτι οὐκ ἐπαισχύνεται τούτῳ, ἀλλὰκαὶ ἐγκαλλωπίζεται. Καὶ οὐκ εἶπεν, Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλὰ κἀκεῖνοι· τοῦτο γὰρ ἐδόκει διαβάλλοντος εἶναι κἀκείνους, καὶ τούτους ἐπαίροντος· ἀλλ' αὐτὸ καθαιρεῖ τὸ πρᾶγµα τὸ τῆς ἔξω σοφίας. Καὶ ἐν µὲν τῇ προτέρᾳ Ἐπιστολῇ καὶ σφόδρα ἀγωνίζεται περὶ τού του λέγων, ὅτι οὐ µόνον οὐδὲν συντελεῖ πρὸς τὸ κήρυγµα τοῦτο, ἀλλὰ καὶἐπισκιάζει τῇ δόξῃ τοῦ σταυροῦ· Ἦλθον γὰρ, φησὶν, οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας πρὸς ὑµᾶς, ἵνα µὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ ἕτερα πολλὰ τοιαῦτα· ὅτι τῇ γνώσει ἰδιῶται ἦσαν, ἥπερ καὶ ἐσχάτη ἐστὶν ἰδιωτεία. Ὅτε µὲν οὖν ἐν τοῖς µεγάλοις ἔδει συγκρίνειν, τοῖς ἀποστόλοις ἑαυτὸν συγκρίνει· ὅτε δὲ δεῖξαι τὸ δοκοῦν ἐλάττωµα εἶναι, οὐκέτι, ἀλλ' αὐτῷ συµπλέκεται τῷ πράγµατι, καὶ δείκνυσι πλεονέκτηµα τοῦτο γενόµενον· καὶ ὅτε µὲν οὐδεµία ἀνάγκη κατήπειγε, καὶ ἐλάχιστόν φησι τῶν ἀποστόλων εἶναι, καὶ οὐδὲ τῆς προσηγορίας ἄξιον· ἐνταῦθα δὲ πάλιν, ὅτε καιρὸς ἐκάλει, φησὶ µηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων. Ἤδει γὰρ τοῦτο µάλιστα ὠφελῆσον τοὺς µαθητάς· διὸ καὶ ἐπάγει λέγων, Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑµᾶς. Καὶ γὰρ ἐνταῦθα πάλιν διαβάλλει τοὺς ψευδαποστόλους, ὡς ἐν πανουργίᾳ περιπατοῦντας. Ταῦτα δὲ καὶ ἔµπροσθεν περὶ ἑαυτοῦ ἔλεγεν, ὅτι οὐ κατὰ πρόσωπον ἔζη, οὐδὲ δολῶν καὶ καπηλεύων τὸν λόγον ἐκήρυττεν. Ἐκεῖνοι δὲ ἕτεροι µὲν ἦσαν, ἕτεροι δὲ ἐφαίνοντο, ἀλλ' οὐκ αὐτός.∆ ιὸ καὶ πανταχοῦ µέγα φρονεῖ ἐπὶ τῷ µηδὲν πρὸς ἀνθρώπων δόξαν ποιεῖν, µηδὲ ἀποκρύπτεσθαι τὰ καθ' ἑαυτόν. Ὅπερ καὶ ἔµπροσθεν ἔλεγεν, ὅτι Τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων· καὶ νῦν δέ φησιν, Ἐν παντὶ φανερωθέντες εἰς ὑµᾶς. Τί δὲ τοῦτό ἐστιν; Ἰδιῶται, φησὶν, ἐσµὲν, καὶ οὐκ ἀποκρυπτόµεθα· λαµβάνοµεν παρά τινων, καὶ οὐ σιγῶµεν. Παρ' ὑµῶν οὖν λαµβάνοµεν, καὶ οὐχὶ προσποιούµεθα µὴ λαµβάνειν, καθάπερ οὗτοι λαµβάνοντες· ἀλλὰ πάντα ποιοῦµεν φανερὰ ὑµῖν. Καὶ σφόδρα θαῤῥοῦντος ἐκείνοις ἦν, καὶ µετὰ ἀληθείας ἅπαντα καταγγέλλοντος.∆ ιὸ καὶ µάρτυρας αὐτοὺς καλεῖ, καὶ νῦν εἰπὼν, Ἐν πᾶσιν εἰς ὑµᾶς, καὶ ἔµπροσθεν λέγων, Οὐ γὰρ ἄλλα γράφοµεν ὑµῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε, ἢκαὶ ἐπιγινώσκετε. Εἶτα ἐπειδὴ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπελογήσατο, βαρέως τὸ ἑξῆς ἐπάγει λέγων, Ἢ ἁµαρτίαν ἐποίησα, ἐµαυτὸν ταπεινῶν, ἵνα ὑµεῖς ὑψωθῆτε; Καὶ ἑρµηνεύων αὐτὸ, φησὶν, Ἄλλας Ἐκκλησίαςἐσύλησα, λαβὼν ὀψώνιον, πρὸς τὴν ὑµετέραν διακονίαν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐν στενοχωρίᾳ διήγαγον· τοῦτο γάρ ἐστι τὸ, Ταπεινῶν ἐµαυτόν. Τοῦτο οὖν µοι ἔχετε ἐγκαλεῖν; καὶ διὰ τοῦτο κατεπαίρεσθέ µου, ἐπειδὴ ἐταπείνωσα ἐµαυτὸν προσαιτῶν, στενοχωρούµενος, λιµώττων, ἵνα ὑµεῖς ὑψωθῆτε; Καὶ πῶς ὑψοῦντο οὗτοι, τούτου ὄντος ἐν στενοχωρίᾳ; Μᾶλλον ᾠκοδοµοῦντο, καὶ οὐκ ἐσκανδαλίζοντο· ὃ καὶ µεγίστη αὐτῶν ἂν εἴη κατηγορία, καὶ τῆς ἀσθενείας αὐτῶν ἔγκληµα, ὅτι οὐκ ἦν αὐτοὺς ἄλλως ἐνάγειν, ἢ πρότερον ταπεινωθέντα. Ἐγκαλεῖτέ µοι οὖν ὅτι ταπεινὸς γέγονα; Ἀλλὰ διὰ τοῦτο ὑµεῖς ὑψώθητε. Ἐπειδὴ γὰρ καὶ ἀνωτέρω ἔλεγεν, ὅτι διέβαλλον αὐτὸν, ὅτι παρὼν µὲν ταπεινὸς, ἀπὼν δὲ θαῤῥεῖ, ἀπολογούµενος πλήττει πάλιν αὐτοὺς ἐνταῦθα λέγων, ὅτι Καὶ τοῦτο δι' ὑµᾶς. Ἄλλας Ἐκκλη σίας ἐσύλησα. Ἐνταῦθα λοιπὸν ὀνειδιστικῶς· ἀλλὰ τὰ πρότερα οὐκ ἀφίησιν ἐπαχθῆ ταῦτα φανῆναι. Εἶπε γὰρ, Ἀνέχεσθέ µου µικρὸν τῇ ἀφροσύνῃ· καὶ πρὸ τῶν ἄλλων αὐτοῦ κατορθωµάτων ἐν τούτῳ πρώτῳ καυχᾶται. Τοῦτο γὰρ µάλιστα ζητοῦσιν οἱ βιωτικοὶ, καὶ ἐν τούτῳ κἀκεῖνοι, οἳ δι' ἐναντίας µέγα ἐφρόνουν.∆ ιὰ τοῦτο οὐ πρότερον εἰς τὸν τῶν κινδύνων ἐµβάλλει λόγον, οὐδὲ εἰς τὸν τῶν σηµείων, ἀλλ' εἰς τὸν τῆς τῶν χρηµάτων ὑπεροψίας, ἐπειδὴ ἐν τούτῳ ἐφρόνουν· ὁµοῦ δὲ αὐτοὺς καὶ αἰνίττεται πλουτοῦντας. δʹ. Τὸ δὲ θαυµαστὸν αὐτοῦ τοῦτό ἐστιν, ὅτι ἔχων εἰπεῖν ὅτι καὶ ἀπὸ τῶν χειρῶν ἐτρέφετο, οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ µάλιστα αὐτοὺς ἐνέτρεπε, καὶ οὐδὲαὐτοῦ ἐγκώµιον ἦν, τοῦτο λέγει, ὅτι Παρὰ ἄλλων ἔλαβον. Καὶ οὐκ εἶπεν, Ἔλαβον, ἀλλὰ, Ἐσύλησα· τουτέστιν, ἐγύµνωσα, καὶ πένητας αὐτοὺς ἐποίησα. Καὶ τὸ δὴ µεῖζον, ὅτι οὐκ εἰς περιουσίαν, ἀλλὰ εἰς τὴν τῶν ἀναγκαίων χρείαν· ὅταν γὰρ εἴπῃ, ὀψώνια, τὴν ἀναγκαίαν λέγει τροφήν. Καὶ τὸ χαλεπώτερον, Εἰς τὴν ὑµῶν διακονίαν. Ὑµῖν κηρύττοµεν, καὶ παρ' ὑµῶν ὀφείλων τρέφεσθαι, παρ' ἑτέρων τούτων ἀπήλαυον.∆ ιπλοῦν τὸ ἔγκληµα, µᾶλλον δὲ τριπλοῦν· ὅτι καὶ παρ' αὐτοῖς ὢν, καὶ αὐτοῖς διακονούµενος, καὶ τὴν ἀναγκαίαν ζητῶν τροφὴν, ἑτέρους εἶχε τοὺς χορηγοῦντας. Καὶ πολλὴ τούτων ὑπερβολὴ πρὸς ἐκείνους. Οἱ µὲν γὰρ ἐν ῥᾳθυµίᾳ, οἱ δὲ ἐν σπουδῇ· οἱ µὲν καὶ µακρὰν ὄντι ἔπεµπον, οἱ δὲ οὐδὲ παρόντα ἔτρεφον. Εἶτα ἐπειδὴ σφοδρῶς αὐτῶν καθήψατο, ἠρέµα πάλιν χαλᾷ τὸ σφοδρὸν τῆς ἐπιτιµήσεως, λέγων· Καὶ παρὼν πρὸς ὑµᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός. Οὐ γὰρ εἶπεν, Οὐ δεδώκατέ µοι, ἀλλ', Ἐγὼ οὐκ ἔλαβον. Φείδεται γὰρ αὐτῶν ἔτι· ἀλλ' ὅµως καὶ ἐν τῇ ὑφέσει τοῦ λόγου, λανθανόντως πάλιν πλήττει· τὸ γὰρ, Παρὼν, σφόδρα ἐµφαντικὸν, καὶ τὸ, Ὑστερηθείς· ἵνα γὰρ µὴ λέγωσι, Τί οὖν, εἰ εἶχες; ἐπήγαγε, Καὶ ὑστερηθεὶς οὐ κατενάρκησα ὑµῶν. Ἐνταῦθα πάλιν µετρίως αὐτοὺς πλήττει, ὡς ὀκνηρῶς τὴν τοιαύτην τιθέντας φορὰν, ὡς βαρυνοµένους. Εἶτα καὶ ἡ αἰτία, κατηγορίας µεστὴ καὶ ζηλοτυπίας γέµουσα.∆ ιὸ καὶ τέθεικεν αὐτὴν οὐ προηγουµένως, ἀλλ' ὡς διδάσκων πόθεν καὶ παρὰ τίνων ἐτράφη, ὥστε ἀνυπόπτως διεγείρειν πάλιν εἰς τὸν τῆς ἐλεηµοσύνης λόγον. Τὸ γὰρ ὑστέρηµά µου, φησὶ, προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας. Εἶδες πῶς παροξύνει πάλιν, εἰς µέσον ἄγων τοὺς διακονησαµένους; Πρότερον γὰρ εἰς ἐπιθυµίαν αὐτοὺς ἄγων τοῦ µαθεῖν τίνες ἂν εἶεν οὗτοι, ὅτε ἔλεγεν, Ἄλλας Ἐκκλησίας ἐσύλησα, τότε καὶ ὀνοµαστὶ αὐτοὺς τίθησιν· ὅπερ καὶ εἰς ἐλεηµοσύνην αὐτοὺς προέτρεπε. Τοὺς γὰρ ἡττηθέντας ἐν τῷ µὴ θρέψαι τὸν Ἀπόστολον, πείθει καὶ ἐν τῇ τῶν πενήτων µὴ ἡττηθῆναι βοηθείᾳ. Τοῦτο δὲ καὶ αὐτοῖς Μακεδόσιν ἐπιστέλλων λέγει, ὅτι Ἐν ταῖς χρείαις µου ἐπέµψατέ µοι καὶ ἅπαξ καὶ δὶς, καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου· ὅπερ καὶ ἐγκώµιον µέγιστον αὐτῶν ἦν, ὅτι ἐξ αὐτῶν τῶν προοιµίων ἔλαµψαν. Ἀλλ' ὅρα πανταχοῦ τὴν χρείαν αὐτοῦ τιθέντα, καὶ οὐδαµοῦ περιουσίαν. Τῷ µὲν οὖν εἰπεῖν, ὅτιΠαρὼν, καὶ, Ὑστερηθεὶς, ἔδειξεν ὅτι παρὰ Κορινθίων ἔδει τραφῆναι· τῷ δὲ εἰπεῖν, ὅτι Τὸ ὑστέρηµά µου προσανεπλήρωσαν, δείκνυσιν ὅτι οὐδὲ ᾔτησε. Καὶ αἰτίαν τίθησιν οὐκ οὖσαν. Ποίαν δὴ ταύτην; Τὸ παρ' ἑτέρων λαβεῖν· Τὸ γὰρ ὑστέρηµά µου, φησὶ, προσανεπλήρωσαν οἱ ἐλθόντες.∆ ιὰ τοῦτό φησιν, Οὐ κατενάρκησα, οὐ διὰ τὸ µὴ θαῤῥεῖν. Καὶ µὴν διὰ τοῦτο αὐτὸ ποιεῖ, καὶ δείκνυσι διὰ τῶν ἑξῆς· ἀλλ' οὐ λέγει αὐτὸ σαφῶς, ἀλλὰ συσκιάζει, ἀφεὶς τῷ συνειδότι τῶν ἀκροωµένων. Καὶ λανθανόντως αὐτὸ ἐνδείκνυται διὰ τῶν ἑξῆς, λέγων, Καὶ ἐν παντὶ ἀβαρῆ ἐµαυτὸν ἐτήρησα, καὶ τηρήσω. Μὴ γὰρ νοµίσητε, φησὶ, ταῦτα λέγειν µε, ἵνα λάβω. Τὸ δὲ, Τηρήσω, βαρύτερον, εἰ µηδ' ἔτι αὐτοῖς θαῤῥεῖ, ἀλλὰ καθάπαξ ἀπέγνω τι λαβεῖν παρ' αὐτῶν.∆ είκνυσι δὲ, ὅτι καὶ βάρος ἐνόµιζον εἶναι τοῦτο· διὸ ἔλεγεν, Ἀβαρῆ ἐτήρησα, καὶ τηρήσω. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ λέγει, Οὐκ ἔγραψα, ἵνα οὕτω γένηται ἐν ἐµοί· καλὸν γάρ µοι ἀποθανεῖν, ἢ τὸ καύχηµά µου ἵνα τις κενώσῃ. Καὶ ἐνταῦθα πάλιν, Ἀβαρῆ ὑµῖν ἑαυτὸν ἐτήρησα, καὶ ἔτι τηρήσω. Εἶτα ἵνα µὴ δόξῃ ὑπὲρ τοῦ µᾶλλον ἐπισπάσασθαι αὐτοὺς ταῦτα λέγειν, φησίν· Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐµοί. Μὴ νοµίσητε, ὅτι διὰ τοῦτο εἶπον, ἵνα λάβω, ἵνα µᾶλλον ἐφελκύσωµαι· Ἔστι γὰρ, φησὶν, ἀλήθεια ἐν ἐµοὶ, ὅτι ἡ καύχησίς µου αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίµασι τῆς Ἀχαΐας. Ἵνα γὰρ µή τις αὐτὸν νοµίσῃ πάλιν ἀλγεῖν ἐπὶ τούτῳ, ἢ ὀργιζόµενον ταῦτα λέγειν, καὶ καύχησιν τὸ πρᾶγµα καλεῖ. Καὶ ἐν τῇ προτέρᾳ δὲ ὁµοίως αὐτὸ κατεσκεύαζεν. Ὥστε γὰρ µηδὲ ἐκεῖ πλῆξαι αὐτοὺς, φησί· Τίς οὖν µοί ἐστιν ὁ µισθός; Ἵνα εὐαγγελιζόµενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ ὥσπερ ἐκεῖ µισθὸν, οὕτως ἐνταῦθα καύχηµα καλεῖ, ἵνα µὴ σφόδρα αἰσχύνωνται τοῖς λεγοµένοις, ὡς αἰτοῦντι µὴ παρέχοντες. Τί γὰρ, ἂν καὶ ὑµεῖς δῶτε, φησίν; ἀλλ' ἐγὼ οὐ δέχοµαι. Καὶ τὸ, Οὐ φραγήσεται, ἀπὸ µεταφορᾶς τῶν ποταµῶν, αὐτοῦ φήµης ὡς πανταχοῦ ῥεούσης ὅτι οὐ λαµβάνει. Οὐκ ἐµφράσσετε τῷ δόµατι τὴν παῤῥησίαν τὴν ἐµήν. Ἀλλ' οὐκ εἶπεν, Οὐκ ἐµφράσσετε, ὅπερ πληκτικώτερον, ἀλλ', Οὐ φραγήσεται ἐν τοῖς κλίµασι τῆς Ἀχαΐας. Τοῦτο πάλιν καιρίαν διδόντος ἦν, καὶ σφόδρα ἱκανὸν αὐτοὺς καθελεῖν καὶ λυπῆσαι, εἴ γε µόνους αὐτοὺς παρῃτεῖτο. Εἰ γὰρ ἐκαυχᾶτο, πανταχοῦ ἔδει καυχᾶσθαι· εἰ δὲ ἐν ὑµῖν µόνοις, διὰ τὴν ἀσθένειαν ἴσως τὴν ὑµῶν. Ἵν' οὖν µὴ ταῦτα λογιζόµενοι ἀθυµῶσιν, ὅρα πῶς αὐτὸ διορθοῦται·∆ ιὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑµᾶς; Ὁ Θεὸς οἶδε· ταχέως τὴν λύσιν ἐπαγαγὼν, καὶ εὐαπαλλάκτως. Ἀλλ' ὅµως οὐδὲ οὕτως ἀπήλλαξεν αὐτοὺς τῶν ἐγκληµάτων. Οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ Ἐστὲ ἀσθενεῖς, οὐδ' ὅτι[ Οὐκ] ἐστὲ ἰσχυροὶ, ἀλλ', Ὅτι ἀγαπῶ ὑµᾶς· ὃ µάλιστα ἐπέτεινεν αὐτῶν τὴν κατηγορίαν. Τοῦ γὰρ µάλιστα φιλεῖν αὐτοὺς ἦν τὸ µὴ λαµβάνειν παρ' αὐτῶν, ἐπειδὴ σφόδρα ἐπλήττοντο. εʹ. Ὥστε ἐναντία ἐποίει ἀπὸ τοῦ φιλεῖν, καὶ ἐλάµβανε, καὶ οὐκ ἐλάµβανεν· ἡ δὲ ἐναντιότης παρὰ τὴν τῶν διδόντων ἕξιν. Καὶ οὐκ εἶπε µὲν,∆ ιὰ τοῦτο οὐ λαµβάνω, ἐπειδὴ σφόδρα ὑµᾶς ἀγαπῶ, ἐπεὶ κατηγορίαν αὐτῶν εἶχε τῆς ἀσθενείας, καὶ εἰς ἀπορίαν ἐνέβαλεν, ἀλλ' ἔτρεψεν εἰς ἑτέραν αἰτίαν τὸν λόγον. Ποίαν δὴ ταύτην; Ἵνα ἐκκόψω τὴν ἀφορµὴν τῶν θελόντων ἀφορµὴν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι, καθὼς καὶ ἡµεῖς. Ἐπειδὴ γὰρ τοῦτο ἐσπούδαζον, λαβήν τινα εὑρεῖν, καὶ ταύτην ἀναιρεῖν δεῖ. Τοῦτο γάρ ἐστιν ᾧ σεµνύνονται µόνον. Ἵνα τοίνυν µηδὲν πλέον ἔχωσι, καὶ τοῦτο διορθῶσαι ἔδει· ἐν γὰρ τοῖς ἄλλοις ἠλαττωµένοι ἦσαν. Οὐδὲν γὰρ, ὅπερ ἔφην, οὕτως οἰκοδοµεῖ τοὺς βιωτικοὺς, ὡς τὸ µὴ λαµβάνειν. Πονηρὸς οὖν ὢν ὁ διάβολος, τοῦτο µάλιστα τὸ δέλεαρ καθῆκε, βουλόµενος αὐτοὺς εἰς ἕτερα παραβλάψαι.∆ οκεῖ δέ µοι καὶ τοῦτο ὑποκρίσεως εἶναι.∆ ιόπερ οὐδὲ εἶπεν, Ἐν ᾧ κατώρθωσαν, ἀλλὰ τί; Ἐν ᾧ καυχῶνται· ὃ καὶ εἰς ἀλαζονείαν σκώπτοντος ἦν· ἐκαυχῶντο γὰρ καὶ τοῦτο ὃ οὐκ ἦσαν. Τὸν δὲ γενναῖον ἄνδρα οὐ µόνον ἐφ' οἷς οὐκ ἔχει καυχᾶσθαι οὐ δεῖ, ἀλλ' οὐδὲ ἐν οἷς κέκτηται· καθάπερ ὁ µακάριος οὗτος ἐποίει, καθάπερ ὁ πατριάρχης Ἀβραὰµ, λέγων, Ἐγὼ δέ εἰµι γῆ καὶ σποδός. Ἐπειδὴ γὰρ οὐκ εἶχεν εἰπεῖν ἁµαρτήµατα, ἀλλ' ἔλαµπεν ἀπὸ κατορθωµάτων, πανταχοῦ περιδραµὼν, καὶ µὴ εὑρών τινα καθ' ἑαυτοῦ µεγίστην λαβὴν, ἐπὶτὴν φύσιν καταφεύγει· καὶ ἐπειδὴ τὸ τῆς γῆς ὄνοµα ὁπωσδήποτε σεµνὸν, καὶ τὸ τῆς σποδοῦ προσέθηκε.∆ ιὸ καὶ ἕτερός τις ἔλεγε, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Μὴ γάρ µοι τὸ ἄνθος εἴπῃς τῆς ὄψεως, µηδὲ τὸν ἀνατεταµένον αὐχένα, µηδὲ τὴν χλανίδα καὶ τὸν ἵππον καὶ τοὺς ἀκολούθους· ἀλλὰ ποῦ τελευτᾷ ταῦτα πάντα λογίζου καὶ προστίθει. Ἐὰν δὲ τὰ φαινόµενα λέγῃς, καὶ ἐγώ σοι τὰ ἐν ταῖς Γραφαῖς ἐρῶ, τὰ πολλῷ τούτων λαµπρότερα. Ἀλλ' ὥσπερ ἐκεῖνα διὰ τὴν ὄψιν οὐ θαυµάζοµεν, τὴν οὐσίαν αὐτῶν ὁρῶντες ὅτι πηλός ἐστι τὸ πᾶν· οὕτω δὴ µηδὲ ταῦτα. Καὶ γὰρ καὶ ταῦτα πηλός· µᾶλλον δὲ, καὶ πρὶν διαλυθῆναι καὶ γενέσθαι κόνιν.∆ εῖξόν µοι τοῦτον τὸν ἀνατεταµένον πυρέττοντα, ψυχοῤῥαγοῦντα· καὶ τότε σοι διαλέξοµαι, καὶ ἐρήσοµαι τί γέγονεν ὁ πολὺς κόσµος ἐκεῖνος, ποῦ δὲ οἴχεται ἡ πολλὴ κολακεία, καὶ ἡ θεραπεία τῶν δούλων, καὶ ἡ περιουσίατῶν χρηµάτων, τῶν κτηµάτων, ποῖος ἄνεµος ἐπεισελθὼν ἐξεφύσησε πάντα. Ἀλλὰ ἐρεῖς, ὅτι καὶ ἐπὶ τῆς κλίνης κείµενος φέρει τοῦ πλούτου καὶ τοῦ τύφου τὰ σύµβολα, ἐσθῆτος λαµπρᾶς ἐπικειµένης, πενήτων καὶπλουσίων προπεµπόντων, δήµων εὐφηµούντων. Μάλιστα µὲν καὶ ταῦτα κατάγελως· πλὴν ἀλλὰ καὶ ταῦτα εὐθέως ἐλέγχεται ὥσπερ ἄνθος διαῤῥέοντα. Ὅταν γὰρ τὸν οὐδὸν ὑπερβῶµεν τῶν τῆς πόλεως πυλῶν, καὶ τοῖς σκώληξι παραδόντες τὸ σῶµα ὑποστρέφωµεν, πάλιν σε ἐρήσοµαι, ποῦ πορεύεται ὁπολὺς ὄχλος ἐκεῖνος; τί γέγονεν ἡ κραυγὴ καὶ ὁ θόρυβος; ποῦ δὲ αἱ λαµπάδες; ποῦ δὲ οἱ χοροὶ τῶν γυναικῶν; ἆρα µὴ ὄναρ ταῦτά ἐστι; τί δὲ καὶ ἐγένοντο αἱ βοαί; ποῦ τὰ στόµατα τὰ πολλὰ ἐκεῖνα τὰ κραυγάζοντα, καὶ παρακελευόµενα θαῤῥεῖν, ὅτι οὐδεὶς θάνατος; Οὐ νῦν ταῦτα ἔδει λέγεσθαι τῷ µὴ ἀκούοντι, ἀλλ' ὅτε ἥρπαζεν, ὅτε ἐπλεονέκτει, τότε µικρὸν παραλλάξαντας ἔδει λέγειν· Οὐ δεῖ θαρσεῖν, οὐδεὶς ἀθάνατος· ἐπίσχες τῆς µανίας, σβέσον τὴν ἐπιθυµίαν, µηδὲ θάρσει τῷ ἀδικουµένῳ. Ἐπεὶ τούτῳ γε τὸ τὰ τοιαῦτα νῦν λέγειν, καὶ φειδοµένων ἐστὶ καὶ εἰρωνευοµένων· οὐ γὰρ διὰ τοῦτο αὐτὸν χρὴ θαῤῥεῖν λοιπὸν, ἀλλὰ δεδοικέναι καὶ τρέµειν. Ἀλλ' εἰ καὶ ἐκείνῳ ταῦτα ἀνόνητα λοιπὸν ἐξελθόντι τὸ στάδιον, κἂν οἱ τὰ αὐτὰ νοσοῦντες τῶν πλουτούντων, καὶ ἐπὶ τὸ σῆµα ἀκολουθοῦντες, ἀκουέτωσαν. Ἐπειδὴ γὰρ ἔµπροσθεν ὑπὸ τῆς µέθης τῶν χρηµάτων οὐδὲν τοιοῦτον ἐννοοῦσιν, ἀλλ' ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε καὶ ἡ ὄψις τοῦ κειµένου πιστοῦται τὸλεγόµενον, σωφρονείσθωσαν, παιδευέσθωσαν, ἐννοοῦντες ὅτι µικρὸν ὕστερον καὶ αὐτοὺς ἥξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναιδίκην ὧν ἥρπασαν, ὧν ἐπλεονέκτησαν. Καὶ τί ταῦτα πρὸς τοὺς πένητας, φησί; Μάλιστα µὲν πολλοῖς καὶ τοῦτο ἡδὺ, τὸ ἰδεῖν κολαζόµενον τὸν ἀδικήσαντα. Ἀλλ' ἡµῖν οὐχ ἡδὺ, ἀλλὰ τὸ µὴ παθεῖν κακῶς. Ἐπαινῶ σφόδρα ὑµᾶς καὶ ἀποδέχοµαι, ταῖς ἀλλοτρίαις οὐκ ἐφηδοµένους συµφοραῖς, ἀλλὰ τὴν οἰκείαν ζητοῦντας ἀσφάλειαν. Φέρε οὖν καὶ ταύτην ὑµῖν ἐγγυήσοµαι. Ἂν γὰρ παρὰ ἀνθρώπων πάσχωµεν κακῶς, ὑποτεµνόµεθα τοῦ χρέους οὐκ ὀλίγον, φέροντες γενναίως τὰ γινόµενα. Οὐκ ἄρα ἀδικούµεθα· λογίζεται γὰρ εἰς τὸ ὄφληµα ἡµῖν τὴν ἐπήρειαν ὁ Θεὸς, οὐ κατὰ τὸν τοῦ δικαίου λόγον, ἀλλὰ κατὰ τὸν τῆς φιλανθρωπίας.∆ ιὰ τοῦτο καὶ ἄνωθεν οὐκ ἤµυνε παθόντι κακῶς. Πόθεν τοῦτο δῆλον, φησίν; Ἔπαθον ὑπὸ τῶν Βαβυλωνίων οἱ Ἰουδαῖοί ποτε κακῶς, καὶ ὁ Θεὸς οὐκ ἐκώλυσεν, ἀλλ' ἀπήγοντο παῖδες καὶ γυναῖκες· ἀλλὰ µετὰ ταῦτα ἡ αἰχµαλωσία αὕτη κατὰ ἀναλογίαν τῶν ἁµαρτηµάτων αὐτοῖς γέγονε παραµυθία.∆ ιὰ τοῦτο τῷ Ἡσαΐᾳ φησὶ, Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν µου, ἱερεῖς· λαλήσατε ἐπὶ τὴν καρδίαν Ἱερουσαλὴµ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁµαρτήµατα αὐτῆς· καὶ πάλιν,∆ ὸς ἡµῖν εἰρήνην· πάντα γὰρ ἀπέδωκας ἡµῖν. Καὶ ὁ∆ αυΐδ φησιν, Ἴδε τοὺς ἐχθρούς µου, ὅτι ἐπληθύνθησαν, καὶ ἄφες πάσας τὰς ἁµαρτίας µου. Καὶ ἡνίκα τὸν Σεµεεὶ καταρώµενον ἔφερε, λέγει, Ἄφες αὐτὸν, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν µου, καὶ ἀνταποδῷ µοι ἀντὶ τῆς ἡµέρας ταύτης. Ὅταν γὰρ µὴ ἀµύνῃ ἀδικουµένοις, τότε µάλιστα ὠφελούµεθα· λογίζεται γὰρ ἡµῖν εἰς κατόρθωµα, ἂν εὐχαρίστως ἐνέγκωµεν. ὰʹ. Ὥστε ὅταν ἴδῃς πλούσιον ἁρπάζοντα πένητα, ἀφεὶς τὸν ἐπηρεαζόµενον, δάκρυσον τὸν ἁρπάζοντα. Ὁ µὲν γὰρ ἀποτίθεται ῥύπον, ὁ δὲ προστρίβεται ῥύπον. Οὕτω καὶ ὁ τοῦ Ἑλισσαίου παῖς ἔπαθεν, ἐπὶ τοῦ Νεεµάν· εἰ γὰρ καὶ µὴ ἥρπασεν, ἀλλὰ τὸ ἐν ἀπάτῃ λαβεῖν, ἀδικία. Τί οὖν γέγονεν; ἔλαβε µετὰ τῆς ἀδικίας καὶ τὴν λέπραν· καὶ ὁ µὲν ἀδικηθεὶς, ὠφελεῖτο, ὁ δὲ ἀδικήσας, τὰ µέγιστα βλάπτεται. Τοῦτο καὶ νῦν ἐπὶ τῆς ψυχῆς γίνεται. Καὶ τοσοῦτον τοῦτό ἐστιν, ὅτι τοῦτο µόνον πολλάκις ἵλεων τὸν Θεὸν ἐποίησε· κἂν ὁ πάσχων κακῶς ἀνάξιος ᾖ βοηθείας, ὅταν µεθ' ὑπερβολῆς τοῦτο πάθῃ, καὶ εἰς τὴν ἑαυτοῦ συγγνώµην τὸν Θεὸν ἐπισπᾶται, καὶ εἰς τὴν ἄµυναντοῦ ποιοῦντος ἐντεῦθεν µόνον.∆ ιὸ καὶ τοῖς βαρβάροις ἔλεγεν ὁ Θεὸς ἄνωθεν, Ἐγὼ µὲν παρέδωκα αὐτοὺς εἰς ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά· διὰ τοῦτο τὰ ἀνήκεστα πείσονται. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν τὸν Θεὸν οὕτω παροξῦνον, ὡς τὸ ἁρπάζειν καὶ βιάζεσθαι καὶ πλεονεκτεῖν. Τί δήποτε; Ὅτι σφόδρα εὔκολον ταύτης ἀπέχεσθαι τῆς ἁµαρτίας. Οὐ γάρ ἐστι φυσικὴ ἐνοχλοῦσα ἐπιθυµία, ἀλλὰ ἀπὸ ῥᾳθυµίας γίνεται. Πῶς οὖν ῥίζαν κακῶν αὐτὴν ὁ Ἀπόστολος καλεῖ; Καὶ γὰρ ἐγὼ τοῦτο λέγω· ἀλλὰ παρ' ἡµᾶς ἡ ῥίζα αὕτη, οὐ παρὰ τὴν φύσιν τοῦ πράγµατος. Καὶ, εἰ βούλεσθε, ποιησώµεθα σύγκρισιν, καὶ ἴδωµεν ποῖον τυραννικώτερον, χρηµάτων ἢ σωµάτων ἐπιθυµία· ὃ γὰρ ἂν εὑρεθείη µεγάλους ἄνδρας καταβεβληκὸς, τοῦτό ἐστι τὸ χαλεπώτερον. Οὐκοῦν ἴδωµεν τίνα µέγαν κατέσχε χρηµάτων ἐπιθυµία. Οὐδένα, ἀλλὰ οἰκτροὺς σφόδρα καὶ ἀπεῤῥιµ[ µ] ένους, τὸν Γιεζῆ, τὸν Ἀχαὰβ, τὸν Ἰούδαν, τοὺς ἱερεῖς τοὺς Ἰουδαϊκούς· ἐπιθυµία δὲ σωµάτων τοῦ µεγάλου προφήτου περιεγένετο τοῦ∆ αυΐδ. Καὶ ταῦτα λέγω, οὐ συγγνώµην διδοὺς τοῖς ὑπὸ ἐπιθυµίας τοιαύτης ἁλισκοµένοις, ἀλλὰ µᾶλλον αὐτοὺς νήφειν παρασκευάζων. Ὅταν γὰρ δείξω µέγα τὸ πάθος, τότε µάλιστα αὐτοὺς δείκνυµι συγγνώµης ἁπάσης ἀπεστερηµένους. Εἰ µὲν γὰρ ἠγνόεις τὸ θηρίον, εἶχες εἰς αὐτὸ τοῦτο καταφυγεῖν· νυνὶ δὲ εἰδὼς καὶ ἐµπίπτων, οὐκ ἂν σχοίης ἀπολογίαν τινά. Μετὰ δὲ τοῦτον, τὸν τούτου παῖδα µετὰ πλείονος εἷλεν ὑπερβολῆς· καίτοι σοφώτερος ἐκείνου οὐδεὶς γέγονε, καὶ πᾶσαν δὲ τὴν ἄλλην ἐπῆλθεν ἀρετήν· ἀλλ' ὅµως ὑπὸ τούτου οὕτω σφοδρῶς ἑάλω, ὡς καὶ ἐν τοῖς καιρίοις δέξασθαι τὴν πληγήν. Καὶ ὁ µὲν πατὴρ ἀνέστη, καὶ ἀνεµαχήσατο τὴν πάλην, καὶ πάλιν ἐστεφανώθη· οὗτος δὲ οὐδὲν τοιοῦτον ἐπεδείξατο.∆ ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Κρεῖσσόν ἐστι γαµῆσαι, ἢ πυροῦσθαι· καὶ ὁ Χριστὸς, Ὁ δυνάµενος χωρεῖν, χωρείτω. Περὶ δὲ χρηµάτων οὐχ οὕτως, ἀλλ', Ὃς ἀφῆκε τὰ ὑπάρχοντα αὑτοῦ, ἑκατονταπλασίονα λήψεται. Πῶς οὖν, φησὶ, περὶ τῶν πλουτούντων εἶπεν, ὅτι δυσκόλως ἐπιτεύξονται τῆς βασιλείας; Πάλιν τὴν βλακείαν αὐτῶν αἰνιττόµενος, οὐ τὴν τυραννίδα τῶν χρηµάτων, ἀλλὰ τὴν σφοδρὰν αὐτῶν δουλείαν. Καὶ τοῦτο καὶ ἐξ ὧν ὁ Παῦλος συνεβούλευσε δῆλον. Ἐκείνης µὲν γὰρ ἀπάγει τῆς ἐπιθυµίας λέγων, Οἱ δὲ βουλόµενοι πλουτεῖν, ἐµπίπτουσιν εἰς πειρασµόν· ἐπὶ δὲ ταύτης οὐκέτι, ἀλλὰ πρὸς καιρὸν µόνον διαλύσας, καὶ τοῦτο συµφώνως, πάλιν ἐπὶ τὸ συνέρχεσθαι συµβουλεύει.∆ έδοικε γὰρ τὰ κύµατα τῆς ἐπιθυµίας, µήποτε ναυάγιον ἐργάσηται χαλεπόν. Τοῦτο καὶ ὀργῆς εὐτονώτερον πάθος· ὀργίζεσθαι µὲν γὰρ οὐκ ἔνι, µηδενὸς ὄντος τοῦ παροξύνοντος· ἐπιθυµεῖν δὲ ἀνάγκη, καὶ τῆς ὄψεως τῆς εἰς τοῦτο κινούσης µὴ φαινοµένης.∆ ιὸ ταύτην µὲν οὐκ ἐξέκοψε καθάπαξ, ἀλλὰ τὸ, Εἰκῆ, προσέθηκεν· οὔτ' αὐτὴν ἐπιθυµίαν ἀνεῖλεν, ἀλλὰ τὴν ἄδικον·∆ ιὰ γὰρ τὰς ἐπιθυµίας, φησὶν, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω. Θησαυρίζειν δὲ οὔτε εἰκῆ, οὔτε µὴ εἰκῆ συνεχώρησε. Ταῦτα µὲν γὰρ τὰ πάθη χρείας ἕνεκεν ἡµῖν ἐνεφυτεύθη· ὑπὲρ µὲν παιδοποιίας ἐπιθυµία, ὑπὲρ δὲ βοηθείας τῶν ἀδικουµένων ὀργή· ἐπιθυµία δὲ χρηµάτων οὐδαµῶς. Οὐκοῦν οὐδέ ἐστι φυσικὸν τὸ πάθος. Ὥστε ὅταν ὑπὸ τούτου ἁλῷς, τοσούτῳ µᾶλλον τὰ αἴσχιστα πείσῃ.∆ ιὰ δὴ τοῦτο καὶ δεύτερον ἐπιτρέπων γάµον ὁ Παῦλος, ἐπὶ χρηµάτων πολλὴν ἀπαιτεῖ τὴν ἀκρίβειαν, λέγων,∆ ιὰ τί οὐ µᾶλλον ἀδικεῖσθε; διὰ τί οὐ µᾶλλον ἀποστερεῖσθε; Καὶ περὶ µὲν παρθενίας διαλεγόµενος, φησίν· Ἐπιταγὴν Κυρίου οὐκ ἔχω· καὶ, Πρὸς τὸ συµφέρον ὑµῖν λέγω, οὐχ ἵνα βρόχον ὑµῖν ἐπιβάλω· ὅταν δὲ περὶ χρηµάτων ὁ λόγος αὐτῷ, Ἔχοντες, φησὶ, σκεπάσµατα καὶ τροφὴν, τούτοις ἀρκεσθησόµεθα. Πῶς οὖν, φησὶ, τούτῳ µᾶλλον ἁλίσκονται πολλοί; Ὅτι οὐχ οὕτως εἰσὶ πρὸς αὐτὸ παραταττόµενοι, ὡς πρὸς ἀσέλγειαν καὶ πορνείαν· ὡς εἴ γε ὁµοίως ἐδόκει εἶναι δεινὸν, οὐκ ἂν ταχέως ἑάλωσαν. Οὕτω καὶ αἱ ἄθλιαι παρθένοι ἐκεῖναι τοῦ νυµφῶνος ἐξεβλήθησαν, ἐπειδὴ τὸν µείζονα ἀνταγωνιστὴν καταβαλοῦσαι, ὑπὸ τοῦ ἀσθενεστέρου καὶµηδὲν ὄντος ἐβλήθησαν. Μετὰ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι εἴ τις ἐπιθυµίας κρατῶν, ὑπὸ χρηµάτων νικᾶται, οὐδὲ ἐπιθυµίας πολλάκις κρατεῖ, ἀλλὰ ἀπὸ φύσεως ἔλαχε τὸµὴ σφόδρα ἐνοχλεῖσθαι ἐντεῦθεν· οὐ γὰρ πάντες ὁµοίως εἰσὶ κατωφερεῖς. Ταῦτ' οὖν εἰδότες, καὶ τὸ ὑπόδειγµα τῶν παρθένων συνεχῶς παρ' ἑαυτοῖς στρέφοντες, φεύγωµεν τὸ πονηρὸν τοῦτο θηρίον. Εἰ γὰρ παρθενία οὐδὲν ὤνησεν, ἀλλ' ἀπώλοντο µετὰ µυρίους πόνους καὶ ἱδρῶτας ἐκεῖναι διὰ τὴν φιλαργυρίαν· τίς ἡµᾶς ἐξαιρήσεται, εἰ τούτῳ περιπέσοιµεν τῷ πάθει;∆ ιὸ παρακαλῶ πάντα ποιεῖν µήτε ἁλῶναι, µήτε ἁλόντας ἐναποµεῖναι, ἀλλὰ καὶ διαῤῥῆξαι τὰ χαλεπὰ ταῦτα δεσµά. Οὕτω γὰρ δυνησόµεθα πρὸς τὸν οὐρανὸν στῆναι, καὶ τῶν µυρίων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.