Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
24.24
Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, µετασχηµατιζόµενοι εἰς ἀποστόλους Χριστοῦ. αʹ. Τί λέγεις; οἱ Χριστὸν κηρύττοντες, οἱ χρήµατα µὴ λαµβάνοντες, οἱ Εὐαγγέλιον ἕτερον µὴ ἐπεισάγοντες, ψευδαπόστολοι; Ναὶ, φησί· καὶ δι' αὐτὸ µὲν οὖν τοῦτο µάλιστα, ὅτι ταῦτα ὑποκρίνονται πάντα, ἵνα ἀπατήσωσιν. Ἐργάται δόλιοι. Ἐργάζονται µὲν γὰρ, ἀλλ' ἀνασπῶσι τὰ πεφυτευµένα. Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο εὐπαράδεκτοι, τὸ προσωπεῖον λαβόντες τῆς ἀληθείας, οὕτω τὸ δρᾶµα τῆς πλάνης ὑποκρίνονται. Καὶ µέντοι χρήµατα, φησὶν, οὐ λαµβάνουσιν. Ἵνα πλείονα λάβωσιν, ἵνα ψυχὴν ἀπολέσωσι. Μᾶλλον δὲ καὶ τοῦτο ψεῦδος· καὶ ἐλάµβανον, ἀλλ' ἐλάνθανον· καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἐπιοῦσι. Καὶ ἤδη µὲν γὰρ ᾐνίξατο αὐτὸ εἰπὼν, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν ὡς καὶ ἡµεῖς· πλὴν ἀλλ' ὕστερον αὐτὸ σαφέστερον ᾐνίξατο εἰπὼν, ὅτι Εἴ τις ὑµᾶς κατεσθίει, εἴ τις λαµβάνει, εἴ τις ἐπαίρεται, τούτου ἀνέχεσθε. Νῦν δὲ ἑτέρωθεν αὐτοὺς διαβάλλει λέγων, Μετασχηµατιζόµενοι. Σχῆµα µόνον αὐτοῖς, ἡ δορὰ τοῦ προβάτου ἐπίκειται. Καὶ οὐδὲν θαυµαστόν. Εἰ γὰρ αὐτὸς ὁ Σατανᾶς µετασχηµατίζεται εἰς ἄγγελον φωτὸς, τί µέγα, εἰ καὶ οἱ διάκονοι αὐτοῦ µετασχηµατίζονται ὡς διάκονοι δικαιοσύνης; Ὥστε εἰ δεῖ θαυµάζειν, τοῦτο δεῖ θαυµάζειν, τὸ δὲ τούτων, οὐκέτι. Ὅταν γὰρ ὁ διδάσκαλος αὐτῶν πάντα τολµᾷ, οὐδὲν θαυµαστὸν καὶ τοὺς µαθητὰς ἕπεσθαι. Τί δέ ἐστιν, Ἄγγελον φωτός; Τὸν παῤῥησίαν ἔχοντα λέγειν, τὸν τῷ Θεῷ παρεστῶτα. Εἰσὶ γὰρ καὶ ἄγγελοι σκότους οὗτοι οἱ τοῦ διαβόλου, οἱ σκοτεινοὶ καὶ ἄγριοι. Καὶ πολλοὺς ὁ διάβολος οὕτως ἠπάτησε, µετασχηµατιζόµενος, οὐ γινόµενος ἄγγελος φωτός. Οὕτω καὶ οὗτοι σχῆµα ἀποστόλου περιφέρουσιν, οὐκ αὐτὴν τὴν δύναµιν· οὐδὲ γὰρ ἰσχύουσιν. Οὐδὲν δὲ οὕτω διαβολικὸν, ὡς τὸ πρὸς ἐπίδειξίν τι ποιεῖν. Τί δέ ἐστι,∆ ιάκονοι δικαιοσύνης; Ὅπερ ἡµεῖς ἐσµεν, Εὐαγγέλιον κηρύσσοντες ὑµῖν δικαιοσύνην ἔχον. Ἢ γὰρ τοῦτό φησιν, ἢ ὅτι δικαίων ἀνδρῶν ἑαυτοῖς περιτιθέασι δόξαν. Πῶς οὖν αὐτοὺς ἐπιγνωσόµεθα; Ἀπὸ τῶν ἔργων αὐτῶν, καθὼς ὁ Χριστὸς εἶπε.∆ ιὸ ἀναγκάζεται τὰ ἑαυτοῦ θεῖναι κατορθώµατα καὶ τὴν ἐκείνων κακίαν παράλληλα, ἵνα ἀπὸ τῆς συγκρίσεως φανῶσιν οἱ νόθοι. Καὶ µέλλων πάλιν ἐµβαίνειν εἰς τὰ ἐγκώµια τὰ ἑαυτοῦ, κατηγορεῖ πρῶτον ἐκείνων, ἵνα δείξῃ ἀναγκαίαν οὖσαν αὐτοῦ τὴν ὑπόθεσιν, ἵνα µή τις ἐγκαλέσῃὡς περὶ ἑαυτοῦ λέγοντι, καί φησι, Πάλιν λέγω. Καὶ γὰρ ἤδη πολλῇ προδιορθώσει ἐχρήσατο· Ἀλλ' ὅµως οὐκ ἀρκοῦµαι τοῖς εἰρηµένοις, ἀλλὰ καὶ πάλιν λέγω, µή τίς µε δόξῃ ἄφρονα εἶναι. Τοῦτο γὰρ ἐκείνων ἦν ἔργον, τὸ, αἰτίας µὴ οὔσης, καυχᾶσθαι. Σὺ δέ µοι σκόπει ὅτι, ὁσάκις ἐµβαίνειν µέλλει εἰς τοὺς οἰκείους ἐπαίνους, προανακρούεται. Τὸ µὲν γὰρ πρᾶγµα ἀφροσύνης ἐστὶ, φησὶ, τὸ καυχᾶσθαι· ἐγὼ δὲ οὐχ ὡς ἀνοηταίνων αὐτὸ ποιῶ, ἀλλὰ ἀναγκαζόµενος. Εἰ δὲ οὐ πείθεσθε, ἀλλὰ καὶ ἀνάγκην οὖσαν ὁρῶντες, καταγνώσεσθε, οὐδὲ οὕτω παραιτήσοµαι. Εἶδες πῶς ἔδειξε πολλὴν οὖσαν τὴν ἀνάγκην τοῦ λέγειν; Ὁ γὰρ µηδὲ ταύτην ὑποστελλόµενος τὴν ὑποψίαν, ἐννόησον ὅσην βίαν ὑπέµεινεν εἰς τὸ λέγειν, καὶ πῶς ὤδινε καὶ ἐβιάζετο εἰπεῖν. Ἀλλ' ὅµως καὶ οὕτω µετρίως τῷ πράγµατι κέχρηται. Οὐ γὰρ εἶπεν, Ἵνα καυχήσωµαι. Καὶ µικρὸν µέλλων καυχᾶσθαι, πάλιν καὶ ἑτέρᾳ κέχρηται παραιτήσει, λέγων, Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇὑποστάσει τῆς καυχήσεως. Ὁρᾷς πῶς τὸ καυχᾶσθαι οὐκ ἔστι κατὰ Κύριον; Ὅταν γὰρ πάντα ποιήσητε, φησὶ, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσµεν. Ἀλλ' αὐτὸ µὲν καθ' ἑαυτὸ οὐκ ἔστι κατὰ Κύριον· ἀπὸ δὲ τῆς διανοίας τοῦτο γίνεται.∆ ιὰ τοῦτο εἶπεν, Ὃ λαλῶ· οὐ τὴν αἰτίαν διαβάλλων, ἀλλὰ τὰ ῥήµατα. Ἐπεὶ ὁ σκοπὸς οὕτω θαυµαστὸς, ὡς καὶ τὰ ῥήµατα σεµνύνειν. Ὥσπερ γὰρ ὁ φονεὺς τῶν σφόδρα κεκωλυµένων ὢν, ἀπὸ διανοίας πολλάκις ηὐδοκίµησε, καὶ τὸ περιτέµνεσθαι οὐκ ὂν κατὰ Κύριον, ἀπὸ τῆς διανοίαςτοῦτο γέγονεν· οὕτω καὶ τὸ καυχᾶσθαι. Καὶ τί δήποτε οὐ κέχρηται ἀκριβολογίᾳ τοσαύτῃ; Ὅτι πρὸς ἕτερον ἐπείγεται, καὶ ἐκ περιουσίας καὶ τοῖς ἐπιλαµβάνεσθαι βουλοµένοις χαρίζεται µόνον, ἵνα εἴπῃ τὰ ὠφελοῦντα· καὶ γὰρ ἱκανὰ ἦν πᾶσαν ἀνελεῖν τὴν ὑποψίαν λεχθέντα. Ἀλλ' ὡς ἐν ἀφροσύνῃ. Πρότερόν φησιν, Ὄφελον ἠνείχεσθέ µου µικρὸν τῇ ἀφροσύνῃ· νυνὶ δὲ, Ὡς ἐν ἀφροσύνῃ. Ὅσῳ γὰρ πρόεισι, τοσούτῳ µᾶλλον ἐκκαθαίρει τὸν λόγον. Εἶτα, ἵνα µὴ νοµίσῃς πανταχοῦ ἀνοηταίνειν αὐτὸν, προσέθηκεν, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Κατὰ τοῦτο τὸ µέρος, φησίν· ὥσπερ καὶ ἀλλαχοῦ ἔλεγεν, Ἵνα µὴ καταισχυνθῶµεν· καὶ προσετίθει, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Καὶ ἀλλαχοῦ πάλιν εἰπὼν, Ἢ ἃ βουλεύοµαι κατὰ σάρκα βουλεύοµαι, ἵνα ᾖ παρ' ἐµοὶ τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ; καὶ δείξας, ὅτι οὐ δύναται πανταχοῦ ἅπερ ἐπαγγέλλεται καὶ πληροῦν, ἐπειδὴ οὐ κατὰ σάρκα βουλεύεται, ἵνα µὴ τὴν ὑπόνοιαν ταύτην καὶ ἐπὶ τοῦδόγµατος ἑλκύσωσί τινες, φησί· Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡµῶν ὁ πρὸς ὑµᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. βʹ. Καὶ ὅρα πόσα ἔµπροσθεν εἰπὼν, πάλιν καὶ ἑτέρας τίθησιν ἀπολογίας, προστιθεὶς οὕτω, καὶ λέγων, Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσοµαι. Τί ἐστι, Κατὰ σάρκα; Ἀπὸ τῶν ἔξωθεν, ἀπὸ εὐγενείας, ἀπὸ πλούτου, ἀπὸ σοφίας, ἀπὸ τοῦ περιτοµὴν ἔχειν καὶ προγόνους Ἑβραίους, ἀπὸ τῆς τῶν πολλῶν δόξης. Καὶ θέα σύνεσιν· ἐκεῖνα τίθησιν ἅπερ οὐδένα δείκνυσιν, καὶ τότε καὶ ἀφροσύνην. Εἰ γὰρ τὸ ἐπὶ τοῖς ὄντως ἀγαθοῖς καυχᾶσθαι ἀφροσύνη, πολλῷ µᾶλλον ἐπὶ τοῖς µηδὲν οὖσι. Καὶ τοῦτό ἐστιν ὅπερ, Οὐ κατὰ Κύριον, καλεῖ. Οὐ γὰρ ὄφελος Ἑβραῖον εἶναι, καὶ ὅσα τοιαῦτα. Μὴ τοίνυν νοµίσητε, ὅτι ὡς ἀρετὴν αὐτὰ τίθηµι· ἀλλ' ἐπειδὴ ἐκεῖνοι καυχῶνται, ἀναγκάζοµαι κἀγὼ ἐντεῦθεν τὴν σύγκρισιν ποιήσασθαι· ὅπερ καὶ ἀλλαχοῦ ποιεῖ λέγων, Εἴ τις δοκεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ µᾶλλον. Καὶ ἐκεῖ, διὰ τοὺς πεποιθότας ἐπὶ τούτῳ. Ὥσπερ ἂν εἴ τις γένους λαµπροῦ ὢν, καὶ φιλόσοφον ἑλόµενος βίον, ἴδοι µέγα φρονοῦντας ἑτέρους ἐπὶ εὐγενείᾳ, καὶ βουλόµενος καθελεῖν αὐτῶντὸ φύσηµα, ἀναγκασθείη τὴν οἰκείαν περιφάνειαν εἰπεῖν, οὐχὶ καλλωπιζόµενος, ἀλλὰ ἐκείνους ταπεινῶν. Τοῦτο δὴ καὶ ὁ Παῦλος ποιεῖ. Εἶτα ἀποστὰς ἐκείνων, ἐπὶ Κορινθίους ὁλόκληρον τὴν αἰτίαν κενοῖ λέγων· Ἡδέως ἀνέχεσθε τῶν ἀφρόνων. Ὥστε ὑµεῖς αἴτιοι τούτων, καὶ µᾶλλον ἢ ἐκεῖνοι. Εἰ γὰρ µὴ ὑµεῖς αὐτῶν ἠνείχεσθε, καὶ παρεβλάπτεσθε τό γε ἐκείνων µέρος, οὐδὲν ἐφθεγξάµην· ἀλλὰ τῆς ὑµετέρας κήδοµαι σωτηρίας, καὶ συγκαταβαίνω. Καὶ ὅρα πῶς καὶ τὴν ἐπιτίµησιν µετ' ἐγκωµίου τίθησιν. Εἰπὼν γὰρ, Ἡδέως ἀνέχεσθε τῶν ἀφρόνων, ἐπήγαγε, Φρόνιµοι ὄντες. Ἀφροσύνης γὰρ τὸ καυχᾶσθαι καὶ ἐπὶ τοιούτοις. Καίτοι ἐχρῆν ἐπιτιµῆσαι, καὶ εἰπεῖν, Μὴ ἀνέχεσθε τῶν ἀνοήτων· ἀλλὰ µετὰ πλείονος αὐτὸ ποιεῖ περιουσίας. Ἐκείνως µὲν γὰρ ἔδοξεν ἂν ὡς ἀπεστερηµένος αὐτῶν ἐπιτιµᾷν· νυνὶ δὲ δείξας ἑαυτὸν καὶ ἐν τούτοις κρατοῦντα, καὶ οὐδὲν εἶναι ταῦτα νοµίζοντα, µειζόνως αὐτοὺς διορθοῦται. Τέως δὲ πρὶν ἢ εἰς τὰ ἐγκώµια ἐµβάλλειν καὶ τὴν σύγκρισιν, καὶ τὴν πολλὴν Κορινθίων δουλοπρέπειαν ὀνειδίζει αὐτοῖς, ὅτι µεθ' ὑπερβολῆςαὐτοῖς καθυπεκλίνοντο. Καὶ σκόπει πῶς κωµῳδεῖ. Ἀνέχεσθε γὰρ, φησὶν, εἴ τις ὑµᾶς κατεσθίει. Πῶς οὖν ἔλεγες, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡµεῖς; Ὁρᾷς ὅτι δείκνυσιν αὐτοὺς λαµβάνοντας, καὶ οὐχ ἁπλῶς λαµβάνοντας, ἀλλὰ καὶ µεθ' ὑπερβολῆς; τὸ γὰρ κατεσθίειν τοῦτο δηλοῖ. Εἴ τις ὑµᾶς καταδουλοῖ. Καὶ τὰ χρήµατα ὑµῶν, φησὶ, καὶ τὰ σώµατα, καὶ τὴν ἐλευθερίαν ἐξεδώκατε. Τοῦτο γὰρ µεῖζον τοῦ λαβεῖν, τὸ µὴ µόνον τῶν χρηµάτων, ἀλλὰ καὶ ὑµῶν αὐτῶν κυρίους εἶναι. Ὃ καὶ ἔµπροσθεν δηλοῖ λέγων, Εἰ ἄλλοι τῆς ἐξουσίας ὑµῶν µετέχουσιν, οὐ πολλῷ µᾶλλον ἡµεῖς; Εἶτα τὸ χαλεπώτερον προστίθησι λέγων, Εἴ τις ἐπαίρεται. Οὐδὲ γὰρ σύµµετρος ὑµῶν ἡ δουλεία, οὐδὲ ἥµεροι οἱ δεσπόται, ἀλλὰ φορτικοὶ καὶ ἐπαχθεῖς. Εἴ τις ὑµᾶς εἰς πρόσωπον δέρει. Εἶδες πάλιν ἐπίτασιν τυραννίδος; Ταῦτα δὲ ἔλεγεν, οὐχ ὅτι εἰς ὄψιν ἐτύπτοντο, ἀλλ' ὅτι διέπτυον αὐτοὺς καὶ ἠτίµαζον· διὸ προσέθηκε, Κατὰ ἀτιµίαν λέγω. Τῶν γὰρ εἰς ὄψιν τυπτοµένων οὐκ ἔλαττον πάσχετε. Τί τοίνυν τούτου γένοιτ' ἂν ἰσχυρότερον; ποία δὲ ταύτης τῆς δεσποτείας πικροτέρα, ὅταν καὶ τὰ χρήµατα ὑµῶν καὶ τὴν ἐλευθερίαν καὶ τὴν τιµὴν ἀφελόµενοι, µηδὲ οὕτως ὦσιν ἥµεροι, µηδὲ ἐντάξει δούλων ἐῶσιν ὑµᾶς µένειν, ἀλλὰ καὶ παντὸς ἀργυρωνήτου ὑβριστικώτερον ὦσιν ὑµῖν κεχρηµένοι; Ὡς ὅτι ἡµεῖς ἠσθενήσαµεν. Ἀσαφὲς τὸ εἰρηµένον. Ἐπειδὴ γὰρ φορτικὸν ἦν, διὰ τοῦτο οὕτως αὐτὸ τέθεικεν, ἵνα κλέψῃ τὴν ἐπάχθειαν τῇ ἀσαφείᾳ. Ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστι· Μὴ γὰρ οὐ δυνάµεθα καὶ ἡµεῖς ταῦτα ποιεῖν; Ἀλλ' οὐ ποιοῦµεν. Τίνος οὖν ἕνεκεν αὐτῶν ἀνέχεσθε, ὡς ἡµῶν µὴ δυναµένων ταῦτα ποιεῖν; Ἔγκληµα µὲν οὖν καὶ τὸ µωραινόντων ἀνέχεσθαι· τὸ δὲ καὶ οὕτω καταφρονούντων ὑµῶν, ἁρπαζόντων, ἐπαιροµένων, τυπτόντων, οὐδ' ἂν ἀπολογίαν ἔχοι; οὐδ' ἂν λόγον τινά. Καινὸν γὰρ τοῦτο τὸ τῆς ἀπάτης εἶδος. Οἱ µὲν γὰρ ἀπατῶντες καὶ παρέχουσι, καὶ κολακεύουσιν· οὗτοι δὲ καὶ ἀπατῶσι, καὶ λαµβάνουσι, καὶ ὑβρίζου σιν. Ὅθεν οὐδὲ σκιὰν ἂν σχοίητε συγγνώµης, ὅτι τοὺς µὲν ταπεινοῦντας ἑαυτοὺς δι' ὑµᾶς, ἵνα ὑµεῖς ὑψωθῆτε, διαπτύετε, τοὺς δὲ ὑψοῦντας ἑαυτοὺς, ἵναὑµεῖς ταπεινωθῆτε, θαυµάζετε. Μὴ γὰρ καὶ ἡµεῖς οὐκ ἠδυνάµεθα ταῦτα ποιεῖν; Ἀλλ' οὐ βουλόµεθα, τὸ συµφέρον ὑµῶν σκοποῦντες. Ἐκεῖνοι µὲν γὰρ τὰ ὑµέτερα καθαιροῦντες, τὰ ἑαυτῶν σκοποῦσιν. Ὁρᾷς πανταχοῦ, ἐξ ὧν παῤῥησιάζεται πρὸς αὐτοὺς, ἐκ τούτων αὐτοὺς καὶ φοβεῖ; Εἰ γὰρ διὰ τοῦτο αὐτοὺς τιµᾶτε, φησὶν, ἐπειδὴ τύπτουσιν, ὑβρίζουσι· δυνάµεθα καὶ ἡµεῖς ταῦτα ποιεῖν, δουλοῦσθαι, τύπτειν, ἐπαίρεσθαι καθ' ὑµῶν. γʹ. Εἶδες πῶς ὅλην ἐπ' αὐτοὺς ἄγει τὴν αἰτίαν καὶ τῆς ἐκείνων ἀπονοίας, καὶ τῆς δοκούσης εἶναι ἀφροσύνης ἑαυτοῦ; Οὐ γὰρ ἵνα ἐµαυτὸν δείξω λαµπρότερον, ἀλλ' ἵνα ὑµᾶς ἀπαλλάξω ταύτης τῆς πικρᾶς δουλείας, ἀναγκάζοµαι µικρόν τι καυχᾶσθαι.∆ εῖ δὲ οὐχ ἁπλῶς τὰ λεγόµενα ἐξετάζειν, ἀλλὰ καὶ τὴν αἰτίαν προστιθέναι. Ἐπεὶ καὶ Σαµουὴλ ἐγκώµιον ὑπὲρ ἑαυτοῦ συνέθηκε µέγα, ὅτε τὸν Σαοὺλ ἔχριε, λέγων· Ὄνον τινὸς ὑµῶν εἴληφα, ἢ µόσχον, ἢ ὑπόδηµα; ἢ ἐξεπίασά τινα ὑµῶν; Ἀλλ' ὅµως οὐδεὶς ἐγκαλεῖ. Τὸ δὲ αἴτιον, οὐ καλλωπίζων ἑαυτὸν ἔλεγεν, ἀλλ' ἐπειδὴ βασιλέα καθιστᾷν ἔµελλεν, ἐν ἀπολογίας τάξει βούλεται παιδεῦσαι ἐκεῖνον πρᾶον καὶ ἥµερον εἶναι. Καὶ σκόπει σύνεσιν προφήτου, µᾶλλον δὲ Θεοῦ φιλανθρωπίαν. Ὅτε µὲν γὰρ ἀποστρέψαι αὐτοὺς ἠβούλετο, πολλὰ φορτικὰ συναγαγὼν, ἔλεγε περὶ τοῦ µέλλοντος βασιλεύειν· οἷον, ὅτι µυλωθρίδας τὰς γυναῖκας αὐτῶν ποιήσει, ποιµένας τοὺς ἄνδρας, ἡµιόνων ἐπιστάτας( καὶ γὰρ µετὰ ἀκριβεῖας ἐπεξῄει τὴν τῆς βασιλείας θεραπείαν)· ἐπειδὴ δὲ εἶδεν οὐδενὶ τούτων κωλυοµένους, ἀλλὰ ἀνίατα νοσοῦντας, καὶ οὕτως αὐτῶν φείδεται, καὶ ῥυθµίζει τὸν βασιλέα πρᾶον εἶναι.∆ ιὰ τοῦτο καὶ αὐτὸν παράγει µάρτυρα. Οὐ γὰρ δὴ ἐδικάζετό τις πρὸς αὐτὸν τότε, οὐδὲ ἐνεκάλει ἵνα ἀπολογήσηται, ἀλλ' ἵνα ἐκεῖνον ποιήσῃ βελτίονα, ταῦτα ἔλεγε.∆ ιὸ καὶ ἐπήγαγε καθαιρῶν αὐτοῦ τὸ φύσηµα, Ἐὰν ἀκούσητε ὑµεῖς καὶ ὁ βασιλεὺς ὑµῶν, τὰ καὶ τά ἐστιν ὑµῖν ἀγαθά· ἐὰν δὲ µὴ ἀκούσητε, τὰ ἐναντία ἅπαντα. Καὶ Ἀµµὼς δὲ ἔλεγεν, Οὐκ ἤµην προφήτης, οὐδὲ υἱὸς προφήτου, ἀλλ' ἢ αἰπόλος ἤµην συκάµινα κνίζων. Καὶ ἀνέλαβέ µε ὁ Θεός. Οὐκ ἐπαίρων δὲ ἑαυτὸν ἔλεγεν, ἀλλὰ ἐπιστοµίζων τοὺς ὑποπτεύοντας αὐτὸν οὐχ ὡς προφήτην, καὶ ἵνα δείξῃ ὅτι οὐκ ἀπατᾷ, οὐδὲ οἴκοθεν λέγει ταῦτα ἃ λέγει. Καὶ ἕτερος δὲ πάλιν τὸ αὐτὸ τοῦτο ἐµφαίνων ἔλεγεν· Ἀλλὰ µὲν ἐγὼ ἐνεπλήσθην ἰσχύος Κυρίου ἐν πνεύµατι καὶ δυναστείᾳ. Καὶ ὁ∆ αυῒδ δὲ, ὅταν τὰ κατὰ τὴν ἄρκτον καὶ τὸν λέοντα διηγεῖτο, οὐχὶ καλλωπιζόµενος, ἀλλ' οἰκοδοµῶν τι µέγα καὶ θαυµαστὸν, ἔλεγεν. Ἐπειδὴ γὰρ ἠπιστεῖτο ὅτι περιέσται τοῦ βαρβάρου γυµνὸς, ὁ µηδὲ ὅπλα ἐνεγκεῖν δυνάµενος, ἠναγκάσθη παρασχεῖν ἀποδείξεις τῆς οἰκείας ἀνδρείας. Καὶ τὸ κράσπεδον ὅτε ἀφεῖλε τοῦ Σαοὺλ, οὐκ ἐπιδεικνύµενος ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ πονηρὰν διακρουόµενος ὑποψίαν, ἣν κατεσκέδασαν αὐτοῦλέγοντες, ὅτι ἀνελεῖν αὐτὸν ἤθελε.∆ εῖ τοίνυν πανταχοῦ τὴν αἰτίαν ζητεῖν. Ὁ γὰρ πρὸς τὸ συµφέρον τῶν ἀκουόντων ὁρῶν, κἂν ἐγκωµιάζῃ ἑαυτὸν, οὐ µόνον οὐκ ἐγκαλεῖσθαι ἄξιος, ἀλλὰ καὶ στεφανοῦσθαι· κἂν σιγᾷ τότε, ἐγκαλεῖσθαι ἄξιος. Ἐπεὶ καὶ ὁ∆ αυῒδ τότε εἰ ἐσίγησεν ἐπὶ τοῦ Γολιὰθ, οὐκ ἂν εἴασαν αὐτὸν ἐξελθεῖν ἐπὶ τὴν παράταξιν, οὐδὲ τὸ λαµπρὸν ἐκεῖνο ἔστησε τρόπαιον.∆ ιὸ δὴ τοῦτο λέγει ἀναγκασθεὶς, καὶ οὐχὶ τοῖς ἀδελφοῖς ἀλλὰ τῷ βασιλεῖ· ἦ γὰρ ἂν παρ' αὐτοῖς ἠπιστήθη· ὁ γὰρ φθόνος ἐνέφραττεν αὐτῶν τὰς ἀκοάς.∆ ιόπερ ἐκείνους ἀφεὶς, τῷ µηδέπω βασκαίνοντι διαλέγεται. δʹ.∆ εινὸν γὰρ ἡ βασκανία, δεινὸν, καὶ τῆς οἰκείας ἀναπείθει καταφρονεῖν σωτηρίας. Οὕτω καὶ Κάϊν ἑαυτὸν ἀπώλεσε, καὶ πρὸ τούτου πάλιν ὁ τὸν τούτου πατέρα ἀνελὼν διάβολος. Οὕτως ὁ Σαοὺλ δαίµονα πονηρὸν ἐκάλεσε κατὰ τῆς ἑαυτοῦ ψυχῆς· καὶ καλέσας, τῷ ἰατρῷ πάλιν ἐβάσκαινε. Τοιοῦτον γὰρ ὁ φθόνος· ᾔδει ὅτι ἐσώθη, καὶ ἀπολέσθαι µᾶλλον ἤθελεν, ἢ τὸν σώσαντα εὐδοκιµοῦντα ἰδεῖν. Τί τούτου χαλεπώτερον γένοιτ' ἂν τοῦ πάθους; Οὐκ ἄν τις ἁµάρτοι διαβόλου γέννηµα τοῦτο εἰπών· καὶ ἐν µὲν ἐκείνῳ κενοδοξίας καρπὸς, µᾶλλον δὲ καὶ ῥίζα· ἀµφότερα γὰρ ταυτὶ τὰ κακὰ ἑαυτὰ συγκατασκευάζειν εἴωθεν. Οὕτω δὴ καὶ τότε ἐβάσκαινεν ὁ Σαοὺλ, ἐπειδὴ εἶπον, Ἐπάταξε∆ αυῒδ ἐν µυριάσιν· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Τί γὰρ, εἰπέ µοι, φθονεῖς; ὅτι ἐπῄνεσεν ὁ δεῖνα; Καὶ µέντοι χαίρειν ἔδει· ἄλλως δὲ οὐδὲ οἶδας, εἰ ἀληθὴς ὁ ἔπαινος ᾖ. Καὶ διὰ τοῦτο πενθεῖς, ὅτι οὐκ ὢν θαυµαστὸς ἐπῃνέθη; Καὶ µὴν ἐλεεῖν χρή. Καὶ γὰρ ἐὰν µὲν ἀγαθὸς ᾖ, οὐδεὶς φθονεῖ ἐπαινουµένου, ἀλλ' ἐπαινεῖ µετὰ τῶν εὐφηµούντων· εἰ δὲ µὴ τοιοῦτος, τί δάκνῃ; τί κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς; Ὅτι θαυµαστὸς τοῖς ἀνθρώποις; Ἀλλὰ ἀνθρώποις τοῖς σήµερον οὖσι, καὶ αὔριον οὐκ οὖσιν. Ἀλλ' ὅτι δόξης ἀπολαύει; Ποίας, εἰπέ µοι; περὶ ἧς ὁ προφήτης φησὶν, ὅτι ἄνθος ἐστὶ χόρτου;∆ ιὰ τοῦτο οὖν βασκαίνεις, ὅτι οὐκ ἀχθοφορεῖς, οὐδὲ χόρτου περιφέρεις φορτία τοιαῦτα; Εἰ δὲ αὐτός σοι ζηλωτὸς εἶναι δοκεῖ διὰ τοῦτο, τί µὴ καὶ δρυτόµοι καθ' ἑκάστην ἀχθοφοροῦντες ἡµέραν, καὶ ἐν τῇ πόλει εἰσιόντες; Οὐδὲν γὰρ τούτου ἄµεινον τοῦτο τὸ φορτίον, ἀλλὰ καὶ χεῖρον. Ἐκεῖνο µὲν γὰρ τὸ σῶµα πιέζει µόνον· τοῦτο δὲ καὶ τὴν ψυχὴν πολλάκις παρέβλαψε, καὶ µείζονα παρέσχε τὴν ἀγωνίαν τῆς ἡδονῆς. Κἂν γὰρ λέγων εὐδοκιµῇ, µείζονα ἔχει τὸν φόβον[ φθόνον?] τῆς εὐφηµίας· µᾶλλον δὲ, τὴν µὲν βραχεῖαν, τὸν δὲ διηνεκῆ. Ἀλλὰ παρὰ ἄρχουσιν εὐδοκιµεῖ; Κἀκεῖ πάλιν φθόνος καὶ κίνδυνος. Ὃ γὰρ σὺ πρὸς αὐτὸν πάσχεις, τοῦτο καὶ ἕτεροι πλείους. Ἀλλ' ἐπαινεῖται συνεχῶς; Τοῦτο δουλείαν ποιεῖ πικράν. Οὐ γὰρ τολµήσει τι πρᾶξαι ἀδεῶς τῶν κατὰ γνώµην, ἵνα µὴ προσκρούσῃ τοῖς δοξάζουσιν αὐτόν· δεσµὰ γὰρ αὐτῷ χαλεπὰ ἡ περιφάνεια. Ὥστε ὅσῳ ἂν πλείοσι γνώριµος ᾖ, τοσούτῳ πλείους ἔχει δεσπότας, καὶ ἐπιτείνεται τὰ τῆς δουλείας αὐτῷ, τῶν κυρίων αὐτοῦ πανταχοῦ φαινο µένων. Καὶ ὁ µὲν οἰκέτης, ὅταν ἀπαλλαγῇ τῆς ὄψεως τοῦ δεσπότου, καὶ ἀναπνεῖ καὶ µετ' ἐλευθερίας ἐστὶν ἁπάσης· οὗτος δὲ πανταχοῦ δεσπόταις περιτυγχάνει· πάντων γὰρ δοῦλός ἐστι τῶν ἐν ἀγορᾷ φαινοµένων. Κἂν κατεπείγῃ τι τῶν ἀναγκαίων, οὐ τολµᾷ εἰς ἀγορὰν ἐµβαλεῖν,[ εἰ] µὴ καὶ τῶν οἰκετῶν ἑποµένων καὶ τοῦ ἵππου, καὶ τῆς ἄλληςφαντασίας συγκεκροτηµένης, ἵνα µὴ οἱ δεσπόται καταγνῶσι. Κἂν φίλον ἴδῃ τινὰ τῶν γνησίων, οὐ θαῤῥεῖ µετὰ ἰσοτιµίας αὐτῷ διαλεχθῆναι· δέδοικε γὰρ τοὺς δεσπότας, µὴ καθέλωσιν αὐτὸν ἀπὸ τῆς δόξης. Ὥστε ὅσῳ περιφανέστερός ἐστι, τοσούτῳ µᾶλλον δεδούλωται. Κἂν πάθῃ τι τῶν ἀηδῶν, ἡ ὕβρις χαλεπωτέρα, ὅσῳ καὶ πλείους ἔχει τοὺς µάρτυρας, καὶ παρ' ἀξίαν τὸ πρᾶγµα εἶναι δοκεῖ. Οὐ µόνον δὲ ἡ ὕβρις, ἀλλὰ καὶ ἡ συµφορά. Καὶ γὰρ πολλοὺς ἔχει τοὺς ἐφηδοµένους· ὥσπερ οὖν κἂν ἀγαθοῦ τινος ἀπολαύσῃ, πλείους τοὺς φθονοῦντας καὶ βασκαίνοντας καὶ καθελεῖν ἐσπουδακότας. Τοῦτο οὖν ἀγαθὸν, εἰπέ µοι; τοῦτο δόξα; Οὐδαµῶς· ἀλλὰ ἀδοξία, καὶ δουλεία, καὶ δεσµὰ, καὶ πᾶν ὁτιοῦν ἂν εἴποι τις φορτικόν. Εἰ δὲ καὶ οὕτως ἐπέραστόν σοι ἡ παρὰ ἀνθρώπων δόξα, καὶ πάνυ σε θορυβεῖ παρὰ πολλῶν κροτούµενος ὁ δεῖνα· ὅταν ἴδῃς ἀπολαύοντα τῶν κρότων, πρὸς τὸν µέλλοντα αἰῶνα διάβηθι τῷ λογισµῷ, καὶ τὴν ἐκεῖ δόξαν· καὶ ὥσπερ θηρίον ἐπιὸν σπεύδων διαφυγεῖν, εἰς οἰκίσκον εἰσελθὼν ἀποκλείεις τὰς θύρας· οὕτω καὶ νῦν ἐπὶ τὴν µέλλουσαν ζωὴν κατάφυγε, καὶ τὴν ἀπόῤῥητον δόξαν ἐκείνην. Οὕτω γὰρ καὶ ταύτην καταπατήσεις, καὶ ἐκείνης ἐπιλήψῃ ῥᾳδίως, καὶ τῆς ἀληθοῦς ἐλευθερίας ἀπολαύσεις, καὶ τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.