Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
25.25
Ἐν ᾧ δ' ἄν τις τολµᾷ, ἐν ἀφροσύνῃ λέγω, τολµῶ κἀγώ. αʹ. Ὅρα πάλιν αὐτὸν ἀναδυόµενον, καὶ παραιτήσει χρώµενον, καὶ προδιορθώσει· καίτοι καὶ ἤδη πολλὰ τοιαῦτα εἴρηκεν· Ὄφελον ἠνείχεσθέ µου µικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν, Μή τίς µε δόξῃ ἄφρονα εἶναι· εἰ δὲ µή γε, κἂν ὡς ἄφρονα δέξασθε· Ὃ λαλῶ, οὐ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ· Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσοµαι· καὶ ἐνταῦθα πάλιν, Ἐνᾧ δ' ἄν τις τολµᾷ, ἐν ἀφροσύνῃ λέγω, τολµῶ κἀγώ. Τόλµαν καὶ ἀφροσύνην λαλεῖ τὸ περὶ ἑαυτοῦ µέγα τι λέγειν, καὶ ταῦτα ἀνάγκης οὔσης, παιδεύων ἡµᾶς ἐκ περιουσίας τὸ τοιοῦτον φεύγειν. Εἰ γὰρ µετὰ τὸ πάντα ποιῆσαι, ἀχρείους δεῖ καλεῖν ἑαυτούς· οὐδεµιᾶς κατεπειγούσης αἰτίας, τίνος ἂν εἴη συγγνώµης ἄξιος ἐπαίρων τις ἑαυτὸν καὶ κοµπάζων;∆ ιὰ τοῦτο καὶ ὁ Φαρισαῖος ἔπαθεν ἅπερ ἔπαθε, καὶ ἐν λιµένι ναυάγιον ὑπέµεινεν, ὅτι τούτῳ προσέῤῥηξε τῷ σκοπέλῳ.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος µυρίαν ἀνάγκην ὁρῶν, ὅµως ἀναδύεται, καὶ συνεχῶς ἀναµιµνήσκει ὅτι ἀφροσύνης τὸ τοιοῦτόν ἐστι. Καὶ τότε λοιπὸν κατατολµᾷ, τὴν ἀπὸ τῆς ἀνάγκης ἀπολογίαν προβαλλόµενος, καί φησιν, Ἑβραῖοί εἰσι; κἀγώ. Ἰσραηλῖταί εἰσι; κἀγώ. Οὐ γὰρ ἦν πάντας τοὺς Ἑβραίους Ἰσραηλίτας εἶναι· ἐπεὶ καὶ Ἀµµανῖταικαὶ Μωαβῖται τοῦτο ἦσαν.∆ ιὸ ἐπήγαγεν ἐκκαθαίρων τὴν εὐγένειαν, καί φησι, Σπέρµα Ἀβραάµ εἰσι; κἀγώ.∆ ιάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Οὐκ ἠρκέσθη τῇ προτέρᾳ παραιτήσει, ἀλλὰ καὶ ἐντεῦθεν πάλιν αὐτῇ κέχρηται· Παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Κρείττων αὐτῶν ἐγὼ καὶ βελτίων. Καίτοι τὰς ἀποδείξεις εἶχε σαφεῖς τῆς ὑπεροχῆς· ἀλλ' ὅµως παραφροσύνην καὶ οὕτω τὸ πρᾶγµα καλεῖ. Καὶ µὴν εἰ ψευδαπόστολοι ἦσαν, οὐκ ἔδει κατὰ σύγκρισιν εἰσάγειν τὴν ὑπεροχὴν, ἀλλὰ ἀνελεῖν τὸ εἶναι αὐτοὺς διακόνους. Ἀνεῖλε µὲν οὖν αὐτὸ εἰπὼν, Ψευδαπόστολοι, ἐργάται δόλιοι, µετασχηµατιζόµενοι εἰς ἀποστόλους Χριστοῦ· νῦν δὲ αὐτὸ οὐ ποιεῖ οὕτως· εἰς γὰρ ἐξέτασιν ἔµελλεν ὁ λόγος προβαίνειν. Οὐδεὶς δὲ, ἐξετάσεως οὐκ οὔσης, ἁπλῶς ἀποφαίνεται, ἀλλὰ πρῶτον κατὰ σύγκρισιν θεὶς τὴν διὰ τῶν πραγµάτων ἀναίρεσιν, ἐπιδείκνυται τὴν καὶπολὺ στεῤῥὰν οὖσαν. Ἄλλως δὲ, γνώµην αὐτῶν ἐκείνων τίθησιν, οὐκ αὐτοῦ ἀπόφασιν, λέγων,∆ ιάκονοι Χριστοῦ εἰσι. Καὶ εἰπὼν, Ὑπὲρ ἐγὼ, προάγει τὴν σύγκρισιν, καὶ δείκνυσι πῶς οὐκ ἀποφαινόµενος, ἀλλὰ τὴν διὰ τῶν πραγµάτων ἐπίδειξιν ἐπάγων, τὸν χαρακτῆρατῆς ἀποστολῆς διατηρεῖ. Καὶ ἀφεὶς τὰ σηµεῖα πάντα, ἀπὸ τῶν πειρασµῶν ἄρχεται, οὕτω λέγων· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως. Τοῦτο ἐκείνου µεῖζον, τὸ καὶ πλήττεσθαι καὶ µαστίζεσθαι. Ἐν φυλακαῖς περισσοτέρως. Καὶ ἐνταῦθα πάλιν ἐπίτασις. Ἐν θανάτοις πολλάκις. Καθ' ἡµέραν γὰρ, φησὶν, ἀποθνήσκω. Ἐνταῦθα δὲ καὶ ἔργῳ· πολλάκις γὰρ εἰς κινδύνους παρεδόθην θάνατον ἔχοντας. Πεντάκις τεσσαράκοντα παρὰ µίαν ἔλαβον ὑπὸ Ἰουδαίων.∆ ιὰ τί, Παρὰ µίαν, Νόµος ἦν παλαιὸς, τὸν πλέον τῶν τεσσαράκοντα λαβόντα, ἄτιµον εἶναι παρ' αὐτοῖς. Ἵνα οὖν µὴ ἡ τοῦ τύπτοντος ῥύµη καὶ ὁρµὴ πλέον ἐπενεγκοῦσα τοῦ ἀριθµοῦ, ἄτιµον ποιήσῃ, ὥρισαν παρὰ µίαν τύπτεσθαι· ἵνα κἂν πλεονάσῃ ὁ τύπτων, µὴ ὑπὲρ τὰ τεσσαράκοντα ἐκπέσῃ, ἀλλ' εἴσω τοῦ ἀριθµοῦ τοῦ νενοµισµένου µείνας, µὴ ἀτιµάσῃ τὸν τυπτόµενον. Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα. Καὶ τί τοῦτο πρὸς τὸ εὐαγγέλιον; Ὅτι µακρὰς ὁδοὺς ἐστέλλετο καὶ διαποντίους. Νυχθήµερον ἐν τῷ βυθῷ πεποίηκα. Οἱ µὲν ἐν µέσῳ πελάγει φασὶν, οἱ δὲ, ὡς νηχόµενος· ὅπερ καὶ ἀληθέστερον εἰπεῖν. Ἐκεῖνό γε οὔτε θαύµατος ἄξιον, οὐδ' ἂν ὡς τῶν ναυαγίων µεῖζον τέθεικε. Κινδύνοις ποταµῶν. Ἠναγκάζετο γὰρ καὶ διαπορθµεύειν ποταµούς. Κινδύνοις λῃστῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρηµίᾳ. Πανταχοῦ µοι τὰ ἆθλα προύκειτο, ἐν τόποις, ἐν χώραις, ἐν πόλεσιν, ἐν ἐρηµίαις. Κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις. Ὅρα ἕτερον εἶδος πολέµου. Οὐ γὰρ οἱ ἐχθροὶ µόνον, ἀλλὰ καὶ οἳ ὑπεκρίνοντο τὴν ἀδελφότητα, ἔβαλλον· καὶ πολλῆς ἐδεῖτο τῆς εὐτονίας, καὶ πολλῆς τῆς συνέσεως. Ἐν κόπῳ καὶ µόχθῳ. Κίνδυνοι πόνους, πόνοι κινδύνους διεδέχοντο ἐπάλληλοι καὶ συνεχεῖς, καὶ οὐδὲ µικρὸν ἀναπνεῦσαι συνεχώρουν. Ἐν ὁδοιπορίαις πολλάκις, ἐν λιµῷ καὶ δίψει καὶ γυµνότητι, χωρὶς τῶν παρεκτός. βʹ. Πλείονα τὰ παραλειφθέντα τῶν ἀπαριθµηθέντων· µᾶλλον δὲ οὐδὲ αὐτὰ τὰ ἀπαριθµηθέντα ὅσα, ἔστιν εἰπεῖν· οὐδὲ γὰρ κατ' εἶδος αὐτὰ τέθεικεν, ἀλλ' ὧν µὲν εὔληπτος ἦν ὁ ἀριθµὸς καὶ βραχὺς, ἐµνήσθη τούτων, τρὶς καὶ τρὶς, λέγων, καὶ ἅπαξ· τῶν δὲ ἄλλων οὐκέτι οὕτω, διὰ τὸ πολλάκις ὑποµεµενηκέναι. Καὶ οὐ λέγει τὰ ἐξ αὐτῶν κατορθώµατα, οἷον τοσούσδε καὶ τοσούσδε ἐπέστρεψεν, ἀλλ' ἃ ἔπαθε µόνον ὑπὲρ τοῦ κηρύγµατος· ὁµοῦ µὲν µετριάζων, ὁµοῦ δὲ δεικνὺς, ὅτι κἂν µηδὲν γένηται, ἔστι τι πλέον πονουµένῳ· οὕτω γὰρ τὰ τῶν µισθῶν ἐστι πεπληρωµένα. Ἡ ἐπισύστασίς µου καθ' ἡµέραν. Οἱ θόρυβοι, αἱ ταραχαὶ, αἱ πολιορκίαι τῶν δήµων, καὶ τῶν πόλεων ἔφοδοι. Τούτῳ γὰρ µάλιστα πάντων ἐπολέµουν οἱ Ἰουδαῖοι, ἐπειδὴ µάλιστα πάντων αὐτοὺς συνέχεε, καὶ µέγιστος τῆς µανίας ἔλεγχος ἦν, µεταταξάµενος ἀθρόον. Καὶ πολὺς ὁ πόλεµος ἔπνει κατ' αὐτοῦ, παρὰ τῶν οἰκείων, παρὰ τῶν ἀλλοτρίων, παρὰ τῶν ὑποκρινοµένων· καὶ πανταχοῦ κύµατα καὶ κρηµνοὶ, ἐν τῇ οἰκουµένῃ, ἐν τῇ ἀοικήτῳ, ἐν τῇ γῇ, ἐν τῇ θαλάσσῃ, ἔξωθεν, ἔσωθεν. Καὶ οὐδὲ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, οὐδὲ ψιλῆς περιβολῆς, ἀλλ' ὁ τῆς οἰκουµένης ἀγωνιστὴς γυµνὸς ἠγωνίζετο, καὶ λιµώττων ἐπύκτευε· τοσοῦτον ἀπεῖχε τοῦ χρηµατίζεσθαι. Καὶ οὐκ ἐδυσχέραινεν, ἀλλὰ χάριτας ᾔδει τούτων τῷ ἀγωνοθέτῃ. Ἡ µέριµνα πασῶν τῶν Ἐκκλησιῶν. Τοῦτο τὸ κεφάλαιον ἁπάντων, ὅτι καὶ ἡ ψυχὴ διεσπᾶτο, καὶ ἡ διάνοια διετέµνετο. Εἰ γὰρ καὶ µηδὲν ἔξωθεν προσέβαλεν, ἱκανὸς ὁ ἔνδον πόλεµος, τὰ κύµατα τὰ ἐπάλληλα, αἱ νιφάδες τῶν φροντίδων, ὁ πόλεµος τῶν λογισµῶν. Εἰ γὰρ οἰκίας τις µιᾶς προνοῶν, καὶ οἰκέτας ἔχων καὶ ἐπιτρόπους καὶ οἰκονόµους, οὐδὲ ἀναπνεῖ πολλάκις ὑπὸ τῶν φροντίδων, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος· οὗτος ὁ οὐκ οἰκίας µιᾶς, ἀλλὰ καὶ πόλεων καὶ δήµων καὶ ἐθνῶν καὶ ὁλοκλήρου τῆς οἰκουµένης τὴν φροντίδα ἔχων, καὶ ὑπὲρ τηλικούτων πραγµάτων, καὶ τοσούτων ὄντων τῶν ἐπηρεαζόντων, καὶ µόνος ὢν, καὶ τοσαῦτα πάσχων, καὶ οὕτω κηδόµενος ὡς οὐδὲ πατὴρ παίδων, ἐννόησον τί ὑπέµενεν. Ἵνα γὰρ µὴ λέγῃς, Τί γὰρ εἰ ἐµερίµνα µὲν, ἐµερίµνα δὲ ἁπλῶς; ἐπήγαγε καὶ τὴν ἐπίτασιν τῆς φροντίδος, λέγων, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Οὐκ εἶπεν, Οὐ κοινωνῶ τῇ ἀθυµία· ἀλλ' ὡς ἐν αὐτῷ ὢν τῷ πάθει, ὡς ἐν αὐτῇ ὢν τῇ ἀῤῥωστίᾳ, οὕτω θορυβοῦµαι καὶ ταράσσοµαι. Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦµαι; Ὅρα πάλιν τὴν ὑπερβολὴν τῆς ὀδύνης, πῶς πάρεστιν ἐν τῇ τῆς πυρώσεως προσηγορίᾳ. Ἐµπίπραµαι, καίοµαι, φησίν· ὃ δὴ πάντων µεῖζον ἦν. Ἐκεῖνα µὲν γὰρ εἰ καὶ σφοδρὰ, ἀλλὰ καὶ παροδεύεται ταχέως, καὶ τὴν ἡδονὴν εἶχεν ἀµάραντον· τοῦτο δὲ ἦν τὸ θλῖβον αὐτὸν καὶ στενοχωροῦν, καὶ διατιτρῶσκον αὐτοῦ τὴν διάνοιαν, τὸ καθ' ἕκαστον τῶν ἀσθενούντων τοιαῦτα πάσχειν, εἰ καὶ ὁστισοῦν ἦν. Οὐδὲ γὰρ ὑπὲρ τῶν µειζόνων µὲν ἤλγει, τῶν δὲ ἐλαττόνων κατεφρόνει, ἀλλὰ καὶ τὸν ἀπεῤῥιµµένον ἐν τοῖς ἀναγκαίοις ἐτίθετο.∆ ιὸ καὶ ἔλεγε, Τίς ἀσθενεῖ; δηλῶν ὅτι ὅστις ἐὰν ᾖ· καὶ καθάπερ αὐτὸς ὢν ἡ Ἐκκλησία ἡ κατὰ τὴν οἰκουµένην, οὕτω καθ' ἕκαστον ὠδυνᾶτο µέλος. Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας µου καυχήσοµαι. Ὁρᾷς ὅτι οὐδαµοῦ ἀπὸ σηµείων, ἀλλ' ἀπὸ τῶν διωγµῶν καυχᾶται, καὶ τῶν πειρασµῶν; Τοῦτο γὰρ, φησὶν, ἀσθενείας. Καὶ ποικίλον τὸν πόλεµον δείκνυσι. Καὶ γὰρ οἱ Ἰουδαῖοι αὐτὸν ἐπολέµουν, καὶ τὰ ἔθνη πρὸς αὐτὸν ἵστατο, καὶ οἱ ψευδάδελφοι αὐτῷ ἐπύκτευον, καὶ οἱ ἀδελφοὶ αὐτὸν ἐλύπουν ἀσθενοῦντεςκαὶ σκανδαλιζόµενοι· πάντοθεν αὐτῷ θόρυβος καὶ ταραχὴ, ἀπὸ τῶν οἰκείων, ἀπὸ τῶν ἀλλοτρίων. Οὗτος ἀποστολικὸς χαρακτήρ· διὰ τούτων ὑφαίνεται Εὐαγγέλιον. Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου Ἰησοῦοἶδεν, ὅτι οὐ ψεύδοµαι. Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν∆ αµασκηνῶν πόλιν, πιάσαι µε θέλων. Τί δήποτε ἐνταῦθα διαβεβαιοῦται καὶ πιστοῦται, ἐπ' οὐδενὸς τῶν προτέρων τοῦτο ποιήσας; Ὅτι ἴσως τοῦτο ἀρχαιότερον ἦν καὶ ἀδηλότερον· ἐκεῖνα δὲ καὶ αὐτοῖς γνώριµα, ἡ µέριµνα τῶν Ἐκκλησιῶν, καὶ τὰ ἄλλα πάντα. Θέα τοίνυν τὸν πόλεµον ὅσος, εἴ γε δι' αὐτὸν τὴν πόλιν ἐφρούρει. Ὅταν δὲ τὸν πόλεµον εἴπω, τὸν ζῆλον λέγω τοῦ Παύλου· εἰ γὰρ µὴ σφοδρὸς ἔπνει, οὐκ ἂν εἰς τοσαύτην ἀνῆψε τὸν ἐθνάρχην µανίαν. Ταῦτα ψυχῆς ἀποστολικῆς, τὸ πάσχειν τοσαῦτα, καὶ µηδαµοῦ περιτρέπεσθαι, ἀλλὰ φέρειν γενναίως τὰ ἐµπίπτοντα, καὶ µὴ ὁµόσε χωρεῖν τοῖς κινδύνοιςµηδὲ ἐπιπηδᾷν. Ὅρα γοῦν ἐνταῦθα πῶς ἠνέσχετο διαφυγεῖν τὴν πολιορκίαν, διὰ θυρίδος χαλασθεὶς ἐν σαργάνῃ. Εἰ γὰρ καὶ ἐπεθύµει τῆς ἐντεῦθεν ἀποδηµίας, ἀλλ' ὅµως καὶ τῆς τῶν ἀνθρώπων ἤρα σωτηρίας.∆ ιὸ πολλάκις καὶ τοιαῦτα ἐµηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγµατι· καὶ οὐ παρῃτεῖτο οὐδὲ ἀνθρωπίνοις χρήσασθαι µηχανήµασιν, ἡνίκα ἀπῄτει καιρός· οὕτως ἦν νήφων καὶ ἐγρηγορώς. Ἔνθα µὲν γὰρ ἄφυκτα ἦν κακὰ, τῆς χάριτος ἔδει µόνης· ἔνθα δὲ σύµµετρος ὁ πειρασµὸς, πολλὰ καὶ οἴκοθεν ἐπινοεῖ· καὶ ἐνταῦθα πάλιν τῷ Θεῷ τὸ πᾶν λογιζόµενος. Καὶ καθάπερ τις σπινθὴρ πυρὸς ἀσβέστου εἰς πέλαγος ἐµπεσὼν, κυµάτων πολλῶν ἐπιόντων βαπτίζοιτο, καὶ πάλιν ἀνέρχοιτο λαµπρός· οὕτω δὴ καὶ ὁ µακάριος Παῦλος, νῦν µὲν ἐχώννυτο κινδυνεύων, νῦν δὲ αὐτοὺς διαδὺς, φαιδρότερος ἀνῄει, τῷ πάσχειν κακῶς περιγινόµενος. γʹ. Αὕτη γὰρ ἡ λαµπρὰ νίκη, τοῦτο τῆς Ἐκκλησίας τὸ τρόπαιον, οὕτως ὁ διάβολος βάλλεται, πασχόντων ἡµῶν κακῶς. Ἡµῶν γὰρ πασχόντων ἁλίσκεται, καὶ πάσχει κακῶς, ὅταν ἡµᾶς ποιεῖν βούλεται. Ὅπερ καὶ ἐπὶ Παύλου συνέβαινε· καὶ ὅσῳ µεῖζον ἐπῆγε τοὺς κινδύνους, τοσούτῳ µᾶλλον ἡττᾶτο. Οὐδὲ γὰρ ἓν εἶδος κατεσκεύαζε πειρασµῶν, ἀλλὰ ποικίλον καὶ διάφορον. Τὰ µὲν γὰρ πόνον εἶχε, τὰ δὲ ἀθυµίαν, τὰ δὲ φόβον, τὰ δὲ ὀδύνην, τὰ δὲ φροντίδα, τὰ δὲ αἰσχύνην, τὰ δὲ πάντα ὁµοῦ· ἀλλ' ὅµως ἐν πᾶσιν ἐκράτει. Καὶ καθάπερ στρατιώτης εἷς τὴν οἰκουµένην πολεµοῦσαν ἔχων ἅπασαν, ἐν µέσοις στρέφοιτο τοῖς τάγµασι τῶν πολεµίων, καὶ µηδὲν πάσχοι δεινόν· οὕτω καὶ ὁ Παῦλος µόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ γῆς, πανταχοῦ θαλάσσης φαινόµενος, ἀχείρωτος ἔµενε. Καὶ ὥσπερ τις σπινθὴρ εἰς καλάµην καὶ χόρτον ἐµπίπτων, πρὸς τὴν ἑαυτοῦ φύσιν µετατίθησι τὰ καιόµενα· οὕτω καὶ οὗτος ἅπασιν ἐπιὼν, πάντας µεθίστα πρὸς τὴν ἀλήθειαν, χειµάῤῥου δίκην πάντα ἐπιὼν, καὶ ἀνατρέπων τὰ κωλύµατα. Καὶ καθάπερ τις ἀθλητὴς αὐτὸς παλαίων, τρέχων, πυκτεύων, ἢ στρατιώτης τειχοµαχῶν, πεζοµαχῶν, ναυµαχῶν· οὕτω πᾶν εἶδος µετῄει µάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν· ἐνὶ σώµατι καταλαµβάνων τὴν οἰκουµένην, µιᾷ γλώττῃ πάντας τρεπόµενος. Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς τῶν Ἱεριχουντίων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ τούτου φωνὴ ἠχοῦσα τὰ ὀχυρώµατατὰ διαβολικὰ καὶ ῥίπτει χαµαὶ, καὶ τοὺς ἐναντίους πρὸς αὐτὸν µεθίστησι. Καὶ ἡνίκα συνέλεξεν αἰχµαλώτων πλῆθος, αὐτοὺς τούτους ὁπλίσας, οἰκεῖον στρατόπεδον πάλιν ἐποίει, καὶ δι' αὐτῶν ἐκράτει θαυµαστῶς.∆ αυῒδ τὸν Γολιὰθ καταφέρει ἀπὸ λίθου µόνον ἑνός· ἀλλ' εἰ τὰ Παύλου κατορθώµατα ἐξετάσεις, παιδὸς ἔργον ἐκεῖνο, καὶ ὅσον ποιµένος καὶ στρατηγοῦ τὸ µέσον, τοσοῦτον ὄψει τὸ διάφορον. Οὗτος γὰρ οὐ λίθον ῥίπτων κατέφερε τὸν Γολιὰθ, ἀλλὰ φθεγγόµενος µόνον ἅπασαν τοῦ διαβόλου κατέλυε τὴν φάλαγγα· καὶ καθάπερ λέων βρυχόµενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος, καὶ πανταχοῦ µετεπήδα συνεχῶς, ἔδραµεν ἐπὶ τούτους, ἦλθενἐπ' ἐκείνους, µετέστη πρὸς τούτους, ἀπεπήδησε πρὸς ἑτέρους, ἀνέµου ταχύτερον ἐπιὼν, καὶ καθάπερ µίαν οἰκίαν, ἢ πλοῖον ἓν, τὴν οἰκουµένην ἅπασαν κυβερνῶν, τοὺς µὲν βαπτιζοµένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόµενος, ἐπὶ τῶν αὐχένων καθήµενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην µεταχειρίζων; ἱστὸν ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον, καὶ πάντα πάσχων, ἵνα τὰἑτέρων λύσῃ κακά. Σκόπει δέ· Ὑπέστη ναυά γιον, ἵνα τὸ ναυάγιον παύσῃ τῆς οἰκουµένης· νυχθήµερον ἐν τῷ βυθῷ πεποίηκεν, ἵνα τοῦ βυθοῦ τῆς πλάνης ἀνιµήσηται· ἐν κόπῳ γέγονεν, ἵνα τοὺς κοπιῶντας ἀναπαύσῃ· πληγὰς ὑπέµεινεν, ἵνα τοὺς ὑπὸ τοῦ διαβόλου πληγέντας ἰάσηται· ἐν φυλακαῖς διέτριψεν, ἵνα τοὺς ἐν φυλακῇ καὶ σκότῳ καθηµένους εἰς φῶς ἐξαγάγῃ· ἐν θανάτοις πολλάκις, ἵνα θανάτων ἀπαλλάξῃ χαλεπῶν· πεντάκις τεσσαράκοντα παρὰ µίαν ἔλαβεν, ἵνα αὐτοὺς τοὺς ταῦτα ποιοῦντας ἐλευθερώσῃ τῆς τοῦ διαβόλου µάστιγος· ἐῤῥαβδίσθη, ἵνα ὑπὸ τὴν ῥάβδον καὶ τὴν βακτηρίαν ἀγάγῃ τοῦ Χριστοῦ· ἐλιθάσθη, ἵνα ἀπαλλάξῃ τῶν ἀναισθήτων λίθων· ἐν ἐρηµίᾳ γέγονεν, ἵνα τῆς ἐρηµίας ἐξέληται· ἐν ὁδοιπορίαις, ἵνα στήσῃ πλανωµένους, καὶ τὴν εἰς τὸν οὐρανὸν φέρουσαν ὁδὸν ἀνοίξῃ· ἐν πόλεσιν ἐκινδύνευσεν, ἵνα τὴν ἄνω πόλιν ὑποδείξῃ· ἐν λιµῷ καὶ δίψει, ἵνα ἀφέληται τοῦ χαλεπωτέρου λιµοῦ· ἐν γυµνότητι, ἵνα ἀσχηµονοῦντας ἐνδύσῃ τὴν στολὴν τοῦ Χριστοῦ· ἐν ἐπιστασίᾳ ὄχλου, ἵνα τῆς περιστάσεως τῶν δαιµόνων ἀπαγάγῃ· ἐπυρώθη, ἵνα σβέσῃ τὰ πεπυρωµένα βέλη τοῦ διαβόλου· διὰ θυρίδος ἀπὸ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέµψῃ τοὺς ἐῤῥιµµένους χαµαί. Ἔτι οὖν φθεγξόµεθα, οὐδὲ εἰδότες ἅπερ ἔπαθε Παῦλος; ἔτι χρηµάτων µνησθησόµεθα; ἔτι γυναικὸς καὶ πόλεως καὶ ἐλευθερίας, ἐκεῖνον αὐτῆς τῆς ζωῆς µυριάκις καταφρονοῦντα ἰδόντες; Ὁ µάρτυς ἅπαξ ἀποθνήσκει· ὁ δὲ µακάριος ἐκεῖνος ἑνὶ σώµατι καὶ µιᾷ ψυχῇ τοσούτους κινδύνους ὑπέµεινεν, ὅσοι καὶ ἀδαµάντινον ἱκανοὶ θορυβῆσαι ψυχήν· καὶ ἅπερ ἅπαντες ἐν τοσούτοις σώµασιν οἱ ἅγιοι ἔπαθον, ταῦτα αὐτὸς ἐν ἑνὶ πάντα ἤνεγκε· καὶ καθάπερ εἰς στάδιον τὴν οἰκουµένην εἰσελθὼν, καὶ πρὸς πάντας ἀποδυσάµενος, οὕτως ἵστατο γενναίως. Καὶ γὰρ ᾔδει τοὺς πυκτεύοντας αὐτῷ δαίµονας.∆ ιὸ καὶ λαµπρὸς εὐθέως ἐκ προοιµίων ἐφάνη· ἐξ αὐτῆς τῆς βαλβῖδος καὶ µέχρι τέλους ὅµοιος διέµεινε· µᾶλλον δὲ καὶ ἐπέτεινε τὸν διωγµὸν, ἐγγὺς τοῦ βραβείου γενόµενος. Καὶ τὸ δὴ θαυµαστὸν, ὅτι τοσαῦτα πάσχων καὶ ποιῶν, σφόδρα µετριάζειν ᾔδει. Καὶ γὰρ εἰς ἀνάγκην ἐµπεσὼν τῆς διηγήσεως τῶν οἰκείων κατορθωµάτων, ταχέως ἅπαντα παρέδραµε· καίτοι γε µυρίας βίβλους ἐνέπλησεν ἂν, εἰ τῶν εἰρηµένων ἕκαστον ἐξαπλῶσαι ἠβούλετο, καὶ τὰς Ἐκκλησίας εἶπεν ἃς ἐµερίµνα, εἰ τὰς φυλακὰς καὶ τὰἐν αὐταῖς κατορθώµατα, εἰ τῶν ἄλλων καθ' ἑκάστην τὰς περιστάσεις, τὰς ἐφόδους. Ἀλλ' οὐκ ἠθέλησε. Ταῦτ' οὖν καὶ ἡµεῖς εἰδότες, καὶ µετριάζειν µάθωµεν, καὶ µηδέποτε ἐν πλούτῳ καυχᾶσθαι, µηδὲ ἐν τοῖς ἄλλοις βιωτικοῖς, ἀλλ' ἐπὶ ταῖς ὕβρεσι ταῖς διὰτὸν Χριστὸν, καὶ ἐπὶ ταύταις, ὅταν ἀνάγκη γένηται· ὡς εἰ µηδὲν εἴη τὸ κατεπεῖγον, µηδὲ τούτων µνηµονεύωµεν, ἵνα µὴ ἐπαιρώµεθα, ἀλλὰ ἁµαρτηµάτων µόνων. Οὕτω γὰρ ἀπαλλαγησόµεθα αὐτῶν ῥᾳδίως, καὶ τὸν Θεὸν ἵλεων ἕξοµεν, καὶ τῆς µελλούσης ἐπιτευξόµεθα ζωῆς· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.