Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
27.27
Γέγονα ἄφρων καυχώµενος· ὑµεῖς µε ἠναγκάσατε. Ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑµῶν συνίστασθαι. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν οἰκείων ἐγκωµίων λόγον, οὐκ ἔστη µέχρι τούτου, ἀλλὰ ἀπολογεῖται πάλιν, καὶ συγγνώµην ὑπὲρ τῶν εἰρηµένων αἰτεῖ, ἀνάγκηςεἶναι λέγων τὸ πρᾶγµα, οὐ προαιρέσεως. Ἀλλ' ὅµως καὶ ἀνάγκης οὔσης, ἄφρονα ἑαυτὸν καλεῖ. Ἀρχόµενος µὲν οὖν ἔλεγεν, Ὡς ἄφρονα δέξασθέ µε, καὶ, Ὡς ἐν ἀφροσύνῃ· νυνὶ δὲ τὸ, ὡς, ἀνελὼν, ἄφρονα ἑαυτὸν καλεῖ. Μετὰ γὰρ τὸ κατασκευάσαι διὰ τῶν εἰρηµένων ἅπερ ἤθελε, θαῤῥῶν λοιπὸν καὶ ἀφειδῶς ἐπιλαµβάνεται τοῦ τοιούτου ἐλαττώµατος, παιδεύωνἅπαντας µηδέποτε ἀνάγκης οὐκ οὔσης, ἑαυτόν τινα ἐγκωµιάζειν, ὅπου γε καὶ αἰτίας ὑποκειµένης, ἄφρονα ἑαυτὸν ὁ Παῦλος ὠνόµασεν. Εἶτα καὶ τὴν αἰτίαν τῶν εἰρηµένων οὐκ ἐπὶ τοὺς ψευδαποστόλους, ἀλλ' ἐπὶ τοὺς µαθητὰς ἅπασαν περιτρέπει. Ὑµεῖς γὰρ, φησὶν, ἠναγκάσατε. Εἰ µὲν γὰρ ἐκαυχῶντο, καὶ µὴ µετὰ τῆς ὑµετέρας τοῦτο ἐποίουν πλάνης, µηδὲ ὑµᾶς ἀπώλλυον, οὐκ ἂν οὕτω προήχθην εἰς τούτους ἐµαυτὸν καθεῖναιτοὺς λόγους· ἐπειδὴ δὲ ὁλόκληρον Ἐκκλησίαν διέφθειρον, πρὸς τὸ συµφέρον ὑµῖν ὁρῶν, ἠναγκάσθην ἄφρων γενέσθαι. Καὶ οὐκ εἶπεν· Ἔδεισα γὰρ µὴ τὰ πρωτεῖα παρ' ὑµῖν ἐνεγκάµενοι, τὰ παρ' ἑαυτῶν κατασπείρωσιν· ἀλλὰ τοῦτο µὲν οὖν ἀνωτέρω τέθεικεν εἰπὼν, Φοβοῦµαι µή πως, ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήµατα ὑµῶν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ αὐθεντικώτερον, καὶ µετὰ πλείονος ἐξουσίας, ἔχων ἐκ τῶν εἰρηµένων τὴν παῤῥησίαν. Ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑµῶν συνίστασθαι. Εἶτα καὶ τὴν αἰτίαν τίθησι· καὶ οὐ λέγει πάλιν τὰς ἀποκαλύψεις, οὐδὲ τὰ σηµεῖα µόνον, ἀλλὰ καὶ τοὺς πειρασµούς. Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων. Ὅρα πῶς πάλιν καὶ ἐνταῦθα ἐξουσιαστικώτερον φθέγγεται. Ἔµπροσθεν µὲν γὰρ ἔλεγε· Λογίζοµαι µηδὲν ὑστερηκέναι· ἐνταῦθα δὲ ἀποφαντικῶς οὕτως, ὅπερ εἶπον, µετὰ τὰς ἀποδείξεις, θαῤῥῶν φθέγγεται λοιπόν· οὐ µὴν δὲ οὕτως ἀφίσταται τοῦ µέτρου, οὐδὲ τοῦ οἰκείου ἤθους. Ὥσπερ γὰρ µέγα τι εἰρηκὼς καὶ τὴν ἀξίαν ὑπερβαῖνον τὴν ἑαυτοῦ, ὅτι µετὰ τῶν ἀποστόλων ἑαυτὸν ἠρίθµησεν, οὕτω µετριάζει πάλιν, καὶ ἐπάγει λέγων· Εἰ καὶ οὐδέν εἰµι, τὰ σηµεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑµῖν. Μὴ τοῦτο ἴδῃς, φησὶν, εἰ εὐτελὴς ἐγὼ καὶ µικρὸς, ἀλλ' εἰ µὴ τούτων ἀπήλαυσας, ὧν παρ' ἀποστόλου ἀπολαῦσαι ἐχρῆν. Καὶ οὐκ εἶπεν, εὐτελὴς, ἀλλ', ὃ κατώτερον ἦν, Οὐδέν. Τί γὰρ ὄφελος µέγαν εἶναι, καὶ µηδένα ὠφελεῖν; ὥσπερ οὖν οὐδὲ ἰατροῦ κέρδος ἐµπείρου, µηδένα τῶν καµνόντων ἰωµένου. Μὴ τοίνυν, φησὶ, τοῦτο ἐξέταζε, ὅτι οὐδὲν ἐγὼ, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι ἐν οἷς ὑµᾶς εὖ παθεῖν ἔδει, οὐδὲν ὑστέρησα, ἀλλ' ἐγὼ τὴν πεῖραν ἔδωκα τῆςἐµῆς ἀποστολῆς. Οὐ τοίνυν ἔδει λόγων τῶν παρ' ἐµοῦ. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦ συνίστασθαι χρῄζων· πῶς γὰρ, ὁ καὶ τὸν οὐρανὸν µικρὸν ἡγούµενος πρὸς τὸν τοῦ Χριστοῦ πόθον; ἀλλὰ τῆς σωτηρίας τῆς ἐκείνων ἐφιέµενος. Εἶτα ἵνα µὴ λέγωσι, Καὶ τί πρὸς ἡµᾶς, εἰ καὶ µηδὲν ὑστέρησας τῶν ὑπερλίαν ἀποστόλων; διὰ τοῦτο ἐπήγαγεν, ὅτι Ἐν ὑµῖν κατειργάσθη τὰ σηµεῖα τοῦ ἀποστόλου, ἐν πάσῃ ὑποµονῇ καὶ σηµείοις καὶ τέρασι. Βαβαὶ πηλίκον πέλαγος κατορθωµάτων ἐν ὀλίγοις ῥήµασι παρέδραµε. Καὶ θέα ποῖον πρῶτον τίθησι· τὴν ὑποµονήν. Τοῦτο γὰρ ἀποστόλου δεῖγµα, τὸ φέρειν πάντα γενναίως. Τοῦτο µὲν γὰρ ἐν βραχεῖ, διὰ µικρᾶς λέξεως· τὸ δὲ τῶν σηµείων, ἅπερ οὐκ ἦν αὐτοῦ κατορθώµατα, διὰ πλειόνων. Ἐννόησον γὰρ πόσα δεσµωτήρια, πόσας πληγὰς, πόσους κινδύνους, πόσας ἐπιβουλὰς, πόσας νιφάδας πειρασµῶν ἐνταῦθα ᾐνίξατο, πόσουςπολέµους ἐµφυλίους, ἐξωτικοὺς, πόσας ὀδύνας, πόσας προσβολὰς διὰ τοῦ ὀνόµατος τῆς ὑποµονῆς· διὰ τῶν σηµείων πάλιν, πόσους νεκροὺς ἐγερθέντας, πόσους τυφλοὺς θεραπευθέντας, πόσους λεπροὺς καθαρισθέντας, πόσους δαίµονας ἐλαθέντας. Ταῦτα ἀκούοντες, µανθάνωµεν, εἰ εἰς ἀνάγκην ἐµπέσωµεν τοιούτων διηγηµάτων, συντέµνειν ἡµῶν τὰ κατορθώµατα· ὃ καὶ αὐτὸς ἐποίησεν. βʹ. Εἶτα ἵνα µὴ λέγωσί τινες, Εἰ γὰρ καὶ µέγας, καὶ πολλὰ εἰργάσω, ἀλλ' οὐ τοσαῦτα, ὅσα ἐν ταῖς λοιπαῖς Ἐκκλησίαις οἱ ἀπόστολοι, ἐπήγαγε· Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; Οὐκ ἐλάττονος, φησὶ, µετέσχετε χάριτος τῶν λοιπῶν. Ἀλλ' ἴσως εἴποι τις ἂν, Τί δήποτε πρὸς τοὺς ἀποστόλους τρέπει τὸν λόγον, τὴν πρὸς τοὺς ψευδαποστόλους µάχην ἀφείς; Ἐκ περιουσίας ἀναστῆσαι βουλόµενος αὐτῶν τὰ φρονήµατα, καὶ δεῖξαι, ὅτι οὐ µόνον ἐκείνων βελτίων, ἀλλ' οὐδὲ τῶν µεγάλων ἀποστόλων ἐλάττων.∆ ιά τοι τοῦτο, ὅταν µὲν περὶ ἐκείνων διαλέγηται, φησὶν, Ὑπὲρ ἐγώ· ὅταν δὲ πρὸς τοὺς ἀποστόλους ἑαυτὸν παραβάλλῃ, ἀγαπητὸν εἶναί φησι τὸ µὴ ὑστερηκέναι, καίτοι γε πλεῖον αὐτῶν κοπιάσας.∆ είκνυσι δὲ ἐντεῦθεν, ὅτι κἀκείνους ὑβρίζουσιν, ὅταν τὸν ἴσον αὐτῶν ἐν δευτέρῳ τούτων ἔχωσιν. Εἰ µὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑµῶν. Μετὰ πολλῆς πάλιν βαρύτητος ἔθηκε τὴν ἐπιτίµησιν. Καὶ τὸ ἑξῆς φορτικώτερον· Χαρίσασθέ µοι τὴν ἀδικίαν ταύτην. Ἀλλ' ὅµως ἡ βαρύτης καὶ ἀγάπης ῥήµατα, καὶ ἐγκώµιον ἐκείνων ἔχει· εἴ γε ἀδικίαν οἰκείαν εἶναι νοµίζουσι τὸ µὴ καταδέξασθαι τὸν ἀπόστολον λαβεῖν τι παρ' αὐτῶν, µηδὲ θαῤῥῆσαι τραφῆναι ἔνθεν. Εἰ τοῦτο, φησὶν, ἐγκαλεῖτε( οὐκ εἶπεν, ὅτι Κακῶς ἐγκαλεῖτε, ἀλλὰ µετὰ πολλῆς τῆς γλυκύτητος), συγγνώµην αἰτῶ, χαρίσασθέ µοι τουτὶ τὸ ἁµάρτηµα. Καὶ θέα τὴν σύνεσιν· ἐπειδὴ γὰρ συνεχῶς τοῦτο στρεφόµενον ὄνειδος αὐτοῖς ἔφερε, συνεχῶς αὐτὸ παραµυθεῖται. Ἀνωτέρω µὲν γὰρ λέγων, ὅτι Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐµοὶ, ὅτι ἡ καύχησίς µου οὐ φραγήσεται αὕτη, εἶπε πάλιν, ὅτι Οὐκ ἀγαπῶ ὑµᾶς; οἶδεν ὁ Θεός· ἀλλ' ἵνα ἐκκόψω τὴν ἀφορµὴν τῶν θελόντων ἀφορµὴν, καὶ ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡµεῖς. Καὶ ἐν τῇ προτέρᾳ· Τίς οὖν µοί ἐστιν ὁ µισθός; Ἵνα εὐαγγελιζόµενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ἐνταῦθα, Χαρίσασθέ µοι τὴν ἀδικίαν ταύτην. Πανταχοῦ γὰρ φεύγει τὸ δεῖξαι, ὅτι διὰ τὴν ἀσθένειαν αὐτῶν οὐ λαµβάνει· διὸ καὶ ἐνταῦθα οὕτω φησίν· εἰ τοῦτο πληµµέληµα εἶναι ἡγεῖσθε, συγγνώµην αἰτῶ. Ταῦτα δὲ ἔλεγε, καὶ πλήττων καὶ θεραπεύων. Μὴ γὰρ δὴ τοῦτο εἴπῃς· Εἰ πλῆξαι θέλεις, τί ἀπολογῇ; εἰ θεραπεύειν, τί πλήττεις; Τοῦτο γὰρ συνέσεώς ἐστι, καὶ κατατέµνειν καὶ ἐπιδεσµεῖν τὸ ἕλκος. Εἶτα, ἵνα µὴ δόξῃ, ὅπερ καὶ ἔµπροσθεν ἔλεγον, συνεχῶς αὐτὸ στρέφειν ὑπὲρ τοῦ λαβεῖν, θεραπεύει µὲν αὐτὸ καὶ ἐν τῇ προτέρᾳ λέγων, Οὐκ ἔγραψα δὲ, ἵνα οὕτω γένηται ἐν ἐµοί· καλὸν γάρ µοι ἀποθανεῖν, ἢ τὸ καύχηµά µου ἵνα τις κενώσῃ· γλυκύτερον δὲ ἐνταῦθα καὶ προσηνέστερον. Πῶς καὶ τίνι τρόπῳ; Ἰδοὺ, τρίτον τοῦτο ἑτοίµως ἔχω ἐλθεῖν πρὸς ὑµᾶς, καὶ οὐ καταναρκήσω ὑµῶν· οὐ γὰρ ζητῶ τὰ ὑµῶν, ἀλλ' ὑµᾶς. Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ' οἱ γονεῖς τοῖς τέκνοις. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· οὐκ ἐπειδὴ µὴ λαµβάνω, διὰ τοῦτο οὐ παραγίνοµαι, ἀλλὰ καὶ δεύτερον παρεγενόµην, καὶ τρίτον τοῦτο παρεσκεύασµαι ἐλθεῖν, καὶ οὐ καταναρκήσω ὑµῶν. Καὶ ἡ αἰτία σεµνή. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ µικρολόγοι, ἐπειδὴ πλήττεσθε, ἐπειδὴ ἀσθενεῖτε· ἀλλὰ τί; Οὐ γὰρ ζητῶ τὰ ὑµῶν, ἀλλ' ὑµᾶς. Μείζονα ἐπιζητῶ, ψυχὰς ἀντὶ χρηµάτων, σωτηρίαν ἀντὶ χρυσίου. Εἶτα ἐπειδὴ ὑποψίαν εἶχεν ἔτι τὸ πρᾶγµα, ὡς ἀλγοῦντος αὐτοῦ πρὸς αὐτοὺς, διὰ τοῦτο καὶ λογισµὸν τίθησιν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν εἰπεῖν αὐτοὺς, οὐ γὰρ ἔξεστι καὶ ἡµᾶς ἔχειν καὶ τὰ ἡµῶν; ἐπάγει µετὰ πολλῆς τῆς χάριτος τὴν ἀπολογίαν λέγων· Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ' οἱ γονεῖς τοῖς τέκνοις· ἀντὶ τῶν διδασκάλων καὶ τῶν µαθητῶν τοὺς γονέας καὶ τὰ τέκνα τιθεὶς, καὶ δείξας ὅτι ὀφειλῆς πρᾶγµα ποιεῖ, ὅπερ οὐκ ἦν ὀφειλῆς. Οὐ γὰρ οὕτω προσέταξεν ὁ Χριστὸς, ἀλλ' ἐκείνων φειδόµενος, ταῦτα λέγει· διὸ καὶ πλέον τι προστίθησιν. Οὐ γὰρ εἶπε µόνον, ὅτι οὐκ ὀφείλει τὰ τέκνα θησαυρίζειν, ἀλλ' ὅτι καὶ ὀφείλουσιν οἱ γονεῖς τοῦτο ποιεῖν. Οὐκοῦν ἐπειδὴ δοῦναι δεῖ, Ἐγὼ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσοµαι ὑπὲρ τῶν ψυχῶν ὑµῶν. Τοὺς µὲν γὰρ γονέας θησαυρίζειν ἐκέλευσε τοῖς τέκνοις ὁ νόµος τῆς φύσεως· ἐγὼ δὲ οὐ τοῦτο ποιῶ µόνον, ἀλλὰ καὶ ἐµαυτὸν προσδίδωµι· καὶ αὕτη ἡ ὑπερβολὴ, τὸ µὴ µόνον µὴ λαµβάνειν, ἀλλὰ καὶ προσδιδόναι, οὐχ ἁπλῶς, ἀλλὰ µετὰ πολλῆς τῆς φιλοτιµίας, καὶ ἐκ τοῦ ὑστερήµατος· τὸ γὰρ Ἐκδαπανηθήσοµαι, τοῦτό ἐστιν αἰνιττοµένου. Κἂν γὰρ αὐτὴν δέῃ τὴν σάρκα ἀναλῶσαι, οὐ φείδοµαι διὰ τὴν σωτηρίαν ὑµῶν. Καὶ τὸ ἐπαγόµενον µετ' ἐγκλήµατος ὁµοῦ καὶ ἀγάπης· Εἰ καὶ περισσοτέρως ὑµᾶς ἀγαπῶν, ἧττον ἀγαπῶµαι. Καὶ ταῦτα ποιῶ, φησὶν, ὑπὲρ τῶν φιλουµένων, καὶ οὐ φιλούντων ὁµοίως. Σκόπει τοίνυν λοιπὸν πόσους ἔχει τὸ πρᾶγµα βαθµούς. Ἔδει λαµβάνειν, αὐτὸς δὲ οὐκ ἐλάµβανεν· ἰδοὺ πρῶτον κατόρθωµα. Καὶ ὑστερούµενος, δεύτερον· καὶ αὐτοῖς κηρύττων, τρίτον· καὶ προσδίδωσι, τέταρτον· καὶ οὐχ ἁπλῶς προσδίδωσιν, ἀλλὰ καὶ µετὰ ἐπιτάσεως, πέµπτον· καὶ οὐ χρήµατα µόνον, ἀλλὰ καὶ ἑαυτὸν, ἕκτον· καὶ ὑπὲρ τῶν µὴ σφόδρα φιλούντων αὐτὸν, ἕβδοµον· καὶ ὑπὲρ τῶν σφόδρα φιλουµένων, ὄγδοον. γʹ. Τοῦτον δὴ καὶ ἡµεῖς ζηλώσωµεν. Μέγα µὲν γὰρ ἔγκληµα[ καὶ τὸ φθονεῖν], καὶ τὸ µὴ φιλεῖν· µεῖζον δὲ γίνεται, ὅταν καὶ φιλούµενός τις µὴ φιλῇ. Εἰ γὰρ ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν πλέον ἔχει τῶν τελωνῶν· ὁ µὴ τοῦτο ἔχων, καὶ τῶν θηρίων ἐλάττων ἂν εἴη. Τί λέγεις, ἄνθρωπε; οὐ φιλεῖς τὸν φιλοῦντα; καὶ τίνος ἕνεκεν ζῇς; ποῦ δὲ χρήσιµος ἔση λοιπόν; ἐν ποίοις πράγµασιν; ἐν πολιτικοῖς; ἐν ἰδιωτικοῖς; Οὐδαµῶς· οὐδὲν γὰρ ἀχρηστότερον ἀν δρὸς οὐκ εἰδότος φιλεῖν. Τοῦτον καὶ λῃσταὶ πολλάκις τὸν νόµον ᾐδέσθησαν καὶ ἀνδροφόνοι καὶ τοιχωρύχοι, καὶ ἁλῶν κοινωνήσαντες µόνον, µετετάξαντο, τῇ τραπέζῃ τὸντρόπον µεταβαλόντες· σὺ δὲ οὐχὶ ἁλῶν µόνον, ἀλλὰ καὶ ῥηµάτων καὶ πραγµάτων κοινωνῶν, καὶ εἰσόδων καὶ ἐξόδων, οὐ φιλεῖς; Ἀλλ' οἱ µὲν αἰσχρῶς ἐρῶντες, καὶ ὁλοκλήρους δαπανῶσιν οὐσίας εἰς τὰς πορνευοµένας γυναῖκας· σὺ δὲ σεµνὸν ἔχων ἔρωτα, οὕτως εἶ ψυχρὸς καὶ ἀσθενὴς καὶ ἄνανδρος, ὡς µηδὲ χωρὶς δαπάνης καταδέχεσθαι φιλεῖν; Καὶ τίς, φησὶν, οὕτως ἔσται ἄθλιος, τίς δὲ οὕτω θηρίον, ὡς τὸν φιλοῦντα ἀποστρέφεσθαι καὶ µισεῖν; Σὺ µὲν καλῶς ποιεῖς ἀπιστῶν διὰ τὴν τοῦ πράγµατος ἀτοπίαν· ἐγὼ δὲ ἂν δείξω πολλοὺς ὄντας τοιούτους, πῶς οἴσοµεν λοιπὸν τὴν αἰσχύνην; Ὅταν γὰρ κακῶς ἀγορεύῃς τὸν φιλούµενον, ὅταν ἀκούων κακῶς ἑτέρου λέγοντος µὴ ἀµύνῃς, ὅταν εὐδοκιµοῦντα φθονῇς, ποία αὕτη ἀγάπη; Καίτοι γε φιλίαν οὐδὲ τοῦτο ἀρκεῖ δεῖξαι, τὸ µὴ φθονεῖν, ὥσπερ οὖν οὐδὲ τὸ µὴ ἐχθραίνειν, οὐδὲ τὸ µὴ πολεµεῖν, ἀλλὰ καὶ συγκροτεῖν καὶ αὔξειντὸν φιλοῦντα· ὅταν δὲ πάντα ποιῇ καὶ λέγῃ, ὥστε καὶ καθελεῖν τὸν πλησίον, τί ταύτης ἀθλιώτερον τῆς ψυχῆς; Χθὲς καὶ πρώην φίλος, καὶ λόγων ἐκοινώνεις καὶ τραπέζης· εἶτα ἀθρόον, ἐπειδὴ εὐδοκιµοῦντα εἶδες τὸ µέλος τὸ σὸν, ῥίψας τὸ τῆς φιλίας προσωπεῖον, τὸ τῆς ἔχθρας ὑπέδυς, µᾶλλον δὲ τὸ τῆς µανίας. Μανία γὰρ περιφανὴς, τοῖς τῶν πλησίον δάκνεσθαι καλοῖς· τοῦτο γὰρ µαινοµένων ἐστὶ, καὶ λυττώντων κυνῶν. Κατὰ γὰρ ἐκείνους εἰς τὰς ἁπάντων πηδῶσιν ὄψεις καὶ οὗτοι, τῇ βασκανίᾳ παροξυνόµενοι. Βέλτιον ὄφιν ἔχειν τοῖς σπλάγχνοις ἐγκαλινδούµενον, ἢ βασκανίαν ἔνδον συροµένην. Ἐκεῖνον γὰρ καὶ ἐµέσαι πολλάκις ἔνι διὰ φαρµάκων, καὶ διὰ τροφῆς παραµυθήσασθαι· ὁ δὲ φθόνος οὐκ ἐν σπλάγχνοις καλινδεῖται, ἀλλὰ τῷ κόλπῳ στρέφεται τῆς ψυχῆς, καὶ δυσεξάλειπτόν ἐστι πάθος. Καὶ ὁ µὲν ὄφις ἔνδον ὢν, οὐκ ἂν ἅψαιτο σωµάτων ἀνθρωπίνων, τροφῆς παρακειµένης· ὁ δὲ φθόνος, κἂν µυρίαν παραθῇς αὐτῷ τράπεζαν, αὐτὴν κατεσθίει τὴν ψυχὴν, δάκνων πάντοθεν, σπαράττων, ἕλκων· καὶ οὐκ ἔστιν αὐτῷ τινα παραµυθίαν εὑρεῖν, δι' ἧς ἀποστήσεται τῆς µανίας, ἀλλ' ἢ µίαν µόνον, τὴν τοῦ εὐηµεροῦντος δυσπραγίαν· οὕτως ἀνίεται, µᾶλλον δὲ, οὐδὲ οὕτω. Κἂν γὰρ οὗτος πάθῃ κακῶς, ἕτερον ὁρῶν εὐηµεροῦντα, ταῖς αὐταῖς ὀδύναις ἐνέχεται· καὶ πανταχοῦ τραύµατα, καὶ πανταχοῦ πληγαί. Οὐδὲ γὰρ ἔστι στρεφόµενον ἐπὶ γῆς µὴ ὁρᾷν εὐδοκιµοῦντας. Καὶ τοσαύτη τοῦ νοσήµατος ἡ ὑπερβολὴ, ὅτι κἂν οἴκοι τις αὐτὸν κατακλείσῃ, τοῖς παλαιοῖς ἀνδράσι φθονεῖ τοῖς τετελευτηκόσι. Καὶ τὸ µὲν βιωτικοὺς ἀνθρώπους ταῦτα πάσχειν, χαλεπὸν µὲν, πλὴν οὐχ οὕτω δεινόν· τὸ δὲ καὶ τοὺς τῶν ἐν µέσῳ θορύβων ἀπηλλαγµένους ἔχεσθαι τοῦ νοσήµατος τούτου αὐτὸ τοῦτο πάντων χαλεπώτερον. Καὶ ἠβουλόµην µὲν σιγᾷν· ἀλλ' εἰ µὲν ἡ σιγὴ καὶ τὴν ἀπὸ τῶν πραγµάτων αἰσχύνην ἀφῄρει, κέρδος ἦν τὸ µηδὲν εἰπεῖν· εἰ δὲ κἂν ἐγὼ σιωπήσω, τὰ πράγµατα βοήσεται σφοδρότερον τῆς ἐµῆς γλώττης, βλάβη µὲν οὐδεµία ἀπὸ τῶν ἐµῶν ἔσται ῥηµάτων, ὡς ἐκποµπευοµένων ἡµῖν τῶν κακῶν, κέρδος δὲ ἴσως καὶ ὠφέλειά τις. Τουτὶ γὰρ τὸ νόσηµα καὶ τῆς Ἐκκλησίας ἥψατο,[ καὶ] τοῦτο πάντα ἄνω καὶ κάτω πεποίηκε, καὶ τοῦ σώµατος διέσχισε τὴν ἀκολουθίαν, καὶ κατ' ἀλλήλων ἱστάµεθα, τοῦ φθόνου καθοπλίζοντος ἡµᾶς.∆ ιὰ τοῦτο πολλὴ ἡ διαστροφή. Εἰ γὰρ πάντων οἰκοδοµούντων ἀγαπητὸν στῆναι τοὺς διδασκοµένους, ὅταν ἅπαντες καθαιρῶµεν, τί ἔσται τὸ πέρας; δʹ. Τί ποιεῖς, ἄνθρωπε; Συµφέρειν νοµίζεις τὰ τοῦ πλησίον καθαιρεῖν· πρὸ δὲ ἐκείνου τὰ σαυτοῦ καθαιρεῖς. Οὐχ ὁρᾷς τοὺς φυτοκόµους, τοὺς γηπόνους, πῶς ἅπαντες εἰς ἓν τρέχουσιν; ὁ µὲν διέσκαψεν, ὁ δὲ ἐφύτευσεν, ὁ δὲ περιέστειλε τὴν ῥίζαν, ἄλλος ἀρδεύει τὸ φυτευθὲν, ἄλλος περιφράττει καὶ τειχίζει, ἄλλος ἀποσοβεῖ τὰ θρέµµατα· καὶ πάντες εἰς ἓν βλέπουσι, τοῦ φυτοῦ τὴν σωτηρίαν. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ φυτεύω µὲν ἐγὼ, σαλεύει δὲ ἄλλος καὶ διασείει. Ἔασον κἂν παγῆναι καλῶς, ἵνα ἰσχυρότερον γένηται τῆς ἐπιβουλῆς. Οὐ τὸ ἐµὸν ἀναιρεῖς ἔργον, ἀλλὰ τὸ σὸν καταλύεις· ἐγὼ ἐφύτευσα, σὲ ἔδει ποτίσαι. Ἂν τοίνυν σαλεύσῃς, τὴν ῥίζαν ἀνέσπασας, καὶ οὐκ ἔχεις οὗ τὴν ἀρδείαν ἐπιδείξῃ. Ἀλλ' ὁρᾷς εὐδοκιµοῦντα τὸν φυτεύοντα; Μὴ φοβοῦ· οὔτε ἐγώ τί εἰµι, οὔτε σύ· Οὔτε γὰρ ὁ φυτεύων, οὔτε ὁ ποτίζων ἐστί τι· ἑνός ἐστι τὸ ἔργον τοῦ Θεοῦ. Ὥστε ἐκείνῳ µάχῃ καὶ πολεµεῖς, τὰ φυτευθέντα ἀνασπῶν. Ἀνανήψωµεν τοίνυν ποτὲ, γρηγορήσωµεν. Οὐ δέδοικα τὸν ἔξω πόλεµον, ὡς τὴν ἔνδον µάχην· ἐπεὶ καὶ ῥίζα, ὅταν ᾖ καλῶς ἡρµοσµένη τῇ γῇ, οὐδὲν πείσεται ἀπὸ τῶν ἀνέµων· ἂν δὲ αὐτὴ σαλεύηται, σκώληκος διατρώγοντος αὐτὴν ἔνδοθεν, καὶ µηδενὸς ἐνοχλοῦντος πεσεῖται. Μέχρι τίνος διατρώγοµεν τῆς Ἐκκλησίας τὴν ῥίζαν σκωλήκων δίκην; Καὶ γὰρ ἀπὸ γῆς αἱ τοιαῦται τίκτονται διάνοιαι· µᾶλλον δὲ οὐδὲ ἀπὸ γῆς ἀλλ' ἀπὸ κόπρου, τὴν σηπεδόνα µητέρα ἔχουσαι· καὶ οὐκ ἀφίστανται τῆς καταπτύστου θεραπείας τῆς παρὰ τῶν γυναικῶν. Γενώµεθά ποτε ἄνδρες γενναῖοι, γενώµεθα ἀθληταὶ φιλοσοφίας, ἀπελάσωµεν τὴν πολλὴν τῶν κακῶν τούτων φοράν. Καὶ γὰρ ὥσπερ σῶµα νεκρὸν, τῆς Ἐκκλησίας ὁρῶ τὸ πλῆθος ἐῤῥιµµένον νῦν. Καὶ καθάπερ ἐν σώµατι νεκρωθέντι προσφάτως, ἔνι µὲν ὀφθαλµοὺς ἰδεῖν, ἔνι δὲ χεῖρας καὶ πόδας καὶ τράχηλον καὶ κεφαλὴν, οὐδὲν δὲ τῶν µελῶν τὰἑαυτοῦ ποιοῦν· οὕτω δὴ καὶ ἐνταῦθα πάντες πιστοὶ οἱ παρόντες, ἀλλ' οὐκ ἔστιν ἡ πίστις ἐνεργής· τὴν γὰρ θερµότητα ἐσβέσαµεν, καὶ τοῦ Χριστοῦ τὸ σῶµα νεκρὸν εἰργασάµεθα. Εἰ δὲ φρικτὸν τὸ εἰρηµένον, πολλῷ φρικωδέστερον, ὅταν ἐπὶ τῶν ἔργων φαίνηται. Τὰ µὲν γὰρ ὀνόµατα ἀδελφῶν ἔχοµεν, τὰ δὲ πράγµατα πολεµίων· καὶ µέλη καλούµενοι πάντες, καθάπερ θηρία διεστήκαµεν. Ταῦτα, οὐκ ἐκποµπεῦσαι βουλόµενος τὰ ἡµέτερα, εἶπον, ἀλλ' ἐντρέψαι καὶ ἀποστῆσαι. Ὁ δεῖνα εἰσῆλθεν εἰςοἰκίαν, ἀπήλαυσε τιµῆς· δέον εὐχαριστεῖν τῷ Θεῷ, ὅτι τὸ µέλος τιµᾶται τὸ σὸν, καὶ ὁ Θεὸς δοξάζεται, σὺ δὲ τοὐναντίον ποιεῖς· λέγεις κακῶς πρὸς τὸν τετιµηκότα, ὥστε ἀµφοτέρους ὑποσκελίσαι, καὶ σεαυτὸν προσκαταισχῦναι. Τίνος ἕνεκεν, ἄθλιε καὶ ταλαίπωρε; ἤκουσας ἀδελφοῦ ἐγκωµιαζοµένου, ἢ παρὰ ἀνδράσιν, ἢ παρὰ γυναιξὶ, καὶ ἐλυπήθης; Πρόσθες τοῖς ἐπαίνοις· οὕτω καὶ σαυτὸν ἐπαινέσῃ. Ἐὰν δὲ καὶ καθέλῃς τὸν ἔπαινον, πρότερον σαυτὸν κακῶς εἴρηκας, πονηρὰν δόξαν λαβὼν, κἀκεῖνον ἐπῆρας µειζόνως. Ὅταν ἀκούσῃς ἐπαινούµενον, γίνου τῶν λεγοµένων κοινωνὸς, εἰ καὶ µὴ τῷ βίῳ καὶ τῇ ἀρετῇ, ἀλλὰ τῷ χαίρειν τοῖς ἐκείνου καλοῖς. Ἐπῄνεσεν ὁ δεῖνα; θαύµασον καὶ σύ· οὕτω καὶ σὲ ἐπαινέσεται ἐκεῖνος, ὡς χρηστὸν καὶ ἐπιεικῆ. Μὴ φοβηθῇς, ὡς τὰ σαυτοῦ καθαιρῶν ἐν τοῖς ἐγκωµίοις τοῖς ἑτέρου· τοῦτο γὰρ ἐν ταῖς κατηγορίαις γίνεται. Φιλόνεικον γὰρ τὸ γένος τῶν ἀνθρώπων· καὶ ὅταν ἴδῃ σε κακῶς λέγοντα, ἐπιτείνει τὰ ἐγκώµια, ταύτῃ δάκνειν βουλόµενος, τοὺς δὲ κατηγόρους µέµφεσθαι καθ' ἑαυτὸν, καὶ πρὸς ἑτέρουςδιαβάλλειν. Εἶδες πόσης ἀσχηµοσύνης ἑαυτοῖς γινόµεθα αἴτιοι; πῶς ἀπόλλυµεν τὸ ποίµνιον καὶ διασπῶµεν; Γενώµεθα µέλη ποτὲ, γενώµεθα σῶµα ἕν· καὶ ὁ µὲν ἐγκωµιαζόµενος διακρουέσθω τοὺς ἐπαίνους, καὶ ἐπὶ τὸν ἀδελφὸν µεταγέτω τὰ ἐγκώµια· ὁ δὲ ἑτέρου ἀκούων ἐπαινουµένου, συνηδέσθω. Ἂν οὕτως ἑαυτοὺς συνάγωµεν, καὶ τὴν κεφαλὴν πρὸς ἑαυτοὺς ἐπισπασόµεθα· ἐὰν δὲ διῳκισµένοι πρὸς ἑαυτοὺς ὦµεν, καὶ τὴν ἐκεῖθεν ἀποστήσοµεν βοήθειαν· ἐκείνης δὲ ἀποστάσης, πολλὴν τὸ σῶµα δέξεται λύµην, οὐ σφιγγόµενον ἄνωθεν. Ἵν' οὖν µὴ τοῦτο γένηται, βασκανίαν καὶ φθόνον ἀπελάσαντες, καὶ τῆς τῶν πολλῶν ὑπεριδόντες δόξης, ἀγάπην καὶ ὁµόνοιαν ἀσπαζώµεθα. Οὕτω γὰρ καὶ τῶν παρόντων, καὶ τῶν µελλόντων ἐπιτευξόµεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.