Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
2.2
Εἴτε δὲ θλιβόµεθα, ὑπὲρ τῆς ὑµῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουµένης ἐν ὑποµονῇ τῶν αὐτῶν παθηµάτων, ὧν καὶ ἡµεῖς πάσχο µεν· καὶ ἡ ἐλπὶς ἡµῶν βεβαία ὑπὲρ ὑµῶν. αʹ. Εἰπὼν µίαν καὶ πρώτην παρακλήσεως καὶ παραµυθίας ἀφορµὴν( αὕτη δὲ ἦν τὸ τῷ Χριστῷ κοινωνεῖν), τίθησι καὶ δευτέραν ταύτην ἥν φησιν. Ἔστι δὲ αὕτη, τὸ αὐτῶν τῶν µαθητευοµένων ἐντεῦθεν κατασκευάζεσθαι τὴν σωτηρίαν. Μὴ τοίνυν καταπέσητε, φησὶν, ἐπειδὴ θλιβόµεθα, µηδὲ θορυβηθῆτε καὶ δείσητε· καὶ γὰρ δι' αὐτὸ τοῦτο µᾶλλον ἂν εἴη δίκαιον ὑµᾶς θαῤῥεῖν. Εἰ γὰρ µὴ ἐθλιβόµεθα, πάντας ἂν ὑµᾶς ταῦτα ἀπώλεσε. Πῶς καὶ τίνα τρόπον; Ὅτι εἰ µαλακισθέντες καὶ τὰ δεινὰ δείσαντες, µὴ ἐκηρύξαµεν ὑµῖν τὸν λόγον, ὥστε µαθεῖν τὴν ἀληθῆ γνῶσιν, ἐν ἐσχάτοις ἦν τὰ ὑµέτερα. Εἶδες πάλιν Παύλου τὴν βίαν καὶ τὴν φιλονεικίαν; ἀφ' ὧν ἐθορυβοῦντο, ἀπὸ τούτων αὐτοὺς παραµυθεῖται. Ὅσῳ γὰρ ἂν ἐπιτείνηται τὰ τῶν διωγµῶν τῶν ἡµετέρων, φησὶ, τοσούτῳ µᾶλλον ἐπιδιδόναι δεῖ τὰ τῆς χρηστῆς ἐλπίδος ὑµῖν· ἐπειδὴ καὶ τοσούτῳ µᾶλλον αὔξεται τὰ τῆς σωτηρίας τῆς ὑµετέρας, καὶ τὰ τῆς παρακλήσεως. Τί γὰρ ἴσον εἰς παρακλήσεως λόγον τοῦ τοσούτων ἐπιτυχεῖν ἀγαθῶν διὰ τοῦ κηρύγµατος; Εἶτα ἵνα µὴ δόξῃ εἰς ἑαυτὸν µόνον τὸ ἐγκώµιον περιιστᾷν, ὅρα πῶς καὶ ἐκείνους ποιεῖ τῶν ἐπαίνων τούτων κοινωνούς. Εἰπὼν γὰρ, Εἴτε δὲ θλιβόµεθα, ὑπὲρ τῆς ὑµῶν παρακλήσεως καὶ σωτηρίας, ἐπήγαγε, Τῆς ἐνεργουµένης ἐν ὑποµονῇ τῶν αὐτῶν παθηµάτων, ὧν καὶἡµεῖς πάσχοµεν. Σαφέστερον µὲν οὖν αὐτὸ τίθησιν ὕστερον λέγων οὕτως· ὅτι Ὥσπερ κοινωνοί ἐστε τῶν παθηµάτων, οὕτω καὶ τῆς παρακλήσεως· ἐνταῦθα δὲ τέως αὐτὸ ᾐνίξατο εἰπὼν, Τῶν αὐτῶν παθηµάτων, καὶ κοινώσας τὸν λόγον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχ ἡµῶν ἔργον ἡ ὑµετέρα σωτηρία µόνον, ἀλλὰ καὶ ὑµῶν αὐτῶν. Καὶ γὰρ καὶ ἡµεῖς κηρύττοντες θλιβόµεθα, καὶ ὑµεῖς δεχόµενοι τὸν λόγον, τὰ αὐτὰ πάσχετε· ἡµεῖς µὲν, ἵνα µεταδῶµεν ἅπερ ἐλάβοµεν· ὑµεῖς δὲ, ἵνα τὸ διδόµενον δέξησθε, καὶ µὴ ἀποβάλητε. Τί τοίνυν ἴσον τῆς ταπεινοφροσύνης ταύτης γένοιτ' ἂν, ὅταν καὶ τοὺς τοσοῦτον αὐτοῦ ἀποδέοντας, εἰς τὸ αὐτὸ ἀξίωµα τῆς ὑποµονῆς ἀνάγῃ; Τῆς ἐνεργουµένης γὰρ, φησὶν, ἐν ὑποµονῇ τῶν αὐτῶν παθηµάτων. Οὐ γὰρ διὰ τοῦ πιστεῦσαι µόνον ἡ σωτηρία ὑµῶν γίνεται, ἀλλὰ καὶ διὰ τοῦ πάσχειν τὰ αὐτὰ ἡµῖν καὶ ὑποµένειν. Καθάπερ γὰρ παγκρατιαστὴς θαυµαστὸς µὲν ἔστι, καὶ φαινόµενος καὶ εὐεκτῶν καὶ τὴν τέχνην ἔχων ἐν ἑαυτῷ, ὅταν δὲ ἐνεργῇ καὶ φέρῃ πληγὰς καὶπλήττῃ τὸν ἀντίπαλον, τότε µάλιστα ἀπολάµπει, ἐπειδὴ καὶ τότε µάλιστα ἐνεργεῖται αὐτοῦ ἡ εὐεξία, καὶ διαδείκνυται τῆς τέχνης ἡ δοκιµή· οὕτω δὴ καὶ ἡ σωτηρία ὑµῶν τότε ἐνεργεῖται µειζόνως, τουτέστι, δείκνυται, αὔξεται, ἐπιτείνεται, ὅταν ὑποµονὴν ἔχῃ, ὅταν πάσχῃ καὶ γενναίως ἅπαντα φέρῃ. Ἄρα ἐνέργεια σωτηρίας, οὐ τὸ ποιεῖν κακῶς, ἀλλὰ τὸ πάσχειν κακῶς. Καὶ οὐκ εἶπε, Τῆς ἐνεργούσης, ἀλλὰ, Τῆς ἐνεργουµένης, δεικνὺς ὅτι µετὰ τῆς αὐτῶν προθυµίας καὶ ἡ χάρις πολλὰ εἰσέφερεν ἐνεργοῦσα ἐν αὐτοῖς. Καὶ ἡ ἐλπὶς ἡµῶν βεβαία ὑπὲρ ὑµῶν. Τουτέστιν, ὅτι Κἂν µυρία πάσχητε δεινὰ, θαῤῥοῦµεν ὅτι οὐ περιτραπήσεσθε, οὔτε ἐπὶ τοῖς ὑµετέροις διωγµοῖς. Τοσοῦτον γὰρ ἀπέχοµεν ὑποπτεύειν ὑµᾶς, ἐφ' οἷς αὐτοὶ πάσχοµεν, ὡς θορυβουµένους, ὅτι ἡνίκα ἂν αὐτοὶ κινδυνεύητε, καὶ τότε θαῤῥοῦµεν. Εἶδες ὅση γέγονεν αὐτῶν ἐπίδοσις ἀπὸ τῆς προτέρας Ἐπιστολῆς; Πολὺ γὰρ µείζονα αὐτοῖς ἐµαρτύρησε Μακεδόνων, οὓς ἐπαίρει καὶ ἐγκωµιάζει πανταχοῦ τῆς Ἐπιστολῆς ἐκείνης. Ὑπὲρ µὲν γὰρ ἐκείνων δέδοικε, καί φησιν· Ἐπέµψαµεν ὑµῖν Τιµόθεον εἰς τὸ στηρίξαι ὑµᾶς, καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως, εἰς τὸ µηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς τοῦτο κείµεθα· καὶ πάλιν,∆ ιὰ τοῦτο µηκέτι στέγων, ἔπεµψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑµῶν, µή πως ἐπείρασεν ὑµᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡµῶν. Περὶ δὲ τούτων οὐδὲν τοιοῦτόν φησιν, ἀλλὰ καὶ τοὐναντίον, ὅτι Ἡ ἐλπὶς ἡµῶν βεβαία ὑπὲρ ὑµῶν. Εἴτε παρακαλούµεθα, ὑπὲρ τῆς ὑµῶν παρακλήσεως καὶ σωτηρίας· εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθηµάτων, οὕτω καὶ τῆς παρακλήσεως. Ὅτι µὲν γὰρ δι' αὐτοὺς ἐθλίβοντο οἱ ἀπόστολοι, ἀπέδειξεν εἰπὼν, ὅτι Εἴτε θλιβόµεθα, ὑπὲρ τῆς ὑµῶν παρακλήσεως καὶ σωτηρίας. Βούλεται δὲ δεῖξαι, ὅτι καὶ δι' αὐτοὺς παρεκαλοῦντο. Εἶπε µὲν οὖν αὐτὸ καὶ ἀνωτέρω, εἰ καὶ ἀδιορίστως· Εὐλογητὸς γὰρ, φησὶν, ὁ Θεὸς ὁ παρακαλῶν ἡµᾶς ἐν πάσῃ θλίψει, εἰς τὸ δύνασθαι ἡµᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει. Λέγει δὲ αὐτὸ καὶ ἐνταῦθα πάλιν ἑτέρως, σαφέστερόν τε καὶ θεραπευτικώτερον. Εἴτε γὰρ παρακαλούµεθα, φησὶν, ὑπὲρ τῆς ὑµῶν παρακλήσεως. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ παράκλησις ἡµῶν, ὑµῶν γίνεται παραψυχὴ, καὶ χωρὶς τοῦ διὰ λόγου παρακαλεῖν ὑµᾶς. Ἂν µικρὸν ἀναπνεύσωµεν µόνον ἡµεῖς, ἀρκεῖ τοῦτο εἰς παραµυθίαν ὑµῖν· κἂν αὐτοὶ παρακληθῶµεν, ὑµετέρα τοῦτο παράκλησις γίνεται. Ὥσπερ γὰρ τὰ παθήµατα τὰ ἡµέτερα ὑµέτερα εἶναι νοµίζετε· οὕτω καὶ τὴν παράκλησιν τὴν ἡµετέραν ὑµετέραν ἡγεῖσθε. Οὐ γὰρ δήπου ἐν τοῖς δυσχερέσι κοινωνοῦντες, ἐν τοῖς χρηστοτέροις οὐ κοινωνήσετε. Εἰ τοίνυν ἐν πᾶσι κοινωνεῖτε, καὶ ἐν θλίψει καὶ ἐν παρακλήσει· οὐδὲν ἡµῖν ἐγκαλέσετε ὑπὲρ τῆς µελλήσεως καὶ τῆς βραδύτητος ταύτης· καὶ γὰρ θλιβόµεθα ὑπὲρ ὑµῶν, καὶ παρακαλούµεθα δι' ὑµᾶς. Ἵνα γὰρ µή τις νοµίσῃ βαρὺ τὸ εἰπεῖν, ὅτι∆ ι' ὑµᾶς ταῦτα πάσχοµεν, λέγει ὅτι Καὶ δι' ὑµᾶς παρακαλούµεθα· καὶ οὔτε µόνοι κινδυνεύοµεν ἡµεῖς· καὶ γὰρ καὶ ὑµεῖς κοινωνοί ἐστε τῶν αὐτῶν παθηµάτων, φησίν. βʹ. Ὥστε καὶ τὸ κοινωνοὺς αὐτοὺς λαβεῖν τῶν κινδύνων, καὶ τῆς παρακλήσεως αὐτῶν αὐτοῖς ἀναθεῖναι τὴν αἰτίαν, καταπραΰνειν τὸν λόγον. Ἄν τε οὖν ἐπιβουλευώµεθα, θαῤῥεῖτε· ἵνα γὰρ ἡ πίστις ὑµῶν δυνατωτέρα γίνηται, τοῦτο ὑποµένοµεν· κἂν παρακαλώµεθα, ὑµεῖς ἐναβρύνεσθε καὶ τούτῳ· καὶ γὰρ δι' ὑµᾶς τούτων ἀπολαύοµεν, ὥστε κἀντεῦθεν ὑµῖν γενέσθαι τινὰ παραµυθίαν κοινωνοῦσιν ἡµῖν τῆς ἡδονῆς. Καὶ ὅτι τοῦτον λέγει τὸν τρόπον τῆς παρακλήσεως νῦν, ὃν ἐκαρποῦτο, οὐ διὰ τοῦ παρακαλεῖσθαι παρ' αὐτῶν µόνον, ἀλλὰ καὶ διὰ τοῦµανθάνειν αὐτοὺς ἐν ἀνέσει ὄντας, ἄκουσον τῶν ἑξῆς, δι' ὧν αὐτὸ ἐξεκάλυψεν εἰπών· Εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθηµάτων, οὕτω καὶ τῆς παρακλήσεως. Ὥσπερ γὰρ διωκοµένων ἡµῶν ἀλγεῖτε, ὡς αὐτοὶ τοῦτο πάσχοντες· οὕτως ἴσµεν ὅτι καὶ παρακαλουµένων, αὐτοὶ τούτων παραπολαύειν νοµίζετε. Τί ταύτης ταπεινοφρονέστερον τῆς ψυχῆς; ὃς ἐν µὲν τοῖς κινδύνοις τοσοῦτον πλεονεκτῶν, κοινωνοὺς καλεῖ τοὺς οὐδὲ τὸ πολλοστὸν αὐτῶν ὑποµένοντας· ἐν δὲ τῇ παρακλήσει τὴν αἰτίαν ἅπασαν ἐκείνοις λογίζεται, οὐ τοῖς οἰκείοις πόνοις. Εἶτα, ἐπειδὴ περὶ θλίψεων ἀδιορίστως ἔλεγε, λέγει λοιπὸν καὶ τὸν τόπον, καθ' ὃν ταῦτα ὑπέµενον· Οὐ γὰρ θέλοµεν ὑµᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡµῶν τῆς γενοµένης ἡµῖν ἐν τῇ Ἀσίᾳ. Ταῦτα δὲ λέγοµεν, φησὶν, ἵνα µὴ ἀγνοῆτε τὰ συµβάντα ἡµῖν. Καὶ γὰρ βουλόµεθα ὑµᾶς εἰδέναι τὰ ἡµέτερα, καὶ σφόδρα τοῦτο ἐσπουδάκαµεν· ὅπερ µέγιστον ἀγάπης σηµεῖόν ἐστι. Τοῦτο δὲ καὶ ἐν τῇ προτέρᾳ ἦν Ἐπιστολῇ προµηνύσας, καὶ εἰπὼν, ὅτι Θύρα γάρ µοι ἀνέῳγε µεγάλη καὶ ἐνεργὴς, καὶ οἱ ἀντικείµενοι πολλοὶ ἐν τῇ Ἐφέσῳ. Ἐκείνων οὖν αὐτοὺς ἀναµιµνήσκων, καὶ διηγούµενος ὅσα ἔπαθε, φησίν· Οὐ θέλω ὑµᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως τῆς γενοµένης ἡµῖν ἐν τῇ Ἀσίᾳ. Τοῦτο δὲ καὶ Ἐφεσίοις ἐπιστέλλων ἔλεγε· Τυχικὸν γὰρ ἀποστείλας πρὸς αὐτοὺς, ταύτην ἔφη τῆς ἀποδηµίας εἶναι τὴν αἰτίαν αὐτῷ· διὸ καὶ ἔλεγεν· Ἵνα δὲ εἰδῆτε καὶ ὑµεῖς τὰ κατ' ἐµὲ, τί πράσσω, πάντα ὑµῖν γνωρίσει Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεµψα πρὸς ὑµᾶςεἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡµῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑµῶν. Καὶ ἐν ἄλλαις δὲ Ἐπιστολαῖς αὐτὸ τοῦτο ποιεῖ. Καὶ οὐκ ἔστι παρέλκον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον· τοῦτο µὲν διὰ τὴν ἀγάπην, ἣν σφόδρα περὶ τοὺς µαθητὰς εἶχε, τοῦτο δὲ διὰ τοὺς συνεχεῖς πειρασµοὺς, ἐν οἷς µεγίστη ἦν παραµυθία τὸ τὰ ἀλλήλωνεἰδέναι, ὥστε καὶ λυπηρῶν ὄντων παρασκευάζεσθαι καὶ ἐναγωνίους εἶναι καὶ ἀσφαλεστέρους, καὶ χρηστῶν ὄντων συνήδεσθαι. Ἐνταῦθα µέντοι καὶ ἀπαλλαγὴν καὶ ἐπαγωγὴν µηνύει πειρασµῶν λέγων· Ὅτι καθ' ὑπερβολὴν ἐβαρήθηµεν ὑπὲρ δύναµιν· καθάπερ φορτίῳ τινὶ µεγάλῳ βαπτιζόµενον πλοῖον. Καὶ δοκεῖ µὲν ἕν τι εἰρηκέναι, εἰπὼν, Καθ' ὑπερβολὴν, καὶ, Ὑπὲρ δύναµιν· οὐκ ἔστι δὲ ἓν, ἀλλὰ δύο ταῦτα. Ἵνα γὰρ µή τις λέγῃ, Τί γὰρ, εἰ καθ' ὑπερβολὴν µὲν ὁ κίνδυνος ἦν, ὑµῖν δὲ οὐ µέγας ἦν; ἐπήγαγεν, ὅτι Καὶ µέγας ἦν καὶ τὴν δύναµιν ἐνίκα τὴν ἡµετέραν, καὶ οὕτως ἐνίκα, ὡς ἐξαπορηθῆναι ἡµᾶς καὶ τοῦ ζῇν, τουτέστι, µηδὲ προσδοκῆσαιλοιπὸν ἡµᾶς ζῇν. Ὅπερ ὁ∆ αυῒδ πύλας ᾅδου καλεῖ, καὶ ὠδῖνας καὶ σκιὰν θανάτου, τοῦτο δὴ καὶ αὐτός φησιν, ὅτι Κίνδυνον ὑπεµείναµεν πάντως θάνατον τί κτοντα. Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριµα τοῦ θανάτου ἐσχήκαµεν, ἵνα µὴ πεποιθότες ὦµεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Τί ἐστι, Τὸ ἀπόκριµα τοῦ θανάτου; Τὴν ψῆφον, τὴν κρίσιν, τὴν προσδοκίαν. Τοιαύτην γὰρ ἠφίει τὰ πράγµατα φωνὴν, τοιαύτην ἀπόκρισιν ἐδίδου τὰ συµβάντα, ὅτι ἀποθανούµεθα πάντως. Οὐ µὴν µέχρι τῆς πείρας ἐξέβη τοῦτο, ἀλλὰ µέχρι τῆς ὑπονοίας ἔστη τῆς ἡµετέρας. Ἡ µὲν γὰρ τῶν πραγµάτων φύσις τοῦτο ἀπεφήνατο· ἡ δὲ τοῦ Θεοῦ δύναµις οὐκ ἀφῆκε τὴν ἀπόφασιν εἰς ἔργον ἐξελθεῖν, ἀλλ' ἐν τῇ διανοίᾳ µόνῃ τῇ ἡµετέρᾳ καὶ ἐν τῇ προσδοκίᾳ τοῦτο συµβῆναι συνεχώρησε· διό φησιν· Ἐν ἑαυτοῖς τὸ ἀπόκριµα τοῦ θανάτου ἐσχήκαµεν, οὐκ ἐν τῇ πείρᾳ. Καὶ τίνος ἕνεκεν συνεχώρησε τοσοῦτον κίνδυνον, ὡς ἀπελπίσαι ἡµᾶς καὶ ἀπογνῶναι; Ἵνα µὴ πεποιθότες ὦµεν ἐφ' ἑαυτοῖς, φησὶν, ἀλλ' ἐπὶ τῷ Θεῷ. γʹ. Ταῦτα δὲ ἔλεγεν ὁ Παῦλος, οὐκ ἐπειδὴ αὐτὸς οὕτω διέκειτο, ἄπαγε, ἀλλὰ τοὺς ἄλλους ἐν τοῖς περὶ αὐτοῦ λεγοµένοις ῥυθµίζων, ἅµα δὲ καὶµετριάζειν ἐσπουδακώς· ἐπεὶ καὶ προϊών φησιν· Ἐδόθη µοι σκόλοψ τῇ σαρκὶ, τοὺς πειρασµοὺς λέγων, ἵνα µὴ ὑπεραίρωµαι. Καίτοι ὁ Θεὸς οὐ διὰ τοῦτό φησιν αὐτοὺς συγκεχωρηκέναι, ἀλλὰ δι' ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἵνα ἡ δύναµις αὐτοῦ διαλάµψῃ µειζόνως· Ἀρκεῖ γάρ σοι, φησὶν, ἡ χάρις µου· ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται. Ἀλλ' ὅπερ ἔφην, οὐδαµοῦ ἐπιλανθάνεται τοῦ οἰκείου ἤθους, ἐν τοῖς σφόδρα καταδεεστέροις ἑαυτὸν ἀριθµῶν, καίτοι πολλῆς δεοµένοις παιδαγωγίαςκαὶ διορθώσεως. Εἰ γὰρ καὶ τοὺς τυχόντας εἷς καὶ δεύτερος πειρασµὸς ἱκανὸς ἐπελθὼν σωφρονίσαι· πῶς ἐκεῖνος ὁ πάντων ἀνθρώπων µάλιστα ταπεινοφροσύνην ἀσκήσας διὰ παντὸς τοῦ βίου, καὶ τοσαῦτα παθὼν ὡς µηδεὶς ἀνθρώπων, µετὰ τοσαῦτα ἔτηκαὶ φιλοσοφίαν τῶν οὐρανῶν ἀξίαν, ταύτης ἐδεῖτο τῆς νουθεσίας; Ὅθεν δῆλον ὅτι καὶ µετριάζων ἐνταῦθα, καὶ τοὺς ἐφ' ἑαυτοῖς µέγα φρονοῦντας καὶ ἀλαζονευοµένους καταστέλλων λέγει· Ἵνα µὴ πεποιθότες ὦµεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ. Καὶ ὅρα πῶς αὐτοὺς καὶ ταύτῃ θεραπεύει. Οἱ µὲν γὰρ πειρασµοὶ, φησὶ, δι' ὑµᾶς ἡµῖν ἐπενεχθῆναι συνεχωρήθησαν· τοσούτου τιµᾶται ὑµᾶς ὁ Θεός· Εἴτε γὰρ θλιβόµεθα, φησὶν, ὑπὲρ τῆς ὑµῶν παρακλήσεως καὶ σωτηρίας· ἡ δὲ ὑπερβολὴ δι' ἡµᾶς, ἵνα µὴ µέγα φρονῶµεν· Καθ' ὑπερβολὴν γὰρ ἐβαρήθηµεν καὶ ὑπὲρ δύναµιν, ἵνα µὴ πεποιθότες ὦµεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Πάλιν τοῦ περὶ ἀναστάσεως ἀναµιµνήσκει λόγου, ὑπὲρ οὗ τοσαῦτα εἶπεν ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, καὶ ἀπὸ τῶν παρόντων αὐτὴν βε βαιῶν· διὸ καὶ ἐπήγαγεν· Ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡµᾶς. Οὐκ εἶπεν, Ἐκ τοσούτων κινδύνων, ὁµοῦ µὲν δεικνὺς τὸ ἀφόρητον τῶν πειρασµῶν, ὁµοῦ δὲ ἐκεῖνον, ὅνπερ ἔφην, πιστούµενος τὸν λόγον. Ἐπειδὴ γὰρ µέλλον πρᾶγµα ἡ ἀνάστασις ἦν, δείκνυσιν ὅτι τοῦτο καθ' ἑκάστην γίνεται τὴν ἡµέραν. Ὅταν γὰρ ἄνθρωπον ἀπογνωσθέντα, καὶ πρὸς αὐτὰς ἐλθόντα τοῦ ᾅδου τὰς πύλας ἀνελκύσῃ, οὐδὲν ἕτερον ἢ ἀνάστασιν ἐπιδείκνυται, ἀπ' αὐτοῦτοῦ στόµατος ἀνασπῶν τοῦ θανάτου τὸν ἐµπεσόντα.∆ ιὸ καὶ τοῖς πολλοῖς ἐπὶ τῶν ἀπογνωσθέντων, εἶτα ἀνενεγκόντων ἐξ ἀῤῥωστίας χαλεπῆς, ἢ ἐκ πειρασµῶν ἀφορήτων, ἔθος τοῦτο λέγειν· Ἀνάστασιν νεκρῶν ἑωράκαµεν ἐπὶ τοῦδε. Ἠλπίκαµεν δὲ ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑµῶν τῇ δεήσει ὑπὲρ ἡµῶν· ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡµᾶς χάρισµα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡµῶν. Ἐπειδὴ τὸ, Ἵνα µὴ πεποιθότες ὦµεν ἐφ' ἑαυτοῖς, κοινὸν ἐδόκει εἶναι ἔγκληµα καὶ κατηγορία καὶ ἐκείνων ἐνίους αἰνιττοµένη, παραµυθεῖται πάλιντὸ εἰρηµένον, τὰς εὐχὰς τὰς ἐκείνων ἀντὶ προστασίας µεγάλης καλῶν καὶ δεικνὺς ἅµα, ὅτι διαπαντὸς ἐναγώνιον εἶναι χρὴ τὸν βίον τὸν ἡµέτερον. Τῷ γὰρ εἰπεῖν, Ἠλπίκαµεν δὲ ὅτι καὶ ῥύσεται, πολλῶν προαναφωνεῖ πειρασµῶν νιφάδας, οὐ µὴν ἐγκατάλειψιν οὐδαµοῦ, ἀλλὰ βοήθειαν πάλινκαὶ συµµαχίαν. Εἶτα, ἵνα µὴ, ἀκούοντες ὅτι διηνεκῶς µέλλουσι κινδυνεύειν, καταπέσωσιν, ἔδειξε πρότερον τῶν κινδύνων τὸ ὄφελος, οἷον τὸ, Ἵνα µὴ πεποιθότες ὦµενἐφ' ἑαυτοῖς· τουτέστιν, Ἵνα ἐν διηνεκεῖ ταπεινοφροσύνῃ κατέχῃ ἡµᾶς· καὶ ἵνα ἡ σωτηρία αὐτῶν ἐνεργῆται, καὶ ἕτερα γοῦν πλείονα· τὸ τῷ Χριστῷ κοινωνεῖν· Περισσεύει γὰρ, φησὶ, τὰ παθήµατα τοῦ Χριστοῦ ἐν ἡµῖν· τὸ ὑπὲρ τῶν πιστῶν πάσχειν· Εἴτε γὰρ, φησὶ, θλιβόµεθα, ὑπὲρ τῆς ὑµῶν παρακλήσεως καὶ σωτηρίας· τὸ καὶ αὐτὴν ταύτην διαλάµπειν µειζόνως· Τῆς ἐνεργουµένης γὰρ, φησὶν, ἐν ὑποµονῇ τῶν αὐτῶν παθηµάτων· τὸ καρτερικοὺς γίνεσθαι· καὶ ἔτι πρὸς τούτοις, τὸ τὴν ἀνάστασιν ὁρᾷν πρὸ τῶν ὀφθαλµῶν διαλάµπουσαν· Ἐκ τηλικούτων γὰρ θανάτων ἐῤῥύσατο ἡµᾶς· τὸ ἐναγωνίους εἶναι καὶ πρὸς αὐτὸν διηνεκῶς ὁρᾷν· Ἠλπίκαµεν γὰρ, φησὶν, ὅτι καὶ ῥύσεται· τὸ εὐχαῖς προσηλῶσθαι· Συνυπουργούντων γὰρ, φησὶ, καὶ ὑµῶν τῇ δεήσει ὑπὲρ ἡµῶν.∆ είξας τοίνυν τὸ κέρδος τῶν θλίψεων, εἶτα ἐναγωνίους ποιήσας, ἀλείφει πάλιν αὐτῶν τὰ φρονήµατα, καὶ προθυµοτέρους εἰς ἀρετὴν ποιεῖ, µεγάλααὐτῶν µαρτυρῶν ταῖς εὐχαῖς, εἴ γε ταύταις Παῦλον ἐχαρίσαντο· Συνυπουργούντων γὰρ ὑµῶν ὑπὲρ ἡµῶν τῇ δεήσει, φησί. Τί δέ ἐστιν, Ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡµᾶς χάρισµα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡµῶν; Ἐῤῥύσατο ἡµᾶς ἐκ τῶν θανάτων ἐκείνων, συνυπουργούντων καὶ ὑµῶν τῇ δεήσει, φησί· τουτέστιν, Εὐχοµένων πάντων ὑµῶν ὑπὲρ ἡµῶν. Τὸ γὰρ εἰς ἡµᾶς χάρισµα, τουτέστι, τὴν σωτηρίαν τὴν ἡµε τέραν ἐβουλήθη πᾶσιν ὑµῖν χαρίσασθαι, ἵνα τὰ πολλὰ πρόσωπα αὐτῷ εὐχαριστήσῃ, ἐπειδὴ καὶ τὰ πολλὰ τὴν χάριν ἔλαβε. δʹ. Ταῦτα δὲ ἔλεγεν, ὁµοῦ µὲν καὶ εἰς τὰς ὑπὲρ ἑτέρων εὐχὰς αὐτοὺς διεγείρων, ὁµοῦ δὲ ἐθίζων καὶ ὑπὲρ ὧν ἂν ἕτεροι πάθωσιν, εὐχαριστεῖν ἀεὶ τῷ Θεῷ, δεικνὺς ὅτι µάλιστα τοῦτο βούλεται καὶ αὐτός. Οἱ γὰρ µελετήσαντες ὑπὲρ ἑτέρων ταῦτα ποιεῖν, πολλῷ µᾶλλον ὑπὲρ ἑαυτῶν ἐπιδείξονται ταῦτα ἀµφότερα. Πρὸς δὲ τούτοις, καὶ ταπεινοφροσύνην αὐτοὺς διδάσκει, καὶ εἰς ἀγάπην ἄγει θερµοτέραν. Εἰ γὰρ αὐτὸς ὁ τοσοῦτον αὐτῶν ὑψηλότερος ὢν, ἐκ τῶν εὐχῶν ἐκείνων σεσῶσθαί φησι, καὶ χάρισµα αὐτῶν ταῖς δεήσεσι δεδόσθαι αὐτῷ παρὰ τοῦΘεοῦ, ἐννόησον πῶς ἐκείνους ἔδει διακεῖσθαι καὶ µετριάζειν. Σὺ δέ µοι κἀκεῖνο σκόπει, ὅτι κἂν ἀπὸ οἰκτιρµῶν ὁ Θεός τι ποιῇ, µεγάλα ἐνταῦθα καὶ ἡ εὐχὴ συµβάλλεται. Ἀρχόµενος µὲν γὰρ, τοῖς οἰκτιρµοῖς αὐτοῦ τὴν σωτηρίαν ἐλογίσατο· Ὁ Θεὸς γὰρ, φησὶ, τῶν οἰκτιρµῶν, αὐτὸς ἡµᾶς ἐῤῥύσατο· ἐνταῦθα δὲ καὶ ταῖς εὐχαῖς· ἐπεὶ κἀκεῖνον τὸν τὰ µύρια ὀφείλοντα τάλαντα, µετὰ τὸ προσπεσεῖν ἠλέησε, καίτοι γε εἴρηται, ὅτι Σπλαγχνισθεὶς ἀπέλυσεν αὐτόν· καὶ τῇ Χαναναίᾳ δὲ µετὰ τὴν πολλὴν προσεδρίαν ἐκείνην καὶ καρτερίαν τότε ἐχαρίσατο τῆς θυγατρὸς τὴν σωτηρίαν, καίτοι γε ἀπὸ ἐλέου αὐτὴν ἔσωσεν. Ἀπὸ τούτου τοίνυν µανθάνοµεν, ὅτι κἂν ἐλεεῖσθαι µέλλωµεν, ἀξίους τοῦ ἐλέου πρότερον παρέχειν ἡµᾶς ἑαυτοὺς χρή. Κἂν γὰρ ἔλεος ᾖ, τοὺς ἀξίους ἐπιζητεῖ· οὐ γὰρ ἁπλῶς ἔπεισιν ἅπασι, καὶ τοῖς ἀναισθήτως διακειµένοις· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Ὅρα γοῦν καὶ ἐνταῦθα τί φησι· Συνυπουργούντων καὶ ὑµῶν τῇ δεήσει. Καὶ οὔτε τὸ πᾶν αὐτοῖς ἔδωκεν, ἵνα µὴ αὐτοὺς ἐπάρῃ, οὔτε πάντη ἠλλοτρίωσεν αὐτοὺς τοῦ κατορθώµατος, ἵνα προτρέψῃ καὶ προθυµοτέρους ἐργάσηταικαὶ συναγάγῃ πρὸς ἀλλήλους αὐτούς.∆ ιὸ καὶ ἔλεγεν, ὅτι Ὑµῖν ἐχαρίσατό µου τὴν σωτηρίαν. Καὶ γὰρ καὶ πλῆθος δυσωπεῖται πολλάκις ὁ Θεὸς ὁµονοοῦν καὶ συµφωνοῦν εἰς εὐχήν· διὸ καὶ πρὸς τὸν προφήτην ἔλεγεν· Ἐγὼ δὲ οὐ φείσοµαι τῆς πόλεως ταύτης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα µυριάδες ἀνθρώπων; Εἶτα ἵνα µὴ νοµίσῃς, ὅτι πλῆθος αἰδεῖται µόνον, φησίν· Ἐὰν ᾖ ὁ ἀριθµὸς τοῦ Ἰσραὴλ ὡς ἡ ἄµµος τῆς θαλάσσης, τὸ κατάλειµµα σωθήσεται. Πῶς οὖν Νινευΐτας ἔσωσεν; Ὅτι οὐ πλῆθος µόνον ἦν, ἀλλὰ πλῆθος µετὰ ἀρετῆς· µετενόησε γὰρ ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Καὶ σώζων δὲ αὐτοὺς ἔλεγεν, ὅτι Οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν. Ὅθεν δῆλον, ὅτι καὶ τὰ πρότερα ἐξ ἀφελείας µᾶλλον ἔπταιον, ἢ πονηρίας· καὶ δῆλον, ἐξ ὧν µετεβάλλοντο, ὀλίγων ῥηµάτων ἀκούσαντες. Εἰ δὲ τὸ δώδεκα µυριάδας εἶναι µόνον ἴσχυσεν εἰς τὸ σῶσαι αὐτοὺς, τί καὶ πρὸ τούτου αὐτοὺς σωθῆναι ἐκώλυσε; Καὶ τίνος ἕνεκεν οὐκ εἶπε πρὸς αὐτὸν, Ἐγὼ δὲ οὐ φείσοµαι τῆς πόλεως ταύτης τῆς οὕτω µεταβαλλο µένης; ἀλλὰ τὰς µυριάδας παράγει; Ἐκ περιουσίας καὶ τοῦτο τιθείς. Τὸ µὲν γὰρ ἦν δῆλον, ἡ µεταβολή· ὁ δὲ ἀριθµὸς καὶ ἡ ἀφέλεια, ἄδηλα τῷ προφήτῃ. Πάντοθεν τοίνυν αὐτοὺς καταµαλάξαι βούλεται· ἰσχύει γὰρ καὶ πλῆθος, ὅταν καὶ ἀρετὴ ᾖ. Τοῦτο γοῦν καὶ ἀλλαχοῦ δηλοῖ λέγουσα ἡ Γραφή· Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν γινοµένη ὑπὲρ αὐτοῦ· καὶ τοσοῦτον ἴσχυσεν, ὡς, κεκλεισµένων τῶν θυρῶν, καὶ ἁλύσεων ἐπικειµένων, καὶ φυλάκων ἑκατέρωθεν παρακαθευδόντων, ἐξαγαγεῖν τὸν Ἀπόστολονκαὶ ἀπαλλάξαι πάντων ἐκείνων. Ἀλλ' ὥσπερ, ἀρετῆς οὔσης, µέγα δύναται· οὕτω, κακίας οὔσης, οὐδὲν ὀνίνησι τὸ πλῆθος. Καὶ γὰρ οἱ Ἰσραηλῖται, περὶ ὧν φησιν, ὅτι ὁ ἀριθµὸς αὐτῶν ἦν ὡς ἡ ἄµµος τῆς θαλάσσης, πάντες ἀπώλοντο· καὶ οἱ ἐπὶ Νῶε δὲ πολλοὶ καὶ ἄπειροι ἦσαν, καὶ οὐδὲν αὐτοὺς τοῦτο ὤνησε· καθ' ἑαυτὸ γὰρ οὐδὲν δύναται πλῆθος, ἀλλ' ἐν προσθήκης µέρει. Σπουδάζωµεν οὖν συνιέναι ἐν ταῖς δεήσεσι, καὶ ὑπὲρ ἀλλήλων εὐχώµεθα, καθάπερ ὑπὲρ τῶν ἀποστόλων ἐκεῖνοι. Καὶ γὰρ ἐντολὴν πληροῦµεν, καὶ εἰς ἀγάπην ἀλειφόµεθα· ὅταν δὲ ἀγάπην εἴπω, πάντα λέγω τὰ ἀγαθά· καὶ εὐχαριστεῖν σπουδαιότερον µανθάνωµεν. Οἱ γὰρ ὑπὲρ τῶν ἀλλοτρίων εὐχαριστοῦντες, πολλῷ µᾶλλον ὑπὲρ τῶν ἰδίων. Τοῦτο καὶ ὁ∆ αυῒδ ἐποίει λέγων· Μεγαλύνατε τὸν Κύριον σὺν ἐµοὶ, καὶ ὑψώσωµεν τὸ ὄνοµα αὐτοῦ ἐπὶ τὸ αὐτό· τοῦτο καὶ ὁ Ἀπόστολος πανταχοῦ ζητεῖ· τοῦτο καὶ ἡµεῖς ἐργαζώµεθα, καὶ εἰς πάντας τοῦ Θεοῦ τὴν εὐεργεσίαν ἐκφέρωµεν, ἵνα κοινωνοὺς λάβωµεν τῆς εὐφηµίας. Εἰ γὰρ παρὰ ἀνθρώπων τι παθόντες ἀγαθὸν, ὅταν ἀνακηρύξωµεν, προθυµοτέρους αὐτοὺς ποιοῦµεν· πολλῷ µᾶλλον τοῦ Θεοῦ τὰς εὐεργεσίας ἀναγορεύοντες, εἰς πλείονα αὐτὸν ἐπισπασόµεθα εὔνοιαν. Καὶ εἰ παρὰ ἀνθρώπων εὐεργετηθέντες, καὶ ἄλλους διεγείροµεν εἰς τὴν κοινωνίαν τῆς εὐχαριστίας· πολλῷ µᾶλλον τῷ Θεῷ πολλοὺς προσάγειν χρὴ τοὺς ὑπὲρ ἡµῶν εὐχαριστήσοντας. Εἰ γὰρ Παῦλος τοῦτο ποιεῖ, τοσαύτην ἔχων τὴν παῤῥησίαν, πολλῷ µᾶλλον ἡµᾶς ἀναγκαῖον τοῦτο ποιεῖν. εʹ. Παρακαλῶµεν τοίνυν τοὺς ἁγίους ὑπὲρ ἡµῶν εὐχαριστεῖν, καὶ αὐτοὶ ὑπὲρ ἀλλήλων τοῦτο ποιῶµεν. Τοῦτο ἱερέων µάλιστά ἐστι κατόρθωµα, ἐπειδὴ µέγιστον ἀγαθόν. Προσιόντες γὰρ, πρότερον ὑπὲρ τῆς οἰκουµένης καὶ τῶν κοινῶν εὐχαριστοῦµεν ἀγαθῶν. Εἰ γὰρ καὶ κοιναὶ αἱ εὐεργεσίαι τοῦ Θεοῦ, ἀλλὰ καὶ σὺ ἐν τῷ κοινῷ ἐσώθης. Ὥστε καὶ ὑπὲρ τῆς ἰδίας κοινὴν ὀφείλεις χάριν, καὶ ὑπὲρ τῆς κοινῆς ἰδιάζουσαν δίκαιος ἂν εἴης ἀναφέρειν εὐφηµίαν. Καὶ γὰρ τὸν ἥλιον ἀνῆψεν οὐ σοὶ µόνῳ, ἀλλὰ καὶ τῷ κοινῷ· ἀλλ' ὅµως ἐν τῷ µέρει τὸ ὅλον ἔχεις· καὶ γὰρ τοσοῦτος γέγονε διὰ τὸ κοινόν· καὶ ὁρᾷς σὺ µόνος τοσοῦτον, ὅσον εἶδον πάντες ἄνθρωποι. Ὥστε τοσαύτην ὀφείλεις εὐχαριστίαν, ὅσην ἅπαντες· καὶ ὑπὲρ τῶν κοινῶν εὐχαριστεῖν ἂν εἴης δίκαιος, καὶ ὑπὲρ τῆς ἑτέρων ἀρετῆς. Πολλὰ γὰρ καὶ δι' ἄλλους πάσχοµεν καλῶς. Καὶ γὰρ εἰ δέκα µόνον ἐν Σοδόµοις εὑρέθησαν δίκαιοι, οὐκ ἂν ἔπαθον, ἅπερ ἔπαθον. Ὥστε καὶ ὑπὲρ τῆς ἑτέρων παῤῥησίας εὐχαριστῶµεν. Καὶ γὰρ ἀρχαῖος οὗτος ὁ νόµος ἐστὶν, ἄνωθεν ἐν τῇ Ἐκκλησίᾳ πεφυτευµένος. Οὕτω καὶ Παῦλος εὐχαριστεῖ ὑπὲρ Ῥωµαίων, ὑπὲρ Κορινθίων, ὑπὲρ τῆς οἰκουµένης ἁπάσης. Καὶ µή µοι λέγε· Οὐκ ἔστιν ἐµὸν τὸ κατόρθωµα. Κἂν γὰρ µὴ σὸν ᾖ, καὶ οὕτως εὐχαριστεῖν ὀφείλεις, ὅτι τὸ µέλος σου τοιοῦτόν ἐστιν. Ἄλλως δὲ καὶ σὸν αὐτὸ ποιεῖς διὰ τῆς εὐφηµίας, καὶ κοινωνεῖς τῶν στεφάνων, καὶ λήψῃ καὶ αὐτὸς τὸ χάρισµα.∆ ιά τοι τοῦτο καὶ τὰς εὐχὰς οὕτω γίνεσθαι κελεύουσιν οἱ τῆς Ἐκκλησίας νόµοι, οὐ τὰς ὑπὲρ τῶν πιστῶν µόνον, ἀλλὰ καὶ τὰς ὑπὲρ τῶν κατηχουµένων. Τοὺς γὰρ πιστοὺς ὁ νόµος διεγείρει πρὸς τὴν τῶν ἀµυήτων ἱκετηρίαν. Ὅταν γὰρ ὁ διάκονος λέγῃ, Ὑπὲρ τῶν κατηχουµένων ἐκτενῶς δεηθῶµεν, οὐδὲν ἄλλο ἢ τὸν δῆµον ἅπαντα τῶν πιστῶν διανίστησιν εἰς τὰς ὑπὲρἐκείνων εὐχάς. Καίτοι γε ἀλλότριοι τέως εἰσὶν οἱ κατηχούµενοι. Οὐδέπω γὰρ τοῦ σώµατός εἰσι τοῦ Χριστοῦ, οὐδέπω µυστηρίων ἐκοινώνησαν, ἀλλ' ἔτι διῃρηµένοι τυγχάνουσι τῆς ἀγέλης τῆς πνευµατικῆς. Εἰ δὲ ὑπὲρ τούτων παρακαλεῖν δεῖ, πολλῷ µᾶλλον ὑπὲρ τῶν µελῶν τῶν ἡµετέρων.∆ ιὰ γὰρ τοῦτο καὶ, Ἐκτενῶς, φησὶ, δεηθῶµεν, ἵνα µὴ ὡς ἀλλοτρίους ἀποποιήσῃ, ἵνα µὴ ὡς ξένους ἀγνοήσῃ. Οὐδέπω γὰρ εὐχὴν ἔχουσι τὴν νενοµισµένην καὶ εἰσενεχθεῖσαν ὑπὸ τοῦ Χριστοῦ· οὐδέπω παῤῥησίαν κέκτηνται, ἀλλ' ἑτέρων δέονται τῶν µυσταγωγηθέντων. Ἔξω γὰρ τῶν βασιλικῶν ἑστήκασιν αὐλῶν, πόῤῥω τῶν ἱερῶν περιβόλων.∆ ιὰ τοῦτο καὶ ἀπελαύνονται, τῶν φρικτῶν εὐχῶν ἐκείνων γινοµένων.∆ ιὰ τοῦτο καὶ σὲ παρακαλεῖ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα µέλη γένωνται σὰ, ἵνα µὴ ἔτι ὦσι ξένοι καὶ ἠλλοτριωµένοι. Τὸ γὰρ,∆ εηθῶµεν, οὐ τοῖς ἱερεῦσι λέγεται µόνον, ἀλλὰ καὶ τοῖς εἰς τὸν λαὸν συντελοῦσιν. Ὅταν γὰρ εἴπῃ, Στῶµεν καλῶς, δεηθῶµεν, πάντας, εἰς τὴν εὐχὴν παρακαλεῖ. Εἶτα ἀρχόµενος τῆς εὐχῆς φησιν· Ἵνα ὁ πανελεήµων καὶ οἰκτίρµων Θεὸς ἐπακούσῃ τῶν δεήσεων αὐτῶν. Ἵνα γὰρ µὴ λέγῃς, Τί δεηθῶµεν; ἠλλοτριωµένοι εἰσὶν, οὐδέπω συνηµµένοι· πόθεν ἔχω δυσωπῆσαι τὸν Θεόν; πόθεν ἔχω πεῖσαι µεταδοῦναι ἐλέου καὶ συγγνώµης αὐτοῖς; ἵνα µὴ ταῦτα ζητῶν ἀπορῇς, ὅρα πῶς σου λύει τὴν ἀπορίαν λέγων· Ἵνα ὁ πανελεήµων καὶ οἰκτίρµων Θεός. Ἤκουσας, Πανελεήµων Θεός; Μὴ ἀπόρει λοιπόν· ὁ γὰρ πανελεήµων πάντας ἐλεεῖ, καὶ ἁµαρτωλοὺς καὶ φίλους. Μὴ τοίνυν λέγε, Πῶς ὑπὲρ αὐτῶν προσέλθω; αὐτὸς ἐπακούσει τῶν δεήσεων αὐτῶν.∆ έησις δὲ κατηχουµένων τίς ἂν εἴη, ἀλλ' ἢ ὥστε µὴ µεῖναι κατηχουµένους; Εἶτα καὶ ὑπαγορεύει τῆς ἱκετηρίας τὸν τρόπον. Τίς δὲ οὗτός ἐστιν; Ἵνα διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν. Μέµυκε γὰρ ἔτι, καὶ βέβυσται. Ὦτα δὲ οὐ ταῦτά φησι τὰ ἔξωθεν, ἀλλὰ τὰ τῆς διανοίας. Ὥστε ἀκοῦσαι ἃ ὀφθαλµὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Οὐδὲ γὰρ ἤκουσαν τῶν ἀποῤῥήτων µυστηρίων, ἀλλὰ πόῤῥω που καὶ µακρὰν ἑστήκασι. Κἂν ἀκούσωσι δὲ, οὐκ ἴσασι τὰ λεγόµενα· συνέσεως γὰρ δεῖται πολλῆς ἐκεῖνα, οὐκ ἀκροάσεως µόνης· τὰς ἔνδον δὲ οὐδέπω ἔχουσιν ἀκοάς.∆ ιὸ καὶ προφητικὸν αὐτοῖς ἐπεύχεται χάρισµα· καὶ γὰρ ὁ προφήτης οὕτως ἔλεγεν· Ὁ Θεὸς δίδωσί µοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ὅτι αὐτὸς ἀνοίγει µου τὸ στόµα, ἔδωκέ µοι πρωῒ, προσέθηκέ µοι ὠτίον ἀκούειν. Ὥσπερ γὰρ οἱ προφῆται ἄλλως ἤκουον παρὰ τοὺς πολλοὺς, οὕτω καὶ οἱ πιστοὶ παρὰ τοὺς κατηχουµένους. Ἐντεῦθεν µανθάνει καὶ ὁ κατηχούµενος, µὴ παρὰ ἀνθρώπων ταῦτα µανθάνειν, µηδὲ ἀκούειν( Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς), ἀλλ' ἄνωθεν ἐκ τῶν οὐρανῶν· Ἔσονται γὰρ πάντες διδακτοὶ Θεοῦ.∆ ιό φησι· Καὶ κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας· ὥστε ἔνδοθεν αὐτοῖς ἐνηχεῖσθαι. Ὡς γὰρ εἰδέναι χρὴ, οὐδέπω ἴσασι τὸν λόγον τῆς ἀληθείας. Ἵνα κατασπείρῃ τὸν φόβον αὐτοῦ ἐν αὐτοῖς. Ἀλλ' οὐκ ἀρκεῖ τοῦτο· τὰ µὲν γὰρ ἔπεσε παρὰ τὴν ὁδὸν, τὰ δὲ ἐπὶ τῆς πέτρας. ϛ ʹ. Ἀλλ' ἡµεῖς οὐχ οὕτως αἰτοῦµεν· ἀλλ' ὥσπερ ἐπὶ γῆς λιπαρᾶς ἀνοίγει τὰς αὔλακας τὸ ἄροτρον, οὕτω καὶ ἐνταῦθα γενέσθαι δεόµεθα, ὥστε νεωθέντας ἐν τῷ βάθει τῆς διανοίας δέξασθαιτὰ καταβαλλόµενα, καὶ πᾶν ὅπερ ἤκουσαν µετὰ ἀκριβείας κατασχεῖν.∆ ιὸ καὶ ἐπάγει λέγων· Καὶ βεβαιώσῃ τὴν πίστιν αὐτοῦ ἐν ταῖς διανοίαις αὐτοῦ. Τουτέστιν, ἵνα µὴ ἐξεπιπολῆς κέηται, ἀλλ' ἵνα κατὰ βάθους βάλῃ τὴν ῥίζαν. Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης.∆ είκνυσι διπλοῦν τὸ κάλυµµα· τὸ µὲν διὰ τὸ µεµυκέναι αὐτῶν τοὺς ὀφθαλµοὺς τῆς διανοίας, τὸ δὲ διὰ τὸ κεκαλύφθαι αὐτοῖς τὸ εὐαγγέλιον.∆ ιὸ ἀνωτέρω µὲν ἔλεγεν· Ἵνα διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν· ἐνταῦθα δὲ, Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης· τουτέστιν, ἵνα καὶ αὐτοὺς σοφοὺς ἐργάσηται καὶ ἐπιτηδείους πρὸς ὑποδοχὴν, καὶ ἵνα διδάξῃ, καὶ καταβάλῃ τὰ σπέρµατα. Ἄν τε γὰρ ἐπιτήδειοι ὦσιν, οὐδὲν ὄφελος, τοῦ Θεοῦ µὴ ἐκκαλύπτοντος· ἄν τε ἀποκαλύψῃ, µὴ δέξωνται δὲ, πάλιν εἰς τὸ αὐτὸ ἡ ζηµία περιίσταται.∆ ιὰ τοῦτο ἀµφότερα αἰτοῦµεν, ἵνα καὶ ἀνοίξῃ τὰς καρδίας, καὶ ἀποκαλύψῃ τὸ εὐαγγέλιον. Οὐδὲ γὰρ, εἰ κόσµος κέοιτο βασιλικὸς ἄνωθεν κεκαλυµµένος, ἔσται τι πλέον ὀφθαλµῶν βλεπόντων· ὥσπερ οὖν οὐδὲ γεγυµνωµένου, τούτων µὴ ἐγρηγορότων. Ταῦτα δὲ ἀµφότερα γίνεται, ἂν ἐκεῖνοι ἕλωνται πρότερον. Τί δή ἐστιν, Εὐαγγέλιον δικαιοσύνης; Τὸ ποιοῦν δικαίους.∆ ιὰ τούτων γὰρ εἰς ἐπιθυµίαν αὐτοὺς ἄγει τοῦ βαπτίσµατος, δεικνὺς ὅτι οὐχ ἁµαρτηµάτων ἀφέσεώς ἐστι µόνον τὸ εὐαγγέλιον, ἀλλὰ καὶδικαιοσύνης ποιητικόν. Ἵνα αὐτοῖς δοίη νοῦν ἔνθεον, σώφρονα λογισµὸν, καὶ ἐνάρετον πολιτείαν. Ἀκουέτωσαν οἱ πιστοὶ, ὅσοι τοῖς βιωτικοῖς εἰσι προσηλωµένοι πράγµασιν. Εἰ γὰρ τοῖς ἀµυήτοις κελευόµεθα ταῦτα αἰτεῖν, ἐννόησον ἐν τίσιν ἡµᾶς εἶναι χρὴ, τοὺς ταῦτα ἑτέροις αἰτοῦντας· καὶ γὰρ ἐφάµιλλον δεῖ τῷ Εὐαγγελίῳ τὴν πολιτείαν ἔχειν.∆ ιὸ δὴ καὶ τῆς εὐχῆς ὁ νόµος ἀπὸ τῶν δογµάτων ἐπὶ τὴν πολιτείαν µεταβαίνει. Εἰπὼν γὰρ, Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης, ἐπήγαγεν· Ἵνα δῷ αὐτοῖς νοῦν ἔνθεον. Τί δέ ἐστιν, ἔνθεον; Ἵνα ὁ Θεὸς οἰκῇ ἐν αὐτῷ· Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐµπεριπατήσω. Ὅταν γὰρ γένηται δίκαιος ὁ νοῦς, ὅταν ἀποδύσηται τὰ ἁµαρτήµατα, οἶκος γίνεται τοῦ Θεοῦ· ὅταν δὲ ὁ Θεὸς ἐνοικῇ, οὐδὲν ἀνθρώπινον ἔσται λοιπόν. Καὶ οὕτω γίνεται ἔνθους ὁ νοῦς, ἅπαντα φθεγγόµενος ἐκεῖθεν, ὥσπερ οὖν καὶ οἶκος τοῦ Θεοῦ ἔνδον οἰκοῦντος. Ὁ αἰσχρολογῶν ἄρα οὐκ ἔχει ἔνθεον νοῦν, οὐδὲ ὁ εὐτραπελίᾳ καὶ γέλωτι χαίρων. Σώφρονα λογισµόν. Καὶ τί ποτέ ἐστι σώφρονα λογισµὸν ἔχειν; Τὸ τὴν ὑγείαν κεκτῆσθαι τὴν κατὰ ψυχήν· ὡς ὅ γε κατεχόµενος ἐπιθυµίᾳ πονηρίας, καὶ πρὸς τὰ παρόντα ἐπτοηµένος, οὐκ ἂν εἴη σώφρων, τουτέστιν, ὑγιής. Καὶ ὥσπερ ὁ νοσῶν καὶ τῶν οὐ προσηκόντων ἐπιθυµεῖ, οὕτω καὶ οὗτος. Καὶ ἐνάρετον πολιτείαν. Τὰ γὰρ δόγµατα πολιτείας χρείαν ἔχει. Ἀκούσατε τούτων, οἱ πρὸς τῷ τέλει τοῦ βίου ἐπὶ τὸ βάπτισµα ἰόντες. Ἡµεῖς µὲν γὰρ εὐχόµεθα, ἵνα µετὰ τὸ βάπτισµα καὶ πολιτείαν σχῆτε· σὺ δὲ σπεύδεις καὶ πάντα ποιεῖς, ὥστε πολιτείας ἔρηµος ἀπελθεῖν. Τί γὰρ, εἰ καὶ δίκαιος γίνῃ, ἀλλ' ἀπὸ τῆς πίστεως µόνης; Ἡµεῖς δὲ καὶ τὴν ἀπὸ τῶν κατορθωµάτων εὐχόµεθα σχεῖν παῤῥησίαν.∆ ιαπαντὸς τὰ αὐτοῦ νοεῖν, τὰ αὐτοῦ φρονεῖν, τὰ αὐτοῦ µελετᾷν. Σώφρονα γὰρ λογισµὸν καὶ ἐνάρετον πολιτείαν οὐ µίαν ἡµέραν οὐδὲ δύο καὶ τρεῖς αἰτοῦµεν µόνον, ἀλλὰ διὰ παντὸς τοῦ βίου καὶ τῆς ζωῆς, καὶ τὴνὑπόθεσιν τῶν ἀγαθῶν ἁπάντων, τὸ τὰ αὐτοῦ φρονεῖν. Οἱ γὰρ πολλοὶ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. Πῶς οὖν τοῦτο ἂν γένοιτο; δεῖ γὰρ µετὰ τῆς εὐχῆς καὶ τὰ παρ' ἑαυτῶν συνεισφέρειν. Ἐὰν ἐν τῷ νόµῳ αὐτοῦ καταγινώµεθα ἡµέρας καὶ νυκτός· διὸ καὶ ἐπάγει τοῦτο αἰτῶν· Ἐν τῷ νόµῳ αὐτοῦ καταγίνεσθαι. Καὶ ὥσπερ ἄνω τὸ,∆ ιαπαντὸς, εἶπεν, οὕτως ἐνταῦθα, Ἡµέρας καὶ νυκτός.∆ ιὸ καὶ αἰσχύνοµαι διὰ τοὺς ἅπαξ τοῦ ἐνιαυτοῦ µόλις ἐν ἐκκλησίᾳ φαινοµένους. Τίνα γὰρ σχοῖεν ἀπολογίαν οἱ δι' ἡµέρας καὶ νυκτὸς οὐχ ἁπλῶς ὁµιλεῖν τῷ νόµῳ, ἀλλὰ καταγίνεσθαι κελευόµενοι, τουτέστι προσαδολεσχεῖν, καὶ µηδὲτὸ πολλοστὸν µέρος τῆς ζωῆς τοῦτο ποιοῦντες, τῶν ἐντολῶν αὐτοῦ µνηµονεύειν, τὰ δικαιώµατα αὐτοῦ φυλάσσειν; ζʹ. Εἶδες σειρὰν ἀρίστην, καὶ πῶς ἕκαστον αὐτῶν τοῦ πλησίον ἔχεται, πάσης χρυσῆς ἁλύσεως ἀσφαλέστερόν τε καὶ εὐπρεπέστερον συγκείµενον; Αἰτήσας γὰρ νοῦν ἔνθεον, λέγει πῶς ἂν γένοιτο οὗτος. Πῶς δ' ἂν γένοιτο; Ἐκ τοῦ διαπαντὸς αὐτὸν µελετᾷν. Τοῦτο δὲ πῶς ἂν συµβαίη; Ἐκ τοῦ τῷ νόµῳ προσέχειν διηνεκῶς. Πῶς δ' ἂν πεισθείησαν ἄνθρωποι τοῦτο, Εἰ τὰς ἐντολὰς αὐτοῦ τηροῖεν· µᾶλλον δὲ ἐκ τοῦ τῷ νόµῳ προσέχειν, καὶ τὸ τὰς ἐντολὰς τηρεῖν γίνεται· ὥσπερ οὖν καὶ ἐκ τοῦ τὰ αὐτοῦ φρονεῖν καὶ ἔνθεον ἔχειν νοῦν, τὸ τὰ αὐτοῦ µελετᾷν. Ἕκαστον γὰρ τῶν εἰρηµένων καὶ συγκατασκευάζει τὸ πλησίον, καὶ συγκατασκευάζεται παρ' αὐτοῦ, συνέχον τε αὐτὸ καὶ συνεχόµενον παρ' αὐτοῦ. Ἔτι ἐκτενέστερον ὑπὲρ αὐτῶν παρακαλέσωµεν. Ἐπειδὴ γὰρ ἐν τῷ µακρῷ λόγῳ καταδαρθάνειν εἴωθεν ἡ ψυχὴ, πάλιν αὐτὴν διανίστησι. Μεγάλα γὰρ βούλεταί τινα αἰτῆσαι πάλιν καὶ ὑψηλά· διό φησιν· Ἔτι ἐκτενέστερον ὑπὲρ αὐτῶν παρακαλέσωµεν. Τί δὲ τοῦτό ἐστιν; Ἵνα ἐξέληται αὐτοὺς ἀπὸ παντὸς πονηροῦ καὶ ἀτόπου πράγµατος. Ἐνταῦθα τὸ µὴ εἰσελθεῖν εἰς πειρασµὸν καὶ τὸ πάσης ἐπιβουλῆς ἀπαλλαγῆναι αἰτοῦµεν αὐτοῖς σωµατικῶν τε ὁµοῦ καὶ πνευµατικῶν· διὸ καὶ ἐπάγει λέγων· Ἀπὸ παντὸς ἁµαρτήµατος διαβολικοῦ, καὶ πάσης περιστάσεως τοῦ Ἀντικειµένου· τοὺς πειρασµοὺς δηλῶν καὶ τὰς ἁµαρτίας. Εὐπερίστατον γὰρ ἡ ἁµαρτία, πάντοθεν ἱσταµένη, ἔµπροσθεν, ὄπισθεν, καὶ οὕτως ἡµᾶς καταβάλλουσα. Ἐπειδὴ γὰρ εἶπεν ἃ δεῖ γενέσθαι παρ' ἡµῶν, ἐν τῷ νόµῳ αὐτοῦ καταγίνεσθαι, τῶν ἐντολῶν αὐτοῦ µνηµονεύειν, τὰ δικαιώµατα αὐτοῦ φυλάττειν· πείθει λοιπὸν, ὅτι οὐδὲ ταῦτα ἀρκεῖ, ἂν µὴ αὐτὸς παρῇ καὶ βοηθῇ. Ἐὰν γὰρ µὴ Κύριος οἰκοδοµήσῃ οἶκον, εἰς µάτην ἐκοπίασαν οἱ οἰκοδοµοῦντες αὐτόν· καὶ µάλιστα ἐπὶ τούτων, οἳ ἔτι πρόκεινται τῷ διαβόλῳ, καὶ ὑπὸ τὴν ἀρχήν εἰσι τὴν αὐτοῦ. Καὶ ἴστε ταῦτα οἱ µεµυηµένοι. Ἀναµνήσθητε γοῦν τῶν ῥηµάτων ἐκείνων, δι' ὧν ἀπετάξασθε αὐτοῦ τῇ τυραννίδι, γόνυ κλίναντες, καὶ πρὸς τὸν Βασιλέα αὐτοµολήσαντες, καὶ τὰφρικώδη ἐκεῖνα φθεγξάµενοι ῥήµατα, δι' ὧν παιδευόµεθα µηδὲν αὐτῷ καθόλου πείθεσθαι. Ἀντικείµενον δὲ αὐτὸν καλεῖ καὶ διάβολον, ἐπειδὴ καὶ Θεὸν πρὸς ἀνθρώπους διαβάλλει, καὶ ἡµᾶς πρὸς Θεὸν, καὶ πάλιν ἡµᾶς αὐτοὺς πρὸς ἀλλήλους· ποτὲ µὲν γὰρ τὸν Ἰὼβ πρὸς τὸν Θεὸν, λέγων· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Κύριον; καὶ πάλιν τὸν Θεὸν πρὸς τὸν Ἰώβ· Πῦρ κατῆλθεν ἐκ τοῦ οὐρανοῦ· καὶ πρὸς τὸν Ἀδὰµ πάλιν τὸν Θεὸν, ὅτε ἔλεγε διανοιχθήσεσθαι αὐτῶν τοὺς ὀφθαλµούς· καὶ πρὸς πολλοὺς τῶν νῦν ἀνθρώπων, λέγων· Οὐ προνοεῖ Θεὸς τῶν ὁρωµένων, ἀλλὰ δαίµοσιν ἀφῆκε τὰ καθ' ὑµᾶς· καὶ πρὸς πολλοὺς δὲ τῶν Ἰουδαίων τὸν Χριστὸν διέβαλε, πλάνον καὶ γόητα καλῶν. Πῶς δὲ ἐνεργεῖ, ἴσως βούλεταί τις ἀκοῦσαι. Ὅταν µὴ εὕρῃ νοῦν ἔνθεον, ὅταν µὴ σώφρονα ψυχὴν, ὅταν µὴ µνηµονεύῃ τῶν ἐντολῶν τοῦ Θεοῦ, µηδὲ φυλάσσῃ τὰ δικαιώµατα αὐτοῦ, τότεαἰχµάλωτον λαβὼν ἄπεισιν. Ὁ γοῦν Ἀδὰµ εἰ ἐµνηµόνευε τῆς ἐντολῆς λεγούσης, Ἀπὸ παντὸς ξύλου φαγῇ, εἰ ἐφύλασσε τὸ δικαίωµα τὸ λέγον, Ἧ ἂν ἡµέρᾳ φάγητε, τότεθανάτῳ ἀποθανεῖσθε· οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν. Ἵνα καταξιώσῃ αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τῆς τοῦ λουτροῦ παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁµαρτιῶν. Τὰ µὲν γὰρ παρόντα αἰτοῦµεν, τὰ δὲ µέλλοντα· καὶ φιλοσοφοῦµεν ὑπὲρ τοῦ λουτροῦ, καὶ ἐν τῇ αἰτήσει παιδεύοµεν αὐτοὺς εἰδέναι αὐτοῦ τὴν ἰσχύν. Ἐντεῦθεν γὰρ ἤδη ὁ λόγος αὐτοὺς συνεθίζει εἰδέναι, ὅτι ἀναγέννησις τὸ πρᾶγµά ἐστι, καὶ πάλιν γεννώµεθα, ὥσπερ ἀπὸ τῆς µήτρας, οὕτως ἀπὸτῶν ὑδάτων· ἵνα µὴ λέγωσι κατὰ τὸν Νικόδηµον, Πῶς δύναταί τις γεννηθῆναι γέρων ὤν; µὴ δύναται εἰς τὴν κοιλίαν τῆς µητρὸς αὐτοῦ εἰσελθεῖν, καὶ γεννηθῆναι ἄνωθεν; Εἶτα, ἐπειδὴ ἄφεσιν εἶπεν ἁµαρτιῶν, διὰ τῶν ἑξῆς αὐτὴν πιστοῦται λέγων· Τοῦ ἐνδύµατος τῆς ἀφθαρσίας. Ὁ γὰρ υἱότητα ἐνδυόµενος, δῆλον ὅτι ἄφθαρτος γίνεται. Τί δέ ἐστιν, Ἐν καιρῷ εὐθέτῳ; Ὅταν εὖ διακείµενος ᾖ, ὅταν µετὰ προθυµίας καὶ πίστεως προσίῃ· τοῦ γὰρ πιστοῦ καιρὸς εὔθετος οὗτός ἐστιν. Ἵνα εὐλογήσῃ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους, πάντα τὸν βίον αὐτῶν. Ἐνταῦθα δὲ καὶ σωµατικόν τι αἰτεῖν κελεύονται, ὡς ἔτι ἀσθενέστεροι ὄντες. Τοὺς οἴκους αὐτῶν, καὶ τὰς οἰκετίας. Τουτέστιν, ἄν τε θεράποντας ἔχωσιν, ἄν τε συγγενεῖς, ἄν τε ἑτέρους τινὰς προσήκοντας. Ταῦτα γὰρ ἦν τῆς Παλαιᾶς τὰ ἔπαθλα· καὶ οὐδὲν οὕτω δεινὸν ἐδόκει εἶναι, ὡς χηρεία, ὡς ἀπαιδία, ὡς τὰ πένθη τὰ ἄωρα, ὡς τὸ ἐν λιµῷ εἶναι, ὡς τὸ µὴ ἐξ οὐρίας τὰ πράγµατα αὐτοῖς φέρεσθαι.∆ ιὰ δὴ τοῦτο καὶ τούτους ἀφίησιν ἐµφιλοχωρεῖν ταῖς αἰτήσεσι ταῖς σωµατικωτέραις, κατὰ µικρὸν αὐτοὺς ἀναβιβάζων. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς ποιεῖ, τοῦτο καὶ ὁ Παῦλος, παλαιῶν µεµνηµένος εὐλογιῶν· ὁ µὲν Χριστὸς, ὅταν λέγῃ· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονοµήσουσι γῆν· ὁ δὲ Παῦλος, Τίµα τὸν πατέρα σου καὶ τὴν µητέρα σου, καὶ ἔσῃ µακροχρόνιος ἐπὶ τῆς γῆς. Τὰ τέκνα αὐτῶν ἵνα αὐξήσας εὐλογήσῃ, καὶ εἰς µέτρον ἡλικίας ἀγαγὼν σοφίσῃ. ηʹ. Πάλιν ἐνταῦθα καὶ σωµατικὸν καὶ πνευµατικὸν, ἅτε νηπιωδέστερον διακειµένοις. Εἶτα τὸ ὕστερον καθόλου πνευµατικόν· Ἵνα κατευθύνῃ αὐτοῖς πάντα τὰ προκείµενα πρὸς τὸ συµφέρον. Οὐ γὰρ ἁπλῶς τὰ προκείµενα, ἀλλὰ πρὸς τὸ συµφέρον. Πολλάκις γὰρ πρόκειται ἀποδηµία, ἀλλ' οὐ συµφέρει· ἕτερόν τι τοιοῦτον, ἀλλ' οὐκ ἔστι λυσιτελοῦν. Ἀπὸ τούτων παιδεύονται ἐν πᾶσιν εὐχαριστεῖν τῷ Θεῷ, ὡς συµφερόντως γινοµένοις. Καὶ µετὰ ταῦτα πάντα ἐγείρεσθαι κελεύει λοιπόν. Πρότερον γὰρ αὐτοὺς χαµαὶ ῥίψας, ὅτε ᾔτησαν ἅπερ ᾔτησαν καὶ παῤῥησίας ἐνεπλήσθησαν, ἀνίστησιν αὐτοὺς ὁ λόγος, καὶ κελεύει λοιπὸν καὶ αὐτοὺςἔχεσθαι τῆς πρὸς τὸν Θεὸν ἱκετηρίας. Τὰ µὲν γὰρ ἡµεῖς λέγοµεν, τὰ δὲ αὐτοῖς ἐπιτρέποµεν, ἤδη τὰς θύρας αὐτοῖς ἀνοίγοντες τοῦ αἰτεῖν· καθάπερ τοὺς παῖδας πρότερον µὲν αὐτοὶ διδάσκοµεν, ἔπειτα δὲ καὶ δι' ἑαυτῶν φθέγγεσθαι κελεύοµεν λέγοντες· Τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε, οἱ κατηχούµενοι. Ἔστι γὰρ ἄγγελος κόλασιν ἔχων, ὡς ὅταν λέγῃ· Ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Ἔστιν ὀλοθρευτής.∆ ιὰ τοῦτο τὸν ἄγγελον τῆς εἰρήνης κελεύοµεν αἰτεῖν, παιδεύοντες, ὃ πάντων ἐστὶ σύνδεσµος τῶν ἀγαθῶν, εἰρήνη, τοῦτο ζητεῖν, ὥστε πάσηςἀπηλλάχθαι µάχης, παντὸς πολέµου, πάσης στάσεως. Εἰρηνικὰ ὑµῖν πάντα τὰ προκείµενα. Κἂν γὰρ φορτικὸν ᾖ τι, εἰρήνην δὲ ἔχῃ, κοῦφόν ἐστι.∆ ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰρήνην τὴν ἐµὴν δίδωµι ὑµῖν. Οὐδὲν γὰρ οὕτως ὅπλον ἰσχυρὸν τῷ διαβόλῳ, ὡς µάχη καὶ ἔχθρα καὶ πόλεµος. Εἰρηνικὴν τὴν παροῦσαν ἡµέραν, καὶ πάσας τὰς ἡµέρας τῆς ζωῆς ὑµῶν αἰτήσασθε. Εἶδες πῶς πάλιν ὁλόκληρον τὸν βίον ἐν ἀρετῇ κελεύει εἶναι; Χριστιανὰ ὑµῶν τὰ τέλη· τὸ κεφάλαιον τῶν ἀγαθῶν, τὸ καλὸν καὶ τὸ συµφέρον. Ὃ γὰρ µὴ καλὸν, οὐδὲ συµφέρον. Ἄλλη γὰρ παρ' ἡµῖν τῶν συµφερόντων ἡ φύσις παρὰ τὴν τῶν πολλῶν ὑπόληψιν. Ἑαυτοὺς τῷ ζῶντι Θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ παραθέσθαι. Οὔπω γὰρ τῶν ὑπὲρ ἑτέρων αὐτοῖς ἐπιτρέποµεν, ἀλλ' ἀγαπητὸν ὑπὲρ αὑτῶν δύνασθαι δεῖσθαι. Εἶδες εὐχὴν ἀπηρτισµένην, καὶ δογµάτων ἕνεκεν καὶ πολιτείας; Ὅταν γὰρ Εὐαγγέλιον εἴπωµεν, ὅταν ἔνδυµα ἀφθαρσίας, ὅταν λουτρὸν παλιγγενεσίας, τὰ δόγµατα εἴποµεν πάντα· ὅταν νοῦν ἔνθεον, ὅταν σώφρονα λογισµὸν, ὅταν τὰ ἄλλα ἅπερ εἰρήκαµεν, τὴν πολιτείαν ᾐνιξάµεθα. Εἶτα κλῖναι τὰς κεφαλὰς κελεύοµεν, τεκµήριον τοῦ τὰς εὐχὰς ἀκουσθῆναι ποιούµενοι τὸ τὸν Θεὸν εὐλογεῖν. Οὐ γὰρ δὴ ἄνθρωπός ἐστιν ὁ εὐλογῶν, ἀλλὰ διὰ τῆς ἐκείνου χ