Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
4.4
Ἐγὼ δὲ µάρτυρα τὸν Θεὸν ἐπικαλοῦµαι ἐπὶ τὴν ἐµὴν ψυχὴν, ὅτι φειδόµενος ὑµῶν, οὐκέτι ἦλ θον εἰς Κόρινθον. αʹ. Τί φὴς, ὦ µακάριε Παῦλε; φειδόµενος αὐτῶν οὐκ ἦλθες εἰς Κόρινθον; Οὐκοῦν ἐναντιολογίαν τινὰ ἡµῖν εἰσάγεις ἐνταῦθα. Ἀνωτέρω µὲν γὰρ ἔλεγες, ὅτι διὰ τοῦτο οὐκ ἦλθες, ἐπειδὴ οὐ κατὰ σάρκα βουλεύῃ, οὐδὲ κύριος εἶ σαυτοῦ, ἀλλ' ὑπὸ τῆς τοῦ Πνεύµατος ἐξουσίαςπανταχοῦ περιάγῃ, καὶ τὰς θλίψεις εἰς µέσον ἦγες· ἐνταῦθα δὲ σὸν φὴς εἶναι τὸ µὴ ἐλθεῖν, οὐκέτι τῆς τοῦ Πνεύµατος ἐξουσίας· καὶ γάρ φησιν, ὅτι Φειδόµενος ὑµῶν, οὐκ ἦλθον εἰς Κόρινθον. Τί οὖν ἔστιν εἰπεῖν; Ἢ ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Πνεύµατος ἦν, καὶ ἠθέλησε µὲν αὐτὸς ἐλθεῖν, ὑπέβαλε δὲ τὸ Πνεῦµα µὴ παραγενέσθαι, τὴν φειδὼ τὴν αὐτῶν προβαλλόµενον· ἢ περὶ ἑτέρας λέγει παρουσίας, δηλῶν ὅτι πρὶν ἢ γράψαι τὴν προτέραν ἐπιστολὴν, ἠθέλησεν ἐλθεῖν, καὶ κατέσχεν ἑαυτὸν δι' ἀγάπην, ὥστε µὴἀδιορθώτοις ἐπιστῆναι. Εἰκὸς δὲ καὶ µετὰ τὴν δευτέραν Ἐπιστολὴν, τοῦ Πνεύµατος µηκέτι κωλύοντος αὐτὸν, ἑκόντα διὰ τὴν αἰτίαν ταύτην µεῖναι. Ὁ καὶ µᾶλλόν ἐστιν ὑποπτεῦσαι, ὅτι παρὰ µὲν τὴν ἀρχὴν τὸ Πνεῦµα ἐκώλυεν· ὕστερον δὲ καὶ αὐτὸς ἐπιλογισάµενος ὅτι τοῦτο βέλτιον, ἔµεινε. Σὺ δέ µοι σκόπει πῶς πάλιν ἑαυτοῦ µέµνηται, ὃ συνεχῶς λέγειν οὐ παύσοµαι, ἀπὸ τῶν ἐναντίων ἑαυτῷ συνιστάµενος. Ἐπειδὴ γὰρ καὶ τοῦτο εἰκὸς ἦν ὑποπτεύειν αὐτοὺς, καὶ λέγειν, ὅτι∆ ιὰ τοῦτο οὐκ ἠθέλησας ἐλθεῖν· ἐµίσησας γὰρ ἡµᾶς· δείκνυσι τοὐναντίον, ὅτι διὰ τοῦτο οὐκ ἠθέλησεν, ἐπειδὴ ἐφίλει αὐτούς. Τί δέ ἐστι τὸ, Φειδόµενος; Ἤκουσα, φησὶν, ὅτι ἐπόρνευσάν τινες παρ' ὑµῖν· οὐκ ἤθελον οὖν ἐλθὼν λυπῆσαι ὑµᾶς. Καὶ γὰρ ἀνάγκη παρόντα ἐξετάσαι τὸ πρᾶγµα, καὶ ἐπεξελθεῖν καὶ κολάσαι, καὶ πολλοὺς ἀπαιτῆσαι δίκην. Βέλτιον οὖν εἶναι ἐνόµισα ἀπεῖναι, καὶ ἐνδοῦναι µετανοῆσαι, ἢ παρὼν ἐπεξελθεῖν, καὶ παροξυνθῆναι µειζόνως. Καὶ γὰρ πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς σαφῶς αὐτὸ παρεδήλωσεν εἰπών· Φοβοῦµαι µή πως ἐλθόντα µε ταπεινώσῃ ὁ Θεός µου πρὸς ὑµᾶς, καὶ πενθήσω πολλοὺς τῶν προηµαρτηκότων, καὶ µὴ µετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳκαὶ ἀκαθαρσίᾳ, ᾗ ἔπραξαν. Τοῦτο τοίνυν καὶ ἐνταῦθα ἐνδείκνυται, καὶ λέγει µὲν αὐτὸς ὡς ἀπολογούµενος, ἐπιστύφει δὲ αὐτοὺς σφοδρότατα, καὶ φοβεῖ. Καὶ γὰρ ᾐνίξατο τιµωρίας ὄντας αὐτοὺς ὑπευθύνους, καί τι καὶ πεισοµένους, εἰ µὴ ταχέως διορθωθεῖεν. Ὃ καὶ αὐτὸ πάλιν ἐν τῷ τέλει τῆς Ἐπιστολῆς φησιν, ὅτι Ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσοµαι. Πλὴν ἀλλ' ἐκεῖ µὲν σαφέστερον, ἐνταῦθα δὲ, ἐπειδὴ προοίµιον ἦν, οὐχ οὕτως αὐτὸ λέγει, ἀλλ' ὑπεσταλµένως· καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ αὐτὸ τοῦτο πάλιν θεραπεύει, ἐπιδιορθώσει κεχρηµένος. Ἐπειδὴ γὰρ ὥσπερ ἐξουσίαν πολλὴν ἐνδεικνυµένου τὸ ῥῆµα ἦν·( φείδεται γάρ τις ἐκείνων, οὓς καὶ κολάσαι κύριός ἐστι), τοῦτο αὐτὸ παραµυθούµενος, καὶ τὸ δοκοῦν εἶναι τραχὺ συσκιάζων φησίν· Οὐχ ὅτι κυριεύοµεν ὑµῶν τῆς πίστεως. Τουτέστι, Οὐ διὰ τοῦτο εἶπον, ὅτι φειδόµενος ὑµῶν οὐκ ἦλθον, ὡς κυριεύων ὑµῶν. Καὶ οὐκ εἶπεν, Ὑµῶν, ἀλλὰ, Τῆς πίστεως· ὃ καὶ πραότερον ἦν καὶ ἀληθέστερον. Τὸν γὰρ µὴ βουλόµενον πιστεῦσαι τίς κύριος ἀναγκάσαι; Ἀλλὰ συνεργοί ἐσµεν τῆς χαρᾶς ὑµῶν. Ἐπειδὴ γὰρ, φησὶν, ἡ χαρὰ ὑµῶν ἡµετέρα ἐστὶν, οὐκ ἦλθον, ἵνα µὴ ἐµβάλω εἰς λύπην ὑµᾶς, καὶ αὐξήσω τὴν ἀθυµίαν τὴν ἐµήν· ἀλλ' ἔµεινα, ἵνα διορθωθέντες ἀπὸ τῆς ἀπειλῆς, εὐφρανθῆτε. Πάντα γὰρ ποιοῦµεν ὑπὲρ τῆς χαρᾶς τῆς ὑµετέρας, καὶ ὑπὲρ τούτου σπεύδοµεν, ἐπειδὴ καὶ αὐτοὶ κοινωνοῦµεν αὐτῇ. Τῇ γὰρ πίστει ἑστήκατε. Ὅρα πάλιν ὑπεσταλµένως διαλεγόµενον.∆ έδοικε γὰρ αὐτῶν καθάψασθαι πάλιν, ἐπειδὴ σφοδρῶς αὐτῶν ἐν τῇ προτέρᾳ καθίκετο Ἐπιστολῇ, καί τινα µεταβολὴν ἐπεδείξαντο· καὶ ἔµελλεν αὐτοὺς τοῦτο ἀνατρέπειν, εἰ µεταβαλλόµενοι πάλιν τὴν αὐτὴν ἐπιτίµησιν ὑπέµενον.∆ ιὸ πολλῷ τῆς προτέρας ἡµερωτέρα αὕτη. Ἔκρινα δὲ ἐµαυτῷ τὸ µὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑµᾶς. Τὸ, Πάλιν, δείκνυσι καὶ ἤδη λυπηθέντα ἐκεῖθεν· καὶ δοκῶν ἀπολογεῖσθαι, λεληθότως αὐτῶν καθάπτεται. Εἰ δὲ καὶ ἤδη ἐλύπησαν, καὶ πάλιν ἔµελλον λυπεῖν, ἐννόησον ὅσην εἰκὸς γενέσθαι τὴν ἀηδίαν. Ἀλλὰ τοῦτο µὲν οὐ λέγει, ὅτι Ἐλυπήσατε· ἑτέρως δὲ µεθοδεύει τὸν λόγον τὸ αὐτὸ τοῦτο αἰνιττόµενος, καὶ λέγων, ὅτι∆ ιὰ τοῦτο οὐκ ἦλθον, ἵνα µὴ λυπήσω ὑµᾶς· ὃ τὴν αὐτὴν µὲν ἰσχὺν ἔχει τούτῳ ᾧ εἶπον, εὐπαράδεκτον δὲ µᾶλλόν ἐστι. Εἰ γὰρ ἐγὼ λυπῶ ὑµᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων µε, εἰ µὴ ὁ λυπούµενος ἐξ ἐµοῦ; Ποία αὕτη ἀκολουθία; Μεγίστη µὲν οὖν. Σκόπει δέ· Οὐκ ἠθέλησα, φησὶν, ἐλθεῖν πρὸς ὑµᾶς, ἵνα µὴ λυπήσω ὑµᾶς πλέον, ἐπιτιµῶν, ἀγανακτῶν, ἀποστρεφόµενος. Εἶτα ἐπειδὴ καὶ αὐτὸ σφοδρὸν ἦν, καὶ κατηγορίαν αὐτῶν εἶχεν, εἴ γε οὕτως ἔζων ὡς Παῦλον λυπεῖν, ἐπιδιορθώσει χρώµενος, φησίν· Εἰ γὰρ ἐγὼ λυπῶ ὑµᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων µε, εἰ µὴ ὁ λυπούµενος ἐξ ἐµοῦ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ δὲ καὶ ἐν λύπῃ ἔµελλον εἶναι, ἀναγκαζόµενος ὑµῖν ἐπιτιµᾷν καὶ ὁρᾷν λυπουµένους, ἀλλ' ὅµως καὶ αὐτὸ τοῦτο ηὔφραινέ µε. Μεγίστης γὰρ τοῦτο ἀγάπης τεκµήριον, τὸ τοσούτου παρ' ὑµῖν ἄξιον εἶναί µε, ὡς δύνασθαι δάκνειν ὑµᾶς ἀποστρεφόµενον. βʹ. Καὶ ὅρα σύνεσιν. Ὃ γὰρ τοῦ νόµου τῶν µαθητῶν ἦν, τὸ ἀλγεῖν καὶ αἰσθάνεσθαι ἐπιτιµωµένους, τοῦτο ὡς χαριζοµένους αὐτοὺς εἰσάγει. Οὐδεὶς γάρ µε οὕτως εὐφραίνει, φησὶν, ὡς ἐκεῖνος ὁ ἐπιστρεφόµενος τῶν ἐµῶν ῥηµάτων, καὶ λυπούµενος ὅταν βλέπῃ µε ὀργιζόµενον. Καίτοι τὸ ἀκόλουθον ἦν εἰπεῖν. Εἰ γὰρ ἐγὼ λυπῶ ὑµᾶς, καὶ τίς ἐστιν ὁ δυνάµενος ὑµᾶς εὐφρᾶναι; ἀλλ' οὐ λέγει τοῦτο, ἀλλ' ἀντιστρέφει πάλιν αὐτὸ, θεραπεύων αὐτοὺς, καὶ λέγων· Εἰ καὶ λυπῶ ὑµᾶς, χάριν µοι παρέχετε κἀν τούτῳ µεγίστην, ὅτι δάκνεσθε ὑπὸ τῶν παρ' ἐµοῦ λεγοµένων. Καὶ γὰρ ἔγραψα ὑµῖν αὐτὸ τοῦτο. Ποῖον; Ὅτι διὰ τοῦτο οὐκ ἦλθον, φειδόµενος ὑµῶν. Πότε ἔγραφεν; ἐν τῇ προτέρᾳ, ὅτε ἔλεγεν· Οὐ θέλω ὑµᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν; Οὐκ ἔγωγε οἶµαι, ἀλλ' ἐν αὐτῇ τῇ Ἐπιστολῇ, ὅτε εἶπε. Μὴ ἐλθόντα µε πάλιν ταπεινώσῃ ὁ Θεός µου πρὸς ὑµᾶς. Ἔγραψα οὖν αὐτὸ τοῦτο πρὸς τῷ τέλει, φησί· Μή πως ἐλθόντα µε ταπεινώσῃ ὁ Θεός µου, καὶ πενθήσω πολλοὺς τῶν προηµαρτηκότων.∆ ιὰ τί δὲ ἔγραφες; Ἵνα µὴ ἐλθὼν λύπην σχῶ ἀφ' ὧν ἔδει µε χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑµᾶς, ὅτι ἡ ἐµὴ χαρὰ πάντων ὑµῶν ἐστιν. Ἐπειδὴ γὰρ εἶ πεν, ὅτι Εὐφραίνοµαι, ἀλγούντων ὑµῶν, καὶ ἔτι αὐθαδέστερον τοῦτο ἦν καὶ τραχύτερον, πάλιν αὐτὸ ἀνέστρεψεν ἑτέρως, καὶἡµερώτερον αὐτὸ ἐποίησεν οἷς ἐπήγαγε.∆ ιὰ τοῦτο γὰρ, φησὶ, προέγραψα ὑµῖν, ἵνα µὴ ἐν ὀδύνῃ ὑµᾶς εὕρω µὴ διορθωθέντας.∆ ιὰ τοῦτο εἶπον, Ἵνα µὴ λυπηθῶ, οὐ τὸ ἐµαυτοῦ σκοπῶν, ἀλλὰ τὸ ὑµέτερον. Οἶδα γὰρ, ὅτι ἐὰν ἴδητε χαίροντα, χαίρετε· κἂν θεάσησθε ἀλγοῦντα, ἀλγεῖτε. Ὅρα τοίνυν ἄνωθεν τὴν ἀκολουθίαν τῶν εἰρηµένων· οὕτω γὰρ εὐµαθέστερος ἡµῖν ἔσται ὁ λόγος. Οὐκ ἦλθον, φησὶν, ἵνα µὴ λυπήσω ὑµᾶς, ἀδιορθώτους εὑρών. Τοῦτο δὲ ἐποίουν, οὐ τὸ ἐµαυτοῦ σκοπῶν, ἀλλὰ τὸ ὑµέτερον. Ἐγὼ µὲν γὰρ λυπουµένων ὑµῶν, ἔχω ἡδονὴν οὐ µικρὰν, ὅταν ἴδω τοσοῦτον ἐµοῦ φροντίζοντας, ὡς καὶ λυπεῖσθαι καὶ ἀλγεῖν ἀγανακτοῦντος ἐµοῦ. Τίς γάρ ἐστιν ὁ εὐφραίνων µε, εἰ µὴ ὁ λυπούµενος ἐξ ἐµοῦ; Πλὴν ἀλλὰ καὶ οὕτω διακείµενος, ἐπειδὴ τὸ ὑµέτερον σκοπῶ, ἔγραψα ὑµῖν τὸ αὐτὸ τοῦτο, ἵνα µὴ λυπηθῶ· καὶ ἐν τούτῳ πάλιν οὐ τὸ ἐµὸν σκοπῶν, ἀλλὰ τὸ ὑµέτερον. Οἶδα γὰρ ὅτι καὶ ὑµεῖς µέλλετε λυπεῖσθαι, ἀλγοῦντά µε ὁρῶντες, ὥσπερ οὖν καὶ εὐφραίνεσθαι, χαίροντα θεωροῦντες. Σκόπει τοίνυν σύνεσιν· Εἶπεν· Ἵνα µὴ λυπήσω οὐκ ἦλθον, καίτοι γε εὐφραίνοµαι, φησίν. Εἶτα ἵνα µὴ δόξῃ ἐκείνων ἀλγούντων εὐφραίνεσθαι, Κατὰ τοῦτο, φησὶ, χαίρω, καθὸ καθάπτοµαι· ἐπεὶ καθ' ἕτερον λυποῦµαι, ὅταν τοὺς οὕτω φιλοῦντας ἀναγκάζωµαι λυπεῖν, οὐ τούτῳ µόνον τῷ ἐπιτιµᾷν, ἀλλὰ τῷ καὶ αὐτὸς ἐν λύπῃ εἶναι, καὶ ὑµᾶςδιὰ τούτου πάλιν λυπεῖν. Σκόπει δὲ πῶς αὐτὸ καὶ µετ' ἐγκωµίου τίθησι λέγων· Ἀφ' ὧν ἔδει µε χαίρειν. Τοῦτο γὰρ γνησιότητα µαρτυροῦντός ἐστι, καὶ πολλὴν φιλοστοργίαν· ὡς ἂν εἰ περὶ υἱῶν τις εἶπε πολλὰ εὐεργετηθέντων, καὶ περὶ οὓς ἐπόνησεν. Εἰ τοίνυν διὰ τοῦτο γράφω, καὶ οὐκ ἔρχοµαι, µέγα τι οἰκονοµῶν οὐκ ἔρχοµαι, καὶ οὐ µισῶν οὐδὲ ἀποστρεφόµενος, ἀλλὰ καὶ σφόδρα φιλῶν. Εἶτα, ἐπειδὴ εἶπεν, ὅτι Ὁ λυπῶν εὐφραίνει, ἵνα µὴ λέγωσι· Τοῦτο οὖν αὐτὸ σπουδάζεις, ἵνα εὐφραίνῃ καὶ ἐπιδείξῃ πᾶσι πόσην ἔχῃς ἰσχύν; ἐπήγαγεν· Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑµῖν διὰ πολλῶν δακρύων· οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑµᾶς. Τί ταύτης φιλοστοργότερον τῆς ψυχῆς; Αὐτῶν γὰρ τῶν ἡµαρτηκότων οὐκ ἔλαττον, ἀλλὰ καὶ πολλῷ πλέον δείκνυσιν ἑαυτὸν ἀλγήσαντα. Οὐ γὰρ, Ἀπὸ θλίψεως, φησὶ µόνον, ἀλλ', Ἀπὸ πολλῆς· οὐδὲ,∆ ακρύων, ἀλλὰ∆ ιὰ πολλῶν δακρύων καὶ συνοχῆς καρδίας· τουτέστιν, Ἀπηγχονιζόµην, ἀπεπνιγόµην ὑπὸ τῆς ἀθυµίας· καὶ µηκέτι φέρων τῆς ἀθυµίας τὸ νέφος, ἔγραψα ὑµῖν· Οὐχ ἵνα λυπηθῆτε, ἀλλ' ἵνα γνῶτε τὴν ἀγάπην, φησὶν, ἣν ἔχω περισσοτέρως εἰς ὑµᾶς. Καίτοι τὸ ἀκόλουθον ἦν εἰπεῖν· Οὐχ ἵνα λυπηθῆτε, ἀλλ' ἵνα διορθωθῆτε· καὶ γὰρ διὰ τοῦτο ἔγρα ψεν· ἀλλ' οὐ λέγει τοῦτο, ἀλλὰ καταγλυκαίνων µᾶλλον τὸν λόγον, καὶ εἰς µεῖζον φίλτρον αὐτοὺς ἐπισπώµενος, τοῦτο ἀντ' ἐκείνου τίθησι, δεικνὺς ὅτι πάνταἀπὸ ἀγάπης ποιεῖ. Καὶ οὐχ ἁπλῶς φησιν, Ἀγάπην, ἀλλ', Ἣν ἔχω περισσοτέρως εἰς ὑµᾶς. Βούλεται γὰρ αὐτοὺς καὶ ταύτῃ ἐπισπάσασθαι, τῷ δεῖξαι ὅτι πλέον πάντων αὐτοὺς φιλεῖ, καὶ ὡς περὶ ἐξαιρέτους µαθητὰς διάκειται.∆ ιό φησιν· Εἰ καὶ ἄλλοις οὐκ εἰµὶ ἀπόστολος, ἀλλά γε ὑµῖν εἰµι· καὶ, Ἐὰν πολλοὺς παιδαγωγοὺς ἔχητε, ἀλλ' οὐ πολλοὺς πατέρας· καὶ πάλιν, Ἐν χάριτι Θεοῦ ἀνεστράφηµεν ἐν τῷ κόσµῳ, περισσοτέρως δὲ πρὸς ὑµᾶς· καὶ προϊών φησι· Καὶ περισσοτέρως ὑµᾶς ἀγαπῶν, ἧττον ἀγαπῶµαι· καὶ ἐνταῦθα, Ἣν ἔχω περισσοτέρως εἰς ὑµᾶς. γʹ. Ὥστε εἰ καὶ θυµοῦ τὰ ῥήµατα ἔγεµεν, ἀλλ' ἐξ ἀγάπης ἦν πολλῆς καὶ ὀδύνης ὁ θυµός. Καὶ γράφων τὴν Ἐπιστολὴν, ἔπασχον, ἤλγουν, οὐχ ὅτι ἡµαρτήκατε µόνον, ἀλλ' ὅτι καὶ ἠναγκαζόµην λυπεῖν. Καὶ τοῦτο δὲ αὐτὸ ἐξ ἀγάπης· ὥσπερ ἂν ἔχων τις παῖδα γνήσιον σηπεδόνα ἔχοντα, ἀναγκαζόµενος τέµνειν καὶ καίειν, δι' ἀµφότερα πάσχοι, καὶ ὅτι νοσεῖ, καὶ ὅτι ἀναγκάζεταιαὐτὸν τέµνειν. Ὥστε ὃ νοµίζετε εἶναι τοῦ µισεῖν ὑµᾶς σηµεῖον, τοῦτο τοῦ σφόδρα φιλεῖν ἦν. Εἰ δὲ τὸ λυπῆσαι ἐξ ἀγάπης, πολλῷ µᾶλλον τὸ εὐφραίνεσθαι λυπουµένων. Ἀπολογησάµενος τοίνυν ὑπὲρ ἑαυτοῦ( καὶ γὰρ ἀπολογεῖται πολλαχοῦ· καὶ οὐκ αἰσχύνεται· εἰ γὰρ ὁ Θεὸς αὐτὸ ποιεῖ λέγων, Λαός µου, τί ἐποίησά σοι; πολλῷ µᾶλλον Παῦλος)· ἀπολογησάµενος οὖν ὑπὲρ ἑαυτοῦ, καὶ µέλλων µετιέναι λοιπὸν ἐπὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ τοῦ πεπορνευκότος· ἵνα µὴ διαστραφῶσιν ὡς τἀναντία κελευόµενοι, καὶ προσφιλονεικήσωσιν, ἐπειδὴ αὐτὸς ἦν ὁ καὶ τότε ὀργισθεὶς, καὶ νῦν κελεύων αὐτὸν ἀφιέναι· ὅρα πῶς αὐτὸ προῳκονόµησεν, ἀπό τε τῶν εἰρηµένων, ἀπό τε τῶν ῥηθησοµένων. Τί γάρ φησιν; Εἰ δέ τις λελύπηκεν, οὐκ ἐµὲ λελύπηκε. Πρῶτον αὐτοὺς ἐπαινέσας, ὡς τὰ αὐτὰ χαίροντας, καὶ τὰ αὐτὰ λυπουµένους, τότε ἐµβάλλει εἰς τὸν περὶ τούτου λόγον, εἰπὼν πρῶτον, ὅτι Ἡ ἐµὴ χαρὰπάντων ὑµῶν ἐστιν. Εἰ δὲ ἡ χαρὰ πάντων ὑµῶν χαρὰ, δεῖ µετ' ἐµοῦ καὶ νῦν ἡσθῆναι, ὥσπερ ἠλγήσατε µετ' ἐµοῦ τότε. Καὶ γὰρ δι' ὧν ἐλυπήθητε, ηὐφράνατε· καὶ δι' ὧν χαίρετε νῦν, ἂν ἄρα ἡσθῆτε, τὸ αὐτὸ ποιήσετε. Καὶ οὐκ εἶπεν, Ἡ ἐµὴ λύπη πάντων ὑµῶν ἐστιν· ἀλλ' ἐν τοῖς ἄλλοις κατασκευάσας τοῦτο, νῦν µόνον οὗ ἔχρῃζε, τοῦτο τέθεικε, τὴν χαρὰν, εἰπὼν, ὅτι Ἡ ἐµὴ χαρὰ πάντων ὑµῶν ἐστιν. Εἶτα καὶ τῶν προτέρων µέµνηται λέγων· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐµὲ λελύπηκεν, ἀλλὰ ἀπὸ µέρους, ἵνα µὴ ἐπιβαρῶ πάντας ὑµᾶς. Οἶδα, φησὶν, ὅτι συνωργίσθητέ µοι καὶ συνηγανακτήσατε ἐπὶ τῷ πεπορνευκότι, καὶ ἐκ µέρους πάντας ὑµᾶς ἐλύπησε τὸ συµβάν.∆ ιὰ τοῦτο δὲ εἶπον, Ἐκ µέρους, οὐχ ὡς ὑµῶν ἐλάττονα ἀλγησάντων, ἢ ἐγὼ, ἀλλ' ἵνα µὴ βαρήσω ἐκεῖνον τὸν πορνεύσαντα. Οὐκ ἐµὲ τοίνυν µόνον ἐλύπησεν, ἀλλὰ καὶ ὑµᾶς ὁµοίως, καὶ φειδόµενος αὐτοῦ εἶπον· Ἀπὸ µέρους. Εἶδες πῶς αὐτῶν εὐθέως ἐχάλασε τὸν θυµὸν, δείξας καὶ τῆς ἀγανακτήσεως κοινωνοὺς γενοµένους; Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιµία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Καὶ οὐ λέγει, Τῷ πεπορνευκότι, ἀλλὰ πάλιν, Τῷ τοιούτῳ, ὡς καὶ ἐν τῇ προτέρᾳ· ἀλλ' οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ' ἐκεῖ µὲν αἰσχυνόµενος, ἐνταῦθα δὲ φειδόµενος.∆ ιὸ οὐδὲ µέµνηται λοιπὸν οὐδαµοῦ τῆς ἁµαρτίας· καιρὸς γὰρ ἀπολογίας ἦν. Ὥστε τοὐναντίον µᾶλλον ὑµᾶς χαρίσασθαι καὶ παρακαλέσαι, µή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Οὐ γὰρ µόνον κελεύει λῦσαι τὴν ἐπιτίµησιν, ἀλλὰ καὶ ἐπὶ τὰ πρότερα ἐπανάγει. Τὸν γὰρ µαστιγωθέντα ἂν µόνον τις ἀφῇ, καὶ οὐ θεραπεύσῃ, οὐδὲν ἐποίησεν. Ὅρα δὲ πῶς κἀκεῖνον πάλιν καταστέλλει, ἵνα µὴ τῇ συγχωρήσει γένηται χείρων. Εἰ γὰρ καὶ ἐξωµολογήσατο, καὶ µετενόησε, δείκνυσιν ὅτι οὐ τοσοῦτον ἀπὸ τῆς µετανοίας, ὅσον ἀπὸ τῆς δωρεᾶς λαµβάνει τὴν ἄφεσιν.∆ ιό φησι· Χαρίσασθαι καὶ παρακαλέσαι. Καὶ τὸ ἑξῆς πάλιν τὸ αὐτὸ δηλοῖ. Οὐ γὰρ ἐπειδὴ ἄξιός ἐστιν, οὐδὲ ἐπειδὴ ἀρκοῦσαν µετάνοιαν ἐπεδείξατο, ἀλλ' ἐπειδὴ ἀσθενής ἐστι, διὰ τοῦτό φησιν· Ἀξιῶ· διὸ καὶ ἐπήγαγε, Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Τοῦτο δὲ καὶ µαρτυροῦντος ἦν αὐτῷ πολλὴν τὴν µετάνοιαν, καὶ οὐκ ἀφιέντος εἰς ἀπόνοιαν ἐλθεῖν. Τί δέ ἐστι τὸ, Καταποθῇ; Ἢ τοῦτο ποιήσας ὅπερ καὶ Ἰούδας ἐποίησεν, ἢ καὶ ἐν τῷ ζῇν χείρων γενόµενος. Κἂν γὰρ ἀποσκιρτήσῃ, φησὶ, τῷ µὴ φέρειν ἐπιπλέον τὴν ἐκ τῆς ἐπιτεινοµένης ἐπιπλήξεως ὀδύνην· πολλάκις καὶ ἀπογνοὺς, ἢ εἰς ἀγχόνην, ἢ εἰς µείζονα λοιπὸν ἥξει κακίαν.∆ εῖ τοίνυν προκαταλαβεῖν, ἵνα µὴ χαλεπώτερον τὸ ἕλκος γένηται, µηδὲ, ὅπερ κατωρθώσαµεν, ἀπολέσωµεν τῇ ἀµετρίᾳ. Ταῦτα δὲ ἔλεγεν, ἐκεῖνον, ὅπερ ἔφθην εἰπὼν, καὶ καταστέλλων καὶ παιδεύων µὴ γενέσθαι µετὰ τὴν ἄφεσιν ῥᾳθυµότερον. Οὐ γὰρ ὡς ἀπονιψάµενον τέλεον, ἀλλ' ὡς δεδοικὼς µὴ χαλεπώτερόν τι ἐργάσηται, οὕτω ἐδεξάµην, φησίν. Ὅθεν µανθάνοµεν, ὅτι οὐ δεῖ µόνον πρὸς τὴν φύσιν τῶν ἁµαρτηµάτων, ἀλλὰ καὶ πρὸς τὴν διάνοιαν καὶ τὴν ἕξιν τῶν ἁµαρτανόντων τὴν µετάνοιαν ὁρίζειν· ὃ καὶ τότε ὁ Ἀπόστολος ἐποίησε. Καὶ γὰρ ἐφοβεῖτο αὐτοῦ τὸ ἀσθενές· καὶ διὰ τοῦτο ἔλεγε, Μὴ καταποθῇ, ὡς ἐπὶ θηρίου, ὡς ἐπὶ χειµῶνος, ὡς ἐπὶ κλύδωνος.∆ ιὸ παρακαλῶ ὑµᾶς. Οὐκέτι ἐπιτάττει, ἀλλὰ παρακαλεῖ, οὐχ ὡς διδάσκαλος, ἀλλ' ὡς ὁµότιµος, κἀκείνους ἐπὶ τοῦ θρόνου καθίσας τοῦ δικαστικοῦ, ἑαυτὸν ἔστησεν ἐντάξει συνηγόρου. Ἐπειδὴ γὰρ κατώρθωσεν ὅπερ ἐβούλετο, ἀπλήστως ὑπὸ χαρᾶς τῇ ἱκετηρίᾳ κέχρηται. Καὶ τί ποτέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ µοι; Κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Τουτέστι, βεβαιῶσαι, µὴ ἁπλῶς µηδὲ ὡς ἔτυχε προσέσθαι. Τοῦτο δὲ πάλιν µαρτυροῦντός ἐστιν αὐτοῖς ἀρετὴν µεγίστην· εἴ γε οἱ οὕτω φιλοῦντες αὐτὸν καὶ συγκροτοῦντες, ὡς καὶ φυσιωθῆναι, οὕτως ἀπεστράφησαν, ὡς τοσαῦτα κάµνειν τὸν Παῦλον, ἵνα κυρώσωσινεἰς αὐτὸν ἀγάπην. Τοῦτο ἀρετὴ µαθητῶν, τοῦτο ἀρετὴ διδασκάλων, τὸ οὕτως ἐκείνους εὐηνίους εἶναι, τὸ οὕτως αὐτὸν ῥυθµίζειν αὐτούς. Τοῦτο εἰ καὶ νῦν ἐγίνετο, οὐκ ἂν οἱ ἁµαρτάνοντες ἀναισθήτως ἐπληµµέλησαν. Οὔτε γὰρ φιλεῖν ἁπλῶς δεῖ, οὔτε ἀποστρέφεσθαι ἄνευ λόγου τινός. Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑµῖν, ἵνα γνῶ τὴν δοκιµὴν ὑµῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε· µὴ µόνον ἐν τῷ ἀποτέµνειν, ἀλλὰ καὶ ἐν τῷ συνάπτειν. Εἶδες πῶς πάλιν καὶ ἐνταῦθα αὐτοῖς περιίστησι τὸν ἀγῶνα; Ὥσπερ γὰρ, ἡνίκα ἥµαρτεν, ἐναγωνίους αὐτοὺς ἐποίησεν, εἰ µὴ ἐκτέµοιεν, εἰπὼν, Μικρὰ ζύµη ὅλον τὸ φύραµα ζυµοῖ, καὶ ἕτερα πλείονα· οὕτω καὶ ἐνταῦθα πάλιν τὸν τῆς παρακοῆς αὐτοῖς ἐφίστησι φόβον, µονονουχὶ λέγων, ὅτι Ὥσπερ τότε οὐχ ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ ὑπὲρ ὑµῶν, καὶ νῦν οὐχὑπὲρ ἐκείνου µᾶλλον ἢ ὑµῶν αὐτῶν βουλευτέον ὑµῖν ἐστι, µὴ δόξητε φιλόνεικοί τινες εἶναι καὶ ἀπάνθρωποι, καὶ οὐκ ἐν ἅπασιν ὑπήκοοι.∆ ιό φησιν, Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑµῖν, ἵνα γνῶ τὴν δοκιµὴν ὑµῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. Ἐκεῖνο µὲν γὰρ ἔδοξεν ἂν καὶ φθόνου εἶναι, καὶ βασκανίας· τοῦτο δὲ δείκνυσιν καθαρὰν µάλιστα τὴν ὑπακοὴν, καὶ εἰ πρὸς φιλανθρωπίαν ἐστὲ ἐπιτήδειοι. Τοῦτο γὰρ µαθητῶν εὐγνωµόνων, τὸ µὴ µόνον ἐκεῖνα, ἀλλὰ καὶ τὰ ἐναντία κελεύσαντι πείθεσθαι.∆ ιὰ τοῦτο εἶπεν, Εἰς πάντα, δεικνὺς ὅτι, ἐὰν µὴ ὑπακούσωσιν, οὐχ οὕτως ἐκεῖνον ὡς ἑαυτοὺς καταισχύνουσι, φιλονείκων λαµβάνοντες δόξαν. Ποιεῖ δὲ τοῦτο, ἵνα κἀντεῦθεν αὐτοὺς ὠθήσῃ πρὸς τὸ πεισθῆναι· διὸ καὶ λέγει, Εἰς τοῦτο γὰρ ἔγραψα ὑµῖν. Καίτοι οὐ διὰ τοῦτο ἔγραψε, λέγει δὲ διὰ τοῦτο, ὥστε αὐτοὺς ἐπισπάσασθαι· τὸ γὰρ προηγούµενον ἦν ἡ ἐκείνου σωτηρία. Ἀλλ' ἔνθα µηδὲν βλάπτεται, κἀκείνοις χαρίζεται. Τῷ δὲ εἰπεῖν, Εἰς πάντα, πάλιν ἐγκωµιάζει, τῆς προτέρας ὑπακοῆς ἀναµνήσας, καὶ εἰς µέσον αὐτὴν ἀγαγών. Ὧ δέ τι χαρίζεσθε, κἀγώ. Ὁρᾷς πῶς πάλιν τὰ δευτερεῖα ἑαυτῷ δίδωσιν, ἐκείνους µὲν ἄρχοντας, ἑαυτὸν δὲ ἑπόµενον δεικνύς; Τοῦτό ἐστι µαλάξαι τραχυνοµένην γνώµην, τοῦτο ἐκλῦσαι φιλονεικοῦσαν. Εἶτα ἵνα µὴ ὑπτίους ποιήσῃ, ὡς κυρίους ὄντας, καὶ µὴ ἀφῶσιν αὐτὸν, πάλιν αὐτοὺς ἄγχει πρὸς τοῦτο, λέγων, ὅτι καὶ αὐτὸς ἐχαρίσατο. Καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισµαι, ὃ κεχάρισµαι, δι' ὑµᾶς. Καὶ τοῦτο γὰρ αὐτὸ δι' ὑµᾶς ἐποίησα, φησί. Καὶ ὥσπερ ἡνίκα ἐκέλευεν ἀποτεµεῖν, οὔτε ἀφῆκεν αὐτοὺς γενέσθαι κυρίους χαρίσασθαι, εἰπὼν, Ἤδη κέκρικα παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, καὶ ἔλαβε πάλιν κοινωνοὺς αὐτοὺς τῆς ψήφου εἰπὼν, Συναχθέντων ὑµῶν παραδοῦναι αὐτὸν, δύο τὰ µέγιστα κατασκευάζων, καὶ τὸ ἐξενεχθῆναι τὴν ἀπόφασιν, καὶτὸ µὴ χωρὶς ἐκείνων, ὥστε µὴ δόξαι ταύτῃ πλήττειν, καὶ οὔτε µόνος αὐτὴν ἐκφέρει, ἵνα µὴ νοµίσωσιν αὐθάδη εἶναι καὶ ὑπερῶφθαι αὐτοὶ, οὔτε τὸ πᾶν αὐτοῖςἐπιτρέπει, ἵνα µὴ κύριοι γενόµενοι προδῶσι τὸν ἡµαρτηκότα, ἀκαίρως αὐτῷ χαριζόµενοι· οὕτω καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Ἐγὼ ἤδη ἐχαρισάµην, ὃς ἐν τῇ προτέρᾳ ἤδη κέκρικα Εἶτα ἵνα µὴ πληγῶσιν, ὡς ὑπεροφθέντες, φησὶ,∆ ι' ὑµᾶς. Τί οὖν; δι' ἀνθρώπους συνεχώρησεν; Οὐχί· διὰ γὰρ τοῦτο καὶ προσέθηκεν, Ἐν προσώπῳ Χριστοῦ. Τί ἐστιν, Ἐν προσώπῳ Χριστοῦ; Ἢ κατὰ Θεὸν, φησὶν, ἢ εἰς δόξαν τοῦ Χριστοῦ. Ἵνα µὴ πλεονεκτηθῶµεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήµατα ἀγνοοῦµεν. Εἶδες πῶς καὶ τὴν ἐξουσίαν αὐτοῖς ἐπιτρέπει, καὶ πάλιν ἀφαιρεῖται αὐτὴν, ἵνα ἐκείνῳ µὲν µαλάξῃ, τούτῳ δὲ τὸ αὔθαδες αὐτῶν ἐκκόψῃ; Οὐ τοῦτο δὲ µόνον ἐντεῦθεν κατασκευάζει, ἀλλὰ καὶ τὸ δεῖξαι κοινὴν τὴν βλάβην οὖσαν, εἰ παρακούσαιεν· ὅπερ καὶ ἐν ἀρχῇ πεποίηκε. Καὶ γὰρ τότε ἔλεγε, Μικρὰ ζύµη ὅλον τὸ φύραµα ζυµοῖ· καὶ ἐνταῦθα πάλιν, Ἵνα µὴ πλεονεκτηθῶµεν ὑπὸ τοῦ σατανᾶ. Καὶ πανταχοῦ καὶ αὐτοῦ καὶ ἐκείνων ποιεῖ τὴν ἄφεσιν. εʹ. Σκόπει δὲ ἄνωθεν· Εἰ δέ τις λελύπηκε, φησὶν, οὐκ ἐµὲ λελύπηκεν, ἀλλ' ἀπὸ µέρους, ἵνα µὴ ἐπιβαρῶ πάντας ὑµᾶς· εἶτα πάλιν, Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιµία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Τοῦτο αὐτοῦ ψῆφος καὶ γνώµη. Ἀλλ' οὐκ ἔστη µέχρι τῆς ψήφου, ἀλλὰ πάλιν αὐτοὺς κοινωνοὺς ποιεῖ, λέγων· Ὥστε τοὐναντίον µᾶλλον ὑµᾶς χαρίσασθαι καὶ παρακαλέσαι.∆ ιὸ παρακαλῶ ὑµᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Πάλιν ἐκείνων τὸ ὅλον ποιήσας, εἰς τὴν ἐξουσίαν τὴν ἑαυτοῦ µεταβαίνει, λέγων· Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑµῖν, ἵνα γνῶ τὴν δοκιµὴν ὑµῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. Εἶτα πάλιν αὐτῶν ποιεῖ τὴν χάριν, λέγων, Ὧ δέ τι χαρίζεσθε· εἶτα αὐτοῦ, Καὶ ἐγὼ, λέγων, εἴ τι κεχάρισµαι, δι' ὑµᾶς· εἶτα καὶ ἐκείνων καὶ ἑαυτοῦ· Καὶ γὰρ ἐγὼ, φησὶν, εἴ τι κεχάρισµαι, δι' ὑµᾶς ἐν προσώπῳ Χριστοῦ· ἢ εἰς δόξαν Χριστοῦ, ἢ ὡς τοῦ Χριστοῦ καὶ τοῦτο κελεύοντος· ὃ µάλιστα αὐτοὺς ἔπειθε. Καὶ γὰρ ἐδεδοίκεισαν λοιπὸν µὴ χαρίσασθαι πρᾶγµα εἰς δόξαν αὐτοῦ διαβαῖνον, καὶ αὐτῷ δοκοῦν. Εἶτα πάλιν τὸ κοινὸν βλάβος, εἰ παρακούσαιεν, τίθησι λέγων, Ἵνα µὴ πλεονεκτηθῶµεν ὑπὸ τοῦ σατανᾶ· καλῶς πλεονεξίαν ὀνοµάσας· οὐ γὰρ τὰ αὐτοῦ λαµβάνει λοιπὸν, ἀλλὰ τὰ ἡµῶν ἁρπάζει. Μὴ δέ µοι τοῦτο εἴπῃς, ὅτι οὗτος µόνος θηριάλωτος γίνεται, ἀλλὰ καὶ τοῦτο σκόπησον, ὅτι ἐλαττοῦται τῆς ἀγέλης ὁ ἀριθµὸς, καὶ νῦν µάλιστα, ὅτεδύναται ὅπερ ἀπέβαλεν ἀνακτήσασθαι. Οὐ γὰρ αὐτοῦ τὰ νοήµατα ἀγνοοῦµεν· ὅτι καὶ προσχήµατι εὐλαβείας ἀπόλλυσιν. Οὐ γὰρ µόνον τῷ εἰς πορνείαν ἀγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τοῦ ἐναντίου δύναται διαφθεῖραι, τῆς ἀµέτρου λύπης τῆς ἐπὶ τῇ µετανοίᾳ. Ὅταν οὖν µετὰ τῶν ἰδίων καὶ τοὺς ἡµετέρους λαµβάνῃ, ὅταν καὶ ἁµαρτάνειν κελεύων ἀπολλύῃ, καὶ µετανοεῖν κελευόντων ἡµῶν ἁρπάζῃ, πῶςοὐχὶ πλεονεξία τὸ πρᾶγµα; Οὐ γὰρ ἀρκεῖ αὐτῷ δι' ἁµαρτίας καταβάλλειν, ἀλλὰ καὶ διὰ µετανοίας, ἂν µὴ νήφωµεν, τοῦτο ποιεῖ.∆ ιὸ καὶ πλεονεξίαν εἰκότως ἐκάλεσεν, ὅταν καὶ διὰ τῶν ἡµετέρων κρατῇ. Τὸ γὰρ δι' ἁµαρτίας λαµβάνειν, ἴδιον αὐτοῦ ἐστι· τὸ µέντοι διὰ µετανοίας, οὐκέτι· ἡµέτερον γὰρ, οὐκ ἐκείνου τὸ ὅπλον. Ὅταν οὖν καὶ ἐντεῦθεν δύνηται λαµβάνειν, σκόπησον πῶς ἡ ἧττα αἰσχρὰ, πῶς ὡς ἀσθενῶν καὶ ταλαιπώρων καταγελάσεται καὶ καταδραµεῖται, εἴγε τοῖς ἡµετέροις ὅπλοις ἡµᾶς µέλλει χειροῦσθαι. Καὶ γὰρ σφόδρα καταγέλαστον καὶ τῆς ἐσχάτης αἰσχύνης, διὰ τῶν ἡµετέρων φαρµάκων τὰ τραύµατα αὐτὸν κατασκευάζειν.∆ ιὰ τοῦτο ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήµατα ἀγνοοῦµεν· τὸ ποικίλον, τὸ δολερὸν, τὸ κακοµήχανον, τὸ κακοῦργον, τὸ ἐπὶ προσχήµατι εὐλαβείας ἐπηρεαστικὸν ἐµφαίνων. Ταῦτ' οὖν καὶ ἡµεῖς ἐννοοῦντες, µηδέποτε µηδενὸς καταφρονῶµεν, µηδέποτε ἁµαρτάνοντες ἀπογινώσκωµεν· µηδ' αὖ ῥᾳθυµῶµεν πάλιν, ἀλλὰ συντρίβωµεν τὴν διάνοιαν πληµµελοῦντες, µὴ ἁπλῶς ῥήµατα προβαλλώµεθα. Καὶ γὰρ οἶδα πολλοὺς ἐγὼ, οἳ λέγουσι µὲν πενθεῖν τὰ ἁµαρτήµατα, οὐδὲν δὲ µέγα ἐργάζονται, ἀλλὰ νηστεύουσι µὲν καὶ τραχέα φοροῦσιν ἱµάτια, χρηµάτων δὲ µᾶλλον τῶν καπηλευόντων ἐφίενται, καὶ ὀργῇ πλέον θηρίων ἁλίσκονται, καὶ κακηγορίαις χαίρουσι µᾶλλον, ἢ ἐγκωµίοις ἕτεροι. Οὐκ ἔστι ταῦτα µετάνοια· εἰκών ἐστι µετανοίας ταῦτα καὶ σκιὰ µόνον, οὐ µετάνοια.∆ ιὸ καὶ ἐπὶ τούτων καλὸν εἰπεῖν· Σκοπεῖτε µὴ πλεονεκτηθῶµεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήµατα ἀγνοοῦµεν. Τοὺς µὲν γὰρ δι' ἁµαρτηµάτων, τοὺς δὲ διὰ µετανοίας ἀπόλλυσι, τούτους δὲ ἑτέρῳ τρόπῳ πάλιν, τῷ µηδὲν ἀπὸ µετανοίας ἀφεῖναι καρποῦσθαι. Ἐπειδὴ γὰρ ἀπολέσαι ἐξ εὐθείας οὐχ εὗρεν, ἑτέραν ἦλθεν ὁδὸν τοὺς µὲν πόνους ἐπιτείνων, τοὺς δὲ καρποὺς ἀφαιρούµενος, καὶ πείθων ὡς τὸπᾶν κατωρθωκότας, οὕτω τῶν ἄλλων ἀµελεῖν. Ἵν' οὖν µὴ εἰκῆ κόπτωµεν ἑαυτοὺς, µικρὰ πρὸς τὰς τοιαύτας διαλεχθῶµεν γυναῖκας· γυναικῶν γὰρ µάλιστα τουτὶ τὸ νόσηµα. Καλὸν µὲν καὶ τοῦτο ὃ πράττετε νῦν, νηστεία καὶ χαµευνία καὶ σποδός· ἀλλ' ὅταν τὰ ἄλλα µὴ προσῇ, τούτων ὄφελος οὐδέν. Ἔδειξε πῶς ἀφίησιν ἁµαρτίας ὁ Θεός· τί τοίνυν ἐκείνην ἀφέντες τὴν ὁδὸν, ἑτέραν ἑαυτοῖς τέµνετε; Ἥµαρτον οἱ Νινευῖταί ποτε, καὶ ἐποίησαν ταῦτα, ἃ καὶ ὑµεῖς ποιεῖτε νῦν· ἀλλ' ἴδωµεν τί αὐτοὺς ὠφέλησε. Καθάπερ γὰρ ἐπὶ τῶν καµνόντων πολλὰ µὲν ἐπάγουσιν οἱ ἰατροὶ, ὁ δὲ συνετὸς οὐ τοῦτο σκοπεῖ, ὅτι τὸ καὶ τὸ ἐποίησεν ὁ ἀῤῥωστῶν, ἀλλὰ τί αὐτὸν ὠφέλησεν· οὕτω καὶ ἐνταῦθα σκοπεῖν δεῖ. Τί οὖν ὠφέλησε τοὺς βαρβάρους ἐκείνους; Ἐπέθηκαν νηστείαν τοῖς τραύµασι, καὶ σφοδρὰν νηστείαν ἐπέθηκαν, καὶ χαµευνίαν καὶ σάκκου περιβολὴν καὶ τέφραν καὶ ὀδυρµούς· ἐπέθηκαν καὶ µεταβολὴν βίου. ϛ ʹ. Ἴδωµεν οὖν τί τούτων ἐποίησεν αὐτοὺς ὑγιεῖς. Καὶ πόθεν εἰσόµεθα, φησίν; Ἂν πρὸς τὸν ἰατρὸν ἔλθωµεν, ἂν αὐτὸν ἐρωτήσωµεν· οὐ γὰρ ἀποκρύψεται ἡµᾶς, ἀλλὰ καὶ σφόδρα ἐρεῖ. Μᾶλλον δὲ ἵνα µηδεὶς ἀγνοῇ, µηδὲ ἐρέσθαι δέηται, καὶ ἀνέγραψε τὸ φάρµακον τὸ ἀναστῆσαν αὐτούς. Τί οὖν τοῦτό ἐστιν; Εἶδε, φησὶν, ὁ Θεὸς ὅτι ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ µετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς. Οὐκ εἶπεν, ὅτι Εἶδε νηστείαν καὶ σάκκον καὶ σποδόν. Καὶ ταῦτα οὐ νηστείαν ἀναιρῶν λέγω· µὴ γένοιτο· ἀλλὰ τὸ τῆς νηστείας κρεῖττον ποιεῖν παραινῶν, τὸ πάσης κακίας ἀπέχεσθαι. Ἥµαρτε καὶ ὁ∆ αυΐδ· ἴδωµεν οὖν καὶ οὗτος πῶς µετενόησε. Τρεῖς ἡµέρας ἐκάθισεν ἐπὶ τέφρας. Ἀλλ' ἐκεῖνος οὐχ ὑπὲρ τῆς ἁµαρτίας ἐποίει, ἀλλ' ὑπὲρ τοῦ παιδίου, µεθύων ἔτι τῷ πάθει· τὴν δὲ ἁµαρτίαν ἑτέρως ἀπέσµηχε, ταπεινοφροσύνῃ, συντριβῇ καρδίας, κατανύξει ψυχῆς, τῷ µηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, τῷ µεµνῆσθαι διηνεκῶς αὐτῆς, τῷ φέρειν εὐχαρίστως τὰ ἐπιόντα ἅπαντα, τῷ φείδεσθαι τῶν λυπούντων, τῷ µὴ ἀµύνεσθαι τοὺς ἐπιβουλεύοντας, ἀλλὰ καὶ τοὺς βουλοµένους τοῦτο ποιεῖν, κωλύειν. Ὅτε γοῦν αὐτὸν ὁ Σεµεεὶ µυρίοις ἔπλυνεν ὀνείδεσι, τοῦ στρατηγοῦ τοῦ παρόντος ἀγανακτοῦντος, ἔλεγεν, Ἄφες αὐτὸν καταρᾶσθαί µε, ὅτι Κύριοςἐνετείλατο αὐτῷ. Καρδίαν γὰρ συντετριµµένην καὶ τεταπεινωµένην εἶχεν, ὃ µάλιστα αὐτοῦ τὰ ἁµαρτήµατα ἀπέσµηχε· καὶ γὰρ τοῦτο ἐξοµολόγησις, τοῦτο µετάνοια. Ἂν δὲ νηστεύοντες ἀλαζόνες ὦµεν, οὐ µόνον οὐδὲν ὠφελήθηµεν, ἀλλὰ καὶ ἐβλάβηµεν. Ταπείνωσον τοίνυν τὴν καρδίαν καὶ σὺ, ἵνα τὸν Θεὸν ἐπισπάσῃ· Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριµµένοις τῇ καρδίᾳ. Οὐχ ὁρᾷς ἐν ταῖς οἰκίαις ταῖς λαµπραῖς τοὺς ἠτιµωµένους, πῶς οὐδὲ τῶν ἐλαττόνων οἰκετῶν ὑβριζόντων αὐτοὺς οὐκ ἀντιλέγουσιν, ἀλλὰ φέρουσι διὰτὴν ἀτιµίαν, ᾗ περιέβαλεν αὐτοὺς ἡ ἁµαρτία; Οὕτω καὶ σὺ ποίει· κἂν λοιδορήσῃ σέ τις, µὴ ἀγριάνῃς, ἀλλὰ στέναξον, µὴ ἐπὶ τῇ ὕβρει, ἀλλ' ἐπὶ τῇ ἁµαρτίᾳ τῇ σε εἰς ἀτιµίαν ἐµβαλούσῃ. Στέναξον ὅταν ἁµάρτῃς, µὴ ὅτι κολάζεσθαι µέλλεις· τοῦτο γὰρ οὐδέν· ἀλλ' ὅτι προσέκρουσάς σου τῷ∆ εσπότῃ τῷ οὕτως ἡµέρῳ, τῷ οὕτω σε φιλοῦντι καὶ ἐκκρεµαµένῳ τῆς σωτηρίας τῆς σῆς, ὡς καὶ τὸν Υἱὸν ἐπιδοῦναι ὑπὲρ σοῦ.∆ ιὰ ταῦτα στέναξον, καὶ τοῦτο ποίει διηνεκῶς· τοῦτο γὰρ ἐξοµολόγησις. Μὴ νῦν µὲν φαιδρὸς, αὔριον δὲ σκυθρωπὸς, εἶτα φαιδρὸς, ἀλλὰ διαπαντὸς µένε ἐν τῷ πενθεῖν καὶ συντρίβειν σαυτόν. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, τουτέστιν, οἱ διηνεκῶς τοῦτο ποιοῦντες. Μένε τοῦτο ποιῶν διηνεκῶς, καὶ σαυτῷ προσέχων, καὶ συντρίβων σου τὴν καρδίαν, ὡς ἄν τις γνήσιον υἱὸν ἀποβαλὼν πενθοίη.∆ ιαῤῥήξατε, φησὶ, τὰς καρδίας ὑµῶν, καὶ µὴ τὰ ἱµάτια ὑµῶν. Τὸ δὲ διεῤῥωγὸς οὐκ ἂν ἐπαρθείη· τὸ συντετριµµένον οὐκ ἂν ἐξανασταίη.∆ ιὰ τοῦτο ὁ µὲν λέγει,∆ ιαῤῥήξατε, ὁ δὲ λέγει, Καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Κἂν σοφὸς ᾖς, κἂν πλούσιος, κἂν δυνάστης, διάῤῥηξον τὴν καρδίαν, µὴ ἀφῇς αὐτὴν µέγα φρονεῖν µηδὲ φυσᾶσθαι. Τὸ γὰρ διεῤῥωγὸς οὐ φυσᾶται, κἂν ᾖ τι τὸ ἐπαῖρον, οὐ δύναται στέγειν τὸ φύσηµα τῷ διεῤῥῆχθαι. Οὕτω καὶ σὺ ταπεινοφρόνησον· ἐννόησον ὅτι τελώνης ἀπὸ ῥήµατος ἑνὸς ἐδικαιώθη· καίτοι γε οὐδὲ ταπεινοφροσύνη ἐκεῖνο ἦν, ἀλλ' ὁµολογία ἀληθής. Εἰ δὲ τοῦτο τοσαύτην ἔχει ἰσχὺν, πόσῳ µᾶλλον ταπεινοφροσύνη; Ἄφες ἁµαρτή µατα τοῖς πεπληµµεληκόσιν εἰς σέ· καὶ γὰρ καὶ τοῦτο ἁµαρτίας ἀφίησι. Καὶ περὶ µὲν τοῦ προτέρου φησὶν, Εἶδον ὅτι ἐπορεύθη στυγνὸς, καὶ ἰασάµην τὰς ὁδοὺς αὐτοῦ· καὶ ἐπὶ τοῦ Ἀχαὰβ δὲ τοῦτο τὴν ὀργὴν ἔλυσε τοῦ Θεοῦ· περὶ δὲ τοῦ δευτέρου, Ἄφετε, καὶ ἀφεθήσεται ὑµῖν. Ἔστι καὶ πάλιν ἄλλη ὁδὸς τοῦτο φέρουσα τὸ φάρµακον ἡµῖν, ἡ κατάγνωσις τῶν πεπληµµεληµένων· Λέγε γὰρ σὺ τὰς ἀνοµίας σου πρῶτος, ἵνα δικαιωθῇς. Καὶ τὸ κακῶς πάσχοντα εὐχαριστεῖν λύει τὰ ἁµαρτήµατα, καὶ ἡ πασῶν µείζων ἐλεηµοσύνη. Ἀρίθµει τοίνυν τὰ φάρµακα τὰ ἰώµενά σου τὰ τραύµατα, καὶ πάντα ἐπιτίθει συνεχῶς, ταπεινοφροσύνην, ἐξοµολόγησιν, τὸ µὴ µνησικακεῖν, τὸπάσχοντα κακῶς εὐχαριστεῖν, τὸ ἐλεεῖν διὰ χρηµάτων, διὰ πραγµάτων, τὸ εὔχεσθαι καρτερικῶς. Οὕτως ἡ χήρα τὸν ὠµὸν καὶ ἀπηνῆ ἐξιλεώσατο δικαστήν. Εἰ δὲ ἐκείνη τὸν ἄδικον, πολλῷ µᾶλλον σὺ τὸν ἥµερον. Ἔστι καὶ ἑτέρα µετὰ τούτων ὁδὸς, τὸ προΐστασθαι τῶν ἀδικουµένων· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶµεν, καὶ ἐὰν ὦσι αἱ ἁµαρτίαι ὑµῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ποίας οὖν ἂν εἴηµεν ἀπολογίας ἄξιοι, εἰ τοσαύτας ἔχοντες ὁδοὺς εἰς τὸν οὐρανὸν ἀναγούσας, καὶ τοιαῦτα φάρµακα ἰώµενα τὰ τραύµατα, καὶ µετὰτὸ λουτρὸν τοῖς αὐτοῖς ἐπιµένοµεν; Μὴ τοίνυν ἐπιµένωµεν, ἀλλ' οἱ µὲν µηδέπω πεσόντες, ἐν τῷ οἰκείῳ µενέτωσαν κάλλει, µᾶλλον δὲ ἐπιπλέον ἀσκείτωσαν τοῦτο· κἂν γὰρ µὴ εὕρῃ ἁµαρτήµατα, ταυτὶ τὰ κατορθώµατα πλείονα ποιεῖ τὴν εὐµορφίαν· ἡµεῖς δὲ οἱ πολλὰ πεπληµµεληκότες, εἰς τὴν τῶν ἁµαρτηµάτων διόρθωσιν χρησώµεθα τοῖς εἰρηµένοις, ἵνα τῷ βήµατι τοῦ Χριστοῦ µετὰπαῤῥησίας παραστῶµεν πολλῆς· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.