Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Thessalonians
John ChrysostomHom. 2 Thess. 1 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Εἰπὼν ἐν τῇ προτέρᾳ ἐπιστολῇ, ὅτι Εὐχόµεθα νύκτα καὶ ἡµέραν ἰδεῖν ὑµᾶς, καὶ ὅτι Οὐ στέ γοµεν, ἀλλ' ἐν Ἀθήναις κατελείφθηµεν µόνοι, καὶὅτι Ἔπεµψα Τιµόθεον, διὰ τούτων πάντων τὸν πόθον αὐτοῦ δηλοῖ, ὃν εἶχεν, ὥστε παραγενέσθαι πρὸς αὐτούς. Ἐπεὶ οὖν οὐκ ἔφθασεν ἴσως ἀπελθεῖν, καὶ καταρτίσαι τὰ ὑστερήµατα τῆς πίστεως αὐτῶν, τούτου χάριν τὴν δευτέραν προστίθησιν ἐπιστολὴν, τὸ ἐλλειφθὲν ἀπὸ τῆς παρουσίας διὰ τῶν γραµµάτων ἀναπληρῶν. Ὅτι γὰρ οὐκ ἀπῆλθεν, ἐκεῖθεν ἔστι στοχάσασθαι· γράφων γάρ φησιν· Ἐρωτῶµεν δὲ ὑµᾶς ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Καὶ γὰρ ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν· ὅτι Περὶ τῶν χρόνων καὶ τῶν καιρῶν οὐ χρείαν ἔχετε γράφεσθαι ὑµῖν. Ὥστε εἰ παρεγένετο, οὐδὲν ἂν ἐδεήθη γράψαι· ἐπειδὴ δὲ τὸ ζήτηµα ὑπερετίθη, τούτου χάριν προστίθησι ταύτην τὴν ἐπιστολὴν, καθάπερ καὶ ἐν τῇ πρὸς Τιµόθεόν φησιν, ὅτι Ἀνατρέπουσι τήν τινωνπίστιν τινὲς, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι. Τοῦτο δὲ ἐποίουν, ἵνα µηδὲν µέγα λοιπὸν ἢ λαµπρὸν ἐλπίσαντες οἱ πιστοὶ, ἀπαγορεύσωσι πρὸς τοὺς πόνους. Ἐπειδὴ γὰρ αὐτοὺς ἡ ἐλπὶς διεβάσταζε, καὶ οὐκ ἠφίει πρὸς τὰ παρόντα ἐνδοῦναι, καθάπερ τινὰ ἄγκυραν ὁ διάβολος ἀποκόψαι βουλόµενος, ἐπειδὴ οὐκἴσχυσε πεῖσαι ὅτι ψευδῆ τὰ µέλλοντα, ἑτέραν ἦλθεν ὁδὸν, καὶ καταθεὶς ἀνθρώπους τινὰς λυµεῶνας, ἐπεχείρει τοὺς πειθοµένους ἀπατᾷν, ὅτι τὰ µεγάλα ἐκεῖνακαὶ λαµπρὰ τέλος εἴληφε. Τότε µὲν οὖν ἔλεγον ἐκεῖνοι τὴν ἀνάστασιν ἤδη γεγονέναι· νῦν δὲ ἔλεγον, ὅτι ἐνέστηκεν ἡ κρίσις, καὶ ἡ παρουσία τοῦ Χριστοῦ, ἵνα καὶ τὸν Χριστὸν αὐτὸν ψεύδει ὑποβάλωσι, καὶ πείσαντες ὡς οὐκ ἔστι λοιπὸνἀντίδοσις, οὐδὲ δικαστήριον καὶ κόλασις καὶ τιµωρία τοῖς κακῶς πεποιηκόσιν, ἐκείνους τε θρασυτέρους ἐργάσωνται, καὶ τούτους ταπεινοτέρους· καὶ τὸ δὴ πάντων χαλεπώτερον, ἐπεχείρουν οἱ µὲν ἁπλῶς ῥήµατα ἀπαγγέλλειν, ὡς παρὰ τοῦ Παύλου ταῦτα λεγόµενα, οἱ δὲ καὶ ἐπιστολὰς πλάττειν ὡςπαρ' ἐκείνου γραφείσας.∆ ιὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποτειχίζων ἔφοδον, φησί· Μὴ θροεῖσθε, µήτε διὰ πνεύµατος, µήτε διὰ λόγου, µήτε δι' ἐπιστολῆς, ὡς δι' ἡµῶν. Μήτε διὰ πνεύµατος, φησὶ, τοὺς ψευδοπροφήτας αἰνιττόµενος. Πόθεν οὖν εἰσόµεθα, φησί;∆ ιὰ τῆς προσθήκης· διὰ γὰρ τοῦτο προσέθηκεν· Ὁ ἀσπασµὸς τῇ ἐµῇ χειρὶ Παύλου, ὅ ἐστι σηµεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω. Ἡ χάρις τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ µετὰ πάντων ὑµῶν. Οὐ τοῦτό φησιν, ὅτι τοῦτο σηµεῖον· τοῦτο γὰρ εἰκὸς καὶ ἄλλους µιµήσασθαι, ἀλλ' ὅτι τὸν ἀσπασµὸν τῇ ἐµῇ χειρὶ γράφω· καθάπερ καὶ νῦν ἐφ' ἡµῶν ἐστιν· ἀπὸ γὰρ τῆς ὑπογραφῆς δῆλα γίνεται τὰ γράµµατα τῶν πεµπόντων. Παρακαλεῖ δὲ αὐτοὺς σφόδρα τεταριχευµένους ὑπὸ τῶν κακῶν, ἀπό τε τῶν παρόντων ἐγκωµιάζων, ἀπό τε τῶν µελλόντων· καὶ ἀπὸ τῆς κολάσεώς τε καὶ τῆς ἀνταποδόσεως τῶν ἀγαθῶν τῶν ἡτοιµασµένων αὐτοῖς προτρέπων, σαφέστερον ἐπεξέρχεται τῷ τόπῳ, τὸν µὲν καιρὸνοὐκ ἀποκαλύπτων αὐτὸν, τὸ δὲ τοῦ καιροῦ σηµεῖον, τὸν ἀντίχριστον, δηλῶν. Μάλιστα γὰρ τότε πληροφορεῖται ψυχὴ ἀσθενὴς, οὐκ ἐὰν ἁπλῶς ἀκούσῃ, ἀλλ' ἐὰν µάθῃ τι πλέον. Καὶ ὁ Χριστὸς δὲ πολλὴν ὑπὲρ τούτου ποιεῖται φροντίδα, ὅτε καθεσθεὶς ἐν τῷ ὄρει, πάντα µετὰ ἀκριβείας διελέγετο τοῖς µαθηταῖς τὰ περὶ τῆς συντελείας.∆ ιὰ τί; Ἵνα µὴ ἔχωσι χώραν οἱ τοὺς ἀντιχρίστους εἰσάγοντες καὶ ψευδοχρίστους. Καὶ πολλὰ τίθησι καὶ αὐτὸς σηµεῖα, ἓν µὲν καὶ µέγιστον, λέγων, ὅταν κηρυχθῇ εἰς πάντα τὰ ἔθνη τὸ Εὐαγγέλιον· ἕτερον δὲ, ὥστε µὴ πλανᾶσθαι περὶ τῆς παρουσίας αὐτοῦ· Ὡς ἀστραπὴ, φησὶν, ἥξει, οὐκ ἐν γωνίᾳ τινὶ κρυπτοµένη, ἀλλὰ πανταχοῦ λάµπουσα· οὐ δεῖται τοῦ µηνύσοντος, οὕτως ἐστὶ λαµπρὰ, ὥσπερ οὐδὲ ἡ ἀστραπὴ δεῖται τοῦ µηνύσοντος. Εἶπε δέ που καὶ περὶ τοῦ ἀντιχρίστου, ἡνίκα ἔλεγεν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόµατι τοῦ Πατρός µου, καὶ οὐκ ἐδέξασθέ µε· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόµατι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Καὶ τὰς ἐπαλλήλους δὲ καὶ ἀφάτους συµφορὰς τεκµήριον εἶναι τούτου ἔλεγε· καὶ ὅτι Ἠλίαν δεῖ ἐλθεῖν. Ἠπόρουν µὲν οὖν τότε οἱ Θεσσαλονικεῖς ταῦτα, ἡµῖν δὲ χρησίµη γέγονεν ἡ ἐκείνων ἀπορία· οὐ γὰρ πρὸς ἐκείνους µόνον, ἀλλὰ καὶ πρὸς ἡµᾶς ταῦτα χρήσιµα, ἵνα τῶν µύθων τῶν παιδικῶν καὶ τῶν ληρηµάτων τῶν γραϊκῶν ἀπαλλαγῶµεν. Ἢ οὐκ ἠκούσατε πολλάκις ἐν παισὶν ὄντες καὶ περὶ τοῦ ὀνόµατος τοῦ ἀντιχρίστου πολλὰ λεγόντων τινῶν, καὶ περὶ τοῦ κάµπτειν τὰ γόνατα; Ἔτι γὰρ ἁπαλαῖς οὔσαις ταῖς διανοίαις ταῖς ἡµετέραις ἐγκατασπείρει ταῦτα ὁ διάβολος, ἵνα ἡµῖν τὸ δόγµα συναυξηθῇ, ἵνα ἀπατῆσαι δυνηθῇ. Οὐκ ἂν οὖν ταῦτα παρῆκεν ὁ Παῦλος περὶ τοῦ ἀντιχρίστου διαλεγόµενος, εἴ γε χρήσιµα ἦν. Μὴ δὴ ταῦτα ζητῶµεν. Οὐ γὰρ οὕτως ἥξει κλίνων τὰ γόνατα, ἀλλ', Ὑπεραιρόµενος ἐπὶ πάντα θεὸν λεγόµενον ἢ σέβασµα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς θεὸνκαθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός. Καθάπερ γὰρ ὁ διάβολος ἐξ ἀπονοίας ἔπεσεν, οὕτω καὶ ὁ ἐνεργούµενος ὑπ' αὐτοῦ εἰς ἀπόνοιαν ἀλειφόµενος.
1.2
∆ ιὸ, παρακαλῶ, πάντες σπουδάζωµεν πόῤῥω γενέσθαι τοῦ πάθους τούτου, ἵνα µὴ τῷ κρίµατι τῷ ἐκείνου περιπέσωµεν, ἵνα µὴ τῆς κολάσεωςὑπεύθυνοι γενώµεθα τῆς αὐτῆς, ἵνα µὴ τῇ τιµωρίᾳ κοινωνήσωµεν τῇ αὐτοῦ. Μὴ νεόφυτον, φησὶν, ἵνα µὴ τυφωθεὶς εἰς κρῖµα ἐµπέσῃ τοῦ διαβόλου. Ἄρα ὁ τετυφωµένος τὴν αὐτὴν τῷ διαβόλῳ δίδωσι δίκην. Ἀρχὴ γὰρ, φησὶν, ὑπερηφανίας τὸ µὴ εἰδέναι τὸν Κύριον· ἀρχὴ ἁµαρτίας ὑπερηφανία, πρώτη ὁρµὴ καὶ κίνησις ἐπὶ τὸ κακόν· τάχα µὲν οὖν καὶ ῥίζα καὶ ὑποβάθρα. Ἡ γὰρ ἀρχὴ ἢ τὴν πρώτην ὁρµὴν δηλοῖ τὴν ἐπὶ τὸ κακὸν, ἢ τὴν σύστασιν· ὡς ἂν εἴποι τις, ἀρχὴ σωφροσύνης τὸ ἀπέχεσθαι θέας ἀτόπου, τουτέστι, πρώτη ὁρµή· ἂν δὲ εἴπωµεν, ἀρχὴ σωφροσύνης νηστεία, τουτέστι, θεµέλιος καὶ σύστηµα. Οὕτω καὶ ἁµαρτίας ἀρχή ἐστιν ἡ ἀπόνοια· καὶ γὰρ ἀπ' αὐτῆς ἄρχεται πᾶσα ἁµαρτία, καὶ ὑπ' αὐτῆς συγκροτεῖται. Ὅτι γὰρ, ὅσα ἂν πράττωµεν ἀγαθὰ, οὐκ ἀφίησιν αὐτὰ ἡ κακία διαµεῖναι καὶ µὴ διαπεσεῖν, ἀλλ' ὥσπερ ῥίζα τίς ἐστιν, οὐκ ἐῶσα µὴ διασαλευθῆναι, δῆλον ἐκεῖθεν· ὅρα πόσα ὁ Φαρισαῖος εἰργάσατο, ἀλλ' οὐδὲν αὐτὸν ὤνησε· τὴν γὰρ ῥίζαν οὐκ ἐξέκοψεν, ἀλλ' αὐτὴ τοῖς πᾶσιν ἐλυµήνατο. Ἐξ ἀπονοίας ὑπεροψία πενήτων γίνεται, ἐπιθυµία χρηµάτων, ἔρως ἀρχῆς, πόθος δόξης· πρὸς ὕβριν ἀµυντικὸς ὁ τοιοῦτος. Ὁ γὰρ ἀπονενοηµένος, οὐδὲ παρὰ τῶν µειζόνων, µήτι γε παρὰ τῶν ἐλαττόνων ἀνέχεται ὑβρίζεσθαι· ὁ δὲ µὴ ἀνεχόµενος ὑβρίζεσθαι, οὐδὲ παθεῖν κακῶς ἀνέχεται. Ὅρα πῶς ἀρχὴ ἁµαρτίας ὑπερηφανία. Πῶς δὲ ἀρχὴ ὑπερηφανίας τὸ µὴ εἰδέναι τὸν Κύριον; Εἰκότως· ὁ γὰρ εἰδὼς τὸν Θεὸν ὡς εἰδέναι χρὴ, ὁ εἰδὼς ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ τοσοῦτον ἐταπεινοφρόνησεν, οὐκ ἐπαίρεται· ὁ δὲ ταῦτα µὴ εἰδὼς, ἐπαίρεται· πρὸς ἀπόνοιαν γὰρ ἀλείφει ἡ ὑπερηφανία. Εἰπὲ γάρ µοι, πόθεν οὗτοι οἱ τὴν Ἐκκλησίαν πολεµοῦντές φασιν εἰδέναι τὸν Θεόν; οὐχὶ ἀπὸ ἀπονοίας; Ἰδοὺ τὸ µὴ εἰδέναι τὸν Κύριον, εἰς οἷον κρηµνὸν αὐτοὺς ἐνέβαλεν. Εἰ γὰρ πνεῦµα συντετριµµένον ὁ Θεὸς φιλεῖ, ἐκ τοὐναντίου ὑπερηφάνοις ἀντιτάσσεται, καὶ ταπεινοῖς δίδωσι χάριν. Οὐδὲν οὖν ὑπερηφανίας ἴσον κακόν· δαίµονα τὸν ἄνθρωπον ἀπεργάζεται, ὑβριστὴν, βλάσφηµον, ἐπίορκον, θανάτων ποιεῖ καὶ φόνων ἐφίεσθαι. Ὁ ὑπερήφανος ἀεὶ λύπαις συζῇ, ἀεὶ ἀγανακτεῖ, ἀεὶ ἀλύει· οὐδέν ἐστιν, ὃ τὸ πάθος αὐτοῦ κορέσαι δύναται· κἂν τὸν βασιλέα ἴδῃ ὑποκύπτοντα καὶ προσκυνοῦντα, οὐκ ἐκορέσθη, ἀλλὰ µᾶλλον ἐξήφθη. Καθάπερ γὰρ οἱ φιλάργυροι ὅσον ἂν λάβωσι, τοσοῦτον πλειόνων δέονται· οὕτω καὶ οἱ ἀπονενοηµένοι, ὅσης ἂν ἀπολαύσωσι τιµῆς, τοσούτῳ πλείονος ἐπιθυµοῦσιν· αὔξεται γὰρ αὐτοῖς τὸ πάθος( πάθος γάρ ἐστι), πάθος δὲ ὅρον οὐκ οἶδεν, ἀλλὰ τότε ἵσταται, ὅταν ἀποκτείνῃ τὸν ἔχοντα. Οὐχ ὁρᾷς τοὺς µεθύοντας, ὅτι ἀεὶ διψῶσι; πάθος γάρ ἐστιν, οὐ φύσεως ἐπιθυµία, ἀλλὰ νόσος τις διεστραµµένη. Οὐχ ὁρᾷς οὓς καλοῦσι βουλιµιῶντας, ὅτι ἀεὶ πεινῶσι; πάθος γάρ ἐστιν, ὥς φασιν ἰατρῶν παῖδες, ἐξελθὸν ἤδη τῆς φύσεως τοὺς ὅρους. Οὕτω καὶ οἱ πολυπράγµονες καὶ περίεργοι, ὅσα ἂν µάθωσιν, οὐχ ἵστανται· πάθος γάρ ἐστι, καὶ ὅρον οὐκ ἔχει. Οἱ πορνείαις χαίροντες πάλιν, οὐδὲ αὐτοὶ ἵστανται( Ἀνθρώπῳ γὰρ, φησὶ, πόρνῳ πᾶς ἄρτος ἡδύς· οὐ µὴ παύσηται, ἕως ἂν καταποθῇ)· πάθος γάρ ἐστιν. Ἀλλὰ πάθη µέν ἐστι ταῦτα, οὐ µέντοι ἀνίατα, ἀλλὰ ἔχοντα ἴασιν, καὶ πολλῷ µᾶλλον, ἢ τὰ σωµατικά· ἂν γὰρ θέλωµεν, δυνάµεθα αὐτὰ σβέσαι. Πῶς οὖν ἐστιν ἀπόνοιαν σβέσαι; Τὸν Θεὸν ἐπιγνόντα. Εἰ γὰρ ἀπὸ τοῦ µὴ εἰδέναι τὸν Θεὸν γίνεται, ἐὰν γνῶµεν αὐτὸν, ἀπελαύνεται πᾶσα ἀπόνοια. Ἐννόησον τὴν γέενναν, ἐννόησον τοὺς πολλῷ βελτίους σου, ἐννόησον ὅσων ὀφείλεις τῷ Θεῷ δίκας· ἂν ταῦτα ἐννοήσῃς, ταχέως συνέστειλας τὴν διάνοιαν, ταχέως αὐτὴν ἔκαµψας. Ἀλλ' οὐ δύνασαι ταῦτα ποιῆσαι; ἀσθενέστερος εἶ; Ἐννόησον τὰ παρόντα, αὐτὴν τὴν ἀνθρωπίνην φύσιν, πῶς οὐδὲν ἄνθρωπος. Ὅταν ἴδῃς νεκρὸν ἐπ' ἀγορᾶς φερόµενον, παῖδας ὀρφανοὺς ἀκολουθοῦντας, χήραν γυναῖκα κατακοπτοµένην, οἰκέτας ὀδυροµένους, φίλουςκατηφιῶντας, λόγισαι τὸ οὐδαµινὸν τῶν παρόντων πραγµάτων, καὶ ὅτι σκιᾶς καὶ ὀνειράτων οὐδὲν διενήνοχεν. Ἀλλ' οὐ βούλει τοῦτο; Ἐννόησον τοὺς πάνυ πλουτοῦντας, τοὺς ἐν πολέµοις ἀπολλυµένους ἁπλῶς· τὰς οἰκίας περισκόπει τὰς τῶν µεγάλων καὶ περιφανῶν, καὶ νῦν εἰς ἔδαφος κατενεχθείσας· ἐννόησον πόσα ἴσχυσαν, καὶ νῦν οὐδὲ µνήµη αὐτῶν ὑπολέλειπται. Καθ' ἑκάστην γὰρ ἡµέραν, εἰ βούλει, εὑρίσκεις τούτων ὑποδείγµατα· διαδοχὰς ἀρχόντων, δηµεύσεις πλουτούντων. Πολλοὶ τύραννοι ἐκάθισαν ἐπ' ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδηµα. Ταῦτα οὐχὶ καθ' ἑκάστην ἡµέραν γίνεται; οὐχὶ τροχῷ τινὶ τὰ ἡµέτερα ἔοικεν; Ἀνάγνωθι, εἰ βούλει, καὶ τὰ παρ' ἡµῖν, καὶ τὰ ἔξωθεν( καὶ γὰρ καὶ ἐκεῖνα γέµει τούτων τῶν παραδειγµάτων), εἰ τῶν ἡµετέρων καταφρονεῖς ἐξ ἀπονίας· εἰ τὰ τῶν φιλοσόφων θαυµάζεις, κἂν τούτοις πρόσιθι· ἐκεῖνοί σε διδάξουσι, συµφορὰς παλαιὰς διηγούµενοι, καὶ ποιηταὶ, καὶ ῥήτορες, καὶ σοφισταὶ, καὶ λογογράφοι πάντες. Πάντοθεν εὑρίσκεις, εἰ βούλει, τὰ ὑποδείγµατα. Εἰ δὲ µηδὲν τούτων θέλεις, αὐτὴν ἀναλόγισαι τὴν φύσιν τὴν ἡµετέραν, πόθεν συνέστηκε, καὶ ποῦ τελευτᾷ· ἐννόησον, ὅταν καθεύδῃς, τίνος ἄξιος εἶ· οὐχὶ καὶ τὸ µικρόν σε θηρίον ἀνελεῖν δυνήσεται; Πολλοῖς γὰρ πολλάκις ἀπὸ τοῦ ὀρόφου κατενεχθὲν µικρὸν ζωΰφιον ἢ τὸν ὀφθαλµὸν ἐξεῖλεν, ἢ ἑτέρου τινὸς κινδύνου αἴτιον γέγονε. Τί δέ; οὐχὶ πάντων ἐλάττων εἶ τῶν θηρίων; Ἀλλὰ τί λέγεις; ὅτι λόγῳ κρατεῖς; Ἀλλ' ἰδοὺ λόγον οὐκ ἔχεις ἀλογίας γὰρ ἡ ὑπερηφανία τεκµήριον. Ἐπὶ τίνι δὲ µέγα φρονεῖς, εἰπέ µοι; ὅλως ἐπὶ εὐεξίᾳ σώµατος; Ἀλλὰ παρὰ τοῖς ἀλόγοις τὰ νικητήρια. Τοῦτο καὶ παρὰ λῃσταῖς καὶ ἀνδροφόνοις καὶ τυµβωρύχοις. Ἀλλ' ἐπὶ συνέσει; Ἀλλ' οὐκ ἔστι συνέσεως τὸ µέγα φρονεῖν· τούτῳ µὲν οὖν πρώτῳ σαυτὸν ἀποστερεῖς τοῦ γενέσθαι συνετός. Καταστείλωµεν ἡµῶν τὰ φρονήµατα, γενώµεθα µέτριοι καὶ ταπεινοὶ καὶ ἐπιεικεῖς· τοὺς τοιούτους γὰρ πρὸ πάντων καὶ ὁ Χριστὸς ἐµακάρισε λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύµατι· καὶ πάλιν ἐβόα λέγων, Μάθετε ἀπ' ἐµοῦ ὅτι πρᾶός εἰµι καὶ ταπεινὸς τῇ καρδίᾳ.∆ ιὰ τοῦτο τοὺς πόδας ἔνιψε τῶν µαθητῶν, ὑπόδειγµα παρέχων τῆς ταπεινοφροσύνης ἡµῖν. Ἀπὸ τούτων ἁπάντων κερδᾶναι σπουδάσωµεν, ἵνα δυνηθῶµεν ἐπιτυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.

Intertext edge

Open linked passage

Note