Homilies on Second Thessalonians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
2.0
Παῦλος καὶ Σιλουανὸς καὶ Τιµόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡµῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
2.1
Οἱ πλείους τῶν ἀνθρώπων ἅπαντα πράττουσι καὶ µηχανῶνται, ὥστε καὶ παρὰ ἄρχουσι καὶ παρὰ τοῖς αὐτῶν µείζοσι χάριν τινὰ σχεῖν· καὶ µέγα τίθενται τοῦτο, καὶ µακαρίους ἑαυτοὺς εἶναι νοµίζουσιν, ἐὰν ἐπιτύχωσι τοῦ σπουδαζοµένου. Εἰ δὲ τὸ παρὰ ἀνθρώποις χάριτος τυχεῖν τοσοῦτον µέγα, τὸ παρὰ Θεοῦ χάριν εὑρεῖν, πόσον ἂν γένοιτο;∆ ιὰ τοῦτο ἀεὶ τοῦτο προτίθησι τῆς αὐτοῦ ἐπιστολῆς, καὶ τοῦτο ἐπεύχε ται, εἰδὼς ὅτι ἂν τοῦτο ᾖ, οὐδὲν ἔσται λοιπὸν τῶν ἀνιαρῶν, ἀλλ' ὅσα ἂνᾖ δυσχερῆ, πάντα λυθήσεται. Καὶ ἵνα µάθητε, ὁ Ἰωσὴφ δοῦλος ἦν, νέος, ἄπειρος, ἄπλαστος, καὶ ἐνεχειρίσθη ἀθρόον οἰκίας προστασίαν, καὶ ἀνδρὶ Αἰγυπτίῳ παρεῖχεν εὐθύνας. Ἴστε δέ πως ἀκρόχολον ἐκεῖνο τὸ ἔθνος καὶ ἀσύγγνωστον· ὅταν δὲ καὶ ἀρχὴ προσῇ καὶ ἐξουσία, µείζων ὁ θυµὸς ὑπὸ τῆς ἐξουσίας αἰρόµενος.∆ ῆλον δὲ τοῦτο καὶ ἐξ ὧν µετὰ ταῦτα ἐποίησε. Τῆς γὰρ δεσποίνης κατηγορούσης, ἠνείχετο· καίτοι γε οὐ τῶν τὰ ἱµάτια κατεχόντων ἦν τὸ βιάζεσθαι, ἀλλὰ τοῦ ἀποδεδυµένου. Ἐχρῆν γὰρ εἰπεῖν, ὅτι εἰ ἦρες τὴν φωνήν σου, ἔφυγεν ἂν, καὶ εἰ συνῄδει ἑαυτῷ, οὐκ ἂν περιέµεινε τοῦ δεσπό του τὴν παρουσίαν. Ἀλλ' ὅµως οὐδὲν τοιοῦτον ἐνενόησεν ἐκεῖνος, ἀλλ' ἀλόγως τῷ θυµῷ τὸ πᾶν ἐπιτρέψας, εἰς δεσµωτήριον ἐνέβαλεν· οὕτως ἀλόγιστός τις ἦν. Καίτοι γε ἐνῆν καὶ ἀπὸ τῶν ἄλλων στοχάσασθαι τοῦ ἀνδρὸς τὴν εὔνοιαν, τὴν σύνεσιν· ἀλλ' ὅµως ἐπειδὴ σφόδρα ἄλογος ἦν, οὐδὲν τοιοῦτον ἐλογίσατο. Ὁ τοίνυν καὶ πρὸς δεσπότην ἔχων τοιοῦτον µοχθηρὸν καὶ διακονίαν ἐµπεπιστευµένος οἰκίας ὁλοκλήρου, καὶ ξένος καὶ ἔρηµος καὶ ἄπειρος, ἐπειδὴ ὁΘεὸς αὐτοῦ κατεσκέδασε χάριν πολλὴν, ὡς οὐδὲν ὄντας τοὺς πειρασµοὺς, οὕτω πάντα παρῆλθε, καὶ δεσποίνης συκοφαντίαν, καὶ κίνδυνον θανάτου, καὶδεσµωτήριον, καὶ τελευταῖον ἐπὶ τὸν θρόνον ἦλθε τὸν βασιλικόν. Εἶδεν οὖν ὁ µακάριος οὗτος, ὅση τοῦ Θεοῦ ἡ χάρις· καὶ διὰ τοῦτο ταύτην αὐτοῖς ἐπεύχεται. Καὶ ἕτερον δέ τι κατασκευάζει· βουλόµενος γὰρ αὐτὸς πρὸς τὰ µέλλοντα τῆς ἐπιστολῆς εὐγνώµονας καταστῆσαι· ἵνα, κἂν ἐπιτιµᾷ, κἂν ἐπιπλήττῃ, µὴ ἀποπηδῶσι· διὰ τοῦτο ὑποµιµνήσκει αὐτοὺς πρὸ πάντων τῆς χάριτος τοῦ Θεοῦ, λεαίνων αὐτῶν τὴν καρδίαν, ἵνα, κἂν θλῖψις ᾖ, ἀναµιµνησκόµενοι τῆς χάριτος, ἀφ' ἧς ἐσώθησαν ἐκ τῶν µειζόνων, ἐν τοῖς ἐλάττοσι µὴ ἀπογινώσκωσιν, ἀλλ' ἐκεῖθεν ἔχωσι τὴν παραµυθίαν· καθάπερ καὶ ἀλλαχοῦ γράφων ἔλεγεν· Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγηµεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ µᾶλλον καταλλαγέντες σωθησόµεθα ἐν τῇ ζωῇ αὐτοῦ. Χάρις ὑµῖν, φησὶ, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστεῖν ὀφείλοµεν τῷ Θεῷ πάντοτε περὶ ὑµῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν. Ὅρα ταπεινοφροσύνης ὑπερβολήν· εἰπὼν, Εὐχαριστεῖν ὀφείλοµεν, δίδωσιν αὐτοῖς συλλογίζεσθαι καὶ ἐννοεῖν, ὅτι εἰ ἄλλοι ὑπὲρ τῶν ὑµετέρων κατορθωµάτων οὐχ ὑµᾶς πρῶτονθαυµάζουσιν, ἀλλὰ τὸν Θεὸν, πολλῷ µᾶλλον καὶ ἡµᾶς. Ἄλλως δὲ καὶ ἐπαίρει αὐτῶν τὰ φρονήµατα, ὅτι τοιαῦτα πάσχουσιν, οὐ δακρύων ἄξια οὐδὲ θρήνων, ἀλλ' εὐχαριστίας τῆς εἰς τὸν Θεόν. Εἰ δὲ Παῦλος εὐχαριστεῖ ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, τί πείσονται οἱ µὴ µόνον µὴ εὐχαριστοῦντες, ἀλλὰ καὶ τηκόµενοι; Ὅτι ὑπεραυξάνει ἡ πίστις ἡµῶν, καὶ πλεονάζει ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑµῶν εἰς ἀλλήλους. Καὶ πῶς ἔνι πίστιν αὐξῆσαι, φησί; Πῶς; ὅταν ὑπὲρ αὐτῆς πάσχωµέν τι δεινόν. Μέγα µὲν οὖν καὶ τὸ ἐστηρίχθαι, καὶ ὑπὸ τῶν λογισµῶν µὴ παραφέρεσθαι· ὅταν δὲ καὶ ἄνεµοι προσαράσσωσιν, ὅταν ὑετοὶ καταῤῥηγνύωνται, ὅταν αἴρηται πάντοθεν χαλεπὸς ὁ χειµὼν, ὅταν ἐπάλληλα τὰ κύµατα ᾖ, εἶταµὴ παρασαλευώµεθα, οὐδενὸς ἑτέρου τεκµήριόν ἐστιν, ἀλλ' ἢ τοῦ αὐξηθῆναι, καὶ ὑπεραυξηθῆναι, καὶ ὑψηλοτέραν γενέσθαι. Καθάπερ γὰρ ἐπὶ τοῦ κατακλυσµοῦ πάντα µὲν τὰ λιθώδη καὶ ταπεινὰ ἀπεκρύβη ταχέως, ὅσα δὲ ἦν ὑπεράνω, οὐκ ἐφικνεῖτο αὐτῶν· οὕτω καὶ ἡ πίστις ὑψηλὴ γενοµένη, οὐκέτι κατασπᾶται.∆ ιὰ τοῦτο οὐκ εἶπεν, αὐξάνει, ἀλλ', Ὑπεραυξάνει ἡ πίστις ὑµῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑµῶν εἰς ἀλλήλους. Ὁρᾷς ὅτι καὶ τοῦτο πρὸς τὰς θλίψεις συµβάλλεται, τὸ συµπεφράχθαι, τὸ ἀλλήλων ἔχεσθαι; Ἀπὸ τούτου καὶ παράκλησις ἐγίνετο πολλή. Τὴν µὲν οὖν ἀσθενῆ καὶ ἀγάπην καὶ πίστιν θλίψεις παρασαλεύουσι, τὴν δὲ ἰσχυρὰν ἰσχυροτέραν ποιοῦσιν. Ἡ µὲν γὰρ ἐν ὀδύνῃ ψυχὴ, ὅταν ἀσθενὴς ᾖ, οὐδὲν ἂν πρόσθοιτο, ἡ δὲ ἰσχυρὰ καὶ τότε µάλιστα. Καὶ ὅρα ἀγάπην· οὐ τὸν µὲν ἠγάπων, τὸν δὲ οὒ, ἀλλ' ἴση ἦν παρὰ πάντων· τοῦτο γὰρ ᾐνίξατο τῷ εἰπεῖν, Ἑνὸς ἑκάστου πάντων ὑµῶν εἰς ἀλλήλους· ὅτι ἰσόῤῥοπός τίς ἐστιν, ὥσπερ ἑνὸς σώµατος. Ἐπεὶ καὶ νῦν εὑρίσκοµεν ἀγάπην οὖσαν παρὰ πολλοῖς, ἀλλὰ ταύτην τὴν ἀγάπην διαστάσεως αἰτίαν γινοµένην. Ὅταν γὰρ κατὰ δύο καὶ τρεῖς ὦµεν συνηµµένοι, καὶ οἱ µὲν δύο πρὸς ἀλλήλους σφόδρα ὦσι συνδεδεµένοι, ἢ τρεῖς ἢ τέσσαρες, τῶν δὲ λοιπῶνἑαυτοὺς ἀφέλκωσι, τῷ πρὸς ἐκείνους ἔχειν καταφυγεῖν καὶ ἐκείνοις πάντα θαῤῥεῖν, τοῦτο διάστασις ἀγάπης ἐστὶν, οὐκ ἀγάπη. Εἰπὲ γάρ µοι· εἰ ὁ ὀφθαλµὸς τὴν πρόνοιαν, ἣν ὑπὲρ τοῦ παντὸς σώµατος ἔχει, εἰς τὴν χεῖρα περιστήσειε, καὶ τῶν ἄλλων ἑαυτὸν ἀποστρέψας µελῶν, ἐκείνῃ µόνῃπροσέχοι, οὐχὶ τῷ παντὶ λυµαίνεται; Εἰκότως. Οὕτω καὶ ἡµεῖς ἂν τὴν ἀγάπην τὴν εἰς πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ὀφείλουσαν ἐκτείνεσθαι, εἰς ἕνα καὶ δεύτερον περιστείλωµεν, καὶ ἡµῖναὐτοῖς κἀκείνοις καὶ τῷ παντὶ λυµαινόµεθα. Ταῦτα γὰρ οὐκ ἀγάπης ἐστὶν, ἀλλὰ διαστάσεως σχίσµατα, καὶ ῥήγµατα διεσπασµένα. Ἐπεὶ κἂν ἀπὸ τοῦ παντὸς ἀνθρώπου ἀποσπάσας λάβω µέρος, αὐτὸ µὲν οὖν τὸ σχίσµα ἑαυτῷ ἥνωται, καὶ ἔστι συνεχὲς καὶ συγκεκολληµένον· πλὴν καὶ οὕτω σχίσµα ἐστὶν, ἐπειδὴ τῷ λοιπῷ οὐχ ἥνωται σώµατι.
2.2
Τί γὰρ ὄφελος, ὅτι τὸν δεῖνα φιλεῖς σφοδρῶς; Ἀνθρωπίνη ἐστὶν ἡ ἀγάπη· εἰ δὲ οὐκ ἔστιν ἀνθρωπίνη, ἀλλὰ διὰ τὸν Θεὸν φιλεῖς, πάντας φίλει· ὁ γὰρ Θεὸς οὕτως ἐπέταξε καὶ τοὺς ἐχθροὺς φιλεῖν. Εἰ δὲ τοὺς ἐχθροὺς ἐπέταξε φιλεῖν, πόσῳ µᾶλλον τοὺς οὐδὲν λελυπηκότας; Ἀλλὰ φιλῶ, φησίν. Ἀλλ' οὐχ οὕτω· µᾶλλον δὲ οὐδὲ φιλεῖς· ὅταν γὰρ κακηγορῇς, ὅταν φθονῇς, ὅταν ἐπιβουλεύῃς, πῶς φιλεῖς; Ἀλλ' οὐδὲν τούτων ποιῶ, φησίν. Ἀλλ' ὅταν ἀκούοντος κακῶς, µὴ ἐµφράττῃς τὸ στόµα τοῦ λέγοντος, µὴ ἀπιστῇς τοῖς λεγοµένοις; µὴ καταστέλλῃς, ποίας ταῦτα φιλίας τεκµήριον; Καὶ πλεονάζει, φησὶν, ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑµῶν εἰς ἀλλήλους, ὥστε ἡµᾶς αὐτοὺς ἐν ὑµῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. Ἐν γοῦν τῇ προτέρᾳ ἐπιστολῇ τὰς Ἐκκλησίας φησὶν ἁπάσας τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐξηχεῖσθαι µαθούσας τὰ κατὰ τὴν πίστιν αὐτῶν· Ὥστε, φησὶ, µὴ χρείαν ἔχειν ἡµᾶς λαλεῖν τι· αὐτοὶ γὰρ περὶ ὑµῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχοµεν πρὸς ὑµᾶς· ἐνταῦθα δέ φησιν, Ὥστε ὑµᾶς καυχᾶσθαι. Τί δήποτ' οὖν ἐστι τὸ εἰρηµένον; Ἐκεῖ φησιν, ὅτι οὐ δέονται διδασκαλίας τῆς παρ' ὑµῶν· ἐνταῦθα δὲ οὐκ εἶπεν, ὅτι διδάσκοµεν αὐτοὺς, ἀλλὰ, καυχώµεθα καὶ σεµνυνόµεθα. Εἰ τοίνυν ἡµεῖς ἐφ' ὑµῖν καὶ εὐχαριστοῦµεν τῷ Θεῷ, καὶ καυχώµεθα παρὰ ἀνθρώποις, πολλῷ µᾶλλον ὑµᾶς ἐπὶ τοῖς ἡµετέροις χρὴ καλοῖς τοῦτο ποιεῖν. Εἰ γὰρ ἑτέροις καυχήµατός ἐστιν ἄξια τὰ κατορθώµατα ὑµῶν, πῶς ἡµῖν θρήνων; Οὐκ ἔστιν εἰπεῖν· Ὥστε ἡµᾶς αὐτοὺς, φησὶν, ἐν ὑµῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑποµονῆς ὑµῶν καὶ πίστεως. Ἐνταῦθα δείκνυσι καὶ πολὺν παρελθόντα χρόνον· ἡ γὰρ ὑποµονὴ ἀπὸ χρόνου φαίνεται πολλοῦ, οὐκ ἐν δύο καὶ τρισὶν ἡµέραις. Οὐχ ἁπλῶς δέ φησιν ὑποµονήν. Μάλιστα µὲν οὖν καὶ τὸ τῶν ἐπηγγελµένων ἀγαθῶν µὴ ἤδη ἀπολαύειν, ὑποµονῆς ἐστι· νῦν δὲ καὶ µείζονα λέγει ὑποµονήν. Ποίαν δὴ ταύτην; Τὴν διὰ τῶν διωγµῶν. Ὅτι δὲ ταύτην αἰνίττεται, δῆλον ἐξ ὧν ἐπάγει καὶ λέγει· Ἐν πᾶσι τοῖς διωγµοῖς ὑµῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε. Πολεµίοις γὰρ συνέζων διηνεκῶς πάντοθεν βλάπτειν ἐπιχειροῦσι, καὶ στεῤῥὰν καὶ ἀκίνητον τὴν ὑποµονὴν ἐπεδείκνυντο. Αἰσχυνέσθωσαν ὅσοι διὰ προστασίαν ἀνθρώπων εἰς δόγµατα µεθίστανται. Ἔτι γὰρ ἀρχῆς οὔσης τοῦ κηρύγµατος, ἄνθρωποι πένητες καὶ ἀπὸ τῆς καθηµερινῆς ζῶντες ἐργασίας πρὸς ἄνδρας πολιτευοµένους καὶ πρώτους τῆςπόλεως ἔχθρας ἀνεδέχοντο, οὔτε βασιλέως, οὔτε ἄρχοντος ὄντος που πιστοῦ, καὶ πόλεµον ἀκήρυκτον ὑφίσταντο, καὶ οὐδὲ οὕτως ἐξίσταντο. Ἔνδειγµα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ὅρα πῶς αὐτοῖς συνάγει τὴν παραµυθίαν. Εἶπεν, ὅτι Εὐχαριστοῦµεν τῷ Θεῷ, εἶπεν, ὅτι Καυχώµεθα παρὰ ἀνθρώποις. Καλὰ µὲν οὖν καὶ ταῦτα· ἀλλ' ὃ µάλιστα ζητεῖ ὁ ὀδυνώµενος, τοῦτό ἐστιν, ἀπαλλαγὴν τῶν κακῶν, καὶ τιµωρίαν τῶν κακῶς αὐτοὺς διατιθέντων. Ὅταν γὰρ ἀσθενὴς ᾖ ἡ ψυχὴ, ταῦτα µάλιστα ἐπιζητεῖ· ἡ γὰρ φιλόσοφος, οὐδὲ τοῦτο. Τί οὖν ἐστιν ὅ φησιν, Ἔνδειγµα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ; Ἤδη τὴν ἀνταπόδοσιν ᾐνίξατο ἑκατέραν, καὶ τὴν τῶν ποιούντων κακῶς, καὶ τὴν τῶν πασχόντων· ὡς ἂν εἰ ἔλεγεν· ἵν', ὅταν ὑµᾶς µὲν στεφανοῖ, ἐκείνους δὲ κολάζῃ, δεικνύηται τὸ δίκαιον τοῦ Θεοῦ. Ἅµα αὐτοὺς καὶ παραµυθεῖται, δεικνὺς ὅτι ἀπὸ τῶν οἰκείων πόνων καὶ τῶν ἱδρώτων καὶ κατὰ τὸν τῆς δικαιοσύνης λόγον στεφανοῦνται. Ἀλλὰ πρότερον τίθησι τὸ αὐτῶν. Εἰ γὰρ καὶ σφόδρα ἐπιθυµεῖ τις τὴν ἐκδικίαν, ἀλλὰ πρότερον τῶν ἐπάθλων ὀρέγεται.∆ ιὰ τοῦτο καὶ ἐπάγει λέγων· Εἰς τὸ καταξιωθῆναι ὑµᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε. Οὐκ ἄρα οὖν ἀπὸ τοῦ δυνατωτέρους εἶναι τοὺς ἀδικοῦντας τοῦτο γίνεται, ἀλλ' ἀπὸ τοῦ δεῖν οὕτως εἰς τὴν βασιλείαν εἰσιέναι.∆ ιὰ πολλῶν γὰρ θλίψεων, φησὶ, δεῖ ἡµᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑµᾶς θλῖψιν, καὶ ὑµῖν τοῖς θλιβοµένοις ἄνεσιν µεθ' ἡµῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦἀπ' οὐρανοῦ µετ' ἀγγέλων δυνάµεως αὐτοῦ. Τὸ, εἴπερ, ἐνταῦθα ἀντὶ τοῦ, ἐπεὶ, κεῖται· ὅπερ ἐπὶ τῶν σφόδρα ὁµολογουµένων καὶ ἡµεῖς τίθεµεν καὶ ἀναντιῤῥήτων· ἀντὶ τοῦ, σφόδρα δίκαιον. Εἰ δίκαιόν ἐστι, φησὶ, παρὰ Θεῷ τούτους ἀµύνασθαι, πάντως ἀµυνεῖται· ὡς ἂν εἰ ἔλεγεν· εἰ µέλει τῷ Θεῷ τῶν πραγµάτων, εἰ φροντίζει ὁ Θεός. Οὕτω καὶ αὐτὸς τίθησι τὸ εἴπερ τοῦτο, ὡς ἐπὶ ὡµολογηµένων· ὡς εἰ ἔλεγέ τις· εἰ µισεῖ τοὺς πονηροὺς ὁ Θεός· διὰ τοῦτο λέγων οὕτως, ἵνα ἐκείνους ἀναγκάσῃ εἰπεῖν, ὅτι µισεῖ· µάλιστα γὰρ αἱ τοιαῦται ψῆφοι ἀναµφίλεκτοί εἰσιν· ὡς καὶ αὐτῶν ἐκείνων εἰδότων, ὅτι δίκαιόν ἐστιν. Εἰ γὰρ παρὰ ἀνθρώποις τοῦτο δίκαιον, πολλῷ µᾶλλον παρὰ τῷ Θεῷ. Ἀνταποδοῦναι, φησὶ, τοῖς θλίβουσιν ὑµᾶς θλῖψιν, καὶ ὑµῖν τοῖς θλιβοµένοις µεθ' ἡµῶν ἄνεσιν.
2.3
Τί οὖν; ἴση ἡ ἀνταπόδοσις; Οὐδαµῶς· ἀλλ' ὅρα διὰ τῶν ἑξῆς πῶς δείκνυσι σφοδροτέραν οὖσαν, καὶ τὴν ἄνεσιν πολλῷ µείζονα. Ἰδοὺ καὶ ἑτέρα παράκλη σις· τοὺς κοινωνοὺς γὰρ τῶν θλίψεων καὶ ἐν τῇ ἀνταποδόσει κοινωνοὺς ἔχειν φησί( τοῦτο γάρ ἐστι τὸ, Μεθ' ἡµῶν)· συνάπτων αὐτοὺς ἐν τοῖς στεφάνοις, τοῖς τὰ µυρία κατωρθωκόσι καὶ µείζονα. Εἶτα καὶ τὸν καιρὸν προστίθησι, καὶ διὰ τῆς ὑπογραφῆς ἐπανάγει τὰς διανοίας αὐτῶν, µονονουχὶ ἀνοίγων τῷ ῥήµατι τοὺς οὐρανοὺς ἤδη, καὶ τοῖςὀφθαλµοῖς αὐτῶν παριστὰς, καὶ περιτίθησιν αὐτῷ τὴν στρατιὰν τὴν ἀγγελικὴν, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τῶν µετ' αὐτοῦ πλατυτέραν τὴν εἰκόνα ποιῶν, ὥστε αὐτοὺς ἀναπνεῦσαι µικρόν. Καὶ ὑµῖν τοῖς θλιβοµένοις ἄνεσιν µεθ' ἡµῶν, φησὶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ µετ' ἀγγέλων δυνάµεως αὐτοῦ, ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς µὴ εἰδόσι Θεὸν, καὶ τοῖς µὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Εἰ οἱ τῷ Εὐαγγελίῳ µὴ ὑπακούοντες διδόασι τιµωρίαν, οἱ καὶ µετὰ τοῦ µὴ ὑπακοῦσαι θλίβοντες ὑµᾶς, τί οὐ πείσονται; Θέα δέ µοι σύνεσιν· οὐκ εἶπεν ἐνταῦθα, τοῖς θλίβουσιν ὑµᾶς, ἀλλὰ, Τοῖς µὴ ὑπακούουσιν. Ὥστε εἰ καὶ µὴ δι' ὑµᾶς, δι' ἑαυτὸν ἀνάγκη, φησὶ, τιµωρήσασθαι αὐτούς. Τοῦτο µὲν οὖν ὑπὲρ πληροφορίας εἴρηται, ὅτι πάντως αὐτοὺς κολασθῆναι δεῖ· τὸ δὲ πρότερον ὑπὲρ τοῦ καὶ αὐτοὺς τετιµῆσθαι. Τὸ µὲν οὖν πιστεῦσαι ἡ ὑπὲρ τῆς τιµωρίας πληροφορία ποιεῖ· τὸ δὲ ἡσθῆναι, ὅτι ὑπὲρ τῶν εἰς αὐτοὺς γεγενηµένων ταῦτα πάσχουσι. Ταῦτα εἴρηται µὲν πρὸς ἐκείνους. ἁρµόζει δὲ καὶ ἡµῖν. Ὅταν οὖν ἐν θλίψεσιν ὦµεν, ταῦτα λογιζώµεθα. Μὴ τῇ ἑτέρων τιµωρίᾳ χαίρωµεν ὡς ἐκδικούµενοι, ἀλλ' ὡς αὐτοὶ τοιαύτης ἀπαλλαττόµενοι κολάσεως καὶ τιµωρίας. Τί γὰρ ἡµῖν ὄφελος, ὅταν ἕτεροι κολασθῶσι; Μὴ ἔχωµεν, παρακαλῶ, τοιαύτας ψυχὰς, ἀπὸ τῆς βασιλείας προτρεπώµεθα πρὸς ἀρετήν. Ὁ µὲν γὰρ σφόδρα ἐνάρετος οὔτε ἀπὸ φόβου, οὔτε ἀπὸ βασιλείας ἐνάγεται, ἀλλὰ δι' αὐτὸν τὸν Χριστόν· καθάπερ Παῦλος ἐποίει. Πλὴν ἡµεῖς ἐννοῶµεν τὰ ἐν τῇ βασιλείᾳ ἀγαθὰ, τὰ ἐν τῇ γεέννῃ κακὰ, καὶ κἂν οὕτως ἑαυτοὺς ῥυθµίζωµεν καὶ παιδαγωγῶµεν, οὕτως ἑαυτοὺς ἐνάγωµενπρὸς τὰ πρακτέα. Ὅταν ἴδῃς τι χρηστὸν καὶ µέγα ἐν τῷ παρόντι βίῳ, ἐννόησον τὴν βασιλείαν, καὶ οὐδὲν αὐτὸ νοµίσεις· ὅταν φοβερὸν, ἐννόησον τὴν γέενναν, καὶ καταγελάσεις· ὅταν ὑπὸ ἐπιθυµίας κατέχῃ σωµατικῆς, λογίζου τὸ πῦρ, λογίζου καὶ αὐτῆς τῆς ἁµαρτίας τὴν ἡδονὴν, ὅτι οὐδενός ἐστιν ἀξία, ὅτι οὐδὲ ἔχει ἡδονήν. Εἰ γὰρ ὁ τῶν ἐνταῦθα κειµένων νόµων φόβος τοσαύτην ἔχει τὴν ἰσχὺν, ὡς καὶ ἀπάγειν ἡµᾶς τῶν πονηρῶν πράξεων, πολλῷ µᾶλλον ἡ µνήµη τῶνµελλόντων, ἡ τιµωρία ἡ ἀθάνατος, ἡ κόλασις ἡ ἀΐδιος· εἰ ὁ τοῦ βασιλέως φόβος τοῦ ἐπὶ γῆς τοσούτων ἡµᾶς ἀπάγῃ κακῶν, πόσῳ µᾶλλον ὁ τοῦ αἰωνίου βασιλέως; Πόθεν οὖν δυνάµεθα τὸν φόβον ἔχειν διηνεκῶς; Ἂν συνεχῶς τῶν Γραφῶν ἐπακούωµεν. Εἰ γὰρ νεκρὸς ὁρώµενος µόνον οὕτως ἡµῶν συστέλλει τὴν διάνοιαν, πόσῳ µᾶλλον ἡ γέεννα καὶ τὸ πῦρ τὸ ἄσβεστον; πόσῳ µᾶλλον ὁ σκώληξ ὁ ἀτελεύτητος; Ἂν τὴν γέενναν ἀεὶ ἀναλογιζώµεθα, οὐ ταχέως εἰς αὐτὴν ἐµπεσούµεθα.∆ ιὰ τοῦτο ἠπείλησε κόλασιν ὁ Θεός· ὡς εἰ µὴ εἶχέ τι µέγα κέρδος τὸ λογίζεσθαι, οὐκ ἂν αὐτὴν ἠπείλησεν ἤδη ὁ Θεός· ἀλλ' ἐπειδὴ ἰσχύει ἡ µνήµη αὐτῆς µεγάλα κατορθῶσαι, διὰ τοῦτο, καθάπερ τι φάρµακον σωτήριον, τὴν ἀπειλὴν αὐτῆς ἐγκατέθετο ἡµῶν ταῖς ψυχαῖς. Μὴ δὴ παρορῶµεν τὸ τοσοῦτον κέρδοςτὸ ἐντεῦθεν τικτόµενον, ἀλλὰ ταύτην συνεχῶς στρέφωµεν, ἐν ἀρίστοις, ἐν δείπνοις. Ἡ µὲν γὰρ τῶν ἡδέων διάλεξις οὐδὲν τὴν ψυχὴν ὠφελεῖ, ἀλλ' ἀτονωτέραν ἐργάζεται· ἡ δὲ τῶν λυπηρῶν καὶ σκυθρωπῶν πᾶν αὐτῆς περικόπτει τὸ διακεχυµένον καὶ διαῤῥέον, καὶ ἐπιστρέφει καὶ συστέλλει διαλελυµένην αὐτήν. Ὁ περὶ θεάτρων καὶ µίµων διαλεγόµενος, οὐδὲν αὐτὴν ὤνησεν, ἀλλὰ καὶ µᾶλλον ἐξέκαυσε καὶ προπετεστέραν εἰργάσατο· ὁ τὰ ἀλλότρια µεριµνῶν καὶ πολυπραγµονῶν, πολλάκις αὐτῇ καὶ κινδύνους ἐκ τῆς περιεργίας ταύτης προσετρίψατο. Ὁ µέντοι περὶ γεέννης διαλεγόµενος οὔτε κίνδυνον ἕξει τινὰ, καὶ σωφρονεστέραν ἐργάζεται. Ἀλλὰ δέδοικας τὸ φορτικὸν τῶν ῥηµάτων; Μὴ γὰρ, ἂν σιγήσῃς, τὴν γέενναν ἔσβεσας; µὴ γὰρ, ἂν εἴπῃς, ἀνῆψας; Ἄν τε εἴπῃς, ἄν τε µὴ εἴπῃς, ἀναβράσεται τὸ πῦρ. Λεγέσθω συνεχῶς περὶ αὐτῆς, ἵνα µηδέποτε ἐµπέσῃς εἰς αὐτήν. Οὐκ ἔστι ψυχὴν µεριµνῶσαν περὶ γεέννης ἁµαρτεῖν ταχέως· ἄκουε γὰρ τῆς ἀρίστης παραινέσεως· Μιµνήσκου, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ µὴ ἁµάρτῃς. Οὐκ ἔστι ψυχὴν δεδοικυῖαν ὑπὲρ εὐθυνῶν µὴ ὀκνηρὰν εἶναι περὶ τὰ πληµµελήµατα· φόβος γὰρ ἐνακµάζων διανοίᾳ, οὐδὲν ἀφίησι κοσµικὸν εἶναι ἐν αὐτῇ. Εἰ γὰρ λόγος περὶ αὐτῆς κινούµενος οὕτω ταπεινοῖ καὶ συστέλλει, λογισµὸς διαπαντὸς ἐνοικῶν ταῖς ψυχαῖς οὐχὶ παντὸς πυρὸς µᾶλλον ἐκκαθαίρει ψυχήν; Βασιλείας µὴ οὕτω µνηµονεύωµεν, ὡς γεέννης· µᾶλλον γὰρ ὁ φόβος ἰσχύει τῆς ἐπαγγελίας· καὶ οἶδα ὅτι πολλοὶ κατεφρόνησαν ἂν µυρίων ἀγαθῶν, εἰ τῆς κολάσεως ἦσαν ἀπηλλαγµένοι· ὅπου γε καὶ νῦν ἐµοὶ ἀρκεῖ τὸ µὴ τιµωρηθῆναι, τὸ µὴ κολασθῆναι. Οὐδεὶς τῶν γέενναν ἐχόντων πρὸ ὀφθαλµῶν, εἰς γέενναν ἐµπεσεῖται· οὐδεὶς τῶν καταφρονούντων γεέννης ἐκφεύξεται γέενναν. Καθάπερ γὰρ παρ' ἡµῖν οἱ µὲν δεδοικότες τὰ δικαστήρια, οὐχ ἁλώσονται δικαστηρίοις, οἱ δὲ καταφρονοῦντες, ἐκεῖνοι µάλιστά εἰσιν οἱ περιπίπτοντες· οὕτω κἀκεῖ. Εἰ µὴ ἔδεισαν τὴν καταστροφὴν οἱ Νινευῖται, κατεστράφησαν ἄν· ἐπειδὴ δὲ ἔδεισαν, οὐ κατεστράφησαν. Εἰ ἔδεισαν ἐπὶ τοῦ Νῶε τὸν κατακλυσµὸν, οὐκ ἂν κατεκλύσθησαν· καὶ οἱ Σοδοµῖται εἰ ἔδεισαν, οὐκ ἂν κατεκαύθησαν. Μέγα κακὸν τὸ καταφρονεῖν ἀπειλῆς· ὁ καταφρονῶν ἀπειλῆς, ταχέως τῆς διὰ τῶν πραγµάτων αἰσθήσεται πείρας. Οὐδὲν οὕτω χρήσιµον, ὡς τὸ περὶ γεέννης διαλέγεσθαι· ἀργύρου παντὸς καθαρωτέρας ἡµῖν ἐργάζεται τὰς ψυχάς. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος, ὅτι Τὰ κρίµατά σου ἐνώπιόν µού ἐστι διαπαντός. Καὶ ὁ Χριστὸς δὲ συνεχῶς περὶ αὐτῆς διαλέγεται. Εἰ γὰρ καὶ λυπεῖ τὸν ἀκροατὴν, ἀλλ' ὠφελεῖ τὰ µέγιστα.
2.4
Τοιαῦτα γὰρ τὰ ὠφελοῦντα πάντα· καὶ µὴ θαυµάσῃς· καὶ γὰρ φάρµακα καὶ σιτία πρότερον λυποῦντα τὸν ἀσθενοῦντα, τότε τὴν ὠφέλειαν ἐπάγει. Εἰ δὲ ῥηµάτων οὐκ ἀνεχόµεθα βαρύτητος, εὔδηλον, ὅτι τῆς διὰ τῶν πραγµάτων θλίψεως οὐκ ἀνεξόµεθα· εἰ τῶν περὶ γεέννης οὐδεὶς ἀνέχεται λόγων, εὔδηλον ὅτι, εἰ διωγµὸς κατέλαβε, πρὸς πῦρ, πρὸς σίδηρον οὐδεὶς ἂν ἔστη ποτέ. Γυµνάσωµεν τὴν ἀκοὴν ἡµῶν µὴ µαλακίζεσθαι· ἀπὸ τούτου γὰρ καὶ ἐπὶ τὰ πράγµατα ἥξοµεν. Ἂν ἐθισθῶµεν ἀκούειν φοβερὰ, ἐθισθησόµεθα καὶ ὑποµένειν φοβερά· ἂν δὲ οὕτως ὦµεν διαλελυµένοι, ὡς µηδὲ ῥήµατα φέρειν, πότε πρὸς τὰ πράγµατα στησόµεθα; Ὁρᾷς πῶς καταφρονεῖ τῶν ἐνταῦθα πάντων, καὶ τῶν ἐπαλλήλων κινδύνων ὁ µακάριος Παῦλος;∆ ιὰ τί; Ὅτι µεµελετήκει καὶ γεέννης καταφρονεῖν ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων. Ἐκεῖνος οὐδὲ τὴν πεῖραν τῆς γεέννης ἡγεῖτό τι εἶναι διὰ τὸν τοῦ Χριστοῦ πόθον· ἡµεῖς ὑπὲρ τῶν ἡµῖν συµφερόντων οὐδὲ τῶν περὶ αὐτῆς λόγων ἀνεχόµεθα. Νῦν µὲν οὖν ὀλίγα ἀκούσαντες ἀπέρχεσθε· δέοµαι δὲ ὑµῶν, εἴ τίς ἐστιν ἐν ὑµῖν ἀγάπη, διαπαντὸς τοὺς περὶ τούτων στρέφειν λόγους. Οὐδὲν βλάψαι δυνήσονται, κἂν µὴ ὠφελήσωσι· πάντως δὲ καὶ ὠφελήσουσι· πρὸς γὰρ τὰς διαλέξεις καὶ ἡ ψυχὴ ποιοῦται. Φθείρουσι, φησὶν, ἤθη χρηστὰ ὁµιλίαι κακαί. Οὐκοῦν ὠφελοῦσιν ὁµιλίαι ἀγαθαί· οὐκοῦν καὶ σωφρονίζουσιν ὁµιλίαι φοβεραί. Ὥσπερ γὰρ κηρός τίς ἐστιν ἡ ψυχή· ἂν µὲν γὰρ ψυχρὰς ἐπαγάγῃς ὁµιλίας, ἐπώρωσας αὐτὴν καὶ ἐσκλήρυνας· ἂν δὲ πεπυρωµένας, ἐµάλαξας· µαλάξας δὲ, τυποῖς πρὸς ὅπερ ἂν θέλῃς, καὶ τὴν εἰκόνα τὴν βασιλικὴν ἐγχαράττεις. Ἀποφράττωµεν τοίνυν ἡµῶν τὰς ἀκοὰς πρὸς τὰς ὁµιλίας τὰς εἰκῆ· οὐκ ἔστι µικρὸν τὸ κακόν· ἀπὸ τούτου γίνεται πάντα τὰ κακά. Εἰ µεµελετήκει ἡµῶν ἡ διάνοια προσέχειν θείοις λόγοις, οὐκ ἂν προσέσχεν ἑτέροις· οὐ προσέχουσα δὲ ἑτέροις, οὐκ ἂν οὐδὲ τὰ πράγµατα µετῆλθε τὰ πονηρά. Ὁδὸς γὰρ ἐπὶ τὰ ἔργα λόγος ἐστί· πρῶτον ἐννοοῦµεν, εἶτα φθεγγόµεθα, εἶτα πράττοµεν. Πολλοὶ πολλάκις καὶ σωφρονοῦντες, ἀπὸ ῥηµάτων αἰσχρῶν ἐπὶ πράξεις ἦλθον αἰσχράς. Οὐ γάρ ἐστιν ἡµῶν ἡ ψυχὴ οὔτε ἀγαθὴ φύσει οὔτε κακὴ, ἀλλὰ προαιρέσει καὶ τοῦτο κἀκεῖνο γίνεται. Ὥσπερ οὖν τὸ ἱστίον, ὅπουπερ ἂν πνεύσῃ ὁ ἄνεµος, µεταφέρει τὸ πλοῖον· µᾶλλον δὲ ὥσπερ ὁ οἴαξ µεταφέρει τὸ πλοῖον, ἂν ἐξ οὐρίων ὁ ἄνεµος ᾖ· οὕτω καὶ ὁ λογισµὸς, ἂν ἐξ οὐρίων τὰ ῥήµατα φέρηται τὰ καλὰ, πλεύσεται ἀκινδύνως· ἂν δὲ ἐναντία, πολλάκις καὶ καταδύσει τὸν λογισµόν. Ὅπερ γάρ ἐστι τοῖς πλοίοις τὰ πνεύµατα, τοῦτο ταῖς ψυχαῖς οἱ λόγοι· ὅπουπερ ἂν θέλῃς, µετάγεις αὐτὴν καὶ µετατρέπεις.∆ ιὰ τοῦτο παραινῶν τίς φησι· Πᾶσα διήγησίς σου ἔστω ἐν νόµῳ Ὑψίστου.∆ ιὸ παρακαλῶ, ἀπὸ τῆς τίτθης τὰ παιδία λαµβάνοντες, µὴ µύθοις γραϊκοῖς αὐτὰ ἐθίζωµεν, ἀλλ' ἐκ πρώτης ἡλικίας µανθανέτω, ὅτι κρίσις ἐστίν· ὅτι κόλασις, ἐµπηγνύσθω αὐτῶν τῇ διανοίᾳ· οὗτος ὁ φόβος συῤῥιζωθεὶς, µεγάλα ἐργάζεται ἀγαθά. Ψυχὴ γὰρ µαθοῦσα ἐκ πρώτης ἡλικίας τῇ προσδοκίᾳ ταύτῃ κατασείεσθαι, οὐ ταχέως ἀποσείσεται τοῦτο τὸ δέος· ἀλλ' ὥσπερ τις ἵππος εὐήνιος, ἐπικαθήµενον ἔχουσα τὸν τῆς γεέννης λογισµὸν, εὔτακτα βαδίζουσα, καὶ φθέγξεται καὶ ἐρεῖ χρήσιµα· καὶ οὔτε νεότης, οὔτε πλοῦτος, οὔτε ὀρφανία, οὔτε ἄλλο οὐδὲν αὐτὴν βλάψαι δυνήσεται, οὕτω στεῤῥὸν ἔχουσα τὸν λογισµὸν, καὶ πρὸς πάνταἀντέχειν δυνάµενον. Τούτοις τοῖς λόγοις καὶ ἡµᾶς αὑτοὺς ῥυθµίζωµεν, καὶ γυναῖκας καὶ δούλους καὶ τέκνα καὶ φίλους, εἰ δυνατὸν, καὶ ἐχθρούς.∆ υνάµεθα γὰρ µετὰ τούτων τῶν λόγων τὰ πολλὰ τῶν ἁµαρτηµάτων ὑποτεµέσθαι, καὶ βέλτιον ἐν λυπηροῖς ἐνδιατρίβειν, ἢ χρηστοῖς· καὶ δῆλον ἐκεῖθεν. Εἰπὲ γάρ µοι, ἂν ἔλθῃς εἰς οἰκίαν, ἔνθα γάµοι ἐπιτελοῦνται, πρὸς µὲν ὥραν ἥσθης τῇ θέᾳ, ὕστερον δὲ ἀπελθὼν τήκεις σαυτὸν τῇ λύπῃ, ὅτι οὐκ ἔχεις τοσαῦτα. Ἂν δὲ εἰς οἰκίαν πενθούντων εἰσέλθῃς, κἂν σφόδρα πλουτοῦντες ὦσιν, ἀπελθὼν ἀναπαύσῃ µᾶλλον· οὐγὰρ δὴ φθόνον ἐδέξω ἐκεῖθεν, ἀλλὰ παράκλησιν καὶ παραµυθίαν ἐπὶ τῇ σῇ πενίᾳ. Εἶδες διὰ τῶν πραγµάτων, ὡς οὐδὲν ὁ πλοῦτος ἀγαθὸν, οὐδὲν ἡ πενία κακὸν, ἀλλ' ἀδιάφορά ἐστι πράγµατα. Οὕτω καὶ νῦν ἂν περὶ τρυφῆς διαλέγῃ, µᾶλλον κόπτεις τὴν ψυχὴν οὐκ ἔχουσαν ἴσως τρυφᾷν· ὅταν δὲ κατὰ τρυφῆς, καὶ τοὺς τῆς γεέννης ἐµβάλῃς ἐν µέσῳ λόγους, εὐφραίνει σε τὸ πρᾶγµα, καὶ πολλὴν τέξεται τὴν ἡδονήν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι ἡ τρυφὴ οὐδὲν ἡµῖν πρὸς τὸ πῦρ ἐκεῖνο δυνήσεται ἀµῦναι, οὐκ ἐπιζητήσεις αὐτήν· ἂν δὲ λογίσῃ, ὅτι καὶ µᾶλλον αὐτὸ ἀνάπτειν εἴωθεν, οὐ µόνον οὐκ ἐπιζητήσεις, ἀλλὰ καὶ ἀποστραφήσῃ καὶ ἀποκρούσῃ. Μὴ δὴ φεύγωµεν τοὺς περὶ γεέννης λόγους, ἵνα φύγωµεν τὴν γέενναν· µὴ φεύγωµεν τὴν τῆς κολάσεως µνήµην, ἵνα µὴ κολασθῶµεν. Εἰ ὁ πλούσιος ἐκεῖνος τὸ πῦρ ἐνενόει ἐκεῖνο, οὐκ ἂν ἥµαρτεν· ἐπειδὴ δὲ οὐδέποτε αὐτοῦ ἐµνήσθη, διὰ τοῦτο αὐτῷ περιέπεσεν. Εἰπέ µοι, ἄνθρωπε, µέλλων παρίστασθαι τῷ βήµατι τοῦ Χριστοῦ πάντα µᾶλλον φθέγγῃ, ἢ περὶ τούτου; Καὶ πρᾶγµα µὲν ἔχων πρὸς δικαστὴν, µέχρι ῥηµάτων πολλάκις, οὐ νύκτα, οὐχ ἡµέραν, οὐ καιρὸν, οὐχ ὥραν ἄλλο τι φθέγγῃ, ἀλλὰ διαπαντὸς περὶ ἐκείνουτοῦ πράγµατος· µέλλων δὲ ὑπὲρ πάσης τῆς ζωῆς σου λόγον διδόναι, καὶ εὐθύνας ὑποσχεῖν, οὐδὲ ἄλλων σε ἀναµιµνησκόντων ὑπὲρ τῆς δίκης ἀνέχῃ; Τοιγαροῦν διὰ τοῦτο πάντα ἀπόλωλε καὶ διέφθαρται, ὅτι βήµατι µὲν ἀνθρωπίνῳ παραστήσεσθαι µέλλοντες περὶ πραγµάτων βιωτικῶν, πάντακινοῦµεν, πάντας ἀξιοῦµεν, διηνεκῶς περὶ τούτου µεριµνῶµεν, πάντα ὑπὲρ τούτου πράττοµεν, εἰς δὲ τὸ βῆµα τοῦ Χριστοῦ µέλλοντες ἥκειν µετ' οὐ πολὺ, οὐδὲν οὔτεδι' ἑαυτῶν, οὔτε δι' ἄλλων πράττοµεν, οὐκ ἀξιοῦµεν τὸν δικαστήν. Καίτοι γε πολλὴν ἡµῖν ἐκεῖνος δίδωσι προθεσµίαν, καὶ οὐκ ἀναρπάζει ἡµᾶς ἐν τοῖς µέσοις ἁµαρτήµασιν, ἀλλ' ἀφίησιν ἀποδύσασθαι, καὶ οὐδὲν τῶν εἰςαὐτὸν ἡκόντων παραλιµπάνει ἡ ἀγαθότης ἐκείνη καὶ ἡ φιλανθρωπία. Ἀλλ' οὐδὲν γίνεται πλέον· διὰ τοῦτο µείζων ἡ τιµωρία. Ἀλλὰ µὴ γένοιτο γενέσθαι.∆ ιὸ, παρακαλῶ, κἂν νῦν ἀνανήψωµεν, ἔχωµεν τὴν γέενναν πρὸ ὀφθαλµῶν, ἐννοῶµεν τὰς εὐθύνας ἐκείνας τὰς ἀπαραιτήτους· ἵνα ταῦτα λογιζόµενοι, καὶ τὴν κακίαν φύγωµεν, καὶ τὴν ἀρετὴν αἱρώµεθα, καὶ δυνηθῶµεν ἐπιτυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιναὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.