Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Thessalonians
John ChrysostomHom. 2 Thess. 3 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
3.0
Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυµασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν.
3.1
Εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ τὰς ἐλπίδας τὰς χρηστὰς οὐκ ἐν τῷ τῶν ἁµαρτηµάτων ἀπέχεσθαι ἔχουσιν, ἀλλ' ἐν τῷ νοµίζειν τὴν γέενναν µὴ σφοδρὰνεἶναι, καθὼς λέγεται, ἀλλ' ἡµερωτέραν τῆς ἠπειληµένης, καὶ πρόσκαιρον, οὐκ αἰώνιον, καὶ πολλὰ περὶ τούτου φιλοσοφοῦσιν. Ἐγὼ µὲν οὖν οὐ µόνον ὅτι τῆς ἠπειληµένης οὐκ ἔστιν ἡµερωτέρα, ἀλλ' ὅτι καὶ σφοδροτέρα πολλῷ, πολλαχόθεν ἔχω παραστῆσαι, καὶ ἐξαὐτῶν συλλογίσασθαι τῶν περὶ γεέννης ῥηµάτων. Πλὴν ἀλλ' οὐδένα περὶ τούτων κινῶ λόγον νῦν· ἀρκεῖ γὰρ ὁ καὶ ἀπὸ ψιλῶν ῥηµάτων φόβος, κἂν µὴ τὸν νοῦν αὐτῶν ἀναπτύξωµεν. Ὅτι δὲ οὐκ ἔστι πρόσκαιρος, ἄκουσον τοῦ Παύλου λέγοντος νῦν περὶ τῶν µὴ εἰδότων τὸν Θεὸν, µηδὲ πιστευόντων ἐν τῷ Εὐαγγελίῳ, ὅτι δίκηντίσουσιν, ὄλεθρον αἰώνιον. Τὸ αἰώνιον οὖν πῶς πρόσκαιρον; Ἀπὸ προσώπου, φησὶ, τοῦ Κυρίου. Τί ἐστι τοῦτο; Τί εὔκολον ἐνταῦθα βούλεται εἰπεῖν; Ἐπειδὴ γὰρ µέγα ἐφύσων τότε πλουτοῦντες, οὐ δεῖ, φησὶν, πολλῆς ἐργωδίας, ἀλλ' ἀρκεῖ παραγενέσθαι µόνον καὶ ὀφθῆναι τὸν Θεὸν, καὶ πάντες ἐνκολάσει καὶ τιµωρίᾳ γίνονται. Ἡ παρουσία αὐτοῦ τοῖς µὲν φῶς ἔσται, τοῖς δὲ τιµωρία. Καὶ ἀπὸ τῆς δόξης, φησὶ, τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυµασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι. Τί λέγεις; Θεὸς ἐνδοξάζεται; Ναὶ, Ἐν πᾶσι, φησὶ, τοῖς ἁγίοις αὐτοῦ. Πῶς; Ὅταν γὰρ ἴδωσιν οἱ µέγα φυσῶντες τοὺς µαστιζοµένους ὑπ' αὐτῶν, τοὺς καταφρονουµένους, τοὺς καταγελωµένους, τούτους ἐγγὺς ὄντας αὐτοῦ, δόξααὐτοῦ γίνεται· µᾶλλον δὲ τοῦτο δόξα ἐστὶ καὶ αὐτῶν καὶ αὐτοῦ· αὐτοῦ µὲν, ὅτι αὐτοὺς οὐκ ἐγκατέλιπεν, ἀλλὰ λαµπροὺς ἀπέδειξεν· αὐτῶν δὲ, ὅτι τοσαύτης κατηξιώθησαν τιµῆς. Ὥσπερ γὰρ πλοῦτος αὐτοῦ ἐστι τὸ εἶναι πιστοὺς, οὕτω καὶ δόξα αὐτοῦ ἐστι τὸ εἶναι τοὺς µέλλοντας ἀπολαύειν αὐτοῦ τῶν ἀγαθῶν.∆ όξα ἐστὶ τοῦ ἀγαθοῦ τὸ ἔχειν οἷς τῆς εὐεργεσίας µεταδῷ. Καὶ θαυµασθῆναι, φησὶν, ἐν πᾶσι τοῖς πιστεύσασι. Τουτέστι, διὰ τῶν πιστευσάντων. Ἰδοὺ πάλιν τὸ, ἐν, διὰ ἐστί.∆ ι' ἐκείνων γὰρ θαυµαστὸς ἀποδείκνυται. Ὅταν γὰρ τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ µυρία παθόντας δεινὰ, καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγῃ λαµπρότητα, δείκνυται αὐτοῦ ἡ ἰσχὺς τότε, ὅτιεἰ καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ' ὅµως ἐκεῖ πολλῆς ἀπολαύουσι δόξης· τότε µάλιστα πᾶσα ἡ δόξα τοῦ Θεοῦ δείκνυται καὶ ἡ ἰσχύς. Καὶ πῶς, ἄκουε· ἐπάγει γὰρ, Ὅτι ἐπιστεύθη τὸ µαρτύριον ἡµῶν ἐφ' ὑµᾶς ἐν τῇ ἡµέρᾳ ἐκείνῃ. Εἰς ὃ καὶ προσευχόµεθα πάντοτε περὶ ὑµῶν. Τουτέστιν, ὅταν παράγωνται εἰς µέσον οἱ µυρία παθόντες δεινὰ, ὥστε ἐκστῆναι τῆς πίστεως, καὶ µὴ ἐνδόντες, ἀλλὰ πιστοὶ µείναντες, δοξάζεται ὁ Θεός· τότε δείκνυται καὶ τούτων ἡ δόξα. Ἐπεὶ τοίνυν πολλοὶ τὴν πίστιν ὑποκρίνονται, µὴ µακάριζε µηδένα πρὸ τελευτῆς· καὶ γὰρ ἐν τῇ ἡµέρᾳ ἐκείνῃ δείκνυνται οἱ πιστεύσαντες. Εἰς ὃ καὶ προσευχόµεθα, φησὶ, πάντοτε περὶ ὑµῶν, ἵνα ὑµᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡµῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργονπίστεως ἐν δυνάµει. Ἵνα ἀξιώσῃ, φησὶν, ὑµᾶς τῆς κλήσεως, δεικνὺς ὅτι πολλοὶ καὶ ἀπεβλήθησαν.∆ ιὰ τοῦτο ἐπήγαγε, Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης. Ἐπεὶ καὶ ὁ τὰ ῥυπαρὰ ἱµάτια ἐνδεδυµένος ἐκλήθη, ἀλλ' οὐκ ἔµεινεν ἐν τῇ κλήσει· διὰ τοῦτο καὶ µᾶλλον γέγονεν ἀπόβλητος τῆς κλήσεως τῆς εἰς τὸν νυµφῶνα. Ἐπεὶ καὶ αἱ πέντε παρθένοι ἐκλήθησαν· ἐγείρεσθε, φησὶν, ὁ νυµφίος ἔρχεται· καὶ παρεσκευάσαντο, ἀλλ' οὐκ εἰσῆλθον.∆ ηλῶν οὖν ποίαν κλῆσιν, ἐπήγαγε· Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάµει. Ταύτην ζητοῦµεν τὴν κλῆσιν, φησίν. Ὅρα πῶς ἠρέµα αὐτοὺς καταστέλλει. Ἵνα γὰρ µὴ τῇ τῶν ἐγκωµίων ὑπερβολῇ χαυνωθῶσιν, ὡς µεγάλα κατωρθωκότες, καὶ ῥᾴθυµοι γένωνται, δείκνυσιν ὅτι ἔτι αὐτοῖς λείπει, ἕως ἂν ὦσιν ἐν τῷβίῳ τούτῳ· ὅπερ καὶ Ἑβραίοις γράφων ἔλεγεν· Οὔπω µέχρις αἵµατος ἀντικατέστητε, πρὸς τὴν ἁµαρτίαν ἀνταγωνιζόµενοι. Εἰς πᾶσαν, φησὶν, εὐδοκίαν· τουτέστιν, ἀρέσκειαν, πεῖσµα, πληροφορίαν· ὡσεὶ ἔλεγεν, ἵνα τὸ πεῖσµα τοῦ Θεοῦ γένηται, ἵνα µηδὲν ὑµῖν λείπῃ, ἵνα ὡς βούλεται οὕτως ἦτε. Καὶ ἔργον, φησὶ, πίστεως ἐν δυνάµει. Τί ἐστι τοῦτο; Ἡ ὑποµονὴ τῶν διωγµῶν, ἵνα µὴ ἐκλυώµεθα, φησίν. Ὅπως ἐνδοξασθῇ τὸ ὄνοµα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ ἐν ὑµῖν, καὶ ὑµεῖς ἐν αὐτῷ κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡµῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
3.2
Ὅρα· εἶπεν ἐκεῖ δόξαν, εἶπε καὶ ἐνταῦθα· εἶπεν ὅτι αὐτοὶ δοξάζονται, ὥστε καὶ καυχᾶσθαι· εἶπεν ὃ πολλῷ πλέον ἦν, ὅτι καὶ τὸν Θεὸν δοξάζουσιν· εἶπεν ὅτι ἀπολήψονται τὴν δόξαν ἐκείνην· ἀλλὰ καὶ ἐνταῦθά φησι· τοῦ γὰρ δεσπότου δοξαζοµένου, καὶ οἱ δοῦλοι δοξάζονται. Οἱ γὰρ τὸν δεσπότην δοξάζοντες, πολλῷ µᾶλλον αὐτοὶ δοξάζονται, καὶ τούτῳ αὐτῷ, καὶ χωρὶς τούτου.∆ όξα γάρ ἐστιν ἡ θλῖψις ἡ διὰ Χριστὸν, καὶ πανταχοῦ δόξαν τὸ πρᾶγµα καλεῖ· καὶ ὅσῳ ἂν ἄτιµόν τι πάθωµεν, τοσούτῳ µᾶλλον γινόµεθα λαµπροί. Εἶτα πάλιν δεικνὺς ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Θεοῦ ἐστι, φησὶ, Κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡµῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· τουτέστι, ταύτην τὴν χάριν ἡµῖν αὐτὸς ἔδωκεν ὁ Θεὸς, ἵνα δοξάζηται ἐν ἡµῖν, καὶ δοξάζῃ ἡµᾶς ἐν αὐτῷ. Πῶς δοξάζεται ἐν ἡµῖν; Ὅτι οὐδὲν αὐτοῦ προτιµῶµεν. Πῶς δοξαζόµεθα ἐν αὐτῷ; Ὅτι δύναµιν εἰλήφαµεν παρ' αὐτοῦ ὥστε µηδὲ ἐνδιδόναι τοῖς ἐπαγοµένοις δεινοῖς. Ὁµοῦ γὰρ ὅταν πειρασµὸς συµβῇ, καὶ ὁ Θεὸς δοξάζεται, καὶ ἡµεῖς· αὐτὸν µὲν γὰρ δοξάζουσιν, ὅτι οὕτως ἡµᾶς ἐνεύρωσεν· ἡµᾶς δὲ θαυµάζουσιν, ὅτι ἀξίους ἑαυτοὺς παρεσκευάσαµεν. Πάντα δὲ ταῦτα ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ γίνεται. Ἐρωτῶµεν δὲ ὑµᾶς, ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ καὶ ἡµῶν ἐπισυναγωγῆς ἐπ' αὐτὸν, εἰς τὸ µὴ ταχέως σαλευθῆναι ὑµᾶςἀπὸ τοῦ νοός. Πότε µὲν ἔσται ἀνάστασις, οὐκ εἴρηκεν· ὅτι δὲ νῦν οὐκ ἔσται, εἴρηκε. Καὶ ἡµῶν, φησὶν, ἐπισυναγωγῆς ἐπ' αὐτόν. Οὐ µικρὸν καὶ τοῦτο. Ὁρᾷς πῶς καὶ ἡ παραίνεσις πάλιν µετ' ἐγκωµίου καὶ προτροπῆς, τῷ πάντως µεθ' ἡµῶν αὐτῶν φαίνεσθαι τὸν Κύριον καὶ τοὺς ἁγίους πάντας; Περὶ τῆς παρουσίας τοῦ Χριστοῦ ἐνταῦθα διαλέγεται, καὶ περὶ τῆς ἐπισυναγωγῆς τῆς ἡµῶν· ὁµοῦ γὰρ ταῦτα ἔσται. Ἐπαίρει τὴν διάνοιαν αὐτῶν· εἰς τὸ µὴ σαλεύεσθαι, φησὶ, ταχέως ὑµᾶς. Μήτε θροεῖσθε, µήτε διὰ πνεύµατος, µήτε διὰ λόγου, µήτε δι' ἐπιστολῆς, ὡς δι' ἡµῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡµέρα τοῦ Κυρίου. Ἐνταῦθα δοκεῖ µοι αἰνίττεσθαι περιιέναι τινὰς ἐπιστολὴν πλάσαντας δῆθεν ἀπὸ τοῦ Παύλου, καὶ ταύτην ἐπιδεικνυµένους λέγειν, ὡς ἄρα ἐφέστηκετοῦ Κυρίου ἡ ἡµέρα, ἵνα πολλοὺς ἐντεῦθεν πλανήσωσιν. Ὥστε οὖν µὴ ἀπατηθῆναι, ἀσφαλίζεται αὐτοὺς ὁ Παῦλος, δι' ὧν γράφει καί φησι· Μὴ θροεῖσθε, µήτε διὰ πνεύµατος, µήτε διὰ λόγου. Ὃ δὲ λέγει, τοῦτό ἐστι· κἄν τις πνεῦµα προφητείας ἔχων τοῦτο εἴπῃ, µὴ πιστεύσητε. Ὅτε γὰρ ἤµην πρὸς ὑµᾶς, ταῦτα εἶπον ὑµῖν· ὥστε οὐ δεῖ µεταπείθεσθαι, ἀφ' ὧν ἐδιδάχθητε. Ἢ διὰ πνεύµατος. Τοὺς ψευδοπροφήτας οὕτω καλεῖ πνεύµατι ἀκαθάρτῳ λαλοῦντας, ἅπερ ἐλάλουν. Βουλόµενοι γὰρ οὗτοι µᾶλλον πιστεύεσθαι, οὐ µόνον διὰ πιθανολογίας ἐπεχείρουν ἀπατᾷν· τοῦτο γὰρ ἐµφαίνει εἰπὼν, Μήτε διὰ λόγου· ἀλλὰ καὶ πεπλασµένην ἐπιστολὴν ἐπεδείκνυον ὡς ἀπὸ τοῦ Παύλου, τὸ αὐτὸ τοῦτο δηλοῦσαν.∆ ιὰ τοῦτο καὶ αὐτὸ ἐµφαίνων ἐπήγαγε τὸ, Μήτε δι' ἐπιστολῆς, ὡς δι' ἡµῶν. Πανταχόθεν τοίνυν αὐτοὺς ἀσφαλισάµενος, οὕτω τὴν οἰκείαν γνώµην ἐκτίθεται, καὶ λέγει· Μή τις ὑµᾶς ἐξαπατήσῃ κατὰ µηδένα τρόπον, ὅτι ἐὰν µὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁµαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείµενος καὶ ὑπεραιρόµενος ἐπὶ πάντα λεγόµενον Θεὸν ἢ σέβασµα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός. Περὶ τοῦ ἀντιχρίστου ἐνταῦθα διαλέγεται, καὶ µεγάλα ἀποκαλύπτει µυστήρια. Τί ἐστιν ἡ ἀποστασία; Αὐτὸν καλεῖ τὸν ἀντίχριστον ἀποστασίαν, ὡς πολλοὺς µέλλοντα ἀπολλύναι καὶ ἀφιστᾷν· Ὥστε, φησὶ, σκανδαλισθῆναι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Καὶ ἄνθρωπον ἁµαρτίας αὐτὸν καλεῖ· µυρία γὰρ ἐργάσεται καὶ παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά. Υἱὸν δὲ τῆς ἀπωλείας φησὶν αὐτὸν διὰ τὸ καὶ αὐτὸν ἀπόλλυσθαι. Τίς δὲ οὗτός ἐστιν; ἆρα ὁ σατανᾶς; Οὐδαµῶς· ἀλλ' ἄνθρωπός τις πᾶσαν αὐτοῦ δεχόµενος τὴν ἐνέργειαν· Καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος, φησὶν, ὁ ὑπεραιρόµενος ἐπὶ πάντα λεγόµενον Θεὸν ἢ σέβασµα. Οὐ γὰρ εἰς εἰδωλολατρείαν ἄξει ἐκεῖνος, ἀλλ' ἀντίθεός τις ἔσται, καὶ πάντας καταλύσει τοὺς θεοὺς, καὶ κελεύσει προσκυνεῖν αὐτὸν ἀντὶ τοῦ Θεοῦ, καὶ καθεσθήσεται εἰς τὸν ναὸν τοῦ Θεοῦ, οὐ τὸν ἐν Ἱεροσολύµοις µόνον, ἀλλὰ καὶ εἰς τὰς πανταχοῦ Ἐκκλησίας. Ἀποδεικνύντα, φησὶν, ἑαυτὸν Θεόν. Οὐκ εἶπε, λέγοντα, ἀλλὰ, πειρώµενον ἀποδεικνύναι· καὶ γὰρ ἔργα µεγάλα ἐργάσεται, καὶ σηµεῖα ἐπιδείξεται θαυµαστά. Οὐ µνηµονεύετε ὅτι ἔτι ὢν πρὸς ὑµᾶς ταῦτα ἔλεγον ὑµῖν;
3.3
Ὁρᾷς ὅτι ἀναγκαῖον συνεχῶς ταὐτὰ λέγειν, καὶ ἐπαντλεῖν τοῖς αὐτοῖς ῥήµασιν; Ἰδοὺ γὰρ καὶ παρόντος ἤκουσαν ταῦτα λέγοντος, καὶ πάλιν ἐδεήθησαν ὑποµνήσεως. Καθάπερ γὰρ περὶ τῶν θλίψεων ἀκούσαντες, Καὶ γὰρ ὅτε ἦµεν, φησὶ, πρὸς ὑµᾶς, προελέγοµεν ὑµῖν, ὅτι µέλλοµεν θλίβεσθαι· ὅµως ἐπελήσθησαν, καὶ πάλιν αὐτοὺς στηρίζει διὰ τῶν γραµµάτων· οὕτω καὶ περὶ τῆς παρουσίας τοῦ Χριστοῦ ἀκούσαντες, πάλιν ἐδέοντο γραµµάτων τῶν ῥυθµιζόντων αὐτούς. Ἀναµιµνήσκει γοῦν αὐτοὺς, καὶ δείκνυσιν ὅτι οὐδὲν ξένον λέγει, ἀλλ' ἅπερ ἀεὶ ἔλεγε. Καθάπερ γὰρ ἐπὶ τῶν γεωργῶν τὰ σπέρµατα καταβάλλεται µὲν ἅπαξ, οὐ µένει δὲ διαπαντὸς, ἀλλὰ πολλῆς δεῖται τῆς συγκατασκευῆς, κἂν µὴ τὴνγῆν ἀναµοχλεύσαντες περιστείλωσι τὰ καταβαλλόµενα, τοῖς σπερµολόγοις ὀρνέοις ἔσπειραν· οὕτω καὶ ἡµεῖς, ἂν µὴ τῇ συνεχεῖ µνήµῃ τὰ καταβληθέντα περιστείλωµεν, εἰς τὸν ἀέρα πάντα ἐῤῥίψαµεν. Καὶ γὰρ καὶ ὁ διάβολος ἐξαρπάζει, καὶ ἡ ἡµετέρα ῥᾳθυµία ἀπόλλυσι, καὶ ἥλιος ξηραίνει, καὶ ὑετὸς ἐπικλύζει, καὶ ἄκανθαι ἀποπνίγουσιν. Ὥστε οὐκ ἀρκεῖ µόνον ἅπαξ καταβαλόντα ἀπηλλάχθαι, ἀλλὰ πολλῆς δεῖ τῆς ἐπιµελείας καὶ τῆς προσεδρείας τῷ µέλλοντι τοὺς καρποὺςσυγκοµίζειν, ἀποσοβοῦντι τὰ πετεινὰ, τὰς ἀκάνθας ἐκκόπτοντι, τὰ πετρώδη γῆς πληροῦντι πολλῆς, πᾶσαν λύµην κωλύοντι καὶ ἀποτειχίζοντι καὶ ἀναιροῦντι. Ἀλλ' ἐπὶ µὲν τῆς γῆς τὸ πᾶν τοῦ γεωργοῦ γίνεται· ἄψυχος γὰρ ἐκείνη ὑπόκειται, πρὸς τὸ παθεῖν ἕτοιµος οὖσα µόνον· ἐπὶ δὲ ταύτης τῆς γῆς τῆς πνευµατικῆς οὐδαµῶς· οὐ τῶν διδασκάλων ἐστὶ τὸ πᾶν, ἀλλ', εἰ µὴ τὸ πλέον, τὸ γοῦν ἥµισυ καὶ τῶν µαθητῶν. Ἡµῶν µὲν οὖν καταβαλεῖν ἐστι τὸν σπόρον, ὑµῶν δὲ ποιεῖν τὰ λεγόµενα, τῇ µνήµῃ διὰ τῶν ἔργων ἐπιδείκνυσθαι τοὺς καρποὺς, τὰς ἀκάνθαςπροῤῥίζους ἀνασπᾷν. Ἄκανθα γὰρ ὄντως ὁ πλοῦτος, οὐδένα καρπὸν ἔχων, δυσειδὴς καὶ ὀφθῆναι, καὶ χρήσασθαι ἀηδὴς, λυπῶν τοὺς ἁπτοµένους, οὐ µόνον αὐτὸς οὐκ ἔχωνκαρπὸν, ἀλλὰ καὶ τῷ βλαστάνοντι ἐµποδίζων. Τοιοῦτόν ἐστιν ὁ πλοῦτος· οὐ µόνον αὐτὸς οὐ φέρει καρπὸν αἰώνιον, ἀλλὰ καὶ τοὺς βουλοµένους κατέχων ἐµποδίζει. Ἀλόγων εἰσὶ τροφαὶ αἱ ἄκανθαι καµήλων. πυρός εἰσι βρῶσις καὶ δαπάνη πρὸς οὐδὲν χρήσιµοι. Τοιοῦτον καὶ ὁ πλοῦτος, πρὸς οὐδὲν χρήσιµος, ἀλλ' ἢ πρὸς τὸ καῦσαι κάµινον, πρὸς τὸ τὴν ἡµέραν ἀνάψαι ἐκείνην τὴν ὡς κλίβανον καιοµένην, πρὸςτὸ θρέψαι τὰ ἄλογα πάθη, µνησικακίαν καὶ ὀργήν. Τοιοῦτον γὰρ καὶ ἡ τρώγουσα κάµηλος τὰς ἀκάνθας. Λέγεται γὰρ ὑπὸ τῶν τὰ τοιαῦτα εἰδότων µηδὲν εἶναι ἐν τοῖς κτήνεσιν οὕτω βαρύµηνι καὶ δύσθυµον καὶ µνησίκακον, ὡς ἡ κάµηλος. Τοιοῦτον ὁ πλοῦτός ἐστι· τὰ ἄλογα πάθη τρέφει τῆς ψυχῆς, τὰ δὲ λογικὰ κεντεῖ καὶ τιτρώσκει, καθάπερ ἐπὶ τῶν ἀκανθῶν. Σκληρόν τί ἐστι καὶ τραχὺ τοῦτο τὸ φυτὸν, αὐτόµατον φύεται. Ἴδωµεν δὲ καὶ ποῦ φύεται, ἵνα ἐκκόψωµεν αὐτό· ἐν τοῖς ἀποκρήµνοις τῶν χωρίων, ἐν τοῖς λιθώδεσιν, ἐν τοῖς ξηροῖς, ἔνθα νοτὶς οὐκ ἔστιν. Ὅταν οὖν τραχύς τις ᾖ καὶ ἀπόκρηµνος, τουτέστιν ἀνελεήµων, ἡ ἄκανθα φύεται ἐν αὐτῷ. Ἀλλ' ὅταν αὐτὰς ἐκκόψαι βούλωνται γεωργῶν παῖδες, οὐ σιδήρῳ τοῦτο ποιοῦσιν, ἀλλὰ πῶς; πῦρ ἐπαφιέντες, οὕτω πᾶσαν ἐξέλκουσι τὴν κακίαν τῆς γῆς. Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ τὸ τεµεῖν ἄνωθεν, τῆς ῥίζης κάτω µενούσης, ἀλλ' οὐδὲ τὴν ῥίζαν ἐξελεῖν( ἀπὸ γὰρ τῆς κακίας ἐναποµένει τῇ γῇ, καὶ καθάπερτινὸς λοιµοῦ εἰς σῶµα ἐνσκήψαντος ἔτι µένει τὰ λείψανα), πᾶσαν ἐκείνην τὴν νοτίδα τὴν τῶν ἀκανθῶν τὸ πῦρ ἄνωθεν ἀνιµώµενον, ὥσπερ τινὰ ἰὸν, ἐξέλκει διὰτῆς θερµότητος ἀπὸ τῶν λαγόνων τῆς γῆς. Καθάπερ γὰρ ἡ σικύα ἐπιτιθεµένη πᾶσαν κακίαν ἕλκει πρὸς ἑαυτήν· οὕτω καὶ τὸ πῦρ πᾶσαν κακίαν τὴν ἐκ τῶν ἀκανθῶν ἀνιµᾶται, καὶ καθαρὰν αὐτὴν ποιεῖ. Τίνος δὴ ἕνεκεν ταῦτα εἶπον; Ὅτι δεῖ τὴν πρὸς τὸν πλοῦτον συµπάθειαν πάντοθεν ἐκκαθαίρειν. Ἔστι καὶ παρ' ἡµῖν πῦρ, ἀπὸ ψυχῆς ταύτην ἕλκον τὴν κακίαν, τὸ τοῦ πνεύµατος λέγω· ἂν τοῦτο ἐπαφῶµεν, οὐ τὰς ἀκάνθας µόνον, ἀλλὰ καὶ τὴν ἐξ αὐτῶν νοτίδα ἀναξηραίνειν δυνησόµεθα· ὡς ἐὰν ὦσιν ἐµπεπηγυῖαι, πάντα γίνεται µάτην. Ὅρα γάρ· εἰσῆλθε πλούσιος ἐνταῦθα, ἢ καὶ πλουτοῦσα γυνή; οὐ φροντίζει πῶς ἀκούσει τῶν λογίων τοῦ Θεοῦ, ἀλλὰ πῶς ἐπιδείξεται, πῶς µετὰ κόµπου καθίσει, πῶς µετὰ δόξης πολλῆς, πῶς πάσας τὰςἄλλας ὑπερβαλεῖται τῇ τῶν ἱµατίων πολυτελείᾳ, καὶ σχήµατι καὶ βλέµµατι καὶ βαδίσµατι σεµνοτέραν ἑαυτὴν ἐργάσεται, καὶ πᾶσα ἡ φροντὶς καὶ ἡ µέριµνα αὐτῇ, ἆρα εἶδεν ἡ δεῖνα; ἆρα ἐθαύµασεν; ἆρα καλῶς κεκαλλώπισµαι; Οὐ περὶ τούτου δὲ µόνον τὴν φροντίδα ποιεῖται, ἀλλ' ὥστε καὶ µὴ σαπῆναι τὰ ἱµάτια, ὥστε µὴ διαῤῥαγῆναι, καὶ πᾶσα ἡ φροντὶς περὶ τοῦτο. Ὁµοίως καὶ ὁ πλουτῶν ἀνὴρ εἰσέρχεται δείξων ἑαυτὸν τῷ πένητι, καὶ εἰς φόβον καταστήσων διὰ τῆς περιβολῆς τῶν ἱµατίων, διὰ τοῦ παῖδας ἔχειν πολλούς· καὶ παρεστήκασιν ἀποσοβοῦντες. Ὁ δὲ ἀπὸ πολλοῦ τύφου οὐδὲ τοῦτο καταξιοῖ ποιεῖν, ἀλλ' οὕτως οἶδεν ἀνάξιον ὂν ἐλευθέρου τὸ ἔργον, ὅτι καίτοι σφόδρα τετυφωµένος οὐκ ἀνέχεταιτοῦτο ποιεῖν, ἀλλὰ τοῖς δούλοις ἐπιτρέπει τοῖς ἀκολούθοις· τὸ γὰρ τοῦτο ποιεῖν δουλικὸν ὄντως καὶ ἰταµῶν ἠθῶν. Εἶτα καθήµενον εὐθέως ἐπεισέρχονται αἱ τῆς οἰκίας φροντίδες περισύρουσαι πανταχοῦ, ὁ τῦφος ὁ κατέχων τὴν ψυχὴν περιῤῥεῖ· νοµίζει χαρίζεσθαι καὶ ἡµῖν, καὶ τῷ λαῷ, τάχα δὲ καὶ τῷ Θεῷ, ὅτι εἰσῆλθεν εἰς τὸν τοῦ Θεοῦ οἶκον. Ὁ δὲ οὕτω φλεγµαίνων, πῶς δυνήσεται θεραπευθῆναί ποτε;
3.4
Εἰπὲ δή µοι, εἴ τις εἰς ἰατρεῖον παραγένοιτο, καὶ µὴ χάριν αἰτεῖ τὸν ἰατρὸν, ἀλλὰ νοµίζει χαρίζεσθαι ἐκείνῳ, καὶ ἀφεὶς φάρµακον αἰτῆσαι ἐπὶ τὸ τραῦµα, περὶ ἱµάτια ἀσχολοῖτο, ἆρα ἀπέλθοι τι ἂν ὁ τοιοῦτος λαβὼν ἀγαθόν; Οὐκ ἔγωγε οἶµαι. Τὸ δὲ αἴτιον τούτων ἁπάντων, εἰ βούλεσθε, ἐρῶ· νοµίζουσι πρὸς ἡµᾶς εἰσιέναι, ὅταν εἰσίωσιν ἐνταῦθα· νοµίζουσι παρ' ἡµῶν ἀκούειν ἅπερ ἀκούουσιν· οὐ προσέχουσιν, οὐκ ἐννοοῦσιν ὅτι πρὸς τὸν Θεὸν εἰσέρχονται, ὅτι αὐτὸς αὐτοῖς διαλέγεται. Ὅταν γὰρ ἀναστὰς ὁ ἀναγινώσκων λέγῃ, Τάδε λέγει Κύριος, καὶ ὁ διάκονος ἑστὼς ἐπιστοµίζῃ πάντας, οὐ τῷ ἀναγινώσκοντι τιµὴν ποιῶν τοῦτό φησιν, ἀλλὰ τῷ δι' ἐκείνου πᾶσι διαλεγοµένῳ. Εἰ ᾔδεσαν ὅτι Θεὸς ἦν ὁ ταῦτα λέγων διὰ τοῦ προφήτου, πάντα ἂν τὸν τῦφον ἔῤῥιψαν. Εἰ γὰρ ἀρχόντων αὐτοῖς διαλεγοµένων οὐκ ἀνέχονται ἔξω προσέχειν, πολλῷ µᾶλλον τοῦ Θεοῦ. Ἡµεῖς ὑπηρέται ἐσµὲν, ἀγαπητοί· ἡµεῖς οὐ τὰ ἡµέτερα λέγοµεν, ἀλλὰ τὰ τοῦ Θεοῦ· ἐπιστολαὶ καθ' ἑκάστην ἡµέραν ἀπὸ τοῦ οὐρανοῦ ἥκουσαι ἀναγινώσκονται. Εἰπὲ δή µοι, παρακαλῶ, εἴ τις ἄρτι παρόντων ἡµῶν πάντων εἰσῆλθεν ἔχων ζώνην χρυσῆν, καὶ ἀνατεταµένος καὶ σοβῶν ἔφησε πεµφθῆναι παρὰ τοῦβασιλέως τοῦ ἐπὶ τῆς γῆς, καὶ πρὸς τὴν πόλιν ἅπασαν τὴν ἐπιστολὴν κοµίζειν περί τινων ἀναγκαίων, ἆρα οὐκ ἂν ἅπαντες συνεστράφητε; ἆρα οὐκ ἂν καὶ τοῦ διακόνου µὴ παρακελευοµένου πολλὴν παρείχετε τὴν σιγήν; Ἔγωγε οἶµαι· καὶ γὰρ ἤκουσα ἐπιστολῶν βασιλέων ἀναγινωσκοµένων ἐνταῦθα. Εἶτ' ἂν µέν τις παρὰ βασιλέως ἥκῃ, πάντες προσέχετε· παρὰ δὲ τοῦ Θεοῦ ἥκει, καὶ ἐκ τῶν οὐρανῶν φθέγγεται ὁ προφήτης, καὶ οὐδεὶς ὁ προσέχων; Ἢ οὐ πιστεύετε, ὅτι παρὰ τοῦ Θεοῦ ταῦτα τὰ λεγόµενα; Ἐπιστολαὶ αὗταί εἰσι πεµφθεῖσαι παρὰ τοῦ Θεοῦ. Εἰσερχώµεθα τοίνυν µετὰ τῆς προσηκούσης τιµῆς εἰς τὰς ἐκκλησίας, καὶ µετὰ φόβου ἐπακούωµεν τῶν λεγοµένων. Τί εἰσέρχοµαι, φησὶν, εἰ οὐκ ἀκούω τινὸς ὁµιλοῦντος; Τοῦτο πάντα ἀπολώλεκε καὶ διέφθειρε. Τί γὰρ χρεία ὁµιλητοῦ; ἀπὸ τῆς ἡµετέρας ῥᾳθυµίας αὕτη ἡ χρεία γέγονε.∆ ιὰ τί γὰρ ὁµιλίας χρεία; πάντα σαφῆ καὶ εὐθέα τὰ παρὰ ταῖς θείαις Γραφαῖς, πάντα τὰ ἀναγκαῖα δῆλα. Ἀλλ' ἐπειδὴ τέρψεώς ἐστε ἀκροαταὶ, διὰ τοῦτο καὶ ταῦτα ζητεῖτε. Εἰπὲ γάρ µοι, ποίῳ κόµπῳ λόγου Παῦλος ἔλεγεν; ἀλλ' ὅµως τὴν οἰκουµένην ἐπέστρεψε. Ποίῳ δὲ Πέτρος ὁ ἀγράµµατος; Ἀλλ' οὐκ οἶδα, φησὶ, τὰ ἐν ταῖς θείαις Γραφαῖς κείµενα.∆ ιὰ τί οὐκ οἶδας; µὴ γὰρ Ἑβραϊστί; µὴ γὰρ Ῥωµαϊστί; µὴ γὰρ ἑτερογλώσσως εἴρηται; οὐχὶ Ἑλληνιστὶ λέγεται; Ἀλλ' ἀσαφῶς, φησί. Ποῖον ἀσαφὲς, εἰπέ µοι; οὐχὶ ἱστορίαι εἰσί; Τὰ γὰρ σαφῆ οἶδας, ἵνα περὶ τῶν ἀσαφῶν ἐρωτήσῃς. Μυρίαι ἱστορίαι εἰσὶν ἐν ταῖς Γραφαῖς· εἰπέ µοι µίαν ἐξ ἐκείνων· ἀλλ' οὐκ ἐρεῖς. Πρόφασις ταῦτα καὶ λόγοι. Καθ' ἡµέραν, φησὶ, τὰ αὐτὰ ἔστιν ἀκούειν. Τί δὲ, εἰπέ µοι; ἐν τοῖς θεάτροις οὐ τὰ αὐτὰ ἀκούεις; ἐν ταῖς ἱπποδροµίαις οὐ τὰ αὐτὰ ὁρᾷς; τὰ δὲ πράγµατα πάντα οὐ τὰ αὐτά ἐστιν; ὁ δὲ ἥλιος οὐχ ὁ αὐτὸς ἀεὶ ἀνατέλλει; τροφαῖς δὲ οὐ ταῖς αὐταῖς χρώµεθα; Ἐβουλόµην σου πυθέσθαι, ἐπειδὴ τὰ αὐτὰ λέγεις ἀκούειν καθ' ἑκάστην ἡµέραν, εἰπέ µοι, ποίου προφήτου ἐστὶ τὸ χωρίον τὸ ἀναγνωσθὲν, καὶποίου ἀποστόλου, ἢ ποίας ἐπιστολῆς; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλὰ δοκεῖς ξένων ἀκούειν. Ὅταν µὲν οὖν ῥᾳθυµῆσαι θέλῃς, τὰ αὐτὰ λέγεις εἶναι· ὅταν δὲ ἐρωτηθῇς, ὡς οὐδέποτε ἀκούσας διάκεισαι. Εἰ τὰ αὐτά ἐστιν, ἐχρῆν αὐτὰ εἰδέναι, σὺ δὲ ἀγνοεῖς. Θρήνων ἄξια τὰ παρόντα, θρήνων καὶ ὀδυρµῶν, ὅτι εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ. Ταύτῃ µάλιστα ἐχρῆν προσέχειν, ὅτι τὰ αὐτά ἐστιν, ὅτι οὐδένα παρέχοµεν ὑµῖν πόνον, οὐδὲ ξένα τινὰ καὶ ἐνηλλαγµένα λέγοµεν. Τί οὖν; ἐπειδὴ ἐκεῖνα τὰ αὐτὰ λέγεις εἶναι, τὰ δὲ ἡµέτερα οὐ τὰ αὐτά ἐστιν, ἀλλ' ἀεὶ ξένα λέγοµεν, τούτοις προσέχετε; Οὐδαµῶς· ἀλλ' ἂν µὲν εἴπωµεν,∆ ιὰ τί οὐδὲ ταῦτα κατέχετε; Ἅπαξ, φησὶ, ἀκούοµεν, καὶ πῶς ἔνι κατασχεῖν; ἂν εἴπωµεν· Ἐκείνοις διὰ τί οὐ προσέχετε; φατὲ, Ἀεὶ τὰ αὐτὰ λέγεται, καὶ πάντοθεν ῥᾳθυµίας καὶ σκήψεως τὰ ῥήµατα. Ἀλλ' οὐ προχωρήσει ταῦτα διαπαντὸς, ἀλλ' ἔσται καιρὸς, ὅτε θρηνήσοµεν εἰκῆ καὶ µάτην· ὅπερ µὴ γένοιτο· ἀλλὰ γένοιτο ἐνταῦθα µετανοήσαντας, καὶ µετὰ συνέσεως καὶ µετὰ εὐλαβείας προσέχοντας τοῖς λεγοµένοις, πρὸς τὴν τῶν ἀγαθῶν ἔργωνκατόρθωσιν ἐπείγεσθαι, καὶ µετὰ πάσης ἀκριβείας τὸν ἑαυτῶν βίον εὐθύνειν, ἵνα δυνηθῶµεν ἐπιτυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτικαὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note