Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Thessalonians
John ChrysostomHom. 2 Thess. 4 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
4.0
Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Τὸ γὰρ µυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνοµίας, µόνον ὁ κατ έχων ἄρτι ἕως ἐκ µέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνοµος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύµατι τοῦ στόµατος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ.
4.1
Ζητήσειεν ἄν τις πρῶτον εἰκότως, τί ποτέ ἐστι, Τὸ κατέχον, καὶ µετὰ ταῦτα µαθεῖν, τί δήποτε ἀσαφῶς οὕτως αὐτὸ τίθησιν ὁ Παῦλος. Τί δήποτ' οὖν ἐστι Τὸ κατέχον ἀποκαλυφθῆναι αὐτὸν, τουτέστι, τὸ κωλύον; Οἱ µὲν τοῦ Πνεύµατος τὴν χάριν φασὶν, οἱ δὲ τὴν Ῥωµαϊκὴν ἀρχήν· οἷς ἔγωγε µάλιστα τίθεµαι.∆ ιὰ τί; Ὅτι εἰ τὸ πνεῦµα ἐβούλετο εἰπεῖν, οὐκ ἂν εἶπεν ἀσαφῶς, ἀλλὰ φανερῶς, ὅτι καὶ νῦν αὐτὸν κατέχει ἡ τοῦ Πνεύµατος χάρις, τουτέστι, τὰ χαρίσµατα. Ἄλλως δὲ ἔδει ἤδη παραγενέσθαι, εἴ γε ἔµελλε τῶν χαρισµάτων ἐκλειπόντων παραγενέσθαι· καὶ γὰρ πάλαι ἐκλέλοιπεν. Ἐπειδὴ δὲ περὶ τῆς Ῥωµαϊκῆς ἀρχῆς τοῦτό φησιν, εἰκότως ᾐνίξατο, καὶ τέως φησὶ συνεσκιασµένως· οὐδὲ γὰρ ἐβούλετο περιττὰς ἔχθρας ἀναδέχεσθαι καὶ ἀνονήτους κινδύνους. Εἰ γὰρ εἶπεν ὅτι µικρὸν ὕστερον καταλυθήσεται ἡ Ῥωµαίων ἀρχὴ, ἤδη εὐθέως ἂν αὐτὸν καὶ κατώρυξαν ὡς λυµεῶνα, καὶ τοὺς πιστοὺς ἅπαντας, ὡς ἐπὶτούτῳ ζῶντας καὶ στρατευοµένους.∆ ιὰ τοῦτο οὐκ εἶπεν οὕτως, οὐδ' ὅτι ταχέως ἔσται, καίτοιγε ἀεὶ αὐτὸ λέγει· ἀλλὰ τί; Εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ, φησί. Τὸ γὰρ µυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνοµίας. Νέρωνα ἐνταῦθά φησιν, ὡσανεὶ τύπον ὄντα τοῦ ἀντιχρίστου· καὶ γὰρ οὗτος ἐβούλετο νοµίζεσθαι θεός. Καὶ καλῶς εἶπε τὸ µυστήριον· οὐ γὰρ φανερῶς, ὡς ἐκεῖνος,. 30] οὐδὲ ἀπηρυθριασµένως. Εἰ γὰρ πρὸ τοῦ χρόνου ἐκείνου ἀνευρέθη, φησὶν, ὃς οὐ πολὺ τοῦ ἀντιχρίστου ἐλείπετο κατὰ τὴν κακίαν, τί θαυµαστὸν, εἰ ἤδη ἔσται; Οὕτω δὴ συνεσκιασµένως εἶπε, καὶ φανερὸν αὐτὸν οὐκ ἠθέλησε ποιῆσαι, οὐ διὰ δειλίαν, ἀλλὰ παιδεύων ἡµᾶς µὴ περιττὰς ἔχθρας ἀναδέχεσθαι, ὅταν µηδὲνᾖ τὸ κατεπεῖγον. Οὕτω δὴ καὶ ἐνταῦθά φησι· Μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ µέσου γένηται· τουτέστιν, ἡ ἀρχὴ ἡ Ῥωµαϊκὴ ὅταν ἀρθῇ ἐκ µέσου, τότε ἐκεῖνος ἥξει. Καὶ εἰκότως. Ἕως γὰρ ἂν ὁ ταύτης ᾖ τῆς ἀρχῆς φόβος, οὐδεὶς ταχέως ὑποταγήσεται· ὅταν δὲ αὕτη καταλυθῇ, ἐπιθήσεται τῇ ἀναρχίᾳ, καὶ τὴν τῶν ἀνθρώπων καὶ τὴν τοῦ Θεοῦ ἐπιχειρήσει ἁρπάσαι ἀρχήν. Ὥσπερ γὰρ αἱ πρὸ τούτου κατελύθησαν βασιλεῖαι, οἷον ἡ Μήδων ὑπὸ τῶν Βαβυλωνίων, ἡ Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ Περσῶν ὑπὸ Μακεδόνων, ἡ Μακεδόνων ὑπὸ Ῥωµαίων· οὕτω καὶ αὕτη ὑπὸ τοῦ ἀντιχρίστου, κἀκεῖνος ὑπὸ τοῦ Χριστοῦ, καὶ οὐκέτι καθέξει. Καὶ ταῦτα µετὰ πολλῆς τῆς σαφηνείας ὁ∆ ανιὴλ ἡµῖν παρακατατίθεται. Καὶ τότε, φησὶν, ἀποκαλυφθήσεται ὁ ἄνοµος. Καὶ τί µετὰ ταῦτα; Ἐγγὺς ἡ παραµυθία· ἐπάγει γάρ· Ὃν ὁ Κύριος Ἰησοῦς, φησὶν, ἀναλώσει τῷ πνεύµατι τοῦ στόµατος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσίακατ' ἐνέργειαν τοῦ σατανᾶ. Καθάπερ γὰρ πῦρ ἐπελθὸν ἁπλῶς τὰ µικρὰ ζωΰφια καὶ πρὸ τῆς παρουσίας αὐτῆς πόῤῥωθεν ὄντα ναρκᾷν ποιεῖ καὶ ἀναλίσκει· οὕτω καὶ ὁ Χριστὸς τῷ ἐπιτάγµατι µόνον καὶ τῇ παρουσίᾳ τὸν ἀντίχριστον ἀναλώσει. Ἀρκεῖ παρεῖναι αὐτὸν, καὶ ταῦτα πάντα ἀπόλωλε· στήσει τὴν ἀπά την καὶ φανεὶς µόνον. Εἶτα δηλῶν τίς ἐστιν οὗτος, Οὗ ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ· Ἐν πάσῃ δυνάµει, φησὶ, καὶ σηµείοις καὶ τέρασι ψεύδους. Τουτέστι, πᾶσαν ἐπιδείξεται δύναµιν, ἀλλ' οὐδὲν ἀληθὲς ἀλλὰ πρὸς ἀπάτην τὰ πάντα. Ταῦτα προεῖπεν, ἵνα µὴ ἀπατηθῶσιν οἱ τότε. Καὶ τέρασι, φησὶ, ψεύδους· ἤτοι διεψευσµένοις, ἢ εἰς ψεῦδος ἄγουσι. Καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυµένοις. Τί οὖν συνεχώρησε, φησὶν, ὁ Θεὸς τοῦτο γενέσθαι, καὶ ποία αὕτη οἰκονοµία; τί δὲ τὸ κέρδος τῆς ἐκείνου παρουσίας ἐπὶ λύµῃ ἡµῶν παραγενοµένου; Μὴ φοβηθῇς, ἀγαπητὲ, ἀλλ' ἄκουε λέγοντος αὐτοῦ· Ἐν τοῖς ἀπολλυµένοις ἰσχύει, οἳ, εἰ καὶ µὴ παρεγένετο ἐκεῖνος, οὐκ ἂν ἐπείσθησαν. Τί οὖν τὸ κέρδος, φησίν; Ὅτι αὐτοὶ οὗτοι οἱ ἀπολλύµενοι ἐπιστοµισθήσονται. Πῶς; Ὅτι εἰ καὶ µὴ ἦλθεν ἐκεῖνος, οὐκ ἂν ἐπίστευσαν τῷ Χριστῷ· ἔρχεται οὖν ἐλέγξων αὐτούς. Ἵνα γὰρ µὴ µέλλωσι λέγειν, ὅτι Ἐπειδὴ Θεὸν ἔλεγεν ἑαυτὸν ὁ Χριστὸς, καίτοι γε οὐδαµοῦ εἶπε φανερῶς, πλὴν ἀλλ' ἐπειδὴ οἱ µετὰ ταῦτα ἐκήρυξαν, οὐκ ἐπιστεύσαµεν· ἐπειδὴ ἠκούσαµεν ὅτι εἷς Θεὸς ἐξ οὗ τὰ πάντα, διὰ τοῦτο οὐκ ἐπιστεύσαµεν· ταύτην οὖν αὐτῶν τὴν πρόφασιν ὁ Ἀντίχριστος ἀναιρήσει. Ὅταν γὰρ ἔλθῃ ἐκεῖνος, καὶ οὐδὲν ἐπιτάττων ὑγιὲς, ἀλλὰ πάντα παράνοµα, ἀπὸ σηµείων µόνων ψευδῶν πιστεύηται, ἀποῤῥάψει τὸ στόµα αὐτοῖς. Εἰ γὰρ τῷ Χριστῷ οὐ πιστεύεις, πολλῷ µᾶλλον οὐκ ἐχρῆν τῷ Ἀντιχρίστῳ πιστεῦσαι· ἐκεῖνος µὲν γὰρ ἔλεγε παρὰ τοῦ Πατρὸς πεπέµφθαι, οὗτος δὲ τοὐναντίον.∆ ιὰ τοῦτο ἔλεγεν ὁ Χριστὸς, Ἐγὼ ἦλθον ἐν τῷ ὀνόµατι τοῦ Πατρὸς, καὶ οὐκ ἐδέξασθέ µε· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόµατι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Ἀλλὰ σηµεῖα εἴδοµεν, φησίν. Ἀλλὰ καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονε πολλὰ καὶ µεγάλα. Οὐκοῦν πολλῷ µᾶλλον αὐτῷ πιστεῦσαι ἐχρῆν. Καίτοι περὶ µὲν τούτου πολλὰ προεῤῥήθη, ὅτι ὁ ἄνοµος, ὅτι ὁ υἱὸς τῆς ἀπωλείας, ὅτι παρουσία αὐτοῦ κατ' ἐνέργειαν τοῦ Σατανᾶ· περὶ δὲ ἐκείνου τὰ ἐναντία, ὅτι Σωτὴρ, ὅτι µυρία ἀγαθὰ κοµίζει. Ἀνθ' ὧν γὰρ τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέµψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺςτῷ ψεύδει· ἵνα κριθῶσι πάντες οἱ µὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.
4.2
Ἵνα κριθῶσιν. Οὐκ εἶπεν, Ἵνα κολασθῶσι· καὶ γὰρ καὶ χωρὶς τούτου ἔµελλον κολάζεσθαι, ἀλλ', Ἵνα κριθῶσι, τουτέστι, κατακριθῶσιν ἐπὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, εἰς τὸ εἶναιαὐτοὺς ἀναπολογήτους. Τίνες δέ εἰσιν οὗτοι; Αὐτὸς ἡρµήνευσεν ἐπάγων, Οἱ µὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ. Ἀγάπην δὲ ἀληθείας τὸν Χριστὸν καλεῖ· ἀνθ' ὧν γὰρ, φησὶ, τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο· ἀµφότερα γὰρ ἦν, καὶ δι' ἀµφότερα παρεγένετο, καὶ ἀγαπῶν τοὺς ἀνθρώπους καὶ ὑπὲρ ἀληθῶν πραγµάτων. Ἀλλ' εὐδοκήσαντες, φησὶν, ἐν τῇ ἀδικίᾳ· ἐπὶ γὰρ λύµῃ τῶν ἀνθρώπων ἦλθε, καὶ ἀδικήσων αὐτούς. Τί γὰρ οὐκ ἐργάσεται τότε; πάντα κινήσει, πάντα ταράξει, καὶ ἐπιταγµάτων ἕνεκεν καὶ φόβου. Φοβερὸς ἔσται πάντοθεν, ἀπὸ τῆς ἐξουσίας, ἀπὸ τῆς ὠµότητος, ἀπὸ τῶν παρανόµων ἐπιταγµάτων. Ἀλλὰ µὴ δείσῃς· ἐν τοῖς ἀπολλυµένοις, φησὶν, ἕξει τὴν ἰσχύν. Καὶ γὰρ καὶ ὁ Ἠλίας ἥξει τότε τοὺς πιστοὺς ἀσφαλιζόµενος. Καὶ τοῦτο ὁ Χριστός φησιν, Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει πάντα.∆ ιὰ τοῦτο εἴρηται περὶ Ἰωάννου τὸ, Ἐν δυνάµει καὶ πνεύµατι Ἡλίου. Οὔτε γὰρ σηµεῖα εἰργάσατο, καθάπερ Ἠλίας, οὔτε θαύµατα· Ἰωάννης µὲν γὰρ, φησὶ, σηµεῖον ἐποίησεν οὐδέν· πάντα δὲ, ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν. Πῶς οὖν Ἐν δυνάµει καὶ πνεύµατι Ἠλίου; Τουτέστι, τὴν αὐτὴν ἀναλήψεται διακονίαν. Καθάπερ οὗτος πρόδροµος τῆς προτέρας παρουσίας, οὕτω κἀκεῖνος πρόδροµος τῆς δευτέρας καὶ ἐνδόξου αὐτοῦ παρουσίας, καὶ εἰς τοῦτο φυλάττεται. Μὴ τοίνυν δείσωµεν· κατέσεισε τῶν ἀκροατῶν τὴν διάνοιαν, οὐκέτι ἐποίησε δεινὰ τὰ παρόντα νοµίζειν, ἀλλ' εὐχαριστίας ἄξια.∆ ιόπερ ἐπήγαγεν· Ἡµεῖς δὲ ὀφείλοµεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑµῶν, ἀδελφοὶ ἠγαπηµένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑµᾶς ὁ Θεὸς ἀπ' ἀρχῆς εἰς σωτηρίαν ἐνἁγιασµῷ πνεύµατος καὶ πίστει ἀληθείας. Πῶς εἰς σωτηρίαν εἵλετο;∆ είκνυσιν εἰπὼν, Ἐν ἁγιασµῷ πνεύµατος, τουτέστιν, ἁγιάσαι διὰ πνεύµατος καὶ πίστεως ἀληθοῦς. Ταῦτα γὰρ ἡµῶν ἐστι τὰ συνεκτικὰ τῆς σωτηρίας· οὐδαµοῦ ἀπὸ ἔργων, οὐδαµοῦ ἀπὸ κατορθωµάτων, ἀλλὰ διὰ πίστεως ἀληθείας. Ἰδοὺ τὸ, ἐν, πάλιν διὰ ἐστίν. Ἐν ἁγιασµῷ πνεύµατος, φησίν. Εἰς ὃ ἐκάλεσεν ὑµᾶς διὰ τοῦ Εὐαγγελίου ἡµῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Οὐ µικρὸν καὶ τοῦτο, εἰ αὑτοῦ δόξαν τὴν ἡµετέραν σωτηρίαν ἡγεῖται ὁ Χριστός.∆ όξα γὰρ τοῦ φιλανθρώπου τὸ πολλοὺς εἶναι τοὺς σωζοµένους. Ἄρα µέγας ἡµῶν ὁ Κύριος, εἰ οὕτως ἐφίεται τῆς σωτηρίας ἡµῶν· µέγα καὶ τὸ Πνεῦµα τὸ ἅγιον ἐργαζόµενον ἡµῖν τὸν ἁγιασµόν.∆ ιὰ τί οὐ πρότερον εἶπε τὴν πίστιν, ἀλλὰ τὸν ἁγιασµόν; Ὅτι καὶ µετὰ τὸν ἁγιασµὸν πολλῆς αὐτῆς ἔτι δεόµεθα, ὥστε µὴ παρασαλευθῆναι. Ὁρᾷς πῶς οὐδὲν αὐτῶν δείκνυσιν ὂν, ἀλλὰ τὸ πᾶν τοῦ Θεοῦ; Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς ἡµῶν. Ἐντεῦθεν δῆλον ὅτι οὐ πάντα δι' ἐπιστολῆς παρεδίδοσαν, ἀλλὰ πολλὰ καὶ ἀγράφως· ὁµοίως δὲ κἀκεῖνα καὶ ταῦτά ἐστιν ἀξιόπιστα. Ὥστε καὶ τὴν παράδοσιν τῆς Ἐκκλησίας ἀξιόπιστον ἡγώµεθα. Παράδοσίς ἐστι, µηδὲν πλέον ζήτει.∆ είκνυσιν ἐνταῦθα πολλοὺς ὄντας τοὺς παρασαλευοµένους. Αὐτὸς δὲ ὁ Κύριος ἡµῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡµῶν, ὁ ἀγαπήσας ἡµᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐνχάριτι, παρακαλέσαι ὑµῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ. Πάλιν εὐχὴ µετὰ παραίνεσιν· τοῦτο γάρ ἐστιν ὄντως βοηθεῖν. Ὁ ἀγαπήσας ἡµᾶς, φησὶ, καὶ δοὺς παράκλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι. Ποῦ νῦν εἰσιν οἱ τὸν Υἱὸν ἐλαττοῦντες, ἐπειδὴ µετὰ τὸν Πατέρα ἐν τῇ χάριτι τοῦ λουτροῦ ὀνοµάζεται; ἰδοὺ γὰρ ἐνταῦθα τοὐναντίον ἐστίν· αὐτός φησι πρῶτον, Ὁ Κύριος ἡµῶν Ἰησοῦς Χριστός· εἶτα, Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡµῶν. Ὁ ἀγαπήσας ἡµᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον. Ποίαν δὴ ταύτην; Τὴν ἐλπίδα τῶν µελλόντων. Ὁρᾷς πῶς ἐν τάξει εὐχῆς διανίστησιν αὐτῶν τὴν διάνοιαν, τὰ τῆς κηδεµονίας τοῦ Θεοῦ τῆς ἀφάτου τιθεὶς ἐνέχυρα καὶ τεκµήρια; Παρακαλέσαι, φησὶν, ὑµῶν τὰς καρδίας ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ· τουτέστι, διὰ παν τὸς ἔργου καὶ λόγου ἀγαθοῦ. Χριστιανῶν γὰρ αὕτη παράκλησις, τὸ µὴ µόνον ποιῆσαί τι χρηστὸν βούλεσθαι, ἀλλὰ καὶ τῷ Θεῷ δοκοῦν. Ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνηµα. Ὁ δοὺς παράκλησιν, φησὶ, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι. Ἅµα καὶ εὐέλπιδας ὑπὲρ τῶν µελλόντων ποιεῖ. Εἰ γὰρ τοσαῦτα χάριτι ἔδωκε, πολλῷ µᾶλλον τὰ µέλλοντα. Ἐγὼ µέντοι οὕτως εἶπον, φησὶ, τὸ δὲ πᾶν τοῦ Θεοῦ ἐστι. Στηρίξαι· βεβαιώσαι, ὥστε µὴ σαλεύεσθαι µηδὲ παρακλίνεσθαι· καὶ γὰρ ἡµῶν καὶ αὐτοῦ τοῦτό ἐστιν. Ὥστε καὶ δογµάτων καὶ πράξεων ἕνεκεν. Τοῦτο γάρ ἐστι παράκλησις, τὸ ἐστηρίχθαι. Ὅταν γάρ τις µὴ παραφέρηται, πάντα, ὅσαπερ ἂν πάθῃ, µετὰ πολλῆς φέρει τῆς µακροθυµίας· ὡς ἐὰν παρασαλευθῇ ἡ διάνοια, οὐδὲν λοιπὸν ἐργάσεται τῶν ἀγαθῶν καὶ γενναίων πράξεων, ἀλλ' ὡς ἄν τις τὰς χεῖρας ἐκλυθῇ, οὕτω καὶψυχὴ παρασαλεύεται, ὅταν µὴ πεπιστευκυῖα ᾖ, ὅτι ἐπί τι χρηστὸν ἀπαντᾷ τέλος. Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοὶ, περὶ ἡµῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑµᾶς.
4.3
Αὐτὸς µὲν οὖν προσηύξατο περὶ αὐτῶν, ὥστε στηριχθῆναι· αἰτεῖ δὲ νῦν παρ' αὐτῶν, προσεύξασθαι ὑπὲρ αὐτοῦ ἀξιῶν, οὐχ ἵνα µὴ κινδυνεύῃ( εἰς τοῦτο γὰρ ἔκειτο), ἀλλ', Ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶδοξάζηται, καθὼς καὶ πρὸς ὑµᾶς. Καὶ µετ' ἐγκωµίου ἡ αἴτησις· Καθάπερ, φησὶ, καὶ πρὸς ὑµᾶς. Καὶ ἵνα ῥυσθῶµεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Τοῦτο δηλοῦντός ἐστι καὶ τοὺς αὐτοῦ κινδύνους· διὸ µάλιστα αὐτοὺς παρεκάλει. Ἀπὸ τῶν ἀτόπων, φησὶ, καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Ἄρα περὶ τῶν ἀντιλεγόντων τῷ κηρύγµατι λέγει, περὶ τῶν ἀνθισταµένων καὶ µαχοµένων τοῖς δόγµασι. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Οὐ γὰρ πάντων ἡ πίστις. Οὐ κινδύνους ἐνταῦθά µοι δοκεῖ αἰνίττεσθαι, ἀλλὰ τοὺς ἀντιλέγοντας καὶ ἐµποδίζοντας αὐτοῦ τῷ λόγῳ, ὥσπερ ἦν ὁ Ὑµεναῖος, ὥσπερ Ἀλέξανδρος ὁ χαλκεύς. Λίαν γὰρ, φησὶν, ἀνθέστηκε τοῖς ἡµετέροις λόγοις· ὡς ἂν περὶ κλήρου εἰ ἔλεγέ τις πατρικοῦ, ὅτι οὐ πάντων ἐστὶ τὸ στρατεύεσθαι ἐν τοῖς βασιλείοις, οὕτω καὶ αὐτὸς ἀφ' ὧν βούλεται ῥυσθῆναι πονηρῶν, εἰσὶ τοιοῦτοι, φησὶν, οἷς δέδοται τὸ µὴ πιστεύειν. Ἅµα δὲ τοῦτο λέγων καὶ διανίστησιν αὐτούς. Ἄρα µεγάλοι τινὲς ἦσαν, εἴ γε τοσαύτην ἔχουσι παῤῥησίαν, ὡς δύνασθαι καὶ τὸν διδάσκαλον κινδύνων ἀπαλλάττειν, καὶ ἐξευµαρίζειν αὐτῷ τὸ κήρυγµα. Οὐκοῦν καὶ ἡµεῖς τὰ αὐτὰ πρὸς ὑµᾶς λέγοµεν. Μηδεὶς ἡµῶν ἀπόνοιαν καταγινωσκέτω· µηδεὶς ὑµῶν ἐξ ἀµέτρου ταπεινοφροσύνης ἀποστερείτω ἡµᾶς τοσαύτης βοηθείας. Οὔτε γὰρ ἀπὸ τῆς αὐτῆς διανοίας λέγοµεν, ἀφ' ἧς Παῦλος ἔλεγεν· ἐκεῖνος µὲν γὰρ παρακαλέσαι τοὺς µαθητὰς βουλόµενος, ταῦτα ἔλεγεν· ἡµεῖς δὲ καρποῦσθαί τι µέγα καὶ χρηστόν· καὶ σφόδρα πιστεύοµεν ὅτι πάντα κατορθώσοµεν, ἂν ἐθελήσητε πάντες ὁµοθυµαδὸν τὰς χεῖρας ἐκτείνειν πρὸς τὸν Θεὸν ὑπὲρ τῆς ἡµετέρας σµικρότητος. Οὕτω πολεµῶµεν τοῖς ἐχθροῖς εὐχαῖς καὶ ἱκετηρίαις. Εἰ γὰρ τοῖς ἐνόπλοις οὕτως ἐπολέµουν οἱ παλαιοὶ, πολλῷ µᾶλλον τοῖς χωρὶς ὅπλων οὕτω δεῖ πολεµεῖν. Οὕτως ἐτροπώσατο Ἐζεκίας τὸν Ἀσσύριον, οὕτως ὁ Μωϋσῆς τὸν Ἀµαλὴκ, οὕτω τοὺς Ἀσκαλωνίτας ὁ Σαµουὴλ, οὕτως ὁ Ἰσραὴλ τοὺς τριά κονταδύο βασιλεῖς. Εἰ ἔνθα ὅπλων ἔδει καὶ παρατάξεως καὶ µάχης, τὰ ὅπλα ἀφέντες ἐπὶ τὴν εὐχὴν κατέφυγον· ἔνθα εὐχαῖς µόνον ἀνυσθῆναι τὰ πράγµατα χρὴ, πῶς οὐ πολλῷ µᾶλλον εὔχεσθαι δεῖ; Ἀλλ' ἐκεῖ, φησὶν, οἱ ἡγούµενοι ὑπὲρ τοῦ λαοῦ παρεκάλουν· σὺ δὲ ἀξιοῖς τὸν λαὸν ὑπὲρ τοῦ ἡγουµένου παρακαλεῖν; Οἶδα κἀγώ. Τότε µὲν γὰρ οἱ ἀρχόµενοι ταλαίπωροί τινες ἦσαν καὶ εὐτελεῖς· διόπερ ἀπὸ τῆς παῤῥησίας καὶ τῆς ἀρετῆς τοῦ στρατηγοῦντος ἐσώζοντο µόνης· νυνὶ δὲ ὅτε ἡ τοῦ Θεοῦ χάρις ἐπέδωκε, καὶ ἐν τοῖς ἀρχοµένοις πολλοὺς, µᾶλλον δὲ τοὺς πλείους εὑρήσοµεν τοῦ κρατοῦντος ἐκ πολλοῦ περιόντας τοῦµέρους, µὴ δὴ τῆς συµµαχίας ἡµᾶς ἀποστερήσητε ταύτης· ἀνορθώσατε τὰς χεῖρας ἡµῖν, ἵνα µὴ ἐκλύωνται· ἀνοίξατε τὸ στόµα ἡµῖν, ἵνα µὴ ἐµφράττηται· παρακαλεῖτε τὸν Θεὸν, παρακαλεῖτε διὰ τοῦτο. Ἔστι µὲν οὖν ὑπὲρ ἡµῶν τὸ γινόµενον, τὸ δὲ πᾶν ὑπὲρ ὑµῶν γίνεται· εἰς γὰρ τὸ ὑµῖν χρήσιµον κείµεθα, καὶ τὰ ὑµέτερα µεριµνῶµεν. Παρακαλεῖτε ἕκαστος καὶ ἰδίᾳ καὶ κοινῇ. Ὅρα Παῦλον λέγοντα, Ἵνα τὸ εἰς ἡµᾶς χάρισµα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡµῶν· τουτέστιν, ἵνα πολλοῖς δῷ τὴν χάριν. Εἰ ἐπὶ ἀνθρώπων καταδίκους ἄνδρας καὶ ἀπαγοµένους εἰς θάνατον δῆµος προσελθὼν ἐξῃτήσατο, καὶ τὸ πλῆθος δυσωπηθεὶς ὁ βασιλεὺς τὴνγνώµην ἀνέθετο· πολλῷ µᾶλλον καὶ ὑφ' ὑµῶν ὁ Θεὸς δυσωπηθήσεται, οὐ τῷ πλήθει, ἀλλὰ τῇ ἀρετῇ. Σφοδρὸν γὰρ ἡµεῖς τὸν πολέµιον ἔχοµεν. Ὑµῶν µὲν γὰρ ἕκαστος τὰ ἑαυτοῦ µεριµνᾷ καὶ φροντίζει, ἡµεῖς δὲ τὰ πάντων ὁµοῦ· εἰς τὸ µέρος ἑστήκαµεν τοῦ πολέµου τὸ πονοῦν. Σφοδρότερον καθ' ἡµῶν ὁ διάβολος ὁπλίζεται. Καὶ γὰρ ἐν τοῖς πολέµοις πρὸ τῶν ἄλλων ἁπάντων τὸν στρατηγὸν καταβαλεῖν ὁ δι' ἐναντίας ἐπιχειρεῖ.∆ ιὰ τοῦτο ἐκεῖ πάντες οἱ συνασπισταὶ τρέχουσι· διὰ τοῦτο πολὺς ὁ θόρυβος, ἐξελεῖν αὐτὸν ἑκάστου ἐπιχειροῦντος, καὶ ταῖς ἀσπίσι περιφράττουσι πάντοθεν, τὴν ἐκείνου βουλόµενοι διασῶσαι κεφαλήν. Ἀκούσατε τί φησι πρὸς τὸν∆ αυῒδ ἅπας ὁ δῆµος( οὐ τῷ∆ αυῒδ ἑαυτὸν παραβάλλων ταῦτα λέγω, οὐχ οὕτω µέµηνα, ἀλλὰ δήµου φιλοστοργίαν πρὸςἄρχοντα δεῖξαι βουλόµενος)· Μὴ ἐξέλθῃς, φησὶν, εἰς τὸν πόλεµον µεθ' ἡµῶν, ἵνα µὴ σβεσθῇ ὁ λύχνος τοῦ Ἰσραήλ. Ὅρα ἐν πόσῃ φειδοῖ τὸν γέροντα εἶχον. Σφόδρα δέοµαι τῶν ὑµετέρων εὐχῶν· µηδείς µε, ὅπερ ἔφην, ἐξ ἀµέτρου ταπεινοφροσύνης ἀφαιρείσθω ταύτην τὴν συµµαχίαν καὶ τὴν βοήθειαν. Ἂν τὰ ἡµέτερα εὐδοκιµῇ, καὶ τὰ ὑµέτερα λαµπρότερα ἔσται· ἂν ἐπιῤῥέῃ τὰ τῆς διδασκαλίας ἡµῖν, εἰς ὑµᾶς ὁ πλοῦτος διαβήσεται. Ἄκουε τοῦ προφήτου λέγοντος, Μὴ ἑαυτοὺς ποιµαίνουσιν οἱ ποιµένες; Ὁρᾷς τὸν Παῦλον ἐπιζητοῦντα συνεχῶς ταύτας τὰς εὐχάς; ἀκούεις ὅτι Πέτρος οὕτως ἐξηρπάγη τοῦ δεσµωτηρίου, ἐπειδὴ ἦν εὐχὴ ἐκτενὴς ὑπὲρ αὐτοῦ γινοµένη; Σφόδρα πιστεύω ὅτι πολλὰ δυνήσεται ὑµῶν ἡ εὐχὴ, µετὰ τοσαύτης συµφωνίας γινοµένη. Πόσον νοµίζετε µεῖζον εἶναι τῆς ἡµετέρας σµικρότητος τὸ ὑπὲρ δήµου τοσούτου προσιέναι τῷ Θεῷ καὶ παρακαλεῖν; Εἰ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ παῤῥησίαν δεηθῆναι οὐκ ἔχω, πολλῷ µᾶλλον ὑπὲρ ἑτέρων. Τῶν γὰρ εὐδοκιµούντων ἐστὶ τοῦτο καὶ ἑτέροις ἀξιοῦν ἵλεων γενέσθαι τὸν Θεὸν, τῶν ἑαυτοῖς εὐµενῆ καταστησάντων· ὁ δὲ καὶ αὐτὸς προσκεκρουκὼς, πῶς ὑπὲρ ἄλλου δεήσεται; Ἀλλ' ὅµως ἐπειδὴ σπλάγχνοις ὑµᾶς περιπλέκοµαι πατρικοῖς, ἐπειδὴ ἡ ἀγάπη πάντα τολµᾷ, οὐκ ἐπὶ τῆς ἐκκλησίας µόνον, ἀλλὰ καὶ κατ' οἶκον, πρὸτῶν ἄλλων ἁπάντων ὑπὲρ τῆς ὑµετέρας ὑγείας τῆς κατὰ ψυχὴν, τῆς κατὰ σῶµα ποιοῦµαι τὴν δέησιν. Οὐ γάρ ἐστιν οὕτως ἱερεῖ πρέπουσα εὐχὴ ἑτέρα, ὡς τὸ ὑπὲρ τῶν τοῦ λαοῦ καλῶν πρὸ τῶν αὐτοῦ προσιέναι καὶ ἐντυγχάνειν τῷ Θεῷ. Εἰ γὰρ ὁ Ἰὼβ ἀνιστάµενος εὐθέως ὑπὲρ τῶν τέκνων τοσαῦτα ἐποίει τῶν σαρκικῶν, πόσῳ µᾶλλον ὑπὲρ τῶν πνευµατικῶν ἡµεῖς τοῦτο ποιεῖν ὀφείλοµεν;
4.4
Τί δὲ ταῦτά φηµι; Ὅτι εἰ ἡµεῖς ὑπὲρ ἁπάντων ὑµῶν ποιούµεθα δεήσεις καὶ προσευχὰς, καίτοι γε τοσοῦτον ἀπέχοντες τοῦ µεγέθους τοῦ πράγµατος, πολλῷ µᾶλλον δίκαιονκαὶ ὑµᾶς τοῦτο ποιεῖν. Ἕνα µὲν γὰρ ὑπὲρ πολλῶν ἀξιοῦν, σφόδρα τολµηρὸν καὶ πολλῆς δεόµενον παῤῥησίας· πολλοὺς δὲ ὁµοῦ συνελθόντας ὑπὲρ ἑνὸς ποιεῖσθαι τὴν δέησιν, οὐδὲν φορτικόν. Οὐ γὰρ τῇ οἰκείᾳ πιστεύων ἕκαστος ἀρετῇ τοῦτο ποιεῖ, ἀλλὰ τῷ πλήθει, καὶ τῇ ὁµονοίᾳ, ᾗ µάλιστα ὁ Θεὸς δυσωπεῖται πανταχοῦ. Ὅπου γὰρ ἂν ὦσι δύο ἢ τρεῖς, φησὶ, συνηγµένοι εἰς τὸ ἐµὸν ὄνοµα, ἐκεῖ εἰµι ἐν µέσῳ αὐτῶν. Εἰ, ὅπου δύο ἢ τρεῖς εἰσι συνηγµένοι, ἐν µέσῳ ἐστὶ, πολλῷ µᾶλλον ἐφ' ὑµῶν. Ὃ γὰρ καθ' ἑαυτόν τις εὐχόµενος λαβεῖν οὐ δύναται, τοῦτο µετὰ τοῦ πλήθους εὐχόµενος λήψεται· διὰ τί; Ὅτι εἰ καὶ µὴ ἡ οἰκεία ἀρετὴ, ἀλλ' ἡ συµφωνία πολλὴν ἔχει τὴν ἰσχύν. Ὅπου ἐὰν ὦσι, φησὶ, δύο ἢ τρεῖς συνηγµένοι.∆ ιὰ τί εἶπε,∆ ύο; Ἂν γὰρ εἷς ᾖ εἰς τὸ ὄνοµά σου, διὰ τί µὴ εἶ ἐκεῖ; Ὅτι πάντας ὁµοῦ βούλοµαι εἶναι, καὶ µὴ διεσπάσθαι. Συµφράττωµεν τοίνυν ἀλλήλους, συνδεσµῶµεν τῇ ἀγάπῃ, µηδεὶς ἡµᾶς χωριζέτω. Εἴ τις ἐγκαλεῖ, εἴ τις λελύπηται, µὴ κατὰ διάνοιαν ἐχέτω, κἂν πρὸς τὸν πλησίον, κἂν πρὸς ἡµᾶς. Ταύτην ὑµᾶς τὴν χάριν αἰτῶ, προσιέναι, καὶ ἐγκαλεῖν, καὶ ἀπολογίας δέχεσθαι παρ' ἡµῶν. Ἔλεγξον, φησὶ, µήποτε οὐκ εἶπεν· ἔλεγξον, µήποτε οὐκ ἐποίησε· καὶ εἰ ἐποίησεν, ἵνα µὴ προσθῇ. Ἢ γὰρ ἀπελογησάµεθα, ἢ καταγνωσθέντες συγγνώµην ᾐτήσαµεν, καὶ πειρώµεθα λοιπὸν µηκέτι περιπεσεῖν τοῖς αὐτοῖς. Τοῦτο καὶ ὑµῖν συµφέρει, καὶ ἡµῖν. Ὑµεῖς µὲν γὰρ ἴσως καὶ ἀλόγως ἐγκαλοῦντες, µαθόντες τοῦ πράγµατος τὴν ἀλήθειαν, διορθωθήσεσθε· ἡµεῖς δὲ ἡµαρτηκότες ἀγνοοῦµεν καὶ διορθούµεθα. Ὑµῖν µὲν ἀδιαφορεῖν οὐ συµφέρει· καὶ γὰρ τιµωρία κεῖται τοῖς πᾶν ῥῆµα ἀργὸν ἐκβάλλουσιν· ἡµεῖς δὲ ἀποδυόµεθα τὰ ἐγκλήµατα, τά τε ψευδῆ τά τε ἀληθῆ· τὰ µὲν ψευδῆ, ὅτι ψευδῆ ἐστι δείξαντες, τὰ δὲ ἀληθῆ, µηκέτι ποιοῦντες τὰ αὐτά. Πολλὴ γὰρ ἀνάγκη τὸν τοσούτων φροντίζοντα καὶ ἀγνοεῖν, καὶ ἐξ ἀγνοίας ἁµαρτάνειν. Εἰ γὰρ οἰκίαν ἕκαστος ὑµῶν ἔχων, καὶ γυναικὸς καὶ παίδων προεστηκὼς καὶ ἀνδραπόδων, ὁ µὲν πλειόνων, ὁ δὲ ἐλαττόνων, ὅµως ἐν οὕτωεὐαριθµήτοις ψυχαῖς πολλὰ ἁµαρτάνειν, οὐχ ὡς βούλεται, ἀναγκάζεται, ἢ µὴ εἰδὼς, ἢ διορθῶσαί τι βουλόµενος· πολλῷ µᾶλλον ἡµεῖς δήµου τοσούτου προεστῶτες. Καὶ ἔτι πληθύναι ὑµᾶς ὁ Κύριος, καὶ εὐλογήσαι ὑµᾶς, τοὺς µικροὺς µετὰ τῶν µεγάλων. Εἰ γὰρ καὶ µεγάλη ἡ φροντὶς ἀπὸ τοῦ πλήθους γίνεται, ὅµως οὐ παυόµεθα εὐχόµενοι αὐξηθῆναι τὴν φροντίδα ταύτην ἡµῖν, καὶ ἐπιδοθῆναι τουτὶ τὸπλῆθος, καὶ πολλαπλάσιον γενέσθαι καὶ ἄπειρον. Καὶ γὰρ πατέρες, καίτοι ὑπὸ τῆς πολυπαιδίας πολλάκις κοπτόµενοι, ὅµως οὐδένα βούλονται ἀποβαλεῖν. Πάντα ἡµῖν καὶ ὑµῖν ἴσα, καὶ αὐτὰ τὰ κεφάλαια τῶν ἀγαθῶν. Οὐ µετὰ πλείονος µὲν ἐγὼ δαψιλείας, ὑµεῖς δὲ µετὰ ἐλάττονος µετέχοµεν τῆς ἱερᾶς τραπέζης, ἀλλ' ὁµοίως ἑκάτεροι ταύτης ἐφαπτόµεθα. Εἰ δὲ ἐγὼ πρότερος, οὐδὲν τοῦτο µέγα, ἐπεὶ καὶ ἐν τοῖς παισὶν ὁ πρεσβύτερος πρότερος τὴν χεῖρα ἐκτείνει εἰς τὴν ἑστίασιν, ἀλλ' ὅµως οὐδὲν πλέον παρὰτοῦτο γίνεται, ἀλλὰ πάντα ἴσα ἡµῖν· ἡ σωτήριος καὶ ἡ συνέχουσα τὰς ψυχὰς ἡµῶν ζωὴ µετὰ τῆς αὐτῆς τιµῆς ἑκατέροις δίδοται. Οὐχ ἑτέρου µὲν ἐγὼ προβάτου, ἑτέρου δὲ ὑµεῖς, ἀλλὰ τοῦ αὐτοῦ µετέχοµεν πάντες· τὸ βάπτισµα τὸ αὐτὸ ἔχοµεν ἑκάτεροι, πνεύµατος ἠξιώθηµεν ἑνὸς, ἐπὶ τὴν αὐτὴν βασιλείαν σπεύδοµεν ἑκάτεροι, ἀδελφοὶ ὁµοίως ἐσµὲν τοῦ Χριστοῦ· πάντα ἡµῖν κοινά. Ποῦ οὖν τὸ πλέον ἐµοῦ; Ἐν ταῖς φροντίσιν, ἐν τοῖς πόνοις, ἐν ταῖς µερίµναις, ἐν τῷ ἀλγεῖν ὑπὲρ ὑµῶν. Ἀλλ' οὐδὲν ταύτης τῆς ἀλγηδόνος ἥδιον· ἐπεὶ καὶ µήτηρ ἀλγοῦσα ὑπὲρ τοῦ παιδὸς, ἥδεται τῇ ἀλγηδόνι, φροντίζει ὑπὲρ τῶν τεχθέντων, καὶ εὐφραίνεται ἐπὶ ταῖς φροντίσι· καίτοι γε ἡ φροντὶς καθ' ἑαυτὴν πικρόν· ἀλλ' ὅταν γε ὑπὲρ παίδων γένηται, πολλὴν ἔχει τὴν ἡδονήν. Πολλοὺς ὑµῶν ἐγέννησα, ἀλλὰ µετὰ ταῦτα αἱ ὠδῖνες. Ἐπὶ µὲν γὰρ τῶν σωµατικῶν µητέρων πρότερον αἱ ὠδῖνες, καὶ τότε ὁ τόκος· ἐνταῦθα δὲ µέχρις ἐσχάτης ἀναπνοῆς αἱ ὠδῖνες, µή πού τι καὶ µετὰ τὸν τόκον ἀµβλωθρίδιον γένηται. Καὶ ἐπιποθῶ δὲ ἐγώ. Εἰ γὰρ καὶ ἕτερος ἐγέννησε πολλάκις, ἀλλ' ὅµως ἐγὼ ταῖς φροντίσι διακόπτοµαι· οὐδὲ γὰρ ἐξ ἑαυτῶν γεννῶµεν, ἀλλὰ τῆς χάριτός ἐστι τοῦ Θεοῦ τὸ πᾶν. Εἰ δὲ ἀµφότεροι διὰ πνεύµατος τίκτοµεν, οὐχ ἁµαρτήσεταί τις καὶ τοὺς παρ' ἐµοῦ τεχθέντας ἐκείνου προσειπὼν, καὶ τοὺς παρ' ἐκείνου ἐµούς. Ταῦτα δὴ πάντα ἐννοήσατε, καὶ χεῖρα ὀρέξατε, ἵνα καὶ ὑµεῖς καύχηµα ἡµῶν γένησθε, καὶ ἡµεῖς ὑµῶν ἐν τῇ ἡµέρᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ· ἣν γένοιτο µετὰ παῤῥησίας ἡµᾶς ἅπαντας ἰδεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν.

Intertext edge

Open linked passage

Note