Homilies on Second Thessalonians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
5.0
Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑµᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαµεν δὲ ἐν Κυρίῳ ἐφ' ὑµᾶς ὅτι ἃ παραγγέλλοµεν ὑµῖν, καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευ θύνει ὑµῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑποµονὴν τοῦ Χριστοῦ.
5.1
Οὔτε τὸ πᾶν ταῖς εὐχαῖς τῶν ἁγίων ἐπιτρέψαντας αὐτοὺς ἀργεῖν χρὴ, καὶ τῇ κακίᾳ προστρέχειν, καὶ µηδενὸς τῶν εἰς ἀρετὴν φερόντων ἀντιλαµβάνεσθαι· οὔτε πάλιν ἐργαζοµένους τὰ ἀγαθὰ, καταφρονεῖν τῆς συµµαχίας ἐκείνης. Μεγάλα µὲν γὰρ δύναται, µεγάλα ἡ εὐχὴ ἡ ὑπὲρ ἡµῶν, ἀλλ' ὅταν καὶ ἡµεῖς ἐργαζώµεθα.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος εὐχόµενος ὑπὲρ αὐτῶν, πάλιν τὸ ἀξιόπιστον τίθησιν ἀπὸ τῆς ἐπαγγελίας, καί φησι· Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑµᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Εἰ γὰρ εἵλετο ὑµᾶς εἰς σωτηρίαν, οὐ ψεύσεται, οὐδὲ ἀφήσει πάντως ἀπολέσθαι. Ἵνα δὲ µὴ διὰ τού των εἰς ῥᾳθυµίαν ἀγάγῃ, καὶ τὸ πᾶν τοῦ Θεοῦ νοµίσαντες εἶναι αὐτοὶ καθεύδωσιν, ὅρα πῶς καὶ τὴν παρ' αὐτῶν συνεργίανἀπαιτεῖ, λέγων· Πεποίθαµεν δὲ ἐν Κυρίῳ ἐφ' ὑµᾶς, ὅτι ἃ παραγγέλλοµεν, καὶ ποιεῖτε καὶ ποιήσετε. Πιστὸς µὲν οὖν ἐστι, φησὶν, ὁ Θεὸς, καὶ ἐπαγγελλόµενος σῶσαι, πάντως σώσει, ἀλλ' ὡς ἐπηγγείλατο. Πῶς δὲ ἐπηγγείλατο; Ἐὰν θέλωµεν, καὶ ἀκούωµεν αὐτοῦ· οὐχ ἁπλῶς, οὐδὲ, ὡς ξύλα καὶ λίθους, ἀργοῦντας. Καλῶς δὲ καὶ τὸ, Πεποίθαµεν ἐν Κυρίῳ, τέθεικε, τουτέστι, Τῇ φιλανθρωπίᾳ αὐτοῦ πιστεύοµεν. Πάλιν αὐτοὺς καθαιρεῖ, τὸ πᾶν ἀναρτῶν, ἐκεῖ. Εἰ µὲν γὰρ εἶπεν, ὅτι Πιστεύοµεν δὲ ὑµῖν, ἦν µὲν τὸ ἐγκώµιον µέγα, ἀλλ' οὐκ ἂν ἔδειξεν αὐτοὺς ἐξαρτᾷν εἰς τὸν Θεὸν ἅπαντα· εἰ δὲ εἶπε, Πεποίθαµεν δὲ ἐν Κυρίῳ, ὅτι φυλάξει ὑµᾶς, καὶ µὴ προστέθεικε τὸ Ἐφ' ὑµᾶς, καὶ τὸ, Ἃ παρηγγείλαµεν ποιεῖτε καὶ ποιήσετε, ἀργοτέρους ἂναὐτοὺς ἐποίησε, τὸ πᾶν ἐπὶ τὴν τοῦ Θεοῦ ῥίψας δύναµιν.∆ εῖ µὲν γὰρ τὸ πᾶν ἐπ' αὐτὸν ῥίπτειν, ἀλλ' ἐνεργοῦντας καὶ αὐτοὺς, τοῖς πόνοις ἐµβεβηκότας καὶ τοῖς ἀγῶσι. Καὶ δείκνυσιν ἐνταῦθα, ὅτι εἰ καὶ ἀρκεῖ ἡ ἀρετὴ καὶ µόνη σῶσαι, ἀλλ' ὅµως χρὴ διαρκῆ τε αὐτὴν εἶναι, καὶ µέχρι τοῦ ἐλθεῖν ἡµᾶς εἰς ἐσχάτας ἀναπνοὰςἡµῖν συµπαρεῖναι. Ὁ δὲ Κύριος κατευθύναι ὑµῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑποµονὴν τοῦ Χριστοῦ. Ἐγκωµιάζει πάλιν αὐτοὺς, καὶ εὔχεται, τὴν κηδεµονίαν αὐτοῦ δεικνύς. Ἐπειδὴ γὰρ µέλλει ἐµβαίνειν εἰς ἐπιτίµησιν, τούτοις αὐτῶν προλεαίνει τὰς καρδίας, τῷ τε λέγειν, ὅτι Θαῤῥῶ ὅτι ἀκούσεσθε, καὶ τῷ παρ' αὐτῶνεὐχὰς ἀπαιτεῖν, καὶ τῷ πάλιν αὐτοῖς ἐπεύχεσθαι µυρία ἀγαθά· Ὁ δὲ Κύριος κατευθύναι ὑµῶν, φησὶ, τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ. Πολλὰ γάρ ἐστι τὰ παρεκτρέποντα ἀπὸ τῆς ἀγάπης, καὶ πολλαὶ αἱ ἐκεῖθεν ἐξέλκουσαι ἀτραποί. Καὶ πρῶτον µὲν ἡ τοῦ µαµωνᾶ κακία, καθάπερ τινὰς ἀναισχύντους χεῖρας ἐπαφιεῖσα ἡµῶν τῇ ψυχῇ, καὶ ἀπρὶξ ἐπιλαβοµένη, ἕλκει καὶ σύρει καὶµὴ βουλοµένους ἐκεῖθεν· ἔπειτα κενοδοξία, καὶ θλίψεις δὲ πολλάκις καὶ πειρασµοὶ περιέτρεψαν.∆ ιὰ τοῦτο καθάπερ τινὸς πνεύµατος τῆς τοῦ Θεοῦ δεόµεθα βοηθείας, ἵνα ἡµῖν τὸ ἱστίον ὥσπερ ὑπό τινος σφοδροῦ πνεύµατος παραπεµφθῇ πρὸς τὴνἀγάπην τοῦ Θεοῦ. Μὴ γάρ µοι εἴπῃς, ὅτι Ἀγαπῶ αὐτὸν καὶ ὑπὲρ ἐµαυτόν· ταῦτα ῥήµατά ἐστι· διὰ τῶν ἔργων δεῖξον, εἰ ἀγαπᾷς αὐτὸν ὑπὲρ σεαυτόν. Ὑπὲρ τὸ ἀργύριον ἀγάπησον, καὶ τότε πιστεύω ὅτι καὶ ὑπὲρ σεαυτὸν ἀγαπᾷς· ὁ δὲ χρηµάτων µὴ καταφρονῶν διὰ τὸν Θεὸν, πῶς σαυτοῦ καταφρονήσεις; Τί δὲ λέγω χρηµάτων; ὁ πλεονεξίας µὴ καταφρονῶν, Ὁ καὶ χωρὶς τῶν ἐπιταγµάτων τοῦ Θεοῦ ἔδει ποιεῖν, πῶς καταφρονήσεις σαυτοῦ; Καὶ εἰς τὴν ὑποµονὴν, φησὶν, τοῦ Χριστοῦ. Τί ἐστιν, Εἰς τὴν ὑποµονήν; Ἵνα ὑποµένωµεν, ὡς ἐκεῖνος ὑπέµεινεν, ἢ ἵνα ἐκεῖνα πράττωµεν, ἢ καὶ ἵνα µεθ' ὑποµονῆς ἀναµένωµεν αὐτὸν, τουτέστιν, ἵνα ἐµπαράσκευοι ὦµεν. Ἐπειδὴ γὰρ πολλὰ ἐπηγγείλατο, καὶ αὐτὸς ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἀναµένωµεν αὐτὸν καὶ ὑποµένωµεν. Ἔνθα δὲ ἂν ὑποµονὴν λέγῃ, πάντως θλῖψιν αἰνίττεται· τοῦτο γάρ ἐστιν ἀγαπᾷν τὸν Θεὸν, τὸ ὑποµένειν, καὶ µὴ θορυβεῖσθαι. Παραγγέλλοµεν δὲ ὑµῖν, ἀδελφοὶ, ἐν ὀνόµατι τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑµᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ µὴκατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡµῶν. Τουτέστιν, οὐχ ἡµεῖς ταῦτα λέγοµεν, ἀλλ' ὁ Χριστός· τοῦτο γάρ ἐστιν, Ἐν ὀνό µατι τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Οὕτως εἰπὼν, τὸ φοβερὸν τῆς παραγγελίας δείκνυσι.∆ ιὰ τοῦ Χριστοῦ, φησὶ, παραγγέλλοµεν. Οὐκ ἄρα ὁ Χριστὸς προσέταξεν οὐδαµοῦ ἀργεῖν. Στέλλεσθαι ὑµᾶς, φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ. Μή µοι τὸν πλούσιον εἴπῃς, µή µοι τὸν πένητα, µή µοι τὸν ἅγιον· τοῦτο ἀταξία ἐστί. Περιπατοῦντος, φησὶ, τουτέστι, βιοῦντος. Καὶ µὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡµῶν. Παράδοσιν τὴν διὰ τῶν ἔργων φησί· καὶ κυρίως ταύτην ἀεὶ λέγει παράδοσιν. Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ µιµεῖσθαι ἡµᾶς, ὅτι οὐκ ἠτακτήσαµεν ἐν ὑµῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγοµεν παρά τινος. Καίτοι, εἰ καὶ ἔφαγον, οὐκ ἦν δωρεάν· Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ µισθοῦ αὑτοῦ. Ἀλλ' ἐν κόπῳ καὶ µόχθῳ, νύκτα καὶ ἡµέραν ἐργαζόµενοι πρὸς τὸ µὴ ἐπιβαρῆσαί τινα ὑµῶν. Οὐχ ὅτι οὐκ ἔχοµεν ἐξουσίαν, ἀλλ' ἵνα ἑαυτοὺς τύπον δῶµεν ὑµῖν εἰς τὸ µιµεῖσθαι ἡµᾶς. Καὶ γὰρ, ὅτε ἦµεν πρὸς ὑµᾶς, τοῦτο παρηγγέλλοµεν ὑµῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, µηδὲ ἐσθιέτω.
5.2
Ὅρα πῶς ἐν µὲν τῇ προτέρᾳ ἐπιστολῇ προσηνέστερόν πως περὶ τούτων διαλέγεται, ὡς ὅταν λέγῃ, Παρακαλοῦµεν δὲ ὑµᾶς, ἀδελφοὶ, περισσεύειν µᾶλλονκαὶ φιλοτιµεῖσθαι, καὶ οὐδαµοῦ, Παραγγέλλοµεν, οὐδὲ, Ἐν ὀνόµατι τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὅπερ ἦν φοβερὸν καὶ κίνδυνον ἔχον, ἀλλὰ περισσεύειν φησὶκαὶ φιλοτιµεῖσθαι, ὃ ἦν εἰς ἀρετὴν προτρέποντος. Ἵνα εὐσχηµόνως, φησὶ, περιπατῆτε· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ', Εἴ τις οὐ θέλει ἐργάζεσθαι. φησὶ, µηδὲ ἐσθιέτω. Εἰ γὰρ Παῦλος ἀνάγκην οὐκ ἔχων, ἀλλ' ἐξουσίαν ἔχων ἀργεῖν, καὶ τηλικοῦτον ἔργον ἀναδεδεγµένος, ὅµως εἰργάζετο, καὶ οὐχ ἁπλῶς εἰργάζετο, ἀλλὰνύκτα καὶ ἡµέραν, ὥστε δύνασθαι καὶ ἑτέροις ἐπικουρεῖν, πολλῷ µᾶλλον τοὺς ἄλλους ἐχρῆν τοῦτο ποιεῖν. Ἀκούοµεν γάρ τινας περιπατοῦντας ἐν ὑµῖν ἀτάκτως, µηδὲν ἐργαζοµένους, ἀλλὰ περιεργαζοµένους. Τοῦτο µὲν ἐνταῦθα· ἐκεῖ δὲ ἐν τῇ προτέρᾳ, Ἵνα εὐσχηµόνως, φησὶ, περιπατῆτε πρὸς τοὺς ἔξω. Τίνος ἕνεκεν; Ἴσως οὐδὲν οὐδέπω τοιοῦτον ἦν γεγονός· καὶ γὰρ ἀλλαχοῦ παραινῶν ἔλεγε· Μακάριόν τί ἐστι µᾶλλον διδόναι, ἢ λαµβάνειν. Τὸ δὲ, Εὐσχηµόνως περιπατεῖτε, οὐ περὶ ἀταξίας ἐστί· διὸ καὶ ἐπήγαγεν· Ἵνα µηδενὸς χρείαν ἔχητε. Ἐνταῦθα δὲ καὶ ἑτέραν ἀνάγκην τίθησιν, ὥστε τὸ καλὸν ποιεῖν καὶ ἀγαθὸν πρὸς πάντας· προϊὼν γάρ φησι, Μὴ ἐκκακήσητε καλοποιοῦντες. Πάντως γὰρ τὸν ἀργοῦντα, καὶ δυνάµενον ἐργάζεσθαι, ἀνάγκη περίεργον εἶναι. Ἡ δὲ ἐλεηµοσύνη ἐκείνοις δέδοται µόνοις, τοῖς οὐκ ἰσχύουσιν ἐκ τῆς τῶν χειρῶν ἐργασίας ἐπαρκέσαι ἑαυτοῖς, ἢ τοῖς διδάσκουσι, καὶ τὸ πᾶνἀπησχοληµένοις εἰς τὸν τῆς διδασκαλίας λόγον. Οὐ γὰρ φιµώσεις, φησὶ, βοῦν ἀλοῶντα· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ µισθοῦ αὑτοῦ. Ὥστε οὐδὲ οὗτος ἀργός ἐστιν, ἀλλ' ἐργασίας, καὶ ἐργασίας µεγάλης λαµβάνει τὸν µισθόν. Τὸ δὲ εὔχεσθαι καὶ νηστεύειν ἀργοῦντα, οὐκ ἔστιν ἔργον χειρῶν· ἐργασίαν γάρ φησιν ἐνταῦθα τὴν διὰ τῶν χειρῶν. Καὶ ἵνα µηδὲν τοιοῦτον ὑποπτεύσῃς, ἐπήγαγε· Μηδὲν ἐργαζοµένους, ἀλλὰ περιεργαζοµένους. Τοῖς δὲ τοιούτοις παραγγέλλοµεν καὶ παρακαλοῦµεν διὰ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Ἐπειδὴ σφόδρα καθήψατο, προσηνέστερον βουλόµενος ποιῆσαι τὸν λόγον, ἐπήγαγε·∆ ιὰ τοῦ Κυρίου, πάλιν τὸ ἀξιόπιστον καὶ φοβερὸν ταύτῃ δη λῶν. Ἵνα µεθ' ἡσυχίας ἐργαζόµενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι.∆ ιὰ τί µὴ εἶπεν, Εἰ δὲ µὴ ἀτακτοῦσι, τρεφέσθωσαν παρ' ὑµῶν· ἀλλὰ ἀµφότερα ἀπαιτεῖ, καὶ τὸ ἐν ἡσυχίᾳ εἶναι, καὶ τὸ ἐργάζεσθαι; Ὅτι βούλεται αὐτοὺς ἐργαζοµένους τρέφειν ἑαυτούς. Τοῦτο γάρ ἐστι, τὸ, Ἵνα τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι, τουτέστι τὸν ἐξ οἰκείων πόνων, ἀλλὰ µὴ τὸν ἀλλότριον, τὸν ἀπὸ τοῦ προσαιτεῖν ἐκποριζόµενον. Ὑµεῖς δὲ, ἀδελφοὶ, µὴ ἐκκακήσητε καλοποιοῦντες. Ὅρα πῶς εὐθέως κατεκλάσθη τὰ σπλάγχνα τὰ πατρικά. Οὐκ ἴσχυσε περαιτέρω τὴν ἐπιτίµησιν προαγαγεῖν, ἀλλὰ πάλιν αὐτοὺς ἠλέησε· καὶ ὅρα µεθ' ὅσης συνέσεως. Οὐκ εἶπε, Πλὴν συγγινώσκετε αὐτοῖς, ἕως ἂν διορθώσωνται· ἀλλὰ τί; Ὑµεῖς δὲ τὸ καλὸν ποιοῦντες µὴ ἐκκακήσητε. Στέλλεσθε µὲν, φησὶν, ἀπ' αὐτῶν καὶ ἐπιτιµᾶτε αὐτοῖς, µὴ µὴν περιίδητε λιµῷ διαφθαρέντας. Τί οὖν, φησὶν, ἂν ἔχων τὴν παρ' ἡµῶν ἀφθονίαν ἐπιµένῃ ἀργῶν; Ἐπὶ τούτου φάρµακον προσηνὲς, φησὶν, εἶπον, ὅτι Στέλλεσθε ἀπ' αὐτοῦ, τουτέστι, µὴ µεταδίδοτε αὐτῷ παῤῥησίας, ἐνδείκνυσθε ὅτι ὀργίζεσθε. Οὐ µικρὸν δὲ τοῦτο. Τοιαύτη γὰρ ἡ πρὸς τὸν ἀδελφὸν γίνεται ἐπιτίµησις, εἴ γε ὄντως διορθώσασθαι βουλόµεθα. Οὐκ ἀγνοοῦµεν τοὺς τρόπους τῆς ἐπιτιµήσεως. Εἰπὲ γάρ µοι, εἰ σαρκικὸν εἶχες ἀδελφὸν, ἆρα ἂν περιεῖδες αὐτὸν λιµῷ τηκόµενον· Οὐκ ἔγωγε οἶµαι· ἀλλ' ἴσως κἂν ἐῤῥύθµισας αὐτόν. Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡµῶν, διὰ τῆς ἐπιστολῆς. Ὅρα ταπεινοφροσύνην τοῦ Παύλου· οὐκ εἶπεν, Ὁ παρακούων, ἐµοῦ παρακούει· ἀλλ' ἠρέµα αἰνίττεται. Τοῦτον σηµειοῦσθε. Ὥστε µὴ λανθάνειν τοῦτο ποιεῖν προτρέπει. Μὴ συναναµίγνυσθε αὐτῷ. Οὐ µικρὰ παίδευσις καὶ αὕτη. Εἶτα πάλιν· Ἵνα ἐντραπῇ, φησίν. Οὕτως οὐκ ἀφίησιν περαιτέρω προελθεῖν. Ὥσπερ γὰρ εἰπὼν, Εἴ τις µὴ ἐργάζεται, µηδὲ ἐσθιέτω, δεδοικὼς µὴ λιµῷ ἀπόλωνται, ἐπήγαγεν, Ὑµεῖς δὲ τὸ καλὸν ποιοῦντες µὴ ἐκκακήσητε· οὕτως εἰπὼν, Στέλλεσθε, καὶ, Μὴ συναναµίγνυσθε αὐτῷ, εἶτα δείσας µὴ τοῦτο αὐτὸ ἐκκόψῃ αὐτὸν τῆς ἀδελφότητος( ὁ γὰρ ἀπογνοὺς ἑαυτοῦταχέως ἀπολεῖται µὴ µεταλαβὼν παῤῥησίας), ἐπήγαγε· Καὶ µὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.∆ ιὰ τούτου δείκνυσιν ὅτι µεγάλην ὥρισε κατ' αὐτοῦ τιµωρίαν, τῷ τῆς παῤῥησίας αὐτὸν ἀποστερεῖσθαι.
5.3
Εἰ γὰρ καὶ τὸ εἶναι µετὰ πολλῶν λαµβάνοντα αἰσχύνης ἄξιον, ὅταν καὶ ἐπιτιµῶντες παρέχοιεν καὶ στέλλωνται, πόσου ὀνείδους τοῦτο; πῶς ἱκανὸν δακεῖν ψυχήν; Εἰ γὰρ µόνον ὀκνηρότερον διδόντες, ἢ γογγύζοντες ἐµπυρίζουσι τοὺς λαµβάνοντας( µὴ γάρ µοι περὶ τῶν ἀναισχύντων ἐπαιτῶν εἴπῃς, ἀλλὰ περὶ τῶν πιστῶν)· εἰ καὶ ἔµελλον ἐπιτιµᾷν διδόντες, τί οὐκ ἂν εἰργάσαντο; πόσης οὐκ ἦν τιµωρίας ἄξιον; Ἡµεῖς δὲ οὐχ οὕτως, ἀλλ' ὡς τὰ µέγιστα ἠδικηµένοι, οὕτω τοὺς προσαιτοῦντας ὑβρίζοµεν, ἀποστρεφόµεθα. Οὐ δίδως· τί καὶ λυπεῖς; Νουθετεῖτε, εἶπεν, ὡς ἀδελφοὺς, οὐχ ὑβρίζετε ὡς ἐχθρούς. Ὁ τὸν ἀδελφὸν νουθετῶν, οὐ δηµοσίᾳ τοῦτο ποιεῖ, οὐκ ἐκποµπεύει τὴν ὕβριν, ἀλλὰ ἰδίᾳ καὶ µετὰ πολλῆς τῆς προσοχῆς, καὶ ἀλγῶν, καὶ δακνόµενος, καὶ δακρύων καὶ ὀδυρόµενος. Ἀπὸ ἀδελφικῆς τοίνυν παρέχωµεν τῆς διανοίας, ἀπὸ ἀδελ φικῆς νουθετῶµεν τῆς προαιρέσεως· µὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ' ὡς ἀλγοῦντες ἐπὶ τῷ ἐκεῖνον παραβαίνειν τὴν ἐντολήν. Ἐπεὶ τί τὸ κέρδος; Εἰ γὰρ καὶ µετὰ τὸ δοῦναι ὑβρίζεις, λυµαίνῃ τῇ τῆς δόσεως ἡδονῇ· ὅταν δὲ µήτε δῷς καὶ ὑβρίσῃς, πόσον οὐκ εἰργάσω κακὸν τὸν ἄθλιον ἐκεῖνον καὶ ταλαίπωρον; Προσῆλθεν ὡς ἐλεηθησόµενος παρὰ σοῦ· λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ µᾶλλον ἐδάκρυσεν. Ὅταν γὰρ ἀναγκάζηται διὰ τὴν ἔνδειαν προσαιτεῖν, διὰ δὲ τὸ προσαιτεῖν ὑβρίζηται, ὅρα πόση τῶν ὑβριζόντων ἔσται ἡ τιµωρία· Ὁ ἀτιµάζων πένητα, φησὶ, παροξύνει τὸν ποιήσαντα αὐτόν. Εἰπὲ γάρ µοι· αὐτὸς αὐτὸν ἀφῆκε πένεσθαι διὰ σὲ, ἵνα σὺ ἔχῃς θεραπεύειν σαυτὸν, καὶ σὺ τὸν διὰ σὲ πενόµενον ὑβρίζεις; πόσης ἀγνωµοσύνης ταῦτα; πόσης ἀχαριστίας τοῦτο τὸ ἔργον; Νουθετεῖτε, φησὶν, ὡς ἀδελφούς. Καὶ µετὰ τὸ δοῦναι νουθετεῖν ἐκέλευσεν· ὅταν δὲ καὶ χωρὶς τοῦ διδόναι ὑβρίζωµεν, τίς ἡµῖν ἔσται ἀπολογία; Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑµῖν τὴν εἰρήνην διαπαντὸς ἐν παντὶ τόπῳ. Ὅρα πῶς, ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισηµαίνεται αὐτὰ τῇ εὐχῇ, καθάπερ τινὰ σήµαντρα τῶν ἀποτεθέντων, τιθεὶς τὴν δέησιν καὶ τὴν ἱκετηρίαν.∆ ῴη ὑµῖν, φησὶ, τὴν εἰρήνην ἐν παντὶ τόπῳ. Ἐπειδὴ γὰρ ἀπὸ τούτων εἰκὸς µάχας γίνεσθαι, ἐκείνων τε τραχυτέρων γινοµένων, τούτων τε οὐκέτι ὁµοίως τοῖς τοιούτοις παρεχόντων, εἰκότωςτοῦτο ἐπηύξατο νῦν,∆ ῴη ὑµῖν εἰπὼν τὴν εἰρήνην διαπαντός. Τοῦτο γάρ ἐστι τὸ ζητούµενον, ὥστε ἀεὶ ἔχειν αὐτήν. Τί ἐστιν, Ἐν παντὶ τόπῳ; Πανταχόθεν βούλεται εἰρηνεύειν, ὥστε µηδαµόθεν ἔχειν φιλονεικίας ἀφορµήν. Πανταχοῦ γὰρ εἰρήνη καλὸν, ὅπου γε καὶ πρὸς τοὺς ἔξω· ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος· Εἰ δυνατὸν, τὸ ἐξ ὑµῶν, µετὰ πάντων ἀνθρώπων εἰρηνεύετε. Οὐδὲν γὰρ οὕτω πρὸς τὸ κατορθῶσαι ἃ βουλόµεθα ἐπιτήδειον, ὡς τὸ εἰρηναῖον καὶ ἀτάραχον, ὡς τὸ ἀπεχθείας ἀπηλλάχθαι ἁπάσης, καὶ µηδέναἔχειν ἐχθρόν. Ὁ Κύριος µετὰ πάντων ὑµῶν. Ὁ ἀσπασµὸς τῇ ἐµῇ χειρὶ Παύλου, ὅ ἐστι σηµεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω. Ἡ χάρις τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ µετὰ πάντων ὑµῶν. Ἀµήν. Τοῦτο λέγει γράφειν ἐν πάσῃ ἐπιστολῇ, ὥστε µηδενὶ ἐξεῖναι παραποιεῖν αὐτὰς, τῆς ὑπογραφῆς ὥσπερ τεκµηρίου κειµένου µεγάλου. Ἀσπασµὸν δὲ καλεῖ τὴν εὐχὴν, δεικνὺς ὅτι πάντα πνευµατικὰ ἔπραττον τότε, καὶ ὅτε ἀσπάσασθαι ἔδει, µετὰ κέρδους τὸ πρᾶγµα ἦν· καὶ εὐχὴν οὐχ ἁπλῶς φιλίας σύµβολον. Ἀπὸ τούτου ἤρχετο, καὶ εἰς αὐτὸ ἔληγε, περιφράττων τειχίοις µεγάλοις τὰ λεγόµενα ἑκατέρωθεν, ἀσφαλεῖς τε θεµελίους τιθεὶς, καὶ τὸ τέλοςἐπήγαγεν ἀσφαλές. Χάρις ὑµῖν, φησὶ, καὶ εἰρήνη· καὶ πάλιν, Ἡ χάρις τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ µετὰ πάντων ὑµῶν. Ἀµήν. Τοῦτο καὶ ὁ Κύριος ἐπηγγείλατο λέγων τοῖς µαθηταῖς, Ἰδοὺ ἐγὼ µεθ' ὑµῶν εἰµι πάσας τὰς ἡµέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀλλὰ τοῦτο γίνεται, ὅταν ἡµεῖς βουλώµεθα· οὐ γὰρ πάντως ἔσται µεθ' ἡµῶν, ἐὰν ἑαυτοὺς πόῤῥω ποιῶµεν. Μεθ' ὑµῶν, φησὶν, ἔσοµαι διαπαντός. Μὴ τοίνυν τὴν χάριν ἀπελάσωµεν. Στέλλεσθαι ἡµᾶς βούλεται ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος. Μέγα ἦν τότε τοῦτο τὸ κακὸν, τὸ ἀπὸ τοῦ πληρώµατος ἀποσπασθῆναι τῶν ἀδελφῶν. Τούτῳ γοῦν ἅπαντας τιµωρεῖται, καθὼς καὶἀλλαχοῦ γράφων Κορινθίοις ἔλεγε· Τῷ τοιούτῳ µηδὲ συνεσθίειν φησίν. Ἀλλ' οὐ νῦν µέγα αὐτὸ ἡγοῦνται οἱ πλείους, ἀλλὰ πάντα συγκέχυται καὶ διέφθαρται· µετὰ µοιχῶν, µετὰ πόρνων, µετὰ πλεονεκτῶν ἁπλῶς καὶ ὡς ἔτυχεν ἀναµιγνύµεθα. Εἰ ἀπὸ τοῦ ἀργῶς τρεφοµένου µόνον στέλλεσθαι ἔδει, πόσῳ µᾶλλον ἀπὸ τῶν ἄλλων; Καὶ ἵνα µάθῃς ὅσον ἦν φοβερὸν τὸ χωρίζεσθαι ἀπὸ τοῦ συλλόγου τῶν ἀδελφῶν, καὶ ὅσον φέρει κέρδος τοῖς εὐγνωµόνως τὴν ἐπιτίµησιν δεχοµένοις, ἄκουσον ὅπως ὁ πεφυσιωµένος ἐκεῖνος τῷ ἁµαρτήµατι, ὁ εἰς ἐσχάτην κακίαν ἐλάσας, ὁ πορνείαν πορνεύσας, οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνοµάζεται, ὁ ἀναισθήτωςἔχων τοῦ τραύµατος( τοῦτο γάρ ἐστιν ὑπερβολὴ διαστροφῆς)· οὗτος δὴ ὁ τοιοῦτος οὕτω κατεκάµφθη καὶ συνεστάλη, ὥστε τὸν Παῦλον εἰπεῖν· Ἀρκεῖ τῷ τοιούτῳ ἡ ἐπιτίµησις αὕτη ἡ ὑπὸ τῶν πλειόνων· ὥστε κυρώσατε εἰς αὐτὸν ἀγάπην. Καθάπερ γὰρ µέλος ἀποσπασθὲν τοῦ λοιποῦ σώµατος, οὕτως ἦν τότε.
5.4
Τὸ δὲ αἴτιον, καὶ πόθεν ἦν τοῦτο φοβερὸν τότε· ἐπειδὴ καὶ τὸ εἶναι µετ' αὐτῶν µέγα ἀγαθὸν αὐτοῖς ἐνοµίζετο. Καθάπερ γὰρ οἰκίαν µίαν οἰκοῦντες, καὶ ὑπὸ πατέρα ἕνα ὄντες, καὶ µιᾶς τραπέζης µετέχοντες, οὕτως ᾤκουν τότε καθ' ἑκάστην Ἐκκλησίαν. Τὸ τοίνυν τοσαύτης ἐκπεσεῖν ἀγάπης, πόσον κακὸν ἦν; Νῦν δὲ οὐδὲ εἶναι µέγα δοκεῖ, διὰ τὸ µηδὲ µέγα τι νοµίζεσθαι, ὅταν µετ' ἀλλήλων ὦµεν. Ὅπερ ἐν τάξει τιµωρίας ἦν τότε, τοῦτο διὰ τὴν πολλὴν ψύξιν τῆς ἀγάπης καὶ χωρὶς τιµωρίας γίνεται νῦν, καὶ στελλόµεθα ἀπ' ἀλλήλων εἰκῆ, καὶἀπὸ ψυχρότητος. Τὸ γὰρ πάντων αἴτιον τῶν κακῶν, τὸ µὴ εἶναι ἀγάπην· τοῦτο πάντα διέλυσε καὶ ἠφάνισε τὰ σεµνὰ καὶ λαµπρὰ τῆς Ἐκκλησίας, ἐφ' οἷς ἀγάλλεσθαι ἔδει. Μεγάλη διδασκάλου παῤῥησία, ὅταν ἐκ τῶν οἰκείων κατορθωµάτων ἔχῃ τοῖς µαθηταῖς ἐπιτιµᾷν.∆ ιὸ καὶ Παῦλος ἔλεγεν· Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ µιµεῖσθαι ἡµᾶς· καὶ τοῦ βίου µᾶλλον ὀφείλει διδάσκαλος εἶναι, ἢ τοῦ λόγου. Μηδεὶς δὲ νοµιζέτω τοῦτο µεγαληγορίας εἶναι· εἰς γὰρ ἀνάγκην καταστὰς τοῦτο ἐφθέγξατο, καὶ πρὸς τὸ κοινῇ χρήσιµον. Ὅτι οὐκ ἠτακτήσαµεν, φησὶν, ἐν ὑµῖν. Ἀπὸ τούτου οὐχ ὁρᾷς τὴν ταπεινοφροσύνην, ἢν δωρεὰν καλεῖ καὶ εὐταξίαν; Οὐκ ἠτακτήσαµεν, φησὶν, ἐν ὑµῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγοµεν.∆ είκνυσιν ἐνταῦθα καὶ πένητας αὐτοὺς ἴσως ὄντας. Καὶ µή µοι εἴπῃς, Ἀλλ' οὐ πάντες πένητες ἦσαν· περὶ γὰρ πενήτων καὶ τῶν οὐκ ἄλλως τῆς ἀναγκαίας εὐπορούντων τροφῆς, ἢ ἀπὸ τῆς τῶν χειρῶν ἐργασίας διαλέγεται. Οὐ γὰρ εἶπεν, Ἵνα ἀπὸ πατέρων ἔχωσιν, ἀλλ', Ἵνα ἐργαζόµενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. Εἰ γὰρ ὁ κήρυξ ἐγὼ, φησὶ, τοῦ λόγου τῆς διδασκαλίας ἐφοβήθην βαρῆσαι ὑµᾶς, πολλῷ µᾶλλον ὁ µηδὲν ὑµᾶς ὠφελῶν. Τοῦτο γὰρ ὄντως βάρος ἐστί. Βάρος δέ ἐστιν, ὅταν τις µὴ µετὰ προθυµίας πολλῆς διδῷ. Ἀλλ' οὐ τοῦτο αἰνίττεται, ἀλλ' ὡς οὐκ ἐχόντων εὐκόλως.∆ ιὰ τί γὰρ οὐκ ἐργάζῃ; χεῖράς σοι εἰς τοῦτο ἔδωκεν ὁ Θεὸς, οὐχ ἵνα παρ' ἑτέρων λαµβάνῃς, ἀλλ' ἵνα ἑτέροις παρέχῃς. Ὁ δὲ Κύριος, φησὶ, µεθ' ὑµῶν. Τοῦτο ἔξεστι καὶ ἡµῖν ἑαυτοῖς ἐπεύχεσθαι, ἂν τὰ τοῦ Κυρίου πράττωµεν. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος τοῖς µαθηταῖς· Πορευθέντες µαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνοµα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύµατος, διδάσκοντες αὐτοὺςτηρεῖν πάντα, ὅσα ἐνετειλάµην ὑµῖν· καὶ ἰδοὺ ἐγὼ µεθ' ὑµῶν εἰµι πάσας τὰς ἡµέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐ µόνον ταῦτα πρὸς ἐκείνους εἴρηται, ἀλλὰ καὶ πρὸς ἡµᾶς. Ὅτι γὰρ ἐκείνοις οὐκ ἐπήγγελται µόνον, δῆλον ἐκ τοῦ εἰπεῖν, Ἕως τοῦ αἰῶνος τῆς συντελείας, ἀλλὰ καὶ τοῖς κατ' ἴχνος ἐκείνων βαίνουσι. Τί οὖν πρὸς τοὺς µὴ διδασκάλους φησίν; Ἕκαστος ὑµῶν, εἰ βούλοιτο, διδάσκαλός ἐστιν, εἰ καὶ µὴ ἑτέρου, ἀλλ' ἑαυτοῦ· δίδαξον σεαυτὸν πρῶτον. Ἐὰν διδάξῃς πάντα, ὅσα ἐνετείλατό σοι τηρεῖν, διὰ τούτου πολλοὺς ἕξεις τοὺς ζηλοῦντας. Ὥσπερ γὰρ ὁ λύχνος, ὅταν αὐτὸς γένηται λαµπρὸς, µυρίους δύναται ἀνάψαι· ἐσβεσµένος δὲ οὐδὲ ἑαυτῷ παρέξει φῶς, οὔτε ἑτέρους ἀνάψαι λύχνους δυνήσεται· οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ καθαροῦ, ἐὰν τὸ ἐν ἡµῖν φῶς λαµπρὸν ᾖ, µυρίους καὶ µαθητὰς καὶ διδασκάλους ἐργασόµεθα, ὥσπερ ἀρχέτυπον προκείµενοι. Οὐδὲ γὰρ οὕτω τὰ παρ' ἐµοῦ ῥήµατα τοὺς ἀκούοντας ὠφελῆσαι δυνήσεται, ὡς ὁ βίος ὁ ἡµέτερος. Ἔστω γὰρ, εἰ βούλει, ἀνήρ τις τῷ Θεῷ φίλος, καὶ ἐν ἀρετῇ διαλάµπων, καὶ γυναῖκα ἔχων· ἔξεστι γὰρ καὶ γυναῖκα ἔχοντα ἀρέσκειν Θεῷ καὶ παιδία καὶ οἰκέτας καὶ φίλους· οὗτος, εἰπέ µοι, οὐ πολλῷ µᾶλλον ἐµοῦ τοὺς πάντας ὠφελῆσαι δυνήσεται; Ἐµοῦ µὲν γὰρ ἅπαξ ἢ δεύτερον ἀκούσονται τοῦ µηνὸς, ἢ οὐδὲ ἅπαξ, καὶ ἅπερ ἂν ἀκούσωσιν, ἴσως µέχρι τοῦ τῆς ἐκκλησίας οὐδοῦ φυλάξαντες, εὐθέως ἀποβάλλουσιν· ἐκείνου δὲ τὸν βίον ὁρῶντες διηνεκῶς, µεγάλα κερδαίνουσιν. Ὅταν γὰρ ὑβρισθεὶς µὴ ἀνθυβρίσῃ, οὐχὶ σχεδὸν ἐνέπηξε καὶ ἐνεχάραξε τῆς ἐπιεικείας αὐτοῦ τὴν αἰδὼ εἰς τὴν τοῦ ὑβρίζοντος ψυχήν; κἂν µὴ παραυτίκα ὁµολογῇ τὴν ὠφέλειαν, ἀπὸ τοῦ θυµοῦ ἢ αἰσχυνόµενος ἢ ἐντρεπόµενος, ἀλλ' ὅµως αἴσθησιν εὐθέως λαµβάνει· καὶ ἀδύνατον ἄνθρωπον ὑβριστὴν, κἂν θηρίον ᾖ, ἀνεξικάκῳ τινὶ προσµίξαντα, µὴ µεγάλα κερδήσαντα ἀπελθεῖν. Τὰ γὰρ ἀγαθὰ κἂν µὴ πράττωµεν, ἀλλ' ὅµως ἐπαινοῦµεν ἅπαντες καὶ θαυµάζοµεν. Ἡ γυνὴ πάλιν ἂν ἴδῃ τὸν ἄνδρα ἐπιεικῆ, µεγάλα κερδαίνει ἀεὶ συνοῦσα, καὶ τὸ παιδίον. Ἔξεστιν οὖν ἑκάστῳ διδασκάλῳ γενέσθαι. Οἰκοδοµεῖτε γὰρ, φησὶν, ἀλλήλους εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Ὅρα γάρ· προσέπεσε ζηµία ἐπὶ τῆς οἰκίας; ἡ γυνὴ θορυβεῖται, ἅτε ἀσθενεστέρα οὖσα καὶ φιλόκοσµος; ὁ ἀνὴρ ἐὰν ᾖ φιλόσοφος καὶ καταγελαστὴς ζηµίας, καὶ ἐκείνην παραµυθεῖται, καὶ πείθει φέρειν γενναίως. Ἆρ' οὖν, εἰπέ µοι, οὐ πολλῷ µᾶλλον αὐτὴν τῶν ἡµετέρων ὠφελήσει λόγων; Εἰπεῖν µὲν γὰρ παντὶ εὔκολον, πρᾶξαι δὲ ὅταν εἰς χρείαν καταστῶµεν, σφόδρα δύσκολον.∆ ιὰ τοῦτο µᾶλλον ἀπὸ τῶν ἔργων ῥυθµίζεσθαι ἡ ἀνθρωπίνη φύσις εἴωθε· καὶ τοσαύτη τῆς ἀρετῆς ἡ ὑπερβολὴ, ὥστε καὶ δοῦλος πολλάκις ὁλόκληρον ὠφέλησεν οἰκίαν µετὰ τοῦ δεσπότου.
5.5
Οὐδὲ γὰρ εἰκῆ οὐδὲ ἁπλῶς αὐτοῖς συνεχῶς ἐπιτάττει τὴν ἀρετὴν ἀσκεῖν ὁ Παῦλος, καὶ πειθηνίους εἶναι τοῖς δεσπόταις, οὐ τῆς διακονίας τοσοῦτονφροντίζων τῶν δεσποτῶν, ὅσον ἵνα µὴ ὁ λόγος τοῦ Θεοῦ βλασφηµῆται καὶ ἡ διδασκαλία· ὅταν δὲ µὴ βλασφηµῆται, ταχέως καὶ θαυµασθήσεται. Καὶ οἶδα πολλὰς οἰκίας, ὅτι µεγάλα ἐκέρδαναν ἀπὸ τῆς τῶν δούλων ἀρετῆς. Εἰ δὲ οἰκέτης ὑπ' ἐξουσίαν κείµενος τὸν δεσπότην ῥυθµίσαι δύναιτ' ἂν, πολλῷ µᾶλλον δεσπότης οἰκέτας.∆ ιανείµασθε πρὸς ἐµὲ, παρακαλῶ, ταύτην τὴν διακονίαν. Ἐγὼ πᾶσι κοινῇ διαλέγοµαι· ὑµεῖς ἰδίᾳ ἑκάστῳ, καὶ ἕκαστος ἐγχειριζέσθω τὴν σωτηρίαν τῶν πλησίον. Ὅτι γὰρ δεῖ τῶν τῆς οἰκίας προεστάναι ἐν τούτοις, ἄκουσον ποῦ παραπέµπει τὰς γυναῖκας ὁ Παῦλος· Εἰ δέ τι µαθεῖν θέλουσι, φησὶν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· καὶ οὐ προσάγει αὐτὰς τῷ διδασκάλῳ. Καθάπερ γὰρ ἐν ταῖς διατριβαῖς τῶν γραµµάτων εἰσὶ καὶ ἐν τοῖς µαθηταῖς διδάσκαλοι, οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ· βούλεται γὰρ µὴ ὑπὸ πάντων ἐνοχλεῖσθαι τὸν διδάσκαλον.∆ ιὰ τί; Ὅτι µεγάλα ἀγαθὰ οὕτως ἔσται, οὐ µόνον ὅτι κοῦφος ἔσται ὁ πόνος τῷ διδασκάλῳ, ἀλλ' ὅτι καὶ τῶν µαθητῶν ἕκαστος µεριµνήσας, ταχέως γενέσθαιδύναται διδάσκαλος, ταύτην ἔχων τὴν φροντίδα. Ὅρα γὰρ πόσην διακονίαν εἰσάγει ἡ γυνή· οἰκουρεῖ, καὶ τῶν κατὰ τὴν οἰκίαν πάντων φροντίζει, ταῖς θεραπαινίσιν ἐφέστηκεν, ἀµφιέννυσι ταῖς αὐτῆς χερσὶ, πατέρα σε ποιεῖ παίδωνκαλεῖσθαι, χαµαιτυπείων ἀπαλλάττει, πρὸς σωφροσύνην βοηθεῖ, τὸν οἶστρον τῆς φύσεως παύει. Ἀλλ' εὐεργέτει αὐτὴν καὶ σύ. Πῶς; Ἐν τοῖς πνευµατικοῖς ὄρεξον χεῖρα· ἅπερ ἂν ἀκούσῃς χρήσιµα, ταῦτα, καθάπερ αἱ χελιδόνες, τῷ στόµατι διαβαστάζων ἀπάγαγε, καὶ ἔνθες εἰς τὸ στόµα καὶ τῆς µητρὸς καὶ τῶν νεοττῶν. Πῶς γὰρ οὐκ ἄτοπον ἐν µὲν τοῖς ἄλλοις τῶν πρωτείων ἀξιοῦν σαυτὸν, καὶ τὴν τῆς κεφαλῆς χώραν ἐπέχειν, ἐν δὲ τῇ διδασκαλίᾳ λείπειν τὴν τάξιν; Τὸν ἄρχοντα τῶν ἀρχοµένων οὐκ ἐν ταῖς τιµαῖς ὑπερέχειν δεῖ, ἀλλ' ἐν ταῖς ἀρεταῖς· τοῦτο γὰρ ἄρχοντος· ἐκεῖνο µὲν γὰρ τῶν ἀρχοµένων ἐστὶ, τοῦτο δὲ αὐτοῦ τοῦ ἄρχοντος κατόρθωµα. Ἂν πολλῆς ἀπολαύσῃς τιµῆς, οὐδὲν τοῦτο πρὸς σέ· ἔλαβες γὰρ παρ' ἑτέρων· ἂν πολλῇ λάµπῃς τῇ ἀρετῇ, τοῦτο ὅλον σόν. Κεφαλὴ τῆς γυναικὸς εἶ· οὐκοῦν ῥυθµιζέτω τὸ σῶµα τὸ λοιπὸν ἡ κεφαλή. Οὐχ ὁρᾷς ὅτι οὐ τῷ τόπῳ τοσοῦτον ὑπερέχει τοῦ λοιποῦ σώµατος, ὅσον τῇ προνοίᾳ, καθάπερ τις κυβερνήτης, ἅπαν αὐτὸ εὐθύνουσα; Ἐν γὰρ τῇ κεφαλῇ καὶ οἱ τοῦ σώµατος, καὶ οἱ τῆς ψυχῆς ὀφθαλµοί· ἐκεῖθεν ἐπιῤῥεῖ τούτοις τὸ διορατικὸν, ἐκεῖθεν τὸ ἡγεµονικόν. Καὶ τὸ µὲν λοιπὸν τάττεται εἰς διακονίαν, αὐτὴ δὲ εἰς τὸ ἐπιτάττειν κεῖται. Πᾶσαι αἱ αἰσθήσεις ἐκεῖθεν ἔχουσι τὴν ἀρχὴν καὶ τὴν πηγήν· τὰ φωνητικὰ ὄργανα ἐκεῖθεν ἀναπέµπεται, τὸ διορατικὸν, τὸ ὀσφρητικὸν, ἡ ἁφὴ πᾶσα· ἡ γὰρ τῶν νεύρων ῥίζα καὶ τῶν ὀστῶν ἐκεῖθεν συνέστηκεν. Ὁρᾷς ὅτι τῇ προνοίᾳ µᾶλλον ὑπερέχει, ἢ τῇ τιµῇ· Οὕτω καὶ τῶν γυναικῶν ἡµεῖς ἄρχωµεν· νικῶµεν αὐτὰς µὴ τῷ πλείονα τιµὴν ζητεῖν παρ' αὐτῶν, ἀλλὰ τῷ µειζόνως αὐτὰς εὐεργετεῖσθαι παρ' ἡµῶν. Ἔδειξα ὅτι οὐ µικρὰς ἡµᾶς εὐεργεσίας εὐεργετοῦσιν, ἀλλ' ἐὰν θέλωµεν ἐν τοῖς πνευµατικοῖς δοῦναι τὴν ἀντίδοσιν, ἡµεῖς νικῶµεν· ἐπεὶ ἐν τοῖς σωµατικοῖς ἀντίῤῥοπόν τι εἰσαγαγεῖν οὐ δυνατόν. Τί γάρ; εἰσάγετε πολλὰ χρήµατα; Ἀλλ' ἐκείνη φυλάττει· ἀντίῤῥοπος δὲ αὕτη ἐκείνης ἡ πρόνοια, καὶ οὕτως αὐτῆς δεῖται.∆ ιὰ τί; Ὅτι πολλοὶ πολλὰ κεκτηµένοι, ἐπειδὴ φυλάττουσαν οὐκ ἔσχον, πάντα ἀπώλεσαν. Ἀλλὰ τῶν παίδων ἕνεκεν κοινωνεῖτε ἀµφότεροι, καὶ ἴση παρ' ἑκατέρου ἡ εὐεργεσία· µᾶλλον δὲ ἐκείνη πολυπονωτέραν ἐν τούτοις ἔχει τὴν διακονίαν, διαπαντὸς φέρουσα τὸ κυόµενον, καὶ ταῖς ὠδῖσι διακοπτοµένη. Ὥστε ἐν τοῖς πνευµατικοῖς µόνοις δυνήσῃ νικᾷν. Μὴ δὴ φροντίζωµεν ὅπως ἡµῖν χρήµατα ἔσται, ἀλλ' ὅπως ἃς ἐνεπιστεύθηµεν ψυχὰς, µετὰ παῤῥησίας τῷ Θεῷ παραστήσωµεν· ἐν τῷ γὰρ ῥυθµίζειν ἐκείνας καὶ ἑαυτοὺς τὰ µέγιστα ὀνήσοµεν. Ὁ γὰρ ἕτερον διδάσκων, εἰ καὶ µηδὲν ἕτερον, ἀλλ' ἐν τῷ λέγειν κατανύσσεται, καὶ µάλιστα ὅταν ἴδῃ ἑαυτὸν ὑπεύθυνον ὄντα τούτοις, ὑπὲρ ὧν ἑτέροις ἐπιτιµᾷ. Ἐπεὶ οὖν καὶ ἡµᾶς αὐτοὺς, κἀκείνας ὠφελοῦµεν, καὶ δι' ἐκείνων τὸν οἶκον, καὶ τῷ Θεῷ τοῦτο δοκεῖ προηγουµένως, µὴ ἀποκάµωµεν καὶ τῆς ἑαυτῶν, καὶτῆς τῶν διακονουµένων ἡµῖν ψυχῆς κηδόµενοι, ἵν' ὑπὲρ ἁπάντων λάβωµεν τὴν ἀµοιβὴν, καὶ µετὰ πολλοῦ τοῦ πλούτου καταντήσωµεν εἰς τὴν ἁγίαν πόλιν τὴνµητέρα ἡµῶν, τὴν ἄνω Ἱερουσαλήµ· ἧς µὴ γένοιτό ποτε ἐκπεσεῖν, ἀλλ' ἐν τῇ ἀρίστῃ λάµψαντας πολιτείᾳ µετὰ πολλῆς τῆς παῤῥησίας ἀξιωθῆναι ἰδεῖν τὸν Κύριον ἡµῶν Ἰησοῦν Χριστὸν, µεθ' οὗτῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.