Homilies on Second Timothy
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
10.0
Σπούδασον ἐλθεῖν πρός µε ταχέως.∆ ηµᾶς γάρ µε ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν. Τίτος εἰς∆ αλµατίαν· Λουκᾶς ἐστι µόνος µετ' ἐµοῦ. Μάρκον ἀναλαβὼν, ἄγε µετὰ σεαυτοῦ· ἔστι γάρ µοι εὔχρηστος εἰς διακονίαν. Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόµενος φέρε, καὶ τὰ βιβλία, µάλιστα τὰς µεµβράνας.
10.1
Ἄξιον ζητῆσαι πῶς καλεῖ τὸν Τιµόθεον πρὸς ἑαυτὸν, εἴ γε Ἐκκλησίαν πεπιστευµένος ἦν, καὶ ἔθνος ὁλόκληρον. Οὐκ ἀπονοίας ἦν τὸ πρᾶγµα· αὐτὸς γὰρ ἕτοιµος ἦν ἐλθεῖν πρὸς αὐτόν· ἄκουε γὰρ αὐτοῦ λέγοντος, Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι. Ἀλλὰ τίνος ἕνεκεν; Ἀνάγκῃ κατείληπτο πολλῇ, καὶ κύριος ἀποδηµίας οὐκέτι ἦν· δεσµωτήριον ᾤκει, καὶ συνεκέκλειστο ὑπὸ Νέρωνος, καὶ ὅσον οὔπω ἔµελλε τελευτᾷν. Ἵνα οὖν µὴ τοῦτο γένηται πρὸ τοῦ τὸν µαθητὴν ἰδεῖν, διὰ τοῦτο αὐτὸν καλεῖ, θεάσασθαι ποθῶν πρὸ τῆς τελευτῆς, καὶ ἴσως πολλὰ παραθέσθαι· διό φησι, Σπούδασον πρὸ χειµῶνος ἐλθεῖν πρός µε.∆ ηµᾶς γάρ µε ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα. Καὶ οὐ λέγει, Ἵνα σε ἴδω πρὶν ἀπελθεῖν ἐκ τοῦ βίου, ὃ µάλιστα ἐλύπει· ἀλλ', Ἐπειδὴ µόνος εἰµὶ, φησὶν, οὐδένα ἔχω τὸν συναντιλαµβανόµενόν µου.∆ ηµᾶς µε γὰρ ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην. Τουτέστι, τῆς ἀνέσεως ἐρασθεὶς, τοῦ ἀκινδύνου καὶ τοῦ ἀσφαλοῦς, µᾶλλον εἵλετο οἴκοι τρυφᾷν, ἢ µετ' ἐµοῦ ταλαιπωρεῖσθαι, καὶ συνδιαφέρειν µοιτοὺς παρόντας κινδύνους. Τοῦτον διέβαλε µόνον, οὐκ αὐτὸν διαβαλεῖν βουλόµενος, ἀλλ' ἡµᾶς στηρίξαι, ὥστε µὴ µαλακίζεσθαι ἐν τοῖς κινδύνοις µηδὲ ἐν τοῖς πόνοις· τοῦτο γάρ ἐστι, Τὸν παρόντα ἀγαπήσας αἰῶνα· ἅµα δὲ καὶ τὸν µαθητὴν ἐπισπάσασθαι βουλόµενος. Κρήσκης, φησὶν, εἰς Γαλατίαν, Τίτος εἰς∆ αλµατίαν. Τούτους οὐκέτι διαβάλλει· καὶ γὰρ ὁ Τίτος τῶν σφόδρα θαυµαστῶν ἦν, ὥστε αὐτῷ τὰ κατὰ τὴν νῆσον ἐνεχείρισε, νῆσον οὐ µικρὰν, ἀλλὰ καὶ σφόδρα µεγάλην, τὴν Κρήτην λέγω. Λουκᾶς ἐστι µόνος µετ' ἐµοῦ. Αὐτὸς γὰρ σφόδρα ἀδιασπάστως εἶχεν αὐτοῦ, ὁ καὶ τὸ εὐαγγέλιον γράψας, καὶ τὰς καθολικὰς Πράξεις, φιλόπονος ὢν καὶ φιλοµαθὴς καὶ καρτερικός. Περὶ τούτου φησὶ γράφων, Οὗ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Μάρκον ἀναλαβὼν, ἄγε µετὰ σεαυτοῦ. Τίνος ἕνεκεν; Ἔστι γάρ µοι εὔχρηστος εἰς διακονίαν. Οὐκ εἰς τὴν ἀνάπαυσιν λέγει τὴν ἑαυτοῦ, ἀλλ' Εἰς τὴν διακονίαν τοῦ εὐαγγελίου· καὶ γὰρ ἐν δεσµοῖς ὢν, οὐκ ἔληγε κηρύττων. Ἄρα καὶ τὸν Τιµόθεον τούτου ἕνεκεν ἐκάλει, οὐ τῶν αὐτοῦ ἕνεκεν, ἀλλ' ὑπὲρ τοῦ εὐαγγελίου, ὥστε µηδεµίαν γενέσθαι ταραχὴν κατὰ τὴναὐτοῦ τελευτὴν τοῖς πιστοῖς, τῶν αὐτοῦ µαθητῶν πολλῶν παρόντων, καὶ κωλυόντων θορύβους, καὶ παραµυθουµένων τοὺς ἀφορήτως φέροντας αὐτοῦ τὴν τελευτήν. Καὶ γὰρ ἄνδρας ἀξιολόγους εἰκὸς ἦν εἶναι τοὺς πεπιστευκότας ἐπὶ τῆς Ῥώµης· Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόµενος φέρε, καὶ τὰ βιβλία, µάλιστα τὰς µεµβράνας. Φελόνην ἐνταῦθα τὸ ἱµάτιον λέγει· τινὲς δέ φασι τὸ γλωσσόκοµον, ἔνθα τὰ βιβλία ἔκειτο. Τί δὲ αὐτῷ τῶν βιβλίων ἔδει µέλλοντι ἀποδηµεῖν πρὸς τὸν Θεόν; Καὶ µάλιστα ἔδει, ὥστε αὐτὰ τοῖς πιστοῖς παραθέσθαι, καὶ ἀντὶ τῆς αὐτοῦ διδασκαλίας, ἔχειν αὐτά. Πάντας µὲν οὖν τοὺς πιστοὺς εἰκὸς τότε µεγάλην ἔχειν πληγὴν, µάλιστα δὲ τοὺς παρόντας τῇ τελευτῇ, καὶ ἀπολαύοντας αὐτοῦ τότε. Τὸν δὲ φελόνην ζητεῖ, ὥστε µὴ δεηθῆναι παρ' ἑτέρου λαβεῖν. Ὁρᾷς γὰρ αὐτὸν ὑπὲρ τούτου πολλὴν ποιούµενον τὴν σπουδὴν, καὶ λέγοντα ἑτέρωθι, ἡνίκα πρὸς τοὺς ἀπὸ τῆς Ἐφέσου διελέγετο· Γινώσκετε, ὅτι ταῖς χρείαις µου, καὶ τοῖς οὖσι µετ' ἐµοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται· καὶ πάλιν, Μακάριόν ἐστι διδόναι µᾶλλον, ἢ λαµβάνειν. Ἀλέξανδρος ὁ χαλκεὺς πολλά µοι κακὰ ἐνεδείξατο. Ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Πάλιν ἐνταῦθα µέµνηται πειρασµοῦ, οὐχ ἁπλῶς ἐκεῖνον βουλόµενος διαβαλεῖν, οὐδὲ κατηγορῆσαι αὐτοῦ, ἀλλὰ τὸν µαθητὴν ἀλεῖψαι πρὸς τοὺςἀγῶνας, ὥστε φέρειν γενναίως· κἂν εὐτελεῖς ὦσιν οἱ τὰς πείρας προσάγοντες, κἂν οὐδαµινοὶ, κἂν ἄτιµοι, δεῖ, φησὶ, πάντα φέρειν γενναίως. Ὁ γὰρ ὑπὸ µεγάλου τινὸς παθὼν κακῶς, ἔχει φιλοτιµίαν οὐ µικρὰν, τὴν τοῦ ποιοῦντος ὑπεροχήν· ὁ δὲ ὑπὸ εὐτελοῦς καὶ ἀπεῤῥιµµένου, µείζονα ἔχει τὴν ἀνίαν. Πολλά µε κακὰ ἐνεδείξατο· τουτέστιν, Ἔθλιψέ µε διαφόρως. Ἀλλ' οὐκ ἀτιµωρητὶ, φησὶ, ταῦτα αὐτῷ προχωρήσει· Ἀποδώσει γὰρ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Ὥσπερ γράφων ἔλεγεν ἀνωτέρω, Οἵους διωγµοὺς ὑπέµεινα, καὶ ἐκ πάντων µε ἐῤῥύσατο ὁ Κύριος· οὕτω καὶ ἐνταῦθα διπλῇ παρεκάλεσε τὸν µαθητὴν, τῷ τε κακῶς πάσχειν, καὶ τῷ ἐκεῖνον ἀπολήψεσθαι· οὐχ ὡς τῶν ἁγίων ταῖς τιµωρίαις ἐπιχαιρόντων ἁπλῶς, ἀλλ' ὡς τοῦ κηρύγµατος δεοµένου καὶ τῶν ἀσθενεστέρων τῆς ἐντεῦθεν παραµυθίας. Ὃν καὶ σὺ, φησὶ, φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡµετέροις λόγοις. Τουτέστι, πολεµεῖ καὶ ἐναντιοῦται. Καὶ οὐκ εἶπε, Τιµώρησαι, κόλασον, ἀπέλασον, καίτοι γε ἐνῆν διὰ τῆς χάριτος ταῦτα ἐργάσασθαι· ἀλλ' οὐδὲν τούτων, οὐδὲ ὁπλίζει αὐτὸν κατ' αὐτοῦ, ἀλλ' ἀναχωρεῖν µόνον κελεύει, τῷ Θεῷ παραχωροῦντα τῆς τιµωρίας. Καὶ πρὸς παραµυθίαν τῶν ἀσθενεστέρων τοῦτο εἴρηκε, τὸ, Ἀποδώσει αὐτῷ· ὃ καὶ προφητεία ἐστὶν, ἢ ἀρά. Ὅτι δὲ ὑπὲρ τοῦ τὸν µαθητὴν ἀλεῖψαι ταῦτα λέγει, καὶ ἐκ τῶν ἑξῆς δῆλον. Ἀλλ' ὅρα πάλιν πῶς ἑτέρους πειρασµοὺς αὐτοῦ διηγεῖται. Ἐν τῇ πρώτῃ µου ἀπολογίᾳ, φησὶν, οὐδείς µοι συµπαρεγένετο, πάντες µε ἐγκατέλιπον· µὴ αὐτοῖς λογισθείη.
10.2
Ὁρᾷς πῶς φείδεται τῶν οἰκείων; καίτοι ἔργον εἰργάσαντο δεινόν. Οὐ γάρ ἐστιν ἴσον παρὰ τῶν ἔξωθεν καταφρονεῖσθαι, καὶ παρὰ τῶν οἰκείων. Ὁρᾷς ἐπιτεταµένην ἀθυµίαν; Οὐκ ἔχεις εἰπεῖν, ὅτι παρὰ µὲν τῶν ἔξωθεν ἐπολεµούµην, εἶχον δὲ παραµυθίαν τὴν θεραπείαν καὶ τὴν συµµαχίαν τῶν ἐµῶν· καὶ γὰρ καὶ ἐκεῖνοί µε προέδωκαν. Πάντες µε ἐγκατέλιπον, φησίν. Ἄρα οὐ µικρὸν ἁµάρτηµα τοῦτο. Εἰ γὰρ ἐν πολέµῳ τὸν κινδυνεύοντα ὁ ἀφεὶς, καὶ τῆς τῶν ἐχθρῶν ἑαυτὸν ὑπεξάγων χειρὸς, ὑπὸ τῶν οἰκείων πλήττεται εἰκότως, ὡς τὸ πᾶν διαφθείραςκαὶ προδούς· πολλῷ µᾶλλον ἐν τῷ κηρύγµατι. Ποίαν δὲ πρώτην ἀπολογίαν λέγει; Παρέστη ἤδη τῷ Νέρωνι, καὶ διέφυγεν· ἐπειδὴ δὲ τὸν οἰνοχόον αὐτοῦ κατήχησε, τότε αὐτὸν ἀπέτεµεν. Ἰδοὺ πάλιν προτροπὴ τῷ µαθητῇ διὰ τῶν ἐπαγοµένων· Ἀλλ' ὁ Κύριός µοι παρέστη, καὶ ἐνεδυνάµωσέ µε. Τὸν γὰρ ὑπὸ ἀνθρώπων ἐγκαταλιµπανόµενον οὐκ ἀφίησί τι παθεῖν δεινὸν ὁ Θεός. Καὶ ἐνεδυνάµωσέ µε, φησί· τουτέστι, παῤῥησίαν ἐχαρίσατο, οὐκ ἀφῆκε καταπεσεῖν. Ἵνα δι' ἐµοῦ τὸ κήρυγµα πληροφορηθῇ· τουτέστι, πληρωθῇ. Ὅρα τὴν ταπεινοφροσύνην αὐτοῦ τὴν πολλήν. Οὐχ ὡς ἄξιον τυχεῖν τῆς δωρεᾶς, φησὶν, ἐνεδυνάµωσέ µε, ἀλλ' Ἵνα τὸ κήρυγµα πληροφορηθῇ, ὃ ἤµην ἐµπεπιστευµένος. Ὡς ἂν εἴ τις ἁλουργίδα καὶ διάδηµα βαστάζοι καὶ δι' αὐτὴν σώζοιτο. Καὶ ἀκούσῃ, φησὶ, πάντα τὰ ἔθνη. Τί ἐστι τοῦτο; Ἵνα πᾶσι, φησὶ, κατάδηλος γένηται καὶ τοῦ κηρύγµατος ἡ περιφάνεια, καὶ τῆς περὶ ἐµὲ προνοίας ἡ κηδεµονία. Καὶ ἐῤῥύσατό µε ἐκ στόµατος λέοντος· καὶ ῥύσεταί µε ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ. Ὅρα πῶς παρὰ µικρὸν ἦλθεν ἀποθανεῖν. Εἰς αὐτὸν τοῦ λέοντος ἐνέπεσε τὸν φάρυγγα. Λέοντα γὰρ τὸν Νέρωνά φησι διὰ τὸ θηριῶδες καὶ ἰσχυρὸν τῆς βασιλείας αὐτοῦ καὶ ἀκατάπληκτον. Καὶ ἐῤῥύσατό µε, φησὶν, ὁ Κύριος, καὶ ῥύσεται. Εἰ ῥύσεται πάλιν, πῶς ἔλεγεν, ὅτι Ἤδη σπένδοµαι; Ἀλλὰ πρόσεχε τῇ φωνῇ. Ἐῤῥύσατό µε, φησὶν, ἐκ στόµατος λέοντος· καὶ πάλιν Ῥύσεται, οὐκέτι ἐκ στόµατος, ἀλλὰ τί; Ἀπὸ παντὸς ἔργου πονηροῦ. Τότε µὲν γάρ µε τῶν κινδύνων ἐξήρπασεν· ἐπειδὴ δὲ τὸ ἱκανὸν τῷ εὐαγγελίῳ γέγονε, ῥύσεταί µε πάλιν ἀπὸ παντὸς ἁµαρτήµατος, τουτέστιν, οὐκ ἀφήσει καταγνωσθέντα ἀπελθεῖν. Καὶ γὰρ καὶ τοῦτο, τὸ δυνηθῆναι µέχρις αἵµατος ἀντικαταστῆναι πρὸς τὴν ἁµαρτίαν καὶ µὴ ἐνδοῦναι, ἑτέρου λέοντός ἐστι ῥύσασθαι, τοῦ διαβόλου. Ὥστε µείζων αὕτη τῆς προτέρας ἡ σωτηρία, ὅτε δοκεῖ ἐκδεδόσθαι. Καὶ σώσει εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἄρα αὕτη ἐστὶν ἡ σωτηρία, ὅταν ἐκεῖ διαλάµπωµεν. Τί ἐστι, Σώσει εἰς τὴν βασιλείαν αὑτοῦ; Ἐξαρπάσει µε, φησὶ, πάσης αἰτίας, καὶ ἐκεῖ φυλάξει. Τοῦτο γάρ ἐστι σωθῆναι εἰς τὴν βασιλείαν, τὸ ἐνταῦθα δι' αὐτὴν ἀποθανεῖν. Ὁ µισῶν γὰρ, φησὶ, τὴν ψυχὴν αὑτοῦ ἐν τῷ κόσµῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ὧἡ δόξα. Ἰδοὺ δοξολογία τοῦ Υἱοῦ. Ἄσπασαι Πρίσκιλλαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. Αὐτὸς γὰρ ἐκεῖ ἦν ἐν Ῥώµῃ, καθώς φησι·∆ ῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡµέρᾳ.∆ ιὰ τῆς προσηγορίας τῆς τούτου καὶ τοὺς ἐν τῇ οἰκίᾳ προθυµοτέρους ποιεῖ ἐν τοῖς τοιούτοις κατορθώµασιν. Ἄσπασαι, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν. Οὗτοί εἰσιν ὧν συνεχῶς µέµνηται, παρ' οἷς καὶ κατήχθη, οἱ τὸν Ἀπολλὼ προσλαβόµενοι. Προτίθησι δὲ τὴν γυναῖκα, ἐµοὶ δοκεῖν, ἅτε σπουδαιοτέραν οὖσαν καὶ πιστοτέραν· καὶ γὰρ καὶ αὕτη τότε προσελάβετο τὸν Ἀπολλώ· ἢ καὶ ἀδιαφόρως τοῦτο ποιεῖ. Οὐ µικρὰ δὲ τούτοις ἦν παραµυθία ἡ πρόῤῥησις, ἀλλὰ τιµῆς καὶ ἀγάπης εἶχεν ἔνδειξιν, καὶ πολλῆς µετάληψιν χάριτος· ἀρκεῖ γὰρ καὶ ἀσπασµὸς µόνος τοῦ ἁγίου καὶ µακαρίου ἐκείνου πολλῆς ἐµπλῆσαι χάριτος τὸν τὴν προσηγορίαν δεχόµενον. Ἔραστος ἔµεινεν ἐν Κορίνθῳ, Τρόφιµον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Τοῦτον καὶ τὸν Τυχικὸν ἔγνωµεν ἐν τῇ τῶν Πράξεων βίβλῳ συναναχθέντας αὐτῷ ἀπὸ τῆς Ἰουδαίας, καὶ πανταχοῦ συνόντας, ἴσως ὡς σπουδαιοτέρουςτῶν ἄλλων. Τρόφιµον δὲ ἀπέλιπον ἐν Μιλήτῳ, φησὶν, ἀσθενοῦντα.∆ ιὰ τί γὰρ µὴ ἰάσω αὐτὸν, ἀλλ' ἀπέλιπες; Οὐ πάντα ἴσχυον οἱ ἀπόστολοι, ἢ οὐ πάντα ᾠκονόµουν τῇ χάριτι, ἵνα µή τις εἰς αὐτοὺς λογίσηται ὑπὲρ ὃ βλέπει. Τοῦτο καὶ ἐπὶ τῶν µακαρίων τῶν πρὸ αὐτῶν γενοµένων δικαίων ὁρῶµεν συµβάν· καθάπερ ἐπὶ τοῦ Μωϋσέως· ἰσχνόφωνος ἦν· διὰ τί µὴ µετέβαλεν αὐτοῦ τὴν ἰσχνότητα; Πολλάκις ὑπὸ λύπης ἐβάλλετο καὶ ἀθυµίας· εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐκ εἰσῆλθε.
10.3
Πολλὰ γὰρ συνεχώρει ὁ Θεὸς, ὥστε δείκνυσθαι τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως. Εἰ γὰρ καὶ τούτων γενοµένων, ἔλεγον οἱ ἀναίσθητοι Ἰουδαῖοι, ποῦ ἐστι Μωϋσῆς, ὃς ἐξήγαγεν ἡµᾶς ἐκ γῆς Αἰγύπτου; εἰ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τί οὐκ ἂν ἔπαθον; Εἰ µὴ συνεχώρησεν αὐτοῦ κρατῆσαι τὸν φόβον τὸν τοῦ Φαραὼ, οὐκ ἂν θεὸν αὐτὸν ἐνόµισαν; Οὕτω καὶ περὶ Παύλου καὶ Βαρνάβα τοὺς τὴν Λύστραν οἰκοῦντας, ὁρῶµεν παθόντας ἐπ' αὐτῶν, καὶ θεοὺς αὐτοὺς νοµίσαντας, ὅτε διαῤῥήξαντες αὑτῶντὰ ἱµάτια, ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡµεῖς ὁµοιοπαθεῖς ὑµῖν ἐσµεν ἄνθρωποι. Καὶ ὁ Πέτρος πάλιν ἡνίκα τὸν ἐκ γενετῆς χωλὸν ἰάσατο, πάντων ἐκπλαγέντων ἐπὶ τῷ γεγονότι, ἀπεκρίνατο λέγων· Ἄνδρες Ἰσραηλῖται, τί θαυµάζετε ἐπὶ τούτῳ, ἢ ἡµῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάµει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ἄκουε δὲ πάλιν καὶ τοῦ µακαρίου Παύλου λέγοντος· Καὶ ἐδόθη µοι σκόλοψ τῇ σαρκὶ, ἵνα µὴ ὑπεραίρωµαι. Ἀλλὰ ταπεινοφροσύνης, φησὶν, ὁ λόγος. Ἄπαγε, οὐκ ἔστι τοῦτο· οὐ γὰρ διὰ τοῦτο ἐδόθη αὐτῷ σκόλοψ, ἵνα ταπεινοφρονῇ, οὐδὲ διὰ ταπεινοφροσύνην µόνον ἔφη τοῦτο, ἀλλὰ καὶ δι' ἄλλας αἰτίας. Ὅρα γοῦν πῶς ὁ Θεὸς ἀπολογούµενος, οὔ φησιν αὐτῷ, Ἀρκεῖ σοι ἡ χάρις µου, ἵνα µὴ ὑπεραίρῃ, ἀλλὰ τί; Ἡ γὰρ δύναµίς µου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται.∆ ύο τοίνυν συνεγίνετο· καὶ φανερὰ ἐδείκνυτο τὰ γινόµενα, καὶ τὸ ὅλον ἐπεγράφετο τῷ Θεῷ.∆ ιὰ τοῦτο καὶ ἀλλαχοῦ ἔλεγεν· Ἔχοµεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι, τουτέστι, παθητοῖς καὶ ἀσθενέσι σώµασι.∆ ιὰ τί; Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάµεως ᾖ τοῦ Θεοῦ, καὶ µὴ ἐξ ἡµῶν. Εἰ µὴ παθητὰ ἦν τὰ σώµατα, αὐτοῖς ἂν ἐπεγράφετο ἅπαντα. Καὶ ἀλλαχοῦ ὁρῶµεν αὐτὸν ἀλγοῦντα ἐπὶ ἀῤῥωστίᾳ· περὶ γὰρ τοῦ Ἐπαφροδίτου ἔλεγε· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε· καὶ πολλὰ δὲ καὶ ἄλλα ἀγνοοῦντα συµφερόντως καὶ αὐτῷ καὶ τοῖς µαθητευοµένοις. Τρόφιµον δὲ, φησὶν, ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Ἡ Μίλητος τῆς Ἐφέσου ἐγγὺς οὖσα τυγχάνει. Ἄρα ὅτε ἀπέπλεεν ἐπὶ τὴν Ἰουδαίαν, ἢ τοῦτο καιροῦ ἄλλου φήσοµεν. Μετὰ µὲν γὰρ τὸ γενέσθαι ἐν Ῥώµῃ, πάλιν εἰς τὴν Σπανίαν ἀπῆλθεν· εἰ δὲ ἐκεῖθεν πάλιν εἰς ταῦτα τὰ µέρη, οὐκ ἴσµεν. Πάντων γοῦν ὁρῶµεν αὐτὸν µεµονωµένον.∆ ηµᾶς µε γὰρ ἐγκατέλιπε, φησί· Κρήσκης γὰρ εἰς Γαλατίαν, Τίτος εἰς∆ αλµατίαν· Ἔραστος ἔµεινεν ἐν Κορίνθῳ· Τρόφιµον ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Σπούδασον πρὸ χειµῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία. Τοῦτον τὸν Λίνον ἱστοροῦσί τινες δεύτερον µετὰ τὸν Πέτρον ἐπίσκοπον τῆς Ῥωµαίων Ἐκκλησίας γεγενῆσθαι. Καὶ Λίνος, φησὶ, καὶ Κλαυδία. Ὁρᾷς πῶς καὶ γυναῖκες ἦσαν διάπυροι περὶ τὴν πίστιν καὶ θερµαί; οἷον ἡ Πρίσκιλλα, οἷον αὐτὴ ἡ Κλαυδία, ἤδη ἐσταυρωµέναι, ἤδη παρατεταγµέναι. Καὶ τί γὰρ δήποτε τοσούτων ὄντων πιστῶν, τούτων µέµνηται τῶν γυναίων; Ἦ δῆλον, ὡς ἐκβεβηκότων ἤδη τῇ γνώµῃ τῶν κοσµικῶν πραγµάτων· ὡς µᾶλλον λαµπόντων· οὐ γὰρ ἔστιν ἐµποδισθῆναι γυναῖκα οὖσαν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ χάριτος ἔργον, τὸ τὴν φύσιν ταύτην ἐν τοῖς βιωτικοῖς µόνον ἐµποδίζειν, µᾶλλον δὲ οὐδὲ ἐκεῖ. Οὐδὲ γὰρ µικρὸν τῆς πάσης διοικήσεως ἀναδέδεκται µέρος ἡ γυνὴ, τὸ οἰκουρόν· ἀλλ' ἐκείνης χωρὶς, οὐδὲ τὰ πολιτικὰ δυνήσεται συστῆναί ποτε. Εἰ γὰρ µέλλοι θορύβου καὶ ταραχῆς ἐµπεπλῆσθαι τὰ κατὰ τὴν οἰκίαν, ἕκαστος τῶν πολιτευοµένων ἔµελλεν οἴκοι καθῆσθαι, καὶ τὰ κατὰ τὴν πόλιν κακῶςἂν διακείσεται. Ὥστε οὐδὲ ἐν ἐκείνοις τὸ ἔλαττον ἔχει, οὐδὲ ἐν τοῖς πνευµατικοῖς.∆ ύναται γὰρ µυριάκις ἀποθανεῖν, εἴ γε βούλοιτο· πολλαὶ γοῦν καὶ ἐµαρτύρησαν· δύναται σωφροσύνην ἀσκῆσαι, καὶ µᾶλλον τῶν ἀνδρῶν, ἅτε οὐ τοσαύτης ἐνοχλούσης αὐτῇ φλογὸς, καὶ κοσµιότητα καὶ σεµνότητα ἐπιδείξασθαι, καὶ ἁγιασµὸν, Οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, καὶ χρηµάτων ὑπεροψίαν, εἴ γε θέλοιεν, καὶ πάντα ἁπλῶς τὰ ἄλλα. Σπούδασον, φησὶ, πρὸ χειµῶνος ἐλθεῖν. Πῶς αὐτὸν κατεπείγει; καὶ οὐδαµοῦ τὸ λυπηρὸν τίθησιν· οὐ λέγει, πρὶν ἐµὲ τελευτῆσαι, ἵνα µὴ λυπήσῃ, ἀλλὰ, Πρὸ χειµῶνος ἐλθεῖν, ἵνα µὴ κατασχεθῇς. Ἀσπάζεταί σε, φησὶν, Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. Ὀνοµαστὶ αὐτῶν οὐ µέµνηται. Ὁρᾷς ὅτι ἐκεῖνοι θερµότεροι ἦσαν; Ὁ Κύριος Ἰησοῦς Χριστὸς µετὰ τοῦ πνεύµατός σου Οὐδὲν ταύτης τῆς εὐχῆς ἄµεινον. Μὴ ἄλγει, φησὶν, ὅτι ἀφίσταµαι· ὁ Κύριος µετὰ σοῦ. Καὶ οὐκ εἶπε, Μετὰ σοῦ, ἀλλὰ, Μετὰ τοῦ πνεύµατός σου.∆ ιπλῆ ἡ βοήθεια τῆς χάριτος τοῦ Πνεύµατος καὶ τοῦ Θεοῦ βοηθοῦντος αὐτῇ. Καὶ ἄλλως δὲ οὐκ ἔστιν εἶναι τὸν Θεὸν µεθ' ἡµῶν, µὴ τῆς χάριτος οὔσης τῆς πνευµατικῆς· εἰ γὰρ ἐγκαταλειφθείηµεν, πῶς ἔσται µεθ' ἡµῶν; Ἡ χάρις µεθ' ἡµῶν. Ἀµήν. Καὶ ἑαυτῷ λοιπὸν ἐπεύχεται· τουτέστιν, ὥστε ἀεὶ εὐαρέστους εἶναι αὐτῷ, ὥστε χάριν ἔχειν µετὰ τοῦ χαρίσµατος· ταύτης γὰρ οὔσης, οὐδὲν ἔσται λυπηρόν. Ὥσπερ γὰρ ὁ τὸν βασιλέα ὁρῶν, καὶ χάριν ἔχων παρ' αὐτῷ, οὐδενὸς ἐπαισθάνεται λυπηροῦ· οὕτω κἂν τῶν φίλων ἀπολιµπανώµεθα, κἂν εἰς δεινόν τι περιπέσωµεν, οὐδενὸς αἴσθησιν ληψόµεθα, τῆς χάριτος οὔσης ἐκείνης καὶ τειχιζούσης ἡµᾶς.
10.4
Πῶς δὲ ἔνι τὴν χάριν ἐπισπάσασθαι λοιπόν; Τὰ τῷ Θεῷ φίλα πράττοντα, καὶ ἐν πᾶσιν αὐτῷ ὑπακούοντα. Ἢ καὶ ἐν ταῖς µεγάλαις οἰκίαις οὐκ ἐκείνους ὁρῶµεν χάριν ἔχοντας τῶν οἰκετῶν, ὅσοι µὴ τὰ αὐτῶν µεριµνῶσιν, ἀλλὰ τὰ τῶν δεσποτῶν πάσῃ ψυχῇκαὶ προθυµίᾳ, οὐ δι' ἀνάγκην µόνην δεσποτικὴν, ἀλλὰ καὶ διὰ προθυµίαν καὶ διὰ φιλοστοργίαν εὖ διατιθῶσιν ἅπαντα; Ὅταν ἀεὶ ἐν τοῖς ὀφθαλµοῖς ὦσι τοῖς αὐτῶν, ὅταν ἐπὶ τῆς οἰκίας στρέφωνται, ὅταν µηδὲν ἴδιον πραγµατεύωνται, µηδὲ τῶν οἰκείων φροντίζωσι, µᾶλλονδὲ ἀντὶ τῶν ἰδίων ἔχωσι τὰ δεσποτικά; Ὁ γὰρ τὰ αὑτοῦ τοῦ δεσπότου ποιησάµενος, οὐ τὰ αὑτοῦ τοῦ δεσπότου πεποίηκεν, ἀλλὰ τὰ τοῦ δεσπότου αὑτοῦ· ὁµοίως αὐτῷ ἐπιτάττει ἐν τοῖς ἐκείνου, ὁµοίως ἐκείνῳ κρατεῖ. Πολλοὶ δὲ τῶν οἰκετῶν µᾶλλον αὐτὸν δεδοίκασι, καὶ ὅπερ ἂν εἴπῃ οὗτος, τοῦτο κἀκεῖνος· πάντες οἱ ἐχθροὶ λοιπὸν ἐν φόβῳ. Εἰ δὲ ὁ ἐν τοῖς βιωτικοῖς τῶν αὑτοῦ καταφρονήσας, καὶ τὰ τοῦ δεσπότου ἑλόµενος, οὐχὶ κατεφρόνησε τῶν αὑτοῦ, ἀλλὰ µᾶλλον µειζόνων ἐπέτυχε· πολλῷ µᾶλλον ἐν τοῖς πνευµατικοῖς. Καταφρόνησον τῶν σῶν, καὶ ἔλαβες τὰ τοῦ Θεοῦ· βούλεται αὐτὸς τοῦτο. Καταφρόνησον τῆς γῆς, καὶ ἅρπασον τὴν βασιλείαν τῶν οὐρανῶν· ἐκεῖ δίαγε, µὴ ἐνταῦθα· ἐκεῖθεν ἔσο φοβερὸς, µὴ ἐνταῦθα. Ἐκεῖθεν ἂν ᾖς φοβερὸς, οὐχὶ ἀνθρώποις µόνον, ἀλλὰ καὶ δαίµοσι καὶ αὐτῷ τῷ διαβόλῳ ἔσῃ φοβερός· ἂν δὲ ἀπὸ τῶν χρηµάτων τῶν ἐνταῦθα, ἐκείνοις εὐκαταφρόνητος ἔσῃ, πολλάκις δὲ καὶ ἀνθρώποις· ὅσα ἂν πλουτήσῃς, ἐν τοῖς δουλικοῖς πλουτήσεις· ἂν δὲ τούτων ὑπερίδῃς, ἐν τῷ οἴκῳ τῷ βασιλικῷ λαµπρὸς ἔσῃ. Τοιοῦτοι ἦσαν οἱ ἀπόστολοι, καταφρονήσαντες τῆς δουλικῆς οἰκίας, καὶ τῶν ἐνταῦθα χρηµάτων. Καὶ ὅρα πῶς τοῖς δεσποτικοῖς ἐπέταττον. Ὁ δεῖνα, φησὶν, ἀπηλλάχθω νόσου, ἕτερος δαιµόνων, καὶ δῆσον ἐκεῖνον, καὶ λῦσον τοῦτον. Ἐπὶ γῆς τοῦτο ἐγίνετο, ἀλλ' ὡς ἐν οὐρανοῖς ἐτελεῖτο. Ὅσα γὰρ ἂν δήσητε, φησὶν, ἐπὶ γῆς, ἔσται δεδεµένα ἐν τῷ οὐρανῷ. Καὶ µείζονα αὐτοῖς ἔδωκεν αὐτοῦ ἐξουσίαν. Καὶ ὅτι οὐκ ἐψευσάµην, ἄκουε αὐτοῦ λέγοντος· Ὁ πιστεύων εἰς ἐµὲ, µείζονα ποιήσει ὧν ἐγὼ ποιῶ. Τί δήποτε; Ὅτι καὶ οὕτως εἰς τὸν∆ εσπότην ἡ τιµὴ διαβαίνει. Ἐπεὶ καὶ ἐν τοῖς ἡµετέροις πράγµασιν, ὅταν µεγάλα δύνηται ὁ οἰκέτης, µᾶλλον θαυµάζεται ὁ δεσπότης. Εἰ γὰρ ὁ οἰκέτης τοσαῦτα δύναται, πόσῳ µᾶλλον ὁ κρατῶν αὐτοῦ; Εἰ δέ τις ἀφεὶς τὴν δεσποτικὴν ὑπηρεσίαν, φροντίζοι τῆς αὑτοῦ γυναικὸς καὶ τοῦ παιδίου καὶ τοῦ οἰκέτου, καὶ βούλοιτο πλουτεῖν, ἀποτίθεσθαι ἐκεῖ, ἢκλέπτων, ἢ λυµαινόµενος τοῖς δεσποτικοῖς, ταχέως καὶ ἑαυτὸν µετὰ τῶν χρηµάτων προσαπώλεσε.∆ ιὸ ταῦτα ἔχοντες τὰ ὑποδείγµατα, παρακαλῶ, µὴ φροντίζωµεν τῶν ἡµετέρων, ἵνα φροντίζωµεν ἑαυτῶν· καταφρονῶµεν αὐτῶν, ἵνα κτησώµεθα αὐτά. Ἂν ἡµεῖς αὐτῶν καταφρονήσωµεν, αὐτὸς αὐτῶν ἐπιµελήσεται· ἂν ἡµεῖς ἐπιµελησώµεθα αὐτῶν, ὁ Θεὸς αὐτῶν καταφρονήσει. Ἐν τοῖς τοῦ Θεοῦ κάµνωµεν, µὴ ἐν τοῖς ἡµετέροις, µᾶλλον δὲ ἐν τοῖς ἡµετέροις· τὰ γὰρ αὐτοῦ ἡµέτερα. Οὐ λέγω οὐρανὸν, οὐ λέγω γῆν, οὐ λέγω τὰ ἐν κόσµῳ· ταῦτα γὰρ αὐτοῦ ἀνάξια, ταῦτα οὐχ ἡµῶν µόνον ἐστὶν, ἀλλὰ καὶ τῶν ἀπίστων· ἀλλὰ τίνα λέγω αὐτοῦ;∆ όξαν, βασιλείαν· ταῦτα καὶ αὐτοῦ, καὶ ἡµέτερα δι' αὐτόν. Πῶς; Εἰ συναπεθάνοµεν, φησὶ, καὶ συζήσοµεν· εἰ ὑποµένοµεν, καὶ συµβασιλεύσοµεν. Συγκληρονόµοι ἐγενόµεθα, καὶ ἀδελφοὶ λεγόµεθα. Τί ἡµεῖς ἑαυτοὺς κάτω κατάγοµεν, αὐτοῦ ἡµᾶς ἄνω καὶ πρὸς ἑαυτὸν ἕλκοντος; Μέχρι πότε πενιχροὶ, µέχρι πότε πτωχοί; οὐρανὸς πρόκειται, καὶ ἡµεῖς περὶ τὴν γῆν στρεφόµεθα; οὐρανοῦ βασιλεία, καὶ ἡµεῖς τὴν ἐνθάδε πενίαν αἱρούµεθα; ζωὴ ἀθάνατος, καὶ ἡµεῖς περὶ ξύλα καὶ λίθους καὶ ἀγροὺς δαπανώµεθα; Γενοῦ πλούσιος, τοῦτο κἀγὼ βούλοµαι· πλεονέκτησον, καὶ ἅρπασον· ἐνταῦθα οὐκ ἔστι µέµψις· ἐνταῦθα τὸ µὴ πλεονεκτῆσαι ἔγκληµα, ἐνταῦθα τὸ µὴ ἁρπάσαι κατηγορία. Τί δὴ τοῦτό ἐστιν; Ἡ βασιλεία, φησὶ, τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Γενοῦ βίαιος ἐκεῖ, γενοῦ ἅρπαξ, οὐ µειοῦται τὸ ἁρπαζόµενον. Οὐδὲ γὰρ µερίζεται ἡ ἀρετὴ, οὐ µειοῦται οὐδὲ ἡ εὐσέβεια, οὐδὲ ἡ βασιλεία τῶν οὐρανῶν. Τότε αὔξεται ἡ ἀρετὴ, ὅταν ἁρπάσῃς· τότε τὰ σωµατικὰ µειοῦται, ὅταν ἁρπάσῃς· καὶ δῆλον ἐκεῖθεν. Ἔστωσαν ἐν πόλει µύριοι ἄνδρες· οὗτοι ἂν µὲν πάντες ἁρπάζωσι τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην, ἐπλεόνασαν αὐτήν· ἐν γὰρ τοῖς µυρίοις γίνονται δίκαιοι· ἂν δὲ µὴ ἁρπάσωσιν, ἠλάττωσαν· οὐδαµοῦ γὰρ φαίνεται.
10.5
Ὁρᾷς ὅτι ἐν τῷ ἁρπάζεσθαι πλεονεκτεῖ µᾶλλον τὰ ἀγαθά· ταῦτα δὲ ἐν τῷ ἁρπάζεσθαι µειοῦται µᾶλλον; Μὴ τοίνυν τῇ πενίᾳ προσκαθεζώµεθα, ἀλλὰ τὸν πλοῦτον ἑλώµεθα. Πλοῦτος Θεοῦ ἐστι τὸ πολλοὺς εἶναι τοὺς ἀπολαύοντας τῆς βασιλείας. Ὁ πλουτῶν, φησὶν, εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουµένους αὐτόν. Αὔξησον αὐτοῦ τὴν οὐσίαν· αὐξήσεις δὲ, ἂν ἁρπάσῃς, ἂν πλεονεκτήσῃς, ἂν βιάσῃ. Βίας ὄντως χρεία. Τί δήποτε; Ὅτι πολλοὶ οἱ κωλύοντες, γυναῖκες, παῖδες, φροντίδες, τὰ κοσµικὰ πράγµατα, µετὰ τούτων δαίµονες, καὶ αὐτὸς ὁ τῶν δαιµόνων ἀρχηγέτης ὁ διάβολος.∆ εῖ τοίνυν βίας, δεῖ καρτερίας. Ὁ βιαζόµενος ἐν πόνοις ἐστί. Πῶς; πάντα ὑποµένει, καὶ πρὸς ἀνάγκην ἵσταται. Πῶς; σχεδὸν τοῖς ἀδυνάτοις ἐπιχειρεῖ. Εἰ τοίνυν οἱ µὲν βιαζόµενοι τοιοῦτοι, ἡµεῖς δὲ οὐδὲ τοῖς δυνατοῖς ἐπιχειροῦµεν, πότε ἐπιτευξόµεθα; πότε ἀπολαυσόµεθα τῶν σπουδαζοµένων; Βιασταὶ, φησὶν, ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Βίας χρεία καὶ ἁρπαγῆς· οὐ γὰρ ἁπλῶςπρόκειται, οὐδὲ ἐξ ἑτοίµου. Ὁ ἁρπάζων, διαπαντὸς νήφει, διεγήγερται, φροντίζει καὶ µεριµνᾷ, ὥστε εὐκαίρως ἐπιθέσθαι τῇ ἁρπαγῇ. Οὐχ ὁρᾶτε ἐν τοῖς πολέµοις, ὅτι ὁ ἁρπάσαι βουλόµενος δι' ὅλης τῆς νυκτὸς ἀγρυπνεῖ; δι' ὅλης ὥπλισται; Εἰ τοίνυν οἱ τὰ βιωτικὰ ἁρπάζοντες, καὶ νύκτα ἀγρυπνοῦσι, καὶ ὁπλίζονται, πῶς τὰ τούτων µείζονος δεόµενα τῆς σπουδῆς, τὰ πνευµατικὰ, ἁρπάσαι βουλόµενοι, καὶ ἐν ἡµέρᾳ καθεύδοµεν καὶ ῥέγχοµεν, καὶ ἀεὶ ἄοπλοι καὶ γυµνοὶ διατελοῦµεν; Ὁ γὰρ ἐν ἁµαρτίαις στρεφόµενος, ἄοπλός ἐστι καὶ γυµνὸς, ὥσπερ ὁ ἐν δικαιοσύνῃ, ὡπλισµένος. Οὐκ ἐλεηµοσύνῃ περιφράττοµεν ἑαυτοὺς, οὐ τὰς ἀναπτοµένας λαµπάδας ἑαυτοῖς εὐτρεπίζοµεν, οὐ συµφραττόµεθα ὅπλοις πνευµατικοῖς οὐ τὴνὁδὸν µανθάνοµεν τὴν ἐκεῖ φέρουσαν, οὐ νήφοµεν, οὐ διεγηγέρµεθα· διὰ τοῦτο ἁρπάσαι οὐδὲν δυνάµεθα. Εἴ τις βασιλείᾳ ἐπιθέσθαι βούλοιτο, οὐχὶ θανάτους µυρίους ἑαυτῷ ὑποτίθησι πρότερον; οὐχὶ συµφραξάµενος, οὐχὶ µελετήσας τὴν πολεµικήν; οὐχὶ πάντα ὑπὲρ τούτου πράττει, καὶ οὕτως ὁρµᾷ πρὸς τὴν ἐπίθεσιν; Ἀλλ' οὐχ ἡµεῖς οὕτως, ἀλλὰ καθεύδοντες ἁρπάζειν βουλόµεθα· τοιγάρτοι διὰ τοῦτο κεναῖς ἄπιµεν χερσίν. Οὐχ ὁρᾷς τοὺς ἁρπάζοντας, πῶς φεύγουσι, πῶς τρέχουσι, πῶς διατέµνουσιν ἅπαντα;∆ ρόµου χρεία· εὐθέως γάρ σου κατατρέχει ὁ διάβολος, καὶ τοῖς ἔµπροσθεν κελεύει κατασχεῖν. Ἀλλ' ἐὰν ᾖς ἰσχυρὸς, ἐὰν ᾖς διεγηγερµένος, τὸν µὲν ἐλάκτισας, τὸν δὲ ἀπώσω, πάντας διέφυγες ὡς πτηνός· κἂν ἀπέλθῃς λοιπὸν ἐντεῦθεν, κἂν τὴν ἀγορὰν ὑπερβῇς, καὶ τὸν πολὺν θόρυβον, ὅπερ ἐστὶν ὁ βίος, καὶ πρὸς τὰ µετέωρα τούτων ἔλθῃς, ὅπερ ἐστὶν ὁµέλλων αἰών. Καθάπερ γὰρ ἐν ἐρηµίᾳ, οὐδεὶς θόρυβος, οὐδεὶς ὁ ἐνοχλῶν, οὐδεὶς ὁ κατέχων. Ἀνηρπάσω; ὀλίγου δεῖ τόνου µετὰ τὴν ἁρπαγὴν, ὥστε µὴ ἀφαιρεθῆναι τὸ ληφθέν· ἂν τρέχωµεν, ἂν µηδὲν ὁρῶµεν τῶν πρὸ τῶν ὀφθαλµῶν κειµένων, ἂν µηδὲν ἕτερον φροντίζωµεν, ἀλλ' ὥστε τοὺς κωλύοντας διαδρᾶναι, δυνησόµεθατὰ ἁρπαγέντα κατέχειν µετὰ ἀσφαλείας. Ἥρπασας τὴν σωφροσύνην; µὴ µείνῃς, φεῦγε, πόῤῥω γενοῦ τοῦ διαβόλου· ἂν ἴδῃ, ὅτι οὐκέτι δύναται καταλαβεῖν, οὐδὲ διώξει. Οὕτω καὶ ἡµεῖς, ὅταν τοὺς ἁρπάσαντάς τι µηκέτι βλέπωµεν, ὡς ἀπαγορεύσαντες, οὔτ' αὐτοὶ κατατρέχοµεν, οὔτε ἑτέροις παρακελευόµεθα κατέχειν, ἀλλ' ἀφίεµεν ἀπελθόντας µένειν. Οὕτω καὶ σὺ δράµε σφοδρῶς παρὰ τὴν ἀρχήν. Ὅταν πόῤῥω γένῃ τοῦ διαβόλου, οὐδὲ ἐπιχειρήσει λοιπὸν, ἀλλ' ἔσῃ ἐν ἀσφαλείᾳ, τῶν ἀγαθῶν ἀπολαύων τῶν ἀποῤῥήτων µετ' ἀδείας· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ καὶ προσκύνησις, νῦνκαὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.