Homilies on Titus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
1.0
Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χρι στοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνω σιν ἀληθείας τῆςκατ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, ἐφανέρωσε δὲ καιροῖςἰδίοις τὸν λόγον αὑτοῦ ἐν κηρύγµατι, ὃ ἐπι στεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡµῶν Θεοῦ, Τίτῳ γνησίῳ τέκνῳκατὰ κοινὴν πίστιν, χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡµῶν.
1.1
Τῶν Παύλῳ συνόντων δόκιµος οὗτος ἦν· εἰ µὴ γὰρ ἦν δόκιµος, οὐκ ἂν αὐτῷ τὴν νῆσον ὁλόκληρον ἐπέτρεψεν, οὐκ ἂν τὰ ἐλλειφθέντα ἀναπληρῶσαι προσέταξεν· Ἵνα γὰρ, φησὶ, τὰ λείποντα ἐπιδιορθώσῃ· οὐκ ἂν τοσούτων ἐπισκόπων κρίσιν ἐπέτρεψεν, εἰ µὴ σφόδρα ἐθάῤῥει τἀνδρί. Φασὶ δὲ αὐτὸν καὶ νέον εἶναι, διὰ τὸ τέκνον αὐτὸν λέγειν· πλὴν ἀλλ' οὔπω τοῦτο δῆλον ἀπὸ τούτου. Οἶµαι δὲ αὐτοῦ καὶ ἐν ταῖς Πράξεσιν εἶναι µνείαν. Τάχα καὶ Κορίνθιος ἦν, εἰ µή τις ἕτερος ἦν ὁµώνυµος αὐτῷ. Καὶ Ζηνᾶν µὲν καλεῖ πρὸς ἑαυτὸν, καὶ Ἀπολλὼ πεµφθῆναι βούλεται, τοῦτον δὲ οὔ· καὶ γὰρ ἐναντίον τοῦ αὐτοκράτορος µείζονα τούτοις ἐµαρτύρει τὴν ἀνδρείαν καὶ τὴν ἀρετήν.∆ οκοῦσι δέ µοι χρόνοι εἶναι µέσοι τινὲς, καὶ ἐν ἀδείᾳ Παῦλος ὢν γράφει ταῦτα· οὐδὲν γὰρ περὶ πειρασµῶν φησι, συνεχῶς δὲ περιστρέφει τοῦ Θεοῦ τὴν χάριν καὶ ἄνω καὶ κάτω, ἱκανὴν οὖσαν παράκλησιν τοῖς πεπιστευκόσι πρὸς ἀρετήν. Τὸ γὰρ µαθεῖν τίνων µὲν ἦσαν ἄξιοι, πρὸς τί δὲ µετέστησαν, καὶ ταῦτα χάριτι, καὶ τίνων ἠξίωνται, οὐ µικρὰ προτροπή. Ἀποτείνεται δὲ καὶ πρὸς Ἰουδαίους. Εἰ δὲ καὶ ὁλόκληρον τὸ ἔθνος ὑβρίζει, µὴ θαυµάσῃς· καὶ ἐπὶ Γαλατῶν γὰρ αὐτὸ ποιεῖ, λέγων· Ὢ ἀνόητοι Γαλάται. Οὐχ ὑβριστικοῦ δὲ τοῦτο ἤθους, ἀλλ' ἐρωτικοῦ. Εἰ µὲν γὰρ τῶν αὑτοῦ ἕνεκεν ταῦτα ἐποίει, εἰκότως τις αὐτῷ ἐπεµέµψατο· εἰ δὲ πεπυρωµένος καὶ ζέων ὑπὲρ τοῦ κηρύγµατος, οὐχ ὑβριστικῶς αὐτὸ ἐποίει. Καὶ ὁ Χριστὸς δὲ µυρία ἐλοιδορεῖτο τοῖς γραµµατεῦσι καὶ Φαρισαίοις, ἀλλ' οὐχ ἑαυτοῦ ἕνεκεν, ἀλλ' ὅτι τοὺς ἄλλους ἅπαντας ἀπώλλυον. Βραχεῖαν δὲ ποιεῖ τὴν ἐπιστολὴν, εἰκότως. Καὶ τοῦτο δὲ τῆς ἀρετῆς τοῦ Τίτου τεκµήριον ἦν, τὸ µὴ δεῖσθαι λόγων πολλῶν, ἀλλ' ὥσπερ τινὸς ὑποµνήσεως. Αὕτη δέ µοι δοκεῖ τῆς πρὸς Τιµόθεον εἶναι προτέρα ἐπιστολῆς. Ἐκείνην µὲν γὰρ πρὸς τῷ τέλει ἐν δεσµοῖς ὢν ἔγραφεν, ἐνταῦθα δὲ ἄφετος ὢν καὶ λελυµένος· τὸ γὰρ, Κέκρικα παραχειµάσαι ἐν Νικοπόλει, τεκµήριον ἦν τοῦ µηδέπω ἐν δεσµοῖς εἶναι· ἐκεῖ δὲ συνεχῶς ἑαυτὸν δέσµιον καλεῖ. Τί οὖν φησι; Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ. Ὁρᾷς πῶς ἀδιαφόρως αὐτὰ τίθησι, ποτὲ µὲν ἑαυτὸν τοῦ Θεοῦ δοῦλον λέγων, τοῦ δὲ Χριστοῦ ἀπόστολον, ποτὲ δὲ τοῦ Χριστοῦ δοῦλον, Παῦλος δοῦλοςἸησοῦ Χριστοῦ; οὕτως οὐδεµίαν οἶδε διαφορὰν µεταξὺ Πατρὸς καὶ Υἱοῦ. Κατὰ πίστιν ἐκλεκτῶν τοῦ Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου. Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ. Ὅτι ἐπίστευσας, ἢ ὅτι ἐπιστεύθης; Οἶµαι αὐτὸν λέγειν, ὅτι αὐτὸς ἐπιστεύθη τοὺς ἐκλεκτοὺς τοῦ Θεοῦ. Τουτέστιν, οὐκ ἀπὸ κατορθωµάτων, οὐδὲ ἀπὸ πόνων καὶ ἱδρώτων τὸ ἀξίωµα ἔλαβον, ἀλλὰ τὸ πᾶν τῆς τοῦ πιστεύσαντος εὐεργεσίας ἐγένετο. Εἶτα, ἵνα µὴ ἄλογος ἡ χάρις νοµισθῇ· οὔτε γὰρ τὸ πᾶν αὐτοῦ· ἐπεὶ διὰ τί µὴ καὶ ἑτέροις ἐνεπίστευσε; διὰ τοῦτο ἐπήγαγε τὸ, Καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν. Ἀπὸ ταύτης, φησὶν, ἐπιστεύθην, µᾶλλον δὲ καὶ τοῦτο ἐπιστεύθην ἐκ τῆς αὐτοῦ χάριτος· καὶ γὰρ καὶ τούτου αὐτὸς αἴτιος.∆ ιὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Χριστός φησιν, Οὐχ ὑµεῖς µε ἐξελέξασθε, ἀλλ' ἐγὼ ὑµᾶς ἐξελεξάµην· καὶ πάλιν αὐτὸς οὗτος ὁ µακάριος ἑτέρωθι γράφων φησίν· Ἐπιγνώσοµαι, καθὼς καὶ ἐπεγνώσθην· καὶ πάλιν, Εἰ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ. Πρότερον κατελήφθηµεν, καὶ ὕστερον ἐπέγνωµεν· πρότερον ἐπεγνώσθηµεν, καὶ τότε κατελάβοµεν· πρότερον ἐκλήθηµεν, καὶ τότε ὑπηκούσαµεν. Τῷ δὲ, Κατὰ πίστιν, εἰπεῖν τὸ πᾶν ἐκείνοις λογίζεται, ὅτι∆ ι' ἐκείνους εἰµὶ ἀπόστολος, οὐχὶ ὡς ἄξιος, ἀλλὰ διὰ τοὺς ἐκλεκτούς· ὅπερ καὶ ἀλλαχοῦ λέγει· Πάντα γὰρ ὑµῶν ἐστιν, εἴτε Παῦλος, εἴτε Ἀπολλώς. Καὶ ἐπίγνωσιν, φησὶν, ἀληθείας τῆς κατ' εὐσέβειαν. Ἔστι γὰρ ἀλήθεια πραγµάτων, ἀλλ' οὐ κατ' εὐσέβειαν· οἷον τὸ εἰδέναι τὰ γεωργικὰ, τὸ εἰδέναι τέχνας, ἀληθῶς ἐστιν εἰδέναι· ἀλλ' αὕτη κατ' εὐσέβειαν ἡ ἀλήθεια. Ἢ τὸ, Κατὰ πίστιν, ὅτι ἐπίστευσαν καθάπερ οἱ λοιποὶ ἐκλεκτοὶ, καὶ ἐπέγνωσαν τὴν ἀλήθειαν. Ἀπὸ πίστεως ἄρα ἡ ἐπίγνωσις, οὐκ ἀπὸ λογισµῶν. Ἐπ' ἐλπίδι ζωῆς αἰωνίου. Εἶπε τὴν παροῦσαν τὴν ἐν τῇ χάριτι τοῦ Θεοῦ· λέγει καὶ τὴν µέλλουσαν, καὶ ἔπαθλα τίθησιν ἡµῖν ὑπὲρ ὧν ἡµᾶς εὐηργέτησεν. Ἐπειδὴ γὰρ ἐπιστεύσαµεν καὶ ἀπηλλάγηµεν τῆς πλάνης, στεφανοῦν ἡµᾶς βούλεται. Ὅρα πῶς γέµει τὸ προοίµιον τῶν εὐεργεσιῶν τοῦ Θεοῦ· καὶ ὅλη διόλης ἡ ἐπιστολὴ αὕτη µάλιστα τοιαύτη τυγχάνει, καὶ αὐτὸν τὸν ἅγιον ἐκεῖνον διανιστῶσα µᾶλλον πρὸς τοὺς πόνους, καὶ τοὺς µαθητευοµένους. Οὐδὲν γὰρ οὕτως ἡµᾶς ὠφελεῖ, ὡς τὸ συνεχῶς µεµνῆσθαι τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, τῶν τε κοινῇ καὶ τῶν ἰδίᾳ. Εἰ γὰρ φίλου εὐεργεσίας ἀνενεγκόντες, ἢ ῥῆµα προσηνὲς ἀκούσαντες ἢ πρᾶγµα, διαθερµαινόµεθα, πολλῷ µᾶλλον, ὅταν ἴδωµεν πόσοιςκινδύνοις περιεπέσοµεν, καὶ ἀπὸ πάντων ἡµᾶς ἐξείλετο ὁ Θεὸς, προθυµότεροι πρὸς τὴν ὑπακοὴν ἐσόµεθα. Καὶ ἐπίγνωσιν, φησὶν, ἀληθείας. Ἀλήθειαν δὲ ἐνταῦθα πρὸς τὸν τύπον οὕτως εἶπε. Καὶ γὰρ καὶ ἐκείνη ἐπίγνωσις ἦν, καὶ εὐσέβεια ἦν, ἀλλ' οὐκ ἀληθείας, οὐ µὴν οὐδὲ ψεύδους, ἀλλὰ τύπων καὶ εἰκόνος. Καλῶς εἶπεν, Ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ὅτι ἐκείνη ἐπ' ἐλπίδι ἦν ζωῆς τῆς παρούσης· Ὁ γὰρ ποιήσας αὐτὰ, φησὶ, ζήσεται ἐν αὐτοῖς. Ὁρᾷς πῶς ἐκ προοιµίων ἤδη δείκνυται τῆς χάριτος τὸ µέσον; Ἐκεῖνοι οὐκ ἐκλεκτοὶ, ἀλλ' ἡµεῖς· εἰ γὰρ καὶ αὐτοὶ ἐλέγοντο ἐκλεκτοὶ, ἀλλ' οὐκέτι. Ἣν ἐπηγγείλατο, φησὶν, ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων. Τουτέστιν, οὐ νῦν ἐκ µετανοίας, ἀλλ' ἄνωθεν ταῦτα προώριστο. Πολλαχοῦ τοῦτο τίθησιν, ὡς ὅταν λέγῃ, Ἀφωρισµένος εἰς τὸ εὐαγγέλιον τοῦ Θεοῦ· καὶ πάλιν, Οὓς προέγνω καὶ προώρισε· δεικνὺς τὴν εὐγένειαν τὴν ἡµετέραν, ὅτι ἡµᾶς οὐ νῦν, ἀλλ' ἄνωθεν ἠγάπησεν. Οὐ µικρὸν δὲ τοῦτο τὸ ἄνωθεν ἠγαπῆσθαι καὶ ἐξ ἀρχῆς.
1.2
Ἣν ἐπηγγείλατο, φησὶν, ὁ ἀψευδὴς Θεός. Εἰ ἀψευδὴς, πάντως ἔσται ὃ ἐπηγγείλατο· εἰ ἀψευδὴς, οὐ δεῖ ἀµφιβάλλειν, κἂν µετὰ θάνατον ᾖ. Ἣν ἐπηγγείλατο, φησὶν, ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων. Καὶ ἀπὸ τοῦ εἰπεῖν, Πρὸ χρόνων αἰωνίων, τὸ ἀξιόπιστον δείκνυσιν. Οὐκ ἐπειδὴ Ἰουδαῖοι νῦν οὐ προσῆλθον, φησὶ, διὰ τοῦτο ταῦτα, ἀλλ' οὕτως ἄνωθεν ἐτετύπωτο. Ἄκουε γοῦν τί φησιν· Ἐφανέρωσε δὲ καιροῖς ἰδίοις. Τίς οὖν ἡ ἀναβολή; Κηδεµονίας χάριν καὶ τοῦ εὐκαίρως ποιῆσαι· Καιρὸς, φησὶν ὁ προφήτης, τοῦ ποιῆσαι τῷ Κυρίῳ. Τὸ γὰρ Ἰδίοις, τοῦτό ἐστι, τοῖς προσήκουσι, τοῖς ὀφειλοµένοις, τοῖς ἁρµόζουσιν. Ἐφανέρωσε, φησὶ, καιροῖς ἰδίοις τὸν λόγον αὑτοῦ ἐν κηρύγµατι, ὃ ἐπιστεύθην ἐγώ· τουτέστι, τὸ κήρυγµα. Τοῦτο γὰρ τὰ πάντα εἶχε, τὸ εὐαγγέλιον, καὶ τὰ ἐνταῦθα καὶ µέλλοντα, τὴν ζωὴν, τὴν εὐσέβειαν, τὴν πίστιν, πάντα ὁµοῦ. Ἐν κηρύγµατι· τουτέστι, φανερῶς, µετὰ παῤῥησίας· τοῦτο γάρ ἐστι τὸ, Ἐν κηρύγµατι. Ὥσπερ γὰρ ὁ κήρυξ πάντων παρόντων ἐν τῷ θεάτρῳ κηρύττει, οὕτω καὶ ἡµεῖς κηρύττοµεν, ὥστε µηδὲν προσθεῖναι, ἀλλ' αὐτὰ ἃ ἠκούσαµεν εἰπεῖν. Ἡ γὰρ τοῦ κήρυκος ἀρετὴ ἐν τῷ πᾶσιν εἰπεῖν ἐστι τὸ γεγονὸς, οὐκ ἐν τῷ προσθεῖναί τινα καὶ ἀφελεῖν. Εἰ τοίνυν κηρύττειν δεῖ, µετὰ παῤῥησίας κηρύττειν δεῖ· ἐπεὶ οὐδὲ κηρύττειν ἐστί.∆ ιὰ τοῦτο οὐδὲ εἶπεν ὁ Χριστὸς, Εἴπατε ἐπὶ τῶν δωµάτων, ἀλλὰ, Κηρύξατε ἐπὶ τῶν δωµάτων, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τοῦ τρόπου τὸ γεγονὸς παριστῶν. Ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡµῶν Θεοῦ. Καὶ τὸ, Ἐπιστεύθην, καὶ τὸ, Κατ' ἐπιταγὴν, τὸ ἀξιόπιστον δείκνυσιν· ὥστε µηδένα ἀναξιοπαθεῖν, µηδὲ ἀκκίζεσθαι, µηδὲ δυσχεραίνειν. Εἰ τοίνυν ἐπιταγή ἐστι, οὐκ εἰµὶ κύριος· ἐπίταγµα γὰρ πληρῶ. Τῶν γὰρ πρακτέων τὰ µὲν ἐφ' ἡµῖν κεῖται, τὰ δὲ οὐκ ἐφ' ἡµῖν· ἃ µὲν γὰρ ἐπιτάττων λέγει, ταῦτα οὐκ ἐφ' ἡµῖν· ἅπερ δὲ ἐπιτρέπων, ταῦτα ἐφ' ἡµῖν τυγχάνει. Οἷον τὸ, Ἐάν τις εἴπῃ τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρὸς, τοῦτο ἐπίταγµα· καὶ τὸ, Ὅταν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ γνῷς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔµπροσθεντοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· καὶ τοῦτο ἐπίταγµα, καὶ τὸν µὴ ποιήσαντα ἀνάγκη ὑπεύθυνον εἶναι κολάσει. Ὅταν δὲ λέγῃ, Ἐὰν θέλῃς τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα· καὶ πάλιν, Ὁ δυνάµενος χωρεῖν, χωρείτω, οὐκέτι ἐπίταγµά ἐστι· τὸν γὰρ ἀκροατὴν ποιεῖ κύριον τῶν λεχθέντων, καὶ τὴν αἵρεσιν αὐτῷ δίδωσι τῶν πρακτέων. Ταῦτα µὲν γὰρ καὶ ποιῆσαι, καὶ µὴ ποιῆσαι ἐφ' ἡµῖν· τὰ δὲ ἐπιτάγµατα οὐκ ἐφ' ἡµῖν, ἀλλ' ἀνάγκη ἢ ποιῆσαι, ἢ µὴ ποιήσαντα κολασθῆναι. Τοῦτο οὖν λέγει καὶ ὅταν λέγῃ, Ἀνάγκη γάρ µοι ἐπίκειται· οὐαὶ γάρ µοί ἐστιν, ἐὰν µὴ εὐαγγελίσωµαι. Σαφέστερον δὲ ἐρῶ αὐτὸ, ἵνα πᾶσι κατάδηλον γένηται. Οἷον, ὁ τὴν ἀρχὴν τῆς Ἐκκλησίας ἐµπεπιστευµένος, καὶ τῇ τῆς ἐπισκοπῆς ἀξίᾳ τετιµηµένος, ἂν µὴ διαγορεύῃ τῷ λαῷ τὰ πρακτέα, οὐκ ἀνεύθυνός ἐστιν· ὁ µέντοι λαϊκὸς οὐδεµίαν ἀνάγκην ἔχει τούτου.∆ ιὰ τοῦτό φησι καὶ ὁ Παῦλος, ὅτι Κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡµῶν τοῦτο ποιῶ. Καὶ ὅρα τὰ ἐπίθετα πῶς πρὸς ὃ εἶπον ἁρµόζει. Ἀνωτέρω γὰρ εἰπὼν, Ὁ ἀψευδὴς Θεὸς, ἐνταῦθά φησι, Κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡµῶν Θεοῦ. Εἰ τοίνυν Σωτήρ ἐστι, καὶ αὐτὸς ταῦτα ἐπέταξεν ἀπὸ τοῦ βούλεσθαι σώζεσθαι, οὐ τοίνυν φιλαρχίας τὸ πρᾶγµά ἐστι· πίστις γάρ ἐστι, καὶ ἐπιταγή ἐστι Θεοῦ Σωτῆρος. Τίτῳ γνησίῳ τέκνῳ. Ἔστι γὰρ καὶ µὴ γνήσια εἶναι τέκνα, ὡς ἐκεῖνος περὶ οὗ φησιν· Ἐάν τις ἀδελφὸς ὀνοµαζόµενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ µέθυσος, τῷ τοιούτῳ µηδὲ συνεσθίειν. Ἰδοὺ καὶ τέκνον, καὶ οὐκ ἔστι γνήσιον τέκνον· τέκνον µέν ἐστιν, ἐπειδὴ ἅπαξ ἐδέξατο τὴν χάριν, καὶ ἀνεγεννήθη· οὐ γνήσιον δὲ, ἐπειδὴ ἀνάξιον τοῦ πατρός ἐστιν, ἐπειδὴ πρὸς ἕτερον αὐτοµολεῖ τύραννον. Ἐπὶ µὲν γὰρ τῶν φυσικῶν παίδων τὸ γνήσιον καὶ µὴ γνήσιον ἀπὸ τῆς ὠδινούσης καὶ τοῦ σπείροντος ὁρίζεται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἀπὸ τῆς προαιρέσεως. Ἔστι γὰρ γνήσιον γενόµενον µὴ µεῖναι γνήσιον· ἔστιν οὐκ ὂν γνήσιον γενέσθαι γνήσιον· οὐ γὰρ ἀνάγκῃ φύσεως ταῦτα κατακέκλεισται, ἀλλ' ἐξουσίᾳ προαιρέσεως· ὅθεν καὶ συνεχεῖς ἔχει τὰς µεταβάσεις. Ἦν Ὀνήσιµος τέκνον γνήσιον, ἀλλὰ καὶ οὐ γνήσιον ἦν· καὶ γὰρ ἄχρηστος ἐγένετο· ἀλλὰ πάλιν ἐγένετο γνήσιον οὕτως, ὡς καὶ αὐτὸν σπλάγχνα καλεῖσθαι ἀποστολικά. Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν. Τί ἐστι, Κατὰ κοινὴν πίστιν; Ἐπειδὴ εἶπε, Τέκνον, καὶ τὴν τοῦ πατρὸς αὐτοῦ ἔλαβε τάξιν, πῶς καὶ ταύτην τὴν τιµὴν ἐλαττοῖ καὶ καταστέλλει, ἄκουσον. Κατὰ κοινὴν γὰρ πίστιν ἐπήγαγε· τουτέστι, Κατὰ πίστιν οὐδὲν ἔχω σοῦ πλέον· κοινὴ γάρ ἐστι, καὶ διὰ τῆς αὐτῆς ἐγώ τε ἐτέχθην καὶ σύ. Τέκνον οὖν πόθεν αὐτὸν καλεῖ; Ἤτοι τὴν φιλοστοργίαν µόνον δηλῶσαι θέλων, ἢ τὸ πρότερον εἶναι ἐν τῷ κηρύγµατι, ἢ τὸ δι' αὐτοῦ πεφωτίσθαι.∆ ιὰ τοῦτο καὶ τέκνα καὶ ἀδελφοὺς καλεῖ· ἐπειδὴ ἀπὸ τῆς αὐτῆς πίστεως ἐτέχθησαν, ἀδελφοί· ἐπειδὴ διὰ τῶν ἐκείνου χειρῶν, τέκνα. Τῷ οὖν Κατὰ κοινὴν εἰπεῖν πίστιν, τὴν ἀδελφότητα ᾐνίξατο. Χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡµῶν. Ἐπειδὴ εἶπε, Τέκνον, ἐπήγαγεν. Ἀπὸ Θεοῦ Πατρὸς, ὥστε ἀναστῆσαι αὐτοῦ τὴν διάνοιαν, καὶ µαθεῖν τίνος ἐστὶ τέκνον, καὶ ὅτι οὐ τῷ, Κοινὴν πίστιν, εἰπεῖν µόνον, ἀλλὰ καὶ τῷἐπαγαγεῖν, Πατρὸς ἡµῶν, τὸ ὁµότιµον αὐτοῦ δείκνυσιν.
1.3
Ὅρα δὲ πῶς ἃ τοῖς µαθηταῖς καὶ τοῖς πολλοῖς ἐπεύχεται, ταῦτα καὶ τῷ διδασκάλῳ· ὁµοίως γὰρ καὶ αὐτὸς δεῖται τῶν τοιούτων εὐχῶν, καὶ πολλῷ µᾶλλον ἢ ἐκεῖνοι, ὅσῳ καὶ πλείονας ἔχθρας ἔχει, ὅσῳ καὶ πλείονας ἀνάγκας τοῦ προσκρούειντῷ Θεῷ. Ὅσῳ γὰρ µέγα τὸ ἀξίωµα, τοσούτῳ µείζους καὶ οἱ κίνδυνοι τῷ τὴν ἱερωσύνην ἔχοντι· ἀρκεῖ γὰρ καὶ ἓν κατόρθωµα ἐπισκοπῆς ἀνενεγκεῖν εἰς τὸν οὐρανὸν, καὶ ἓν ἁµάρτηµα εἰς αὐτὴν ἐµβαλεῖν τὴν γέενναν. Ἵνα γὰρ τὰ ἄλλα πάντα παρῶ τὰ καθ' ἑκάστην ἡµέραν συµπίπτοντα, ἂν τύχῃ ποτέ τινα ἢ διὰ φιλίαν, ἢ δι' ἄλλην τινὰ αἰτίαν ἀνάξιον εἰςἐπισκοπὴν παραγαγὼν, καὶ πόλεως ἐπιτρέψας µεγάλης ἀρχὴν, ὅρα πόσου πυρὸς ἑαυτὸν καθίστησιν ἔνοχον. Οὐ γὰρ τῶν ψυχῶν τῶν ἀπολλυµένων µόνον( ἀπόλλυσι γὰρ αὐτὰς ἀνευλαβὴς ὢν), ἀλλὰ καὶ πάντων τῶν ὑπ' ἐκείνου πραττοµένων αὐτὸς δώσει τὰς εὐθύνας. Ὁ γὰρ ἐν τάξει ἰδιώτου ὢν ἀνευλαβὴς, πολλῷ µᾶλλον, ὅταν ἐπιλάβηται τῆς ἀρχῆς· ἀγαπητὸν γὰρ τὸν εὐλαβῆ µεῖναι τοιοῦτον ἐπιλαβόµενον τῆς ἀρχῆς. Καὶ γὰρ κενοδοξία τότε σφοδρότερον ἐπιτίθεται, καὶ χρηµάτων ἔρως, καὶ αὐθάδεια, τῆς ἀρχῆς τὴν ἐξουσίαν παρεχούσης, καὶ προσκρούσµατα καὶ ὕβρειςκαὶ λοιδορίαι καὶ µυρία ἕτερα. Ἂν οὖν τις ἀνευλαβὴς ᾖ, µᾶλλον ἔσται ἀνευλαβέστερος τοιοῦτος γενόµενος. Ὅταν οὖν τοιοῦτον ἐπιστήσῃ ἄρχοντα, πάντων τῶν ἁµαρτανοµένων ὑπ' ἐκείνου, καὶ δήµων ὁλοκλήρων ὑπεύθυνος ἔσται. Εἰ δὲ ὁ µίαν ψυχὴν σκανδαλίζων, συµφέρει αὐτῷ ἵνα µύλος ὀνικὸς κρεµασθῇ εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ὁτὰς τοσαύτας ψυχὰς σκανδαλίζων, πόλεις ὁλοκλήρους καὶ δήµους καὶ µυρίας ψυχὰς, ἄνδρας, γυναῖκας, παῖδας, πολίτας, γεωργοὺς, τοὺς ἐν αὐτῇ τῇ πόλει, τοὺςἐν ἑτέραις ταῖς ὑπ' ἐκείνην τὴν πόλιν, τί ὑποστήσεται; Κἂν γὰρ τριπλασίονα ἑτέραν εἴπῃς, οὐδὲν ἐρεῖς· τοσαύτης ἔσται ὑπεύθυνος κολάσεως καὶ τιµωρίας. Ὥστε µάλιστα οὗτος δεῖται τῆς χάριτος τοῦ Θεοῦ καὶ τῆς εἰρήνης· ἂν γὰρ µὴ µετὰ ταύτης κυβερνᾷ τὸν λαὸν, πάντα οἴχεται καὶ ἀπόλωλε, τῶν οἰάκων αὐτῷ οὐκ ὄντων. Κἂν γὰρ ἔµπειρος ᾖ τῆς κυβερνητικῆς, ἂν µὴ τοὺς οἴακας τούτους ἔχῃ, τὴν χάριν καὶ τὴν εἰρήνην τὴν παρὰ τοῦ Θεοῦ, καταδύσει τὸ σκάφος καὶτοὺς ἐµπλέοντας. Ὅθεν ἔµοιγε θαυµάζειν ἔπεισι τοὺς ἐφιεµένους ὄγκου τοσούτου. Ἄθλιε ἄνθρωπε καὶ ταλαίπωρε, οὐχ ὁρᾷς τίνος ἐφίεσαι; Κατὰ σαυτὸν ἂν ᾖς καὶ ἀγνὼς καὶ ἄσηµος, κἂν µυρία ἁµάρτῃς, ἀλλὰ µιᾶς ψυχῆς δώσεις λόγον, καὶ ταύτης εὐθύνας ὑφέξεις µόνον· ὅταν δὲ εἰς τὴν ἀρχὴν ταύτην ἀχθῇς, ἐννόησον ὅσων κεφαλῶν ὑπεύθυνος εἶ τιµωρίας. Ἄκουε γὰρ Παύλου λέγοντος· Πείθεσθε τοῖς ἡγουµένοις ὑµῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑµῶν, ὡς λόγον δώσοντες. Ἀλλὰ τιµῆς ἐφίεσαι καὶ ἀρχῆς· Καὶ τίς ἡ ἡδονὴ ταύτης τῆς τιµῆς; οὐ γὰρ δὴ οὐδὲ τοῦτο ὁρῶ· οὐ γὰρ ἔστι δυνατὸν ἄρχοντα εἶναι ἀληθῶς. Πῶς; Ὅτι ἐν τῇ ἐξουσίᾳ κεῖται τῶν ἀρχοµένων τὸ ὑπακούειν. Καὶ εἴ τις ἀκριβῶς ἐξετάσειε τὸ πρᾶγµα, οὐκ ἐπὶ ἀρχὴν ἔρχεται ὁ τοιοῦτος, ἀλλὰ δουλεύει µυρίοις δεσπόταις ἐναντία καὶ ἐπιθυµοῦσι καὶ λέγουσιν. Ὅπερ γὰρ ἐγκωµιάζει εἷς, µέµφεται ἕτερος· ὅπερ ψέγει οὗτος, θαυµάζει ἄλλος. Τίνος οὖν ἀκοῦσαι χρὴ, τίνι πεισθῆναι; Οὐκ ἔστι. Καὶ ὁ µὲν ἀργυρώνητος, κἂν ἐναντία ὁ δεσπότης αὐτῷ προστάξῃ, καὶ δυσχεραίνει· σὺ δὲ, ἂν τοσούτων δεσποτῶν ἐναντία ἐπιταττόντων ἀλγήσῃς, καὶ τούτου δίδως δίκην, τὰ πάντων ἐπὶ σὲ στόµατα ἀνοίγων. Τοῦτο οὖν, εἰπέ µοι, τιµή; τοῦτο ἀρχή; τοῦτο ἐξουσία;
1.4
Εἶπεν ὁ τὴν ἐπισκοπὴν ἔχων, εἰσενεγκεῖν χρήµατα· ἂν µὴ θέλῃ, οὐ µόνον οὐκ εἰσήνεγκεν, ἀλλὰ καὶ ὑπὲρ τοῦ µὴ δόξαι ῥᾳθυµίας ἕνεκεν τοῦτο ποιεῖν, κατηγορεῖ τοῦ κελεύσαντος· κλέπτει, φησὶν, ἁρπάζει, καταπίνει τὰ τῶν πενήτων, κατεσθίει τὰ τῶν πτωχῶν. Παῦσαι λοιδορῶν· µέχρι τίνος ταῦτα φής; Οὐ βούλει εἰσενεγκεῖν; οὐδεὶς ὁ καταναγκάζων, οὐδεὶς ὁ βιαζόµενος· τί καὶ λοιδορῇ τῷ παραινοῦντι καὶ συµβουλεύοντι; Ἀλλ' εἰς χρείαν τις κατέστη, καὶ οὐκ ὤρεξε χεῖρα µὴ δυνηθεὶς, ἢ καὶ ἑτέρωθι ἀσχοληθείς. Οὐδεµία συγγνώµη, ἀλλὰ πάλιν κατηγορίαι χείρους τῶν προτέρων. Τοῦτο γοῦν ἀρχή; Καὶ ἀµύνασθαι οὐκ ἔχει· σπλάγχνα γάρ ἐστιν ἴδια. Καὶ ὥσπερ τὸ σπλάγχνον, κἂν οἰδαίνῃ, κἂν πόνον παρέχῃ καὶ τῇ κεφαλῇ καὶ τῷ λοιπῷ σώµατι, οὐ τολµῶµεν ἀµύνασθαι· οὐ γὰρ λαβόντες ξίφος διαῤῥηγνύοµεν· οὕτω κἂν τῶν ἀρχοµένων τις τοιοῦτος ᾖ, πόνους ἡµῖν παρέχων καὶ ἀθυµίας ἐκ τῶν κατηγοριῶν τούτων, οὐ τολµῶµεν ἀµύνασθαι· πόῤῥω γὰρ ταῦτα πατρικῆς διανοίας, ἀλλ' ἀνάγκη φέρειν τὸν πόνον, ἕως ἂν ἐκεῖνος ὑγιάνῃ καλῶς. Ὁ ἀργυρώνητος οἰκέτης ἔχει τι ἔργον ἐπιτεταγµένον, κἂν τοῦτο ἀνύσῃ, λοιπὸν ἑαυτοῦ κύριος γίνεται· οὗτος δὲ πανταχοῦ περιέλκεται, πολλὰ καὶ τῶν ὑπὲρ δύναµιν ἀπαιτεῖται· ἂν µὴ εἰδῇ λέγειν, πολὺς ὁ γογγυσµός· ἂν δὲ εἰδῇ λέγειν, πάλιν κατηγορίαι, Κενόδοξός ἐστιν· ἂν µὴ νεκροὺς ἀνιστᾷ, Οὐδενὸς λόγου ἄξιος, φησίν· ὁ δεῖνα εὐλαβής ἐστιν, οὗτος δὲ οὔ. Ἂν ἀπολαύῃ συµµέτρου τροφῆς, πάλιν κατηγορίαι· Ἔδει αὐτὸν ἀπηγχονίσθαι, φησίν· ἂν λουόµενον ἴδῃ τις, πολλαὶ κατηγορίαι· Ὅλως οὐδὲ τὸν ἥλιον ὁρᾷν ὀφείλει, φησίν. Εἰ δὲ τὰ αὐτὰ πράττει, ἅπερ ἐγὼ, καὶ λούεται καὶ ἐσθίει καὶ πίνει καὶ ἱµάτια περιβέβληται, καὶ οἰκίας φροντίζει καὶ οἰκετῶν, τίνος ἕνεκεν ἐµοῦ προέστηκεν; Ἀλλὰ καὶ οἰκέτας ἔχει, φησὶ, τοὺς διακονουµένους αὐτῷ, καὶ ἐπὶ ὄνου ὀχεῖται· τίνος οὖν ἕνεκεν ἐµοῦ προέστηκεν; Ἀλλὰ τί, εἰπέ µοι, οὐκ ὀφείλει τὸν διακονούµενον ἔχειν, ἀλλ' αὐτὸς τὸ πῦρ ἀνακαίειν, καὶ ὑδροφορεῖν, καὶ ξύλα διακλᾷν, καὶ εἰς ἀγορὰν ἐµβάλλειν; καὶ πόση τοῦτο αἰσχύνη γίνεται; Καὶ οἱ µὲν ἅγιοι ἐκεῖνοι ἄνδρες, οἱ ἀπόστολοι, τὸν τῷ λόγῳ προσκαρτεροῦντα οὐδὲ διακονίᾳ χηρῶν βούλονται προσανέχειν, ἀλλ' ἀνάξιον αὐτοῦ τὸπρᾶγµα εἶναι νοµίζουσι· σὺ δὲ αὐτὸν καὶ εἰς τὴν οἰκετῶν ὑπηρεσίαν καθέλκεις τῶν σῶν;∆ ιὰ τί ὁ ταῦτα ἐπιτάττων οὐ παρέρχῃ σὺ, καὶ ταῦτα πληροῖς; εἰπέ µοι, οὐχὶ µείζονά σοι διακονεῖται ὑπηρεσίαν, ἢ σὺ τὰ σωµατικά; διὰ τί µὴ τὸν παῖδα πέµπεις τὸν σὸν πρὸς τὴν τούτου ὑπηρεσίαν; Ὁ Χριστὸς ἔνιψε τοὺς πόδας τῶν µαθητῶν· σὺ θεραπείαν ἂν παράσχῃς τῷ διδασκάλῳ, µέγα τι ποιεῖς; Ἀλλ' οὔτε σὺ βούλει παρασχεῖν, καὶ αὐτὸν κωλύεις. Τί οὖν; ἀπὸ τοῦ οὐρανοῦ ζῇν ὀφείλει; Ἀλλ' οὐ βούλεται οὕτως ὁ Θεός. Τί οὖν; οἱ ἀπόστολοι, φησὶν, ἐλευθέρους εἶχον δουλεύοντας; Βούλει καὶ τοῦτο ἀκοῦσαι πῶς οἱ ἀπόστολοι διῆγον; ἀποδηµίας ἐποιοῦντο, καὶ ἄνδρες ἐλεύθεροι καὶ εὐγενεῖς γυναῖκες ὑπὲρ τῆς ἐκείνων ἀναπαύσεως καὶ τὰς ψυχὰς καὶ τὰς κεφαλὰς ὑπετίθεσαν τὰς ἑαυτῶν. Ἄκουε δὲ καὶ τοῦ µακαρίου τούτου παραινοῦντος καὶ λέγοντος· Τοὺς οὖν τοιούτους ἐντίµους ἔχετε· καὶ πάλιν,∆ ιὰ τὸ ἔργον τοῦ Θεοῦ µέχρι θανάτου ἤγγισε, παραβουλευσάµενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑµῶν ὑστέρηµα τῆς πρός µε λειτουργίας. Ὁρᾷς τί φησι; Σὺ δὲ οὐδὲ λόγον προΐεσαι ὑπὲρ τοῦ πατρὸς τοῦ σοῦ, µήτι γε κίνδυνον τοσοῦτον ἀναδέχῃ. Ἀλλὰ λούεσθαι, φησὶν, οὐ χρή.∆ ιὰ τί, εἰπέ µοι; ποῦ τοῦτο κεκώλυται; οὐδὲ γὰρ ὁ ῥύπος καλόν. Οὐδαµοῦ ταῦτα ὁρῶµεν, οὔτε ἐγκαλούµενα, οὔτε θαυµαζόµενα. Ἄλλα γάρ ἐστιν ἅπερ ἐπέταξε τὸν ἐπίσκοπον ἔχειν, ἀνέγκλητον εἶναι, σώφρονα, κόσµιον, φιλόξενον, διδακτικόν· ταῦτα ἀπαιτεῖ ὁ Ἀπόστολος, ταῦτα χρὴ ἐπιζητεῖν παρὰ τοῦ ἄρχοντος, περαιτέρω δὲ µηδέν. Οὐκ εἶ τοῦ Παύλου ἀκριβέστερος, µᾶλλον δὲ οὐκ εἶ τοῦ Πνεύµατος ἀκριβέστερος. Ἂν ᾖ πλήκτης, ἢ καὶ πάροινος, ἂν ὠµὸς καὶ ἀνηλεὴς, κατηγόρει· ἀνάξια ταῦτα τοῦ ἐπισκόπου· ἂν τρυφᾷ, καὶ τοῦτο κατηγορία· ἂν δὲ θεραπεύῃ τὸ σῶµα ἵνα σοὶ διακονῇ, ἂν ἐπιµελῆται ἵνα σοὶ χρήσιµος ᾖ, ὑπὲρ τούτων αὐτὸν ἐγκαλεῖσθαι δεῖ; Οὐκ οἶδας ὅτι ἀσθένεια σωµατικὴ τῆς κατὰ ψυχὴν ἀσθενείας οὐχ ἧττον καὶ ἡµᾶς βλάπτει, καὶ τὴν Ἐκκλησίαν;∆ ιὰ τί διορθοῦται αὐτὴν ὁ Παῦλος γράφων τῷ Τιµοθέῳ, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόµαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας; εἰ µὲν γὰρ ψυχῇ µόνῃ τὴν ἀρετὴν κατορθοῦµεν, οὐκ ἔδει φροντίζειν τοῦ σώµατος. Τί δὲ ὅλως καὶ γεγόναµεν; Εἰ δὲ πολλὴ τούτου ἡ συντέλεια, πῶς οὐκ ἐσχάτης ἐστὶν ἀνοίας ἀµελεῖν τούτου; Ἔστω γάρ τις ἀνὴρ ἐπισκοπῇ τετιµηµένος καὶ τοῦ κοινοῦ τῆς Ἐκκλησίας τὴν προστασίαν ἐγκεχειρισµένος, καὶ τὰ µὲν ἄλλα ἔστω ἐνάρετος καὶ πάνταἔχων ἅπερ ἔχειν ἁρµόζει τὸν ἱερωµένον, διαπαντὸς δὲ τῇ κλίνῃ προσδεδέσθω ὑπὸ πολλῆς ἀῤῥωστίας, τί οὗτος ὀνῆσαι δυνήσεται; ποίαν ἀποδηµίαν στείλασθαι; ποίας ἐπισκέψεις ποιήσασθαι; τίνι ἐπιπλῆξαι; τίνα νουθετῆσαι; Ταῦτα εἶπον, ἵνα εἰδῆτε µὴ ἁπλῶς ἐγκαλεῖν, ἵνα εἰδῆτε µᾶλλον ἀποδέχεσθαι, ἵνα καὶ εἴ τις ἐφίεται τῆς ἀρχῆς, τὰς νιφάδας τῶν κατηγοριῶν ὁρῶν, τὴν τοιαύτην ἐπιθυµίαν σβεννύῃ. Μέγας ὄντως κίνδυνος καὶ τῆς τοῦ Θεοῦ δεόµενος χάριτος καὶ τῆς εἰρήνης, ἣν ἐπεύχεσθε ἡµῖν εἶναι πολλὴν, καὶ ἡµεῖς ὑµῖν· ἵνα ἀµφότεροι κατορθώσαντες τὴν ἀρετὴν, οὕτω τύχωµεν τῶν ἐπηγγελµένων ἀγαθῶν, ἐν Ἰησοῦ Χριστῷ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατιδόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.