Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Titus
John ChrysostomHom. Tit. 2 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
2.0
Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάµην· εἴ τίς ἐστιν ἀνέγκλητος, µιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, µὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα.
2.1
Τοῖς µὲν παλαιοῖς ἀνδράσιν ἅπας ὁ βίος ἦν ἐνερ γὸς καὶ ἐναγώνιος· ἡµῖν δὲ οὐχ οὕτως, ἀλλὰ ῥᾳθυµίας µεστός. Ἐκεῖνοι µὲν γὰρ ᾔδεσαν ὅτι διὰ τοῦτο εἰς τὸν κόσµον παρήχθησαν, ἵνα τῷ παραγαγόντι κατὰ γνώµην ἐργάζωνται· ἡµεῖς δὲ ὡς διὰ τοῦτο παραχθέντες, ἵνα ἐσθίωµεν καὶ πίνωµεν καὶ τρυφῶµεν, οὕτως οὐδενὸς τῶν πνευµατικῶν λόγον ποιούµεθα. Οὐ περὶ τῶν ἀποστόλων λέγω µόνον, ἀλλὰ καὶ τῶν µετ' αὐτούς. Ὁρᾷς γοῦν αὐτοὺς πάντα διατρέχοντας, καὶ ὥσπερ τινὸς ἔργου τούτου ἐπειληµµένους, καὶ διόλου ἐν ξένῃ διατρίβοντας, ἅτε οὐκ ἔχοντας πόλιν ἐπὶ τῆς γῆς. Ἄκουσον γοῦν τοῦ µακαρίου τούτου τί φησι· Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ. Καθάπερ οἰκίαν µίαν τὴν οἰκουµένην διανειµάµενοι, οὕτως ἅπαντα διηκονοῦντο, καὶ τῶν ἀπανταχοῦ ἐπεµέλοντο, ὁ µὲν τοῦτο, ὁ δὲ ἐκεῖνο λαβὼν τὸ µέρος. Τούτου γὰρ χάριν, φησὶ, κατέλιπόν σε ἐν τῇ Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ. Οὐκ ἐπιτακτικῶς αὐτῷ παραινεῖ τέως· Ἵνα ἐπιδιορθώσῃ, φησίν. Ὁρᾷς ψυχὴν φθόνου παντὸς καθαρὰν, πανταχοῦ τὸ τῶν µαθητευοµένων χρήσιµον ζητοῦσαν, οὐκ ἀκριβολογουµένην, εἴτε δι' αὐτοῦ, εἴτε δι' ἑτέρου γένοιτο; Ἔνθα µὲν γὰρ ἦν κίνδυνος καὶ πολλὴ δυσκολία, αὐτὸς κατώρθου παρών· ἃ δὲ τιµὴν µᾶλλον ἔφερεν ἢ ἔπαινον εἶχε, ταῦτα ἐπιτρέπει τῷ µαθητῇ, τῶν ἐπισκόπων λέγω τὰς χειροτονίας, καὶ τὰ ἄλλα πάντα, ὅσα ἐδεῖτότινος ἐπιδιορθώσεως, ἢ, ὡς ἂν εἴποι τις, πλείονος καταρτισµοῦ. Τί λέγεις, εἰπέ µοι; τὰ σὰ προσδιορθοῦται; καὶ οὐχ ἡγῇ τὸ πρᾶγµα αἰσχρὸν οὐδὲ αἰσχύνην σοι φέρειν; Οὐδαµῶς· πρὸς γὰρ τὸ κοινὸν κέρδος ὁρῶ µόνον· εἴτε δὲ δι' ἐµοῦ, εἴτε δι' ἑτέρου γένοιτο, οὐδὲν ἐµοὶ διαφέρει Οὕτω τὸν προεστῶτα χρὴ διακεῖσθαι, µὴ τὴν ἰδίαν τιµὴν ζητεῖν, ἀλλὰ τὸ κοινῇ συµφέρον. Καὶ καταστήσῃς, φησὶ, κατὰ πόλιν πρεσβυτέρους. Τοὺς ἐπισκόπους ἐνταῦθά φησι, καθὼς ἀλλαχοῦ ἡµῖν εἴρηται. Ὡς ἐγώ σοι διεταξάµην· εἴ τις ἀνέγκλητος. Κατὰ πόλιν, φησίν· οὐ γὰρ ἐβούλετο πᾶσαν τὴν νῆσον ἐπιτετράφθαι ἑνὶ, ἀλλ' ἕκαστον ἰδίαν ἔχειν φροντίδα καὶ µέριµναν· οὕτω γὰρ αὐτῷ τε εἶναι τὸν πόνον κοῦφον, καὶ τοὺς ἀρχοµένους πλείονος ἀπολαύσεσθαι τῆς ἐπιµελείας, εἴ γε µὴ εἰς πολλῶν Ἐκκλησιῶν προστασίανὁ διδάσκαλος περιέρχοιτο, ἀλλὰ σχολάζοι µιᾷ µόνῃ, καὶ ταύτην κατακοσµοῖ. Εἴ τις, φησὶν, ἀνέγκλητος, µιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, µὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα. Τίνος ἕνεκεν καὶ τὸν τοιοῦτον εἰς µέσον παράγει; Ἐπιστοµίζει τοὺς αἱρετικοὺς τοὺς τὸν γάµον διαβάλλοντας, δεικνὺς ὅτι τὸ πρᾶγµα οὐκ ἔστιν ἐναγὲς, ἀλλ' οὕτω τίµιον, ὡς µετ' αὐτοῦ δύνασθαι καὶ ἐπὶτὸν ἅγιον ἀναβαίνειν θρόνον· ἐν ταυτῷ δὲ καὶ τοὺς ἀσελγεῖς κολάζων, καὶ οὐκ ἀφιεὶς µετὰ δευτέρου γάµου τὴν ἀρχὴν ἐγχειρίζεσθαι ταύτην. Ὁ γὰρ πρὸς τὴν ἀπελθοῦσαν µηδεµίαν φυλάξας εὔνοιαν, πῶς ἂν οὗτος γένοιτο προστάτης καλός; τίνα δὲ οὐκ ἂν ὑποσταίη κατηγορίαν; Ἴστε γὰρ ἅπαντες, ἴστε ὅτι εἰ µὴ κεκώλυται παρὰ τῶν νόµων τὸ δευτέροις ὁµιλεῖν γάµοις, ἀλλ' ὅµως πολλὰς ἔχει τὸ πρᾶγµα κατηγορίας. Οὐδεµίαν οὖν παρέχειν λαβὴν τοῖς ἀρχοµένοις τὸν ἄρχοντα βούλεται.∆ ιὰ τοῦτο τίθησιν, Εἴ τις ἀνέγκλητος, τουτέστιν, εἰ κατηγορίας ὁ βίος ἐλεύθερος αὐτῷ γέγονεν, εἰ µηδεὶς ἔσχεν ἐπισκῆψαι ἐν τῇ ζωῇ. Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Εἰ γὰρ τὸ φῶς, φησὶ, τὸ ἐν σοὶ ᾖ σκότος, τὸ σκότος πόσον; Τέκνα ἔχων πιστὰ, µὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα. Σκοπήσωµεν πῶς πολλὴν καὶ ὑπὲρ τῶν παίδων ποιεῖται τὴν πρόνοιαν. Ὁ γὰρ τῶν αὑτοῦ παίδων διδάσκαλος γενέσθαι µὴ δυνηθεὶς, πῶς ἂν ἑτέρων γένοιτο; Εἰ οὓς ἐξ ἀρχῆς εἶχε µεθ' ἑαυτοῦ καὶἔτρεφε, καὶ καθ' ὧν καὶ παρὰ τῶν νόµων, καὶ παρὰ τῆς φύσεως εἶχεν ἐξουσίαν, τούτους ῥυθµίσαι οὐκ ἴσχυσε, πῶς ἂν τοὺς ἔξωθεν ὠφελῆσαι δυνήσεται; Εἰ µὴ γὰρ πολλὴ νωθεία εἴη πατρὸς, οὐκ ἂν ὧν ἐξ ἀρχῆς ἔλαβεν ἐξουσίαν, τούτους περιεῖδε γενοµένους κακούς. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἐξ ἀρχῆς µετὰ πολλῆς τραφέντα τῆς ἐπιµελείας γενέσθαι κακὸν, καὶ πολλῆς ἀπολαύσαντα σπουδῆς· οὐ γάρ ἐστι φύσει τὰ ἁµαρτήµατα, ἵνα τοσαύτης περιγένηται προνοίας. Εἰ δὲ ἐν δευτέρῳ τὰ τῶν παίδων ἐτίθετο, περὶ τὰ χρήµατα σχολάζων, καὶ οὐ τοσαύτην αὐτῶν ἐποιεῖτο σπουδὴν, καὶ οὕτως ἀνάξιος. Εἰ γὰρ, ὅπου ἡ φύσις ἠνάγκαζεν, οὕτως ἄστοργος ἦν, ἢ οὕτως ἀνόητος, ὡς µᾶλλον τῶν χρηµάτων φροντίζειν αὐτὸν ἢ αὐτῶν, πῶς ἂν οὗτος ἐπὶ τὸνθρόνον ἀναχθείη καὶ τὴν τοσαύτην ἀρχήν; Εἰ µὲν γὰρ οὐκ ἠδύνατο, πολλὴ τῆς νωθείας ἡ κατηγορία· εἰ δὲ οὐκ ἐσπούδασε, πολλὴ τῆς ἀστοργίας ἡ µέµψις. Ὁ τοίνυν τῶν παίδων ἀµελῶν τῶν ἑαυτοῦ, πῶς τῶν ἀλλοτρίων ἐπιµελήσεται; Καὶ οὐκ εἶπε µὴ ἁπλῶς ἄσωτος, ἀλλὰ µηδὲ διαβολὴν ἔχειν τοιαύτην, µηδὲ πονηρᾶς εἶναι δόξης.∆ εῖ γὰρ τὸν ἐπίσκοπον, φησὶν, ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόµον, µὴ αὐθάδη, µὴ ὀργίλον, µὴ πάροινον, µὴ πλήκτην.
2.2
Ὁ µὲν γὰρ ἔξωθεν ἄρχων, ἐπειδὴ νόµῳ κρατεῖ καὶ ἀνάγκῃ, εἰκότως οὐ πολλαχοῦ τῆς τῶν ἀρχοµένων γνώµης κοινωνεῖ· ὁ µέντοι ἑκόντων ὀφείλων ἄρχειν, καὶ χάριν αὐτῷ τῆς ἀρχῆς εἰδότων, ἂν οὕτω τὸ πρᾶγµα καταστήσῃ, ὡς ἀπὸ τῆς οἰκείας γνώµης µόνον πάντα ποιεῖν, καὶ µηδενὶ µεταδιδῷ λόγου, τυραννικώτερον µᾶλλον ἢ δηµοτικώτερον τὴν ἐπιστασίαν πεποίηται.∆ εῖ γὰρ, φησὶν, ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόµον, µὴ αὐθάδη, µὴ ὀργίλον. Πῶς γὰρ ἑτέρους παιδεύσει κρατεῖν τοῦ πάθους τούτου, ἑαυτὸν µὴ παιδεύσας; Εἰς πολλὰ γὰρ ἡ ἀρχὴ ἐξάγει, καὶ χαλεπώτερον ποιεῖ καὶ δυσάρεστον καὶ τὸν σφόδρα ἐπιεικῆ, µυρίας ἀνάγκας περιιστᾶσα ὀργῆς· ἂν µὴ ᾖ τοῦτο µεµελετηκὼς πρότερον, καὶ χαλεπώτερος ἔσται, καὶ πολλὰ διαφθερεῖ καὶ ἀπολέσει τῶν τῆς ἀρχῆς. Μὴ πάροινον, µὴ πλήκτην. Τὸν ὑβριστὴν ἐνταῦθά φησι· νουθετοῦντα γὰρ ἢ ἐπιπλήττοντα πάντα χρὴ ποιεῖν, µὴ ὑβρίζοντα· ποία γὰρ ἀνάγκη ὕβρεως, εἰπέ µοι; Φοβεῖν χρὴ τῇ τῆς γεέννης ἀπειλῇ, δεδίττεσθαι, καθικνεῖσθαι. Ὁ γὰρ ὑβρισθεὶς θρασύτερος γίνεται καὶ µᾶλλον καταφρονεῖ τοῦ ὑβρίζοντος. Οὐδὲν γὰρ οὕτω ποιεῖ καταφρόνησιν, ὡς ὕβρις, καὶ αἰσχύνει τὸν ὑβρίζοντα µᾶλλον, καὶ οὐκ ἀφίησιν εἶναι αἰδέσιµον ὡς δεῖ. Πολλῆς αὐτοῖς τῆς εὐλαβείας γέµειν τὸν λόγον χρὴ, ἐν τοῖς ἁµαρτήµασι µνήµην ἔχειν τῆς µελλούσης κρίσεως, πάσης δὲ ὕβρεως εἶναι καθαρόν· εἰ δέ τινες εἶεν οἱ κωλύοντες τὰ δέοντα ποιεῖν, µετὰ πάσης αὐθεντίας µετιέναι τὸ πρᾶγµα. Μὴ πλήκτην, φησίν. Ἰατρός ἐστιν ὁ διδάσκαλος τῶν ψυχῶν· ὁ δὲ ἰατρὸς οὐ πλήττει, ἀλλὰ τὸν πεπληγότα διορθοῦται καὶ θεραπεύει. Μὴ αἰσχροκερδῆ, ἀλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόµενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου. Εἶδες πόσην ἐπίτασιν ἀρετῆς ἀπῄτησε; Μὴ αἰσχροκερδῆ, φησί· τουτέστι, πολλὴν ὑπεροψίαν χρηµάτων ἐπιδεικνύµενον· Φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον· τὰ αὑτοῦ πάντα τοῖς δεοµένοις, φησὶ, προϊέµενον· ἐγκρατῆ. Οὐ τὸν νηστευτὴν εἶπεν ἐνταῦθα, ἀλλὰ τὸν πάθους κρατοῦντα, τὸν καὶ γλώττης καὶ χειρὸς καὶ ὀφθαλµῶν ἀκολάστων· τοῦτο γάρ ἐστιν ἐγκράτεια, τὸ µηδενὶ ὑποσύρεσθαι πάθει. Ἀντεχόµενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου. Πιστοῦ ἐνταῦθα τοῦ ἀληθοῦς φησιν, ἢ τοῦ διὰ πίστεως παραδεδοµένου, οὐ δεοµένου συλλογισµῶν οὐδὲ ζητηµάτων. Ἀντεχόµενον, φροντίζοντα, ἔργον τοῦτο ποιούµενον. Τί οὖν, ἂν λόγων ἄπειρος ᾖ τῶν ἔξωθεν;∆ ιὰ τοῦτο εἶπον, Τοῦ κατὰ διδαχὴν πιστοῦ λόγου. Ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Ὥστε οὐ χρεία κόµπου ῥηµάτων, ἀλλὰ φρενῶν, καὶ Γραφῶν ἐµπειρίας, καὶ νοηµάτων δυνάµεως. Οὐχ ὁρᾷς Παῦλον τρεψάµενον τὴν οἰκουµένην ἅπασαν, καὶ µειζόνως ἰσχύσαντα καὶ Πλάτωνος, καὶ τῶν ἄλλων ἁπάντων; Ἀλλ' ἀπὸ τῶν σηµείων, φησίν. Οὐκ ἀπὸ τῶν σηµείων µόνον· εἰ γὰρ ἐπέλθοις τὰς Πράξεις τῶν Ἀποστόλων, πολλαχοῦ αὐτὸν εὑρήσεις ἀπὸ τῆς διδασκαλίας κρατοῦντα καὶ πρὸ τῶν σηµείων. Ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ· τουτέστι, πρὸς φυλακὴν τῶν οἰκείων, πρὸς ἀνατροπὴν τῶν ἐχθρῶν. Καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Τούτου γὰρ µὴ ὄντος, πάντα οἴχεται. Ὁ γὰρ οὐκ εἰδὼς µάχεσθαι τοῖς ἐχθροῖς, καὶ αἰχµαλωτίζειν πᾶν νόηµα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ λογισµοὺς καθαιρεῖν· ὁ οὐκ εἰδὼς ἃ χρὴ περὶ τῆς ὀρθῆς διδάσκειν διδασκαλίας, πόῤῥω ἔστω θρόνου διδασκαλικοῦ. Τὰ µὲν γὰρ ἄλλα καὶ ἐν τοῖς ἀρχοµένοις εὕροι τις ἂν, οἷον τὸ ἀνέγκλητον, τὸ τέκνα ἔχειν ἐν ὑποταγῇ, τὸ φιλόξενον, τὸ δίκαιον, τὸ ὅσιον· ὃ δὲ µάλιστα χαρακτηρίζει τὸν διδάσκαλον, τοῦτό ἐστι, τὸ δύνασθαι κατηχεῖν τὸν λόγον, οὗ πρόνοια οὐδεµία νῦν. Εἰσὶ γὰρ πολλοὶ καὶ ἀνυπότακτοι, µαταιολόγοι, καὶ φρεναπάται, µάλιστα ἐκ περιτοµῆς· οὓς δεῖ ἐπιστοµίζειν. Ὁρᾷς πῶς δείκνυσι πόθεν εἰσὶ τοιοῦτοι; Ἀπὸ τοῦ µὴ θέλειν ἄρχεσθαι, ἀλλὰ ἄρχειν· τοῦτο γὰρ ᾐνίξατο. Ὅταν οὖν πεῖσαι µὴ δυνηθῇς, µὴ διάταττε τούτοις, ἀλλ' ἐπιστόµιζε εἰς τὴν τῶν ἄλλων ὠφέλειαν. Τί οὖν τὸ κέρδος, ὅταν µὴ πείθωνται, ἢ καὶ εἰ ἀνυπότακτοί εἰσι; Τίνος ἕνεκεν ἐπιστοµίζειν χρή; Ἵνα ὠφεληθῶσιν ἕτεροι ἐντεῦθεν. Οἵτινες ὅλους οἴκους ἀνατρέπουσι, διδάσκοντες ἃ µὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. Εἰ γὰρ τὴν διδασκαλίαν ἀνεδέξατο, οὐχ ἱκανὸς δέ ἐστιν ἐκείνοις µάχεσθαι οὐδὲ ἐπιστοµίσαι αὐτοὺς οὕτως ἀναισχυντοῦντας, τῆς τῶν ἀπολλυµένωνβλάβης καθ' ἕκαστον αἴτιος γενήσεται. Εἰ γὰρ παραινεῖ τις λέγων, Μὴ ζήτει γενέσθαι κριτὴς, εἰ µὴ ἰσχύεις ἐξᾶραι ἀδικίαν, πολλῷ µᾶλλον ἐνταῦθα ἂν εἴποι τις, Μὴ ζήτει γενέσθαι διδάσκαλος, εἰτῆς τοῦ πράγµατος ἀξίας ἀπέχεις, ἀλλὰ καὶ ἑλκόµενος ἀποπήδα. Ὁρᾷς πανταχοῦ τὴν φιλαργυρίαν, τὴν αἰσχροκέρδειαν αἰτίαν τούτων οὖσαν;∆ ιδάσκοντες, φησὶν, ἃ µὴ δεῖ, αἰσχροῦ κέρδους χάριν.
2.3
Οὐδὲν γάρ ἐστιν, ὃ µὴ λυµαίνεται ταῦτα τὰ πάθη· ἀλλ' ὥσπερ πνεύµατά τινα ἄγρια εἰς γαληνὸν ἐµπεσόντα πέλαγος, ὅλον αὐτὸ κάτωθεν ἀναµοχλεύει, ὡς καὶ τὴν ἄµµον τοῖς κύµασιν ἀναµίγνυσθαι· οὕτω ταῦτα τὰ πάθη εἰς ψυχὴν εἰσιόντα, πάντα ἄνω καὶ κάτω ποιεῖ, πηροῖ τὸ διορατικὸν τῆς διανοίας, µάλιστα δὲ ἡ τῆς δόξης µανία. Χρηµάτων µὲν γὰρ εὔκολον καταφρονῆσαι τῷ βουλοµένῳ· τῆς δὲ παρὰ τῶν πολλῶν τιµῆς ὑπεριδεῖν, πολλοῦ δεῖ πόνου, µεγάλης φιλοσοφίας, ψυχῆς τινος ἀγγελικῆς αὐτῆς ἁπτοµένης τῆς κορυφῆς τῆς τοῦ οὐρανοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν οὕτω πάθος τυραννικὸν καὶ πανταχοῦ κρατοῦν, ἐκ πλείονος µὲν καὶ ἐλάττονος µοίρας, πανταχοῦ δὲ ὅµως. Πῶς ἂν οὖν αὐτοῦ περιγενοίµεθα, εἰ καὶ µὴ κατὰ κράτος, ἀλλὰ κἂν ἐξ ἐλαχίστου µέρους; Ἂν εἰς τὸν οὐρανὸν ἀναβλέπωµεν, ἂν τὸν Θεὸν σχῶµεν πρὸ ὀφθαλµῶν, ἂν µείζω τῶν γηίνων λάβωµεν λογισµόν. Ἐννόησον, ὅταν ἐπιθυµῇς δόξης, ὅτι αὐτῆς ἐπέτυχες, καὶ µάθε τὸ τέλος, καὶ οὐδὲν εὑρήσεις· ἐννόησον ὅσην ἔχει τὴν ζηµίαν τὸ πρᾶγµα, ὅσων καὶ ἡλίκων ἀποστερεῖ ἀγαθῶν· τοὺς µὲν γὰρ πόνους ὑποστήσῃ καὶ τοὺς κινδύνους, τῶν δὲ καρπῶν ἀποστερηθήσῃ καὶ τῶν ἐπάθλων· ἐννόει ὅτι οἱ πλεῖστοι κακοὶ, καὶ καταφρόνησον αὐτῶν τῆς δόξης. Καθ' ἕνα ἕκαστον ἀναλόγισαι τίς ἐστι, καὶ ὄψει τὸ πρᾶγµα γέλωτος γέµον· ὄψει ὅτι αἰσχύνη µᾶλλον, ἢ δόξα τὸ πρᾶγµά ἐστι· καὶ µετὰ ταῦτα ἀνάγαγε τὸν λογισµὸν ἐπὶ τὸ ἄνω θέατρον. Ὅταν ἀγαθόν τι πράττων ἐννοῇς, ὅτι δεῖ καὶ ἀνθρώποις δεῖξαι, καί τινας ἐπιζητῇς θεατὰς τοῦ πράγµατος, καὶ ὠδίνῃς ὥστε ὀφθῆναι· ἐννόησον ὅτι ὁ Θεὸς ὁρᾷ, καὶ πᾶσαν ἐκείνην σβεννύεις τὴν ἐπιθυµίαν· ἀναχώρησον ἐκ τῆς γῆς, πρὸς ἐκεῖνο ἴδε τὸ θέατρον τὸ ἐν τοῖς οὐρανοῖς. Ἄνθρωποι κἂν ἐπαινέσωσιν, ἀλλ' ὕστερον ἐµέµψαντο, ἀλλὰ φθονοῦσιν, ἀλλ' ἐπιλαµβάνονται· κἂν µὴ τοῦτο ποιῶσιν, οὐδὲν ὅλως ὠφελήσουσι τὸν ἐπαινούµενον· ἐπὶ δὲ τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ χαίρει ἐπαινῶν ἡµῶν τὰ κατορθώµατα. Εἶπες ὀρθῶς, καὶ κρότων ἐπέτυχες; καὶ τί τὸ κέρδος; Εἰ µὲν γὰρ ὠφελήθησαν οἱ κροτήσαντες καὶ µετεβάλοντο καὶ βελτίους ἐγένοντο, καὶ τῶν προτέρων κακῶν ἀπέστησαν, δεῖ χαίρειν ὄντως, οὐκ ἐπὶτοῖς ἐπαίνοις τοῖς γενοµένοις, ἀλλ' ἐπὶ τῇ µεταβολῇ τῇ καλῇ καὶ θαυµαστῇ. Εἰ δὲ διαπαντὸς µὲν ἐπαινοῦντες καὶ θορυβοῦντες καὶ κροτοῦντες διατελοῦσι, καρποῦνται δὲ οὐδὲν ἀπὸ τῶν κρότων, ἀλγεῖν µᾶλλον χρὴ, ὅτι αὐτοῖς εἰςκρῖµα ταῦτα γίνεται. Ἀλλ' ἐπὶ εὐλαβείᾳ δόξαν ἔχεις; Ἂν µὲν ὄντως ᾖς εὐλαβὴς, καὶ µηδὲν ἑαυτῷ σύνοιδας πονηρὸν, χαίρειν δεῖ, οὐκ ἐπειδὴ δοκεῖς, ἀλλ' ἐπειδὴ εἶ· ἂν µέντοι µὴ ὢν, τῆς τῶν πολλῶν δόξης ἐπιθυµῇς, ἐννόει ὅτι οὐχ οὗτοι κρινοῦσιν ἡµῖν κατ' ἐκείνην τὴν ἡµέραν, ἀλλ' ὁ τὰ λανθάνοντα µετὰἀκριβείας ἐπιστάµενος. Εἰ δὲ συνειδὼς ἑαυτῷ ἁµαρτήµατα, καθαρὸς εἶναι παρὰ πᾶσιν ὑποπτεύῃ, οὐ µόνον οὐ χαίρειν δεῖ, ἀλλὰ καὶ ἀλγεῖν καὶ στένειν πικρὸν, τὴν ἡµέρανἐννοοῦντα συνεχῶς, καθ' ἣν πάντα ἀποκαλύπτεται, καθ' ἣν τὰ κρυπτὰ τοῦ σκότους φωτίζεται. Τιµῆς ἀπολαύεις; διακρούου ταύτην, εἰδὼς ὅτι σε ὀφειλέτην καθίστησιν. Οὐδείς σοι παρέχει τιµήν; καὶ χαίρειν δεῖ ἐπὶ τούτῳ· καὶ γάρ σοι µετὰ τῶν ἄλλων καὶ τοῦτο ὁ Θεὸς προβαλεῖται, ὅτι τιµῆς ἀπήλαυσας. Ἢ οὐχ ὁρᾷς, ὡς µετὰ τῶν ἄλλων εὐεργεσιῶν καὶ τοῦτο ἐγκαλεῖ ὁ Θεὸς διὰ τοῦ προφήτου· Ἔλαβον ἐκ τῶν υἱῶν ὑµῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑµῶν εἰς ἁγιασµόν; Κἂν τοῦτο τοίνυν κερδανεῖς, ὅτι οὐκ ἔσῃ ὑπεύθυνος µείζονι τιµωρίᾳ. Ὁ µὲν γὰρ µὴ τιµώµενος ἐν τῷ παρόντι βίῳ, καὶ καταφρονούµενος καὶ οὐδὲ λόγου τινὸς ἀπολαύων, ἀλλὰ καὶ ὑβριζόµενος καὶ διαπτυόµενος, εἰκαὶ µηδὲν ἕτερον, τοῦτο γοῦν καρποῦται τὸ µὴ καὶ τούτου ὑπεύθυνος εἶναι, τοῦ τιµηθῆναι παρὰ τῶν ὁµοδούλων. Καὶ διὰ πολλὰ δὲ ἕτερα κερδαίνει ἐντεῦθεν· συστέλλεται, ταπεινοῦται, οὐδὲ, ἐὰν θέλῃ, µέγα φρονήσει ποτὲ, εἰ ἑαυτῷ µᾶλλον προσέχει. Ὁ µέντοι πολλῆς ἀπολαύων τιµῆς, πρὸς τῷ καὶ ὀφληµάτων εἶναι µεγάλων ὑπεύθυνος, καὶ εἰς ἀπόνοιαν αἴρεται καὶ εἰς κενοδοξίαν, καὶ γίνεταιδοῦλος ἀνθρώπων. Εἶτα τῆς δεσποτείας ταύτης αὐξοµένης, πολλὰ ἀναγκάζεται ποιεῖν, ὧν οὐ βούλεται.
2.4
Ὡς οὖν εἰδότες ὅτι τοῦτο βέλτιον ἡµῖν, ἢ ἐκεῖνο, µήτε ζητῶµεν τιµὰς, καὶ τὰς παρεχοµένας διακρουώµεθα, ἀποῤῥίπτωµεν ἀφ' ἑαυτῶν, σβεννύωµεντὴν ἐπιθυµίαν ταύτην. Ταῦτα καὶ πρὸς ἄρχοντας καὶ πρὸς ἀρχοµένους ἡµῖν εἴρηται. Ψυχὴ γὰρ τιµῆς ἐπιθυµοῦσα καὶ τοῦ δοξάζεσθαι, οὐκ ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐκ ἐµὸς οὗτος ὁ λόγος, οὐδὲ ἐµαυτοῦ λέγω ῥήµατα, ἀλλὰ τοῦ θείου Πνεύµατος· οὐκ ὄψεται, κἂν ἀρετὴν ἐργάζηται. Ἀπέχουσι γὰρ, φησὶ, τὸν µισθὸν αὐτῶν. Ὁ τοίνυν µισθὸν µὴ λαµβάνων, πῶς ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν; Οὐ κωλύω δόξης ἐφίεσθαι, ἀλλὰ δόξης βούλοµαι τῆς ἀληθοῦς τῆς παρὰ τοῦ Θεοῦ· Οὗ ὁ ἔπαινος, φησὶν, οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Ἐν τῷ κρυπτῷ ὦµεν εὐλαβεῖς, µὴ περικείµενοι τῦφον πολὺν καὶ σκηνὴν καὶ ὑπόκρισιν· ῥίψωµεν τοῦ προβάτου τὴν δορὰν, µᾶλλον δὲ γενώµεθα πρόβατα· οὐδὲν τῆς τῶν ἀνθρώπων δόξης οὐδαµινέστερον. Εἰπὲ γάρ µοι, ἐὰν ἴδῃς παίδων πλῆθος µικρῶν, ὑποµαζίων λέγω, ἆρα ἐπιθυµεῖς τῆς δόξης τῆς παρ' ἐκείνων; Οὕτω πρὸς τοὺς ἀνθρώπους διάκεισο πάντας δόξης ἕνεκεν.∆ ιὰ τοῦτο κενοδοξία λέγεται. Οὐχ ὁρᾷς τὰ προσωπεῖα, ἃ περιτίθενται οἱ ἐπὶ τῆς σκηνῆς; πῶς µὲν καλὰ, πῶς δὲ λαµπρὰ, πῶς δὲ εἰς τὴν ἐσχάτην ἀκρίβειαν τῆς εὐµορφίας διαπεπλασµένα; ἔχεις µοι δεῖξαι ὄψιν τοιαύτην ἐπὶ τῆς ἀληθείας; Οὐδαµῶς. Τί οὖν; ἆρα ἠράσθης αὐτῶν ποτε; Οὔ· διὰ τί; ἐπειδὴ διάκενά ἐστι, καὶ µιµεῖται κάλλος, οὐκ ἔστι δὲ κάλλος. Οὕτω καὶ ἡ δόξα διάκενός ἐστι καὶ µιµεῖται δόξαν, οὐκ ἔστι δὲ δόξα. Ἐκείνη µόνη µένει ἡ φυσικὴ ἡ ἔνδον· αὕτη δὲ ἡ ἔξω ἐπικειµένη ἐπικρύπτει πολλάκις τὴν ἀµορφίαν, ἐπικρύπτει παρὰ ἀνθρώποις, καὶ µέχρι τῆς ἑσπέρας· τοῦ δὲ θεάτρου λυθέντος καὶ τῶν προσ ωπείων ἐπαρθέντων, ἕκαστος, ὅπερ ἐστὶ, τοῦτο φαίνεται. Μὴ τοίνυν ὡς ἐν σκηνῇ καὶ ἐν ὑποκρίσει τὴν ἀλήθειαν µετέλθωµεν. Εἰπὲ γάρ µοι, τί καλὸν ἔχει τὸ περιβλέπεσθαι παρὰ τῶν πολλῶν; κενοδοξία ἐστὶ, καὶ οὐδὲν ἕτερον· ἐπεὶ ἄνελθε εἰς τὴν οἰκίαν καὶ γενοῦ µόνος, καὶ εὐθέως διεῤῥύη τὸ πᾶν. Ἐνέβαλες εἰς τὴν ἀγοράν; ἐπέστρεψας τοὺς παρόντας; καὶ τί τὸ πλέον; Οὐδέν· ἐσβέσθη καὶ ἀπῆλθεν ὡς καπνὸς διαλυθείς. Τῶν οὖν ἀνυποστάτων οὕτως ἐρῶµεν; καὶ πόσης ταῦτα ἀλογίας, εἰπέ µοι; πόσης ἀνοίας; Πρὸς ἓν τοίνυν ὁρῶµεν µόνον, πῶς ὁ Θεὸς ἐπαινέσει ἂν τοῦτο σκοπῶµεν, οὐδέποτε ζητήσοµεν τὰ παρὰ τῶν ἀνθρώπων, ἀλλὰ κἂν γένηται, καταφρονήσοµεν, καταγελασόµεθα, διαπτύσοµεν· ὡς ἂν εἰ χρυσίου µὲν ἐφιέµενοι, πηλὸν δὲ λαµβάνοντες, οὕτω διακεισόµεθα. Μὴ ἐπαινείτω σε ὁ δεῖνα· οὐδὲν γὰρ ὠφέλησε· κἂν ψέξῃ, οὐδὲν ἔβλαψεν. Ἐπὶ δὲ τοῦ Θεοῦ ταῦτα ἀµφότερα ἔχει τι κέρδος καὶ ζηµίαν· τὰ δὲ παρὰ τῶν ἀνθρώπων πάντα µάταια. Καὶ κατὰ τοῦτο ἐξισούµεθα τῷ Θεῷ, ὅτι οὐ δεῖται τῆς παρ' ἀνθρώπων δόξης ἐκεῖνος·∆ όξαν γὰρ, φησὶ, παρὰ ἀνθρώπων οὐ λαµβάνω. Μικρὸν µὲν οὖν τοῦτο, εἰπέ µοι; Ὅταν µὴ θέλῃς καταφρονεῖν δόξης, εἰπὲ ὅτι τῷ Θεῷ ἴσος γίνοµαι καταφρονήσας, καὶ εὐθέως καταφρονήσεις. Οὐ γὰρ ἔστιν, ἄνθρωπον δόξης δοῦλον, µὴ πάντων εἶναι δοῦλον, καὶ αὐτῶν τῶν ἀνδραπόδων δουλικώτερον. Οὐ γὰρ ἐπιτάττοµεν τοιαῦτα τοῖς δούλοις τοῖς ἡµετέροις, οἷα ἐκείνη τοῖς ὑπ' αὐτῆς ἁλοῦσιν· αἰσχρὰ καὶ αἰσχύνης γέµοντα πράγµατα καὶ φθέγγεσθαι ποιεῖ καὶ πάσχειν· καὶ µάλιστα ὅταν ἴδῃ ὑπακούοντας, ἐπιτείνει µᾶλλον τὰ ἐπιτάγµατα. Φύγωµεν οὖν, φύγωµεν, παρακαλῶ, τὴν δουλείαν ταύτην. Πῶς δὲ, φησὶ, δυνησόµεθα; Ἂν φιλοσοφήσωµεν περὶ τῶν ἐνταῦθα, ἂν ἴδωµεν ὅτι τὰ παρόντα πράγµατα ὄναρ ἐστὶ καὶ σκιὰ, καὶ οὐδὲν ἕτερον, εὐκόλως αὐτῆς περιεσόµεθα, καὶ οὔτεἐν τοῖς µικροῖς, οὔτε ἐν τοῖς µεγάλοις ἁλωσόµεθα· ἂν δὲ µὴ ἐν τοῖς µικροῖς καταφρονῶµεν, καὶ ἐν τοῖς µεγίστοις ῥᾳδίως περιπεσούµεθα. Πόῤῥωθεν οὖν ἀναστέλλωµεν αὐτῆς τὰς πηγάς· αὗται δέ εἰσιν ἄνοια καὶ τὸ ταπεινὴν κεκτῆσθαι ψυχήν· ὡς ἐὰν ὑψηλὸν λάβωµεν φρόνηµα, δυνησόµεθα καὶ τῆς παρὰ τῶν πολλῶν τιµῆς ὑπεριδεῖν, καὶ πρὸς τὸν οὐρανὸν τεῖναι τὴν διάνοιαν, καὶ τῶν ἐκεῖἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note