Homilies on Titus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
3.0
Εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. Ἡ µαρτυρία αὕτη ἐστὶν ἀληθής.∆ ι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόµως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, µὴ προσέχοντες Ἰουδαϊκοῖς µύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφοµένωντὴν ἀλήθειαν.
3.1
Πολλὰ ἐνταῦθά ἐστι τὰ ζητούµενα, πρῶτον µὲν, τίς ὁ εἰρηκώς· δεύτερον δὲ, τί δήποτε ὁ Παῦλος αὐτοῖς ἐχρήσατο· τρίτον, ὅτι οὐδὲ ὀρθῶς ἔχουσαν µαρτυρίαν παρήγαγε. Φέρε οὖν καὶ ἕτερα προσθέντες οὕτω και ρίαν τὴν λύσιν ἐπαγάγωµεν. Καὶ γὰρ ὅτε τοῖς Ἀθηναίοις διελέγετο, µεταξὺ τῆς δηµηγορίας φησὶν, Ἀγνώστῳ Θεῷ· καὶ πάλιν, Τοῦ γὰρ καὶ γένος ἐσµὲν, ὡς καί τινες τῶν καθ' ὑµᾶς ποιητῶν εἰρήκασιν. Ἐπιµενίδης οὖν ἐστιν ὁ εἰρηκὼς, Κρὴς καὶ αὐτὸς ὤν· ἀλλὰ πόθεν κινούµενος, ἀναγκαῖον εἰπεῖν τὴν ὑπόθεσιν πρὸς ὑµᾶς· ἔχει δὲ οὕτως· Οἱ Κρῆτες τάφον ἔχουσι τοῦ∆ ιὸς ἐπιγραφέντα τοῦτο· Ἐνταῦθα Ζὰν κεῖται, ὃν[ ι. τὸν]∆ ία κικλήσκουσι.∆ ιὰ ταύτην οὖν τὴν ἐπιγραφὴν ὁ ποιητὴς ψεύστας τοὺς Κρῆτας κωµῳδὼν, προϊὼν πάλιν ἐπάγει, αὔξων µᾶλλον τὴν κωµῳδίαν· Καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ' οὐ θάνες· ἐσσὶ γὰρ αἰεί. Εἰ τοίνυν αὕτη ἡ µαρτυρία ἀληθὴς, ὅρα τὸν κίνδυνον ὅσος. Εἰ γὰρ ἀληθὴς ὁ ποιητὴς εἰπὼν ὅτι ἐψεύσαντο, τεθνηκέναι τὸν∆ ία εἰπόντες, ὥς φησιν ὁ ἀπόστολος, µέγας ὁ κίνδυνος. Προσέχετε, Ἀγαπητοὶ, µετὰ πολλῆς τῆς ἀκριβείας· Εἶπεν ὁ ποιητὴς, ὅτι ψεύδονται οἱ Κρῆτες οἱ τὸν∆ ία εἰπόντες τετελευτηκέναι· ἐβεβαίωσε τὴν µαρτυρίαν αὐτοῦ ὁ Ἀπόστολος. Οὐκοῦν κατὰ τὸν Ἀπόστολον ἀθάνατος ὁ Ζεύς· Αὕτη γὰρ, φησὶν, ἡ µαρτυρία ἀληθής ἐστι. Τί οὖν ἐροῦµεν; µᾶλλον δὲ πῶς ἔστι τοῦτο ἐπιλύσασθαι; Οὐ τοῦτο εἶπεν ὁ Ἀπόστολος, ἀλλ' ἁπλῶς οὕτως ἔλαβε τὴν µαρτυρίαν καὶ ἀφελῶς πρὸς τὸ ἦθος αὐτῶν τὸ ἐψευσµένον.∆ ιὰ τί γὰρ µὴ ἐπήγαγε τὸ, Καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο; Ὥστε οὐ τοῦτο εἶπεν ὁ Ἀπόστολος, ἀλλ' ὅτι καλῶς ὁ δεῖνα εἶπεν, ὅτι ψεῦσταί εἰσιν οἱ Κρῆτες. Οὐκ ἐντεῦθεν δὲ µόνον ἰσχυριζόµεθα, ὅτι οὐκ ἔστι θεὸς ὁ Ζεύς· ἔνεστι γὰρ καὶ ἑτέρωθεν πολλαχόθεν κατασκευάζοντας, καὶ οὐχὶ ἀπὸ τῆς τῶν Κρητῶν µαρτυρίας, τοῦτο σαφῶς ἀποδεῖξαι. Ἄλλως δὲ οὐκ ἐν τούτῳ εἶπεν αὐτοὺς ψεύδεσθαι· µᾶλλον δὲ εἰκὸς καὶ τοῦτο ἐψεῦσθαι αὐτούς· καὶ γὰρ καὶ ἄλλους ἐνόµιζον θεούς.∆ ιὰ τοῦτο ὁ Ἀπόστολος ψεύστας αὐτοὺς εἶπεν. Ἀλλὰ τὸ ζητούµενον, τί δήποτε ἀπὸ τῶν Ἑλληνικῶν ἄγει τὰς µαρτυρίας. Ὅτι µάλιστα τούτοις ἐντρέποµεν αὐτοὺς, ὅταν οἴκοθεν ἐνέγκωµεν τὰς µαρτυρίας καὶ τὰς κατηγορίας, ὅταν τοὺς παρ' αὐτοῖς θαυµαστοὺς, τούτους ἐπιστήσωµεν αὐτοῖς αἰτιωµένους.∆ ιὰ τοῦτο καὶ ἑτέρωθι κέχρηται λέγων, Ἀγνώστῳ Θεῷ. Οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ οὐκ ἐξ ἀρχῆς τοὺς θεοὺς πάντας παρέλαβον, ἀλλὰ κατὰ χρόνους, καὶ ἄλλους τινὰς, ὡς τὰ ἐκ τῶν Ὑπερβορέων, ὡς τὰ τοῦ Πανὸς, ὡς τὰ µικρὰ, ὡς τὰ µεγάλα µυστήρια ἐπήγαγον ὕστερον, οὗτοι στοχαζόµενοι ἀπὸ τούτων, ὅτι εἰκὸς καὶ ἄλλον εἶναι θεὸν, ὑπ' αὐτῶν δὲ ἠγνοῆσθαι, ἵνα καὶ περὶἐκεῖνον ὦσιν εὐκαθοσίωτοι, τούτῳ βωµὸν ἔστησαν ἐπιγράψαντες, Ἀγνώστῳ Θεῷ, µονονουχὶ τοῦτο δηλοῦντες, καὶ εἴ τις ἄγνωστος εἴη θεός. Εἶπεν οὖν, ὅτι Ὃν προλαβόντες ὑµεῖς ἐπέγνωτε, τοῦτον ἐγὼ καταγγέλλω ὑµῖν. Τὸ δὲ, Τοῦ γὰρ καὶ γένος ἐσµὲν, περὶ τοῦ∆ ιὸς εἴρηται τῷ Ἀράτῳ· ὃς ἐπεὶ ἀρχόµενος εἶπε, Μεσταὶ δὲ∆ ιὸς µὲν ἀγυιαὶ, µεστὴ δὲ θάλασσα, τότε ἐπήγαγε τὸ, Τοῦ γὰρ καὶ γένος ἐσµὲν, δεικνὺς οἶµαι κἀκεῖνος ὅτι γεγόναµενἐκ Θεοῦ. Πῶς οὖν ὁ Παῦλος τὰ περὶ τοῦ∆ ιὸς εἰρηµένα εἰς τὸν Θεὸν τῶν ὅλων εἵλκυσεν; Οὐ τὰ περὶ τοῦ∆ ιὸς εἰρηµένα εἵλκυσεν εἰς τὸν Θεὸν, ἀλλὰ τὰ προσήκοντα τῷ Θεῷ, καὶ οὐ γνησίως οὐδὲ κυρίως ἐπιτεθέντα τῷ∆ ιὶ, ταῦτα ἀποδίδωσι τῷ Θεῷ· ἐπεὶ καὶ τὸ, θεὸς, ὄνοµα αὐτοῦ µόνου ἐστὶ, καὶ παρανόµως ἐπίκειται τοῖς εἰδώλοις. Ἀλλὰ πόθεν ἐχρῆν αὐτοῖς διαλεχθῆναι; ἀπὸ τῶν προ φητῶν; Ἀλλ' οὐκ ἂν ἐπίστευσαν· ἐπεὶ καὶ Ἰουδαίοις οὐδὲν ἀπὸ τῶν Εὐαγγελίων φθέγγεται, ἀλλ' ἀπὸ τῶν προφητῶν· διὰ τοῦτό φησιν, Ἐγενόµην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόµοις ὡς ἄνοµος, τοῖς ὑπὸ νόµον ὡς ὑπὸ νόµον.
3.2
Τοῦτο καὶ ὁ Θεὸς ποιεῖ· οἷον ἐπὶ τῶν µάγων, οὐ δι' ἀγγέλου αὐτοὺς ἄγει, οὐ διὰ προφήτου, οὐ δι' ἀποστόλου, οὐ δι' εὐαγγελιστοῦ, ἀλλὰ πόθεν;∆ ιὰ ἄστρου· ἐπειδὴ γὰρ περὶ ταῦτα τὴν τέχνην εἶχον, ἐκεῖθεν αὐτοὺς εἵλκυσε. Πάλιν ἐπὶ τῶν βοῶν ἐπὶ τῆς κιβωτοῦ, Ἐὰν πορευθῶσι, φησὶ, τήνδε τὴν ὁδὸν, ἀληθής ἐστιν ἡ τοῦ Θεοῦ ἀγανάκτησις, καθάπερ οἱ µάντεις ὑπετίθεντο. Οὐκοῦν ἀληθεύουσιν οἱ µάντεις; Ἄπαγε· ἀλλ' ἀπὸ τῶν οἰκείων στοµάτων αὐτοὺς ἐλέγχει καὶ καταπλήττει. Πάλιν ἐπὶ τῆς ἐγγαστριµύθου· καὶ γὰρ ἐπειδὴ ταύτῃ ἐπίστευε, διὰ ταύτης ἐποίησεν ἀκοῦσαι τὸν Σαοὺλ τὰ µέλλοντα αὐτὸν καταλαµβάνειν. Τίνος οὖν ἕνεκεν ἐπεστόµισε τὸν δαίµονα ὁ Παῦλος τὸν λέγοντα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡµῖνὁδὸν σωτηρίας; τίνος δὲ ἕνεκεν καὶ ὁ Χριστὸς κωλύει τοὺς δαίµονας φθέγγεσθαι; Ἐκεῖ µὲν εἰκότως· καὶ γὰρ τὰ σηµεῖα προεχώρει· ἐπεὶ καὶ ἐνταῦθα οὐκ ἀστὴρ ἦν, ἀλλ' αὐτὸς ἑαυτὸν ἐκήρυττε· καὶ οἱ δαίµονες δὲ οὐ προσεκυνοῦντο. Οὐκ ἦν γὰρ εἴδωλον τὸ φθεγγόµενον, ἵνα κωλυθῇ. Καὶ τὸν Βαλαὰµ δὲ εἴασεν εὐλογῆσαι, καὶ οὐκ ἐκώλυσεν. Οὕτω πανταχοῦ συγκαταβαίνει. Καὶ τί τοῦτο θαυµάζεις; Αὐτὸς περὶ ἑαυτοῦ ἀφίησι δόξας πονηρὰς καὶ ἀναξίους ἑαυτοῦ συνίστασθαι, οἷον ὅτι σῶµα ἦν πρότερον, ὅτι ὁρατός· πρὸς τοῦτο γοῦν λέγει, Πνεῦµα ὁ Θεός. Πάλιν ὅτι χαίρει ταῖς θυσίαις, ὅπερ ἦν ἀλλότριον αὐτοῦ, καὶ ῥήµατα φθέγγεται ἀπᾴδοντα αὐτοῦ τῆς ὁµολογίας· καὶ ὅσα τοιαῦτα. Οὐδαµοῦ γὰρ τὴν ἀξίαν ὁρᾷ τὴν ἑαυτοῦ, ἀλλὰ πανταχοῦ τὸ ἡµῖν χρήσιµον. Εἰ γὰρ πατὴρ οὐχ ὁρᾷ τὴν ἀξίαν τὴν ἑαυτοῦ, ἀλλὰ συµψελλίζει τοῖς παιδίοις, καὶ τροφὴν καὶ ἐδέσµατα καὶ πόµατα οὐχ Ἑλληνικοῖς ὀνόµασι καλῶν, ἀλλὰ παιδικῇ τινι διαλέξει καὶ βαρβάρῳ, πολλῷ µᾶλλον ὁ Θεός. Καὶ ὀνειδίζει συγκαταβατικῶς διὰ τοῦ προφήτου, λέγων· Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν· καὶ πανταχοῦ συγκατάβασίς ἐστι τὰ ἐν ταῖς Γραφαῖς, καὶ ῥήµατα καὶ πράγµατα.∆ ι' ἣν αἰτίαν, φησὶν, ἔλεγχε αὐτοὺς ἀποτόµως, ἵνα ὑγιαίνωσι τῇ πίστει.∆ ιὰ τοῦτό φησιν, ἐπειδὴ ἦθος αὐτοῖς ἐστιν ἰταµὸν καὶ δολερὸν καὶ ἀκόλαστον. Τάδε µυρία κακὰ αὐτοὶ ἔχουσιν. Ὅταν δὲ καὶ ψεύδωνται προχείρως, καὶ δολεροὶ ὦσι καὶ γαστρίµαργοι καὶ ἀργοὶ, σφοδροῦ καὶ πληκτικοῦ τοῦ λόγου δεῖ· προσηνείᾳ γὰρ οὐκ ἂν ἀχθείη ὁ τοιοῦτος. Ἔλεγχε οὖν αὐτούς. Ἐνταῦθα οὐ τοὺς ἀλλοτρίους φησὶν, ἀλλὰ τοὺς οἰκείους. Ἀποτόµως. Βαθυτέραν, φησὶ, δίδου τὴν πληγήν. Οὐ γὰρ πᾶσιν ἑνὶ τρόπῳ προσενεκτέον, ἀλλὰ διαφόρως καὶ ποικίλως, καὶ πρὸς τὰ ὑποκείµενα. Οὐδαµοῦ παρακαλεῖ ἐνταῦθα. Ὥσπερ γὰρ ὁ τὸν ἐπιεικῆ καὶ εὐγενῆ πλήττων ἀναιρεῖ καὶ ἀπόλλυσιν· οὕτως ὁ τὸν δεόµενον σφοδρότητος κολακεύων διαφθείρει καὶ οὐκ ἀφίησι διαναστῆναι. Ἵνα ὑγιαίνωσι, φησὶν, ἐν τῇ πίστει. Ἄρα τοῦτο ὑγεία, τὸ µηδὲν νόθον µηδὲ ἀλλότριον ἐπεισάγειν. Εἰ δὲ οἱ βρώµατα παρατηροῦντες οὐχ ὑγιαίνουσιν, ἀλλὰ νοσοῦσι καὶ ἀσθενοῦσι( Τοὺς γὰρ ἀσθενοῦντας, φησὶ, τῇ πίστει προσλαµβάνεσθε µὴ εἰςδιακρίσεις διαλογισµῶν)· τί ἂν εἴποι τις περὶ τῶν τὰ αὐτὰ νηστευόντων αὐτοῖς, περὶ τῶν σαββατιζόντων, περὶ τῶν εἰς τόπους ἀπερχοµένων ἐκείνοις ἀφιερωµένους; τὸν ἐν∆ άφνῃ λέγω, τὸ τῆς Ματρώνης λεγόµενον σπήλαιον, τὸν ἐν Κιλικίᾳ τόπον τὸν τοῦ Κρόνου λεγόµενον. Πῶς δὲ οὗτοι ὑγιαίνουσι;∆ ιὸ χρὴ σφοδροτέρας αὐτοῖς τῆς πληγῆς.∆ ιὰ τί οὖν ἐπὶ Ῥωµαίων τὸ αὐτὸ οὐ ποιεῖ; Ὅτιοὐ τοιαῦτα τὰ ἤθη ἐκείνων, ἀλλ' εὐγενέστεροι ἐτύγχανον. Μὴ προσέχοντες, φησὶν, Ἰουδαϊκοῖς µύθοις.∆ ιπλῇ µῦθος τὰ Ἰουδαϊκὰ, καὶ ὅτι παραποίησις, καὶ ὅτι παρὰ καιρὸν τὸ πρᾶγµα· λοιπὸν γὰρ µῦθος γίνεται. Ὅταν γὰρ µὴ δεῖ αὐτὸ γενέσθαι, καὶ γενόµενον βλάπτῃ, µῦθός ἐστιν, ὥσπερ ἄχρηστόν ἐστιν. Ὥσπερ οὖν ἐκείνοις οὐ δεῖ πείθεσθαι, οὕτως οὐδὲ τούτοις· οὐ γάρ ἐστιν ὑγιαίνειν. Εἰ γὰρ πιστεύεις τῇ πίστει, τί ἕτερα ἐπεισάγεις, ὡς οὐκ ἀρκούσης τῆς πίστεως δικαιῶσαι; τί καταδουλοῖς ἑαυτὸν καὶ ὑποβάλλεις τῷ νόµῳ; οὐ θαῤῥεῖς τῷ πράγµατι; Τοῦτο νοσοῦντός ἐστι καὶ ἀπιστοῦντος· πιστῆς γὰρ διανοίας µὴ ἀµφιβάλλειν· ἀµφιβάλλει δὲ ὁ τοιοῦτος. Πάντα µὲν, φησὶ, καθαρὰ τοῖς καθαροῖς. Ὁρᾷς ὅτι πρός τί ἐστι τὸ εἰρηµένον; Τοῖς δὲ µεµιαµµένοις, φησὶ, καὶ ἀπίστοις οὐδὲν καθαρόν.
3.3
Οὐκ ἄρα παρὰ τὴν οἰκείαν φύσιν καθαρὰ ἢ ἀκάθαρτα, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν µεταλαµβανόντων. Ἀλλὰ µεµίανται αὐτῶν, φησὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. Θεὸν ὁµολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιµοι. Οὐκοῦν καὶ ὁ ὗς καθαρόν· τί οὖν ὡς ἀκάθαρτον ἀπηγόρευται; Οὐ τῇ φύσει ἀκάθαρτον ἦν· πάντα γὰρ καθαρά· ἐπεὶ οὐδὲν ἰχθύος ἀκαθαρτότερον, ὅπου γε καὶ ἀνθρωπίνων ἀπογεύεται σωµάτων· ἀλλ' ἐπετέτραπτο, καὶ καθαρὸν εἶναι ἐδόκει. Πάλιν οὐδὲν ὄρνιθος ἀκαθαρτότερον· σκώληκας γὰρ ἐσθίει· οὐδὲν ἐλάφου· καὶ γὰρ καὶ παρὰ τοῦτό φασιν αὐτὸν καλεῖσθαι ἔλαφον διὰ τὸ ὄφεις ἐσθίειν· ἀλλὰ πάντα ταῦτα ἠσθίετο. Τίνος οὖν ἕνεκεν τὸν ὗν καὶ ἕτερά τινα τοιαῦτα ἀπηγόρευσεν; Οὐχ ὡς ἀκάθαρτα, ἀλλὰ τὸ πλέον τῆς τρυφῆς περικόπτων. Ἀλλ' εἰ µὲν τοῦτο εἶπεν, οὐκ ἂν ἔπεισε· νῦν δὲ τῷ φόβῳ τῆς ἀκαθαρσίας αὐτοὺς κατέσχε. Τί γὰρ, εἰπέ µοι, οἴνου ἀκαθαρτότερον, εἰ ταῦτα ἐξετάζειν χρή; τί δὲ ὕδατος, εἰπέ µοι, ᾧ µάλιστα ἐκαθαίροντο; νεκρῶν οὐχ ἥπτοντο, καὶ νεκρῷ καθηγνίζοντο· τὸ γὰρ σφαζόµενον νεκρὸν, καὶ τούτῳ ἐκαθαίροντο. Οὕτω παίδων ἦν ἡ διδασκαλία. Σκόπει δέ· Ὁ οἶνος οὐχὶ ἀπὸ κόπρου τὴν σύστασιν ἔχει; ὥσπερ γὰρ ἀπὸ τῆς γῆς ἕλκει ἡ ἄµπελος τὴν νοτίδα, οὕτω καὶ ἀπὸ τῆς κόπρου τῆς παρακειµένης. Καὶ ὅλως, εἰ βουλοίµεθα ἀκριβολογεῖσθαι, πάντα ἀκάθαρτα. Ἀλλ' οὐδὲν, εἰ βουλοίµεθα µὴ ἀκριβολογεῖσθαι, ἀκάθαρτον, ἀλλὰ πάντα καθαρά· οὐδὲν ὁ Θεὸς ἀκάθαρτον ἐποίησεν· οὐδὲν γὰρ ἀκάθαρτον, εἰ µὴ ἡ ἁµαρτία µόνη· ψυχῆς γὰρ ἅπτεται, καὶ ταύτην ῥυποῖ. Τοῦτο δὲ πρόληψίς ἐστιν ἀνθρωπίνη. Τοῖς δὲ µεµιαµµένοις, φησὶ, καὶ ἀπίστοις οὐδὲν καθαρὸν, ἀλλὰ µεµίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. Πῶς γὰρ ἐν τοῖς καθαροῖς ἀκάθαρτον ἂν εἴης; Ὁ ψυχὴν ἔχων ἀσθενῆ, πάντα ῥυποῖ. Εἰ δὲ ἐνσπαρῇ τοιοῦτος λογισµὸς τὸ καθαρὸν καὶ τὸ ἀκάθαρτον ζητῶν, οὐδενὸς ἅψεται· οὐδὲ γὰρ ταῦτα καθαρὰ, ἰχθῦς λέγω, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτῶν λογισµὸν( Μεµίανται αὐτῶν, φησὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις), ἀλλὰ πάντα µιαρά. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ τί; Περιέτρεψεν εἰς αὐτοὺς τὸ πᾶν. Οὐδὲν γὰρ ἀκάθαρτον, φησὶν, ἀλλ' αὐτοὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις αὐτῶν· τούτων οὐδέν ἐστιν ἀκαθαρτότερον. Θεὸν ὁµολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιµοι. Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Τοῦτό ἐστιν ἀκαθαρσία· αὐτοί εἰσιν ἀκάθαρτοι· ἀλλὰ µὴ τούτων ἕνεκεν σιγήσῃς. Κἂν µὴ δέχωνται, φησὶ, σὺ τὰ σαυτοῦ πράττε· κἂν µὴ πείθωνται, σὺ παραίνει καὶ συµβούλευε. Ἐνταῦθα πλέον αὐτοὺς διαβάλλει. Καὶ γὰρ οἱ µαινόµενοι οὐδὲν νοµίζουσιν ἑστηκέναι· ἀλλ' οὐ παρὰ τὰ ὁρώµενα τοῦτο γίνεται, ἀλλὰ παρὰ τοὺς ὁρῶντας ὀφθαλµούς. Ἐπειδὴ ἄστατοί εἰσι καὶ ἰλιγγιῶντες, νοµίζουσι περιστρέφεσθαι αὐτοῖς τὴν γῆν· ἀλλ' οὐ περιστρέφεται, ἀλλ' ἕστηκε παγία· τοῦ γὰρ πάθους αὐτῶν ἡ ἀπόνοια, οὐ τοῦ στοιχείου τὸ πάθος. Οὕτω καὶ ἐνταῦθα· ὅταν ψυχὴ ἀκάθαρτος ᾖ, πάντα ἀκάθαρτα νοµίζει. Ἄρα οὖν οὐ τὸ παρατηρεῖσθαι καθαρότητος, ἀλλὰ καθαρότητος τὸ πάντων κατατολµᾷν· ὁ γὰρ φύσει καθαρὸς, πάντων κατατολµᾷ, οἱ δὲ ἐῤῥυπωµένοι, οὐδενός. Τοῦτο καὶ πρὸς Μαρκίωνα ἔστιν εἰπεῖν. Ὁρᾷς ὅτι καθαρότητος τεκµήριον τίθεται τὸ παντὸς ῥύπου ἀνώτερον εἶναι, τὸ δὲ µηδενὸς ἅπτεσθαι, ἀκαθαρσίας; Οὕτω καὶ ἐπὶ Θεοῦ· ὅτι σάρκα ἀνέλαβε, τοῦτο καθαρότητος· εἰ δεδοικὼς δὲ οὐκ ἀνέλαβε, ῥύπου. Ὁ τὰ δοκοῦντα εἶναι ἀκάθαρτα µὴ ἐσθίων, οὗτός ἐστιν ἀκάθαρτος καὶ ἀσθενής· ὁ δὲ ἐσθίων, οὐκέτι. Μὴ καθαροὺς τοίνυν καλῶµεν τοὺς τοιούτους· οὗτοί εἰσιν οἱ ἀκάθαρτοι· ὁ δὲ πάντων κατατολµῶν, καθαρός. Ταύτην τὴν εὐλάβειαν ἐπὶ τῶν ῥυπούντων τὴν ψυχὴν ἐπιδείκνυσθαι χρή· ἐκεῖνο γὰρ ἀκαθαρσία, ἐκεῖνο ῥύπος· τοῦτο δὲ οὐδὲν τούτων. Ἐπεὶ καὶ οἱ στόµα ἔχοντες διεφθαρµένον νοµίζουσι τὰ προσφερόµενα ἀκάθαρτα εἶναι, τοῦτο δὲ τοῦ πάθους ἐστί. Χρὴ τοίνυν τῶν καθαρῶν σφόδρα εἰδέναι καὶ τῶν ἀκαθάρτων τὴν φύσιν. Τί οὖν ἐστιν ἀκάθαρτον; Ἁµαρτία, κακία, πλεονεξία, πονηρία. Λούσασθε, φησὶ, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑµῶν ἀπὸ τῶν ψυχῶν ὑµῶν. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ, ὁ Θεός. Ἐξέλθετε ἐκ µέσου αὐτῶν, καὶ ἀφορίσθητε, φησὶ, καὶ ἀκαθάρτου µὴ ἅπτεσθε· ἐπεὶ καὶ αἱ παρατηρήσεις ἐκεῖναι σύµβολα ἦσαν καθαρσιῶν. Νεκροῦ, φησὶ, µὴ ἅψῃ. Τοιοῦτον γὰρ ἡ ἁµαρτία, νεκρὸν καὶ ὀδωδός. Ὁ λεπρὸς, φησὶν, ἀκάθαρτός ἐστι. Καὶ γὰρ ἡ ἁµαρτία ποικίλον καὶ πολυειδές. Καὶ ὅτι τοῦτο αἰνίττεται, ἐκ τῶν ἑξῆς δῆλον. Ἐὰν γὰρ ᾖ διαπαντὸς ἡ λέπρα καὶ καθ' ὅλου τοῦ σώµατος, καθαρός ἐστιν· ἐὰν δὲ ἐν µέρει, οὐκέτι. Ὁρᾷς ὅτι τὸ ποικίλον καὶ ἐνηλλαγµένον ἐστὶ τὸ ἀκάθαρτον; Πάλιν ὁ γονοῤῥυὴς ἀκάθαρτος ἐν τῇ ψυχῇ. Λόγισαι τὸν γονοῤῥυῆ, τὸν τὰ σπέρµατα ἀποβάλλοντα. Ὁ µὴ περιτµηθεὶς πάλιν ἀκάθαρτος. Ὁρᾷς πῶς οὐκ ἔστι ταῦτα ἀλληγορία, ἀλλὰ τύποι; Ὁ µὴ περιελὼν, φησὶ, τῆς ψυχῆς τὴν κακίαν. Ὁ ἐργαζόµενος ἐν τῷ σαββάτῳ, λιθάζεται· τουτέστιν, ὁ µὴ διαπαντὸς ἀνακείµενος τῷ Θεῷ, οὗτος ἀπόλλυται. Εἴδετε πόσοι τρόποι ἀκαθαρσιῶν; Ἡ ἀπὸ λέχους, φησὶν, ἀκάθαρτός ἐστι.∆ ιὰ τί, εἰπέ µοι; Οὐχὶ σπόρον καὶ γέννησιν αὐτὸς ἐποίησε; τίνος οὖν ἕνεκεν ἀκάθαρτος ἡ γυνή; εἰ µὴ ἕτερόν τι ᾐνίττετο. Τί δὲ τοῦτό ἐστιν; Εὐλάβειαν ἐνέτικτε τῇ ψυχῇ, τῆς πορνείας ἀπήγαγε πόῤῥω. Εἰ γὰρ ἡ τεκοῦσα ἀκάθαρτος, πολλῷ µᾶλλον ἡ πορνεύουσα· εἰ τὸ τῇ γυναικὶ τῇ ἑαυτοῦ πλησιάζειν οὐ σφόδρα καθαρὸν, τὸ ἀλλοτρίᾳ µίγνυσθαι πολλῷ µᾶλλον. Ὁ ἀπὸ κήδους, φησὶν, ἀκάθαρτος· πολλῷ µᾶλλον ὁ ἀπὸ φόνου καὶ πολέµου. Καὶ πολλοὺς ἂν εὕροι τις τρόπους ἀκαθαρσιῶν, εἴ γε δεῖ πάντας ἀναλέγεσθαι. Ἀλλ' οὐ νῦν ταῦτα ἀπαιτούµεθα, ἀλλὰ µετέστη εἰς τὴν ψυχὴν τὸ πᾶν. Τὰ γὰρ σωµατικὰ ἐγγυτέρω ἡµῶν· διὰ τοῦτο ἀπὸ τούτου ἐνήγαγεν· ἀλλ' οὐ νῦν· οὐ γὰρ ἔδει παρακαθέζεσθαι τοῖς τύποις, οὐδὲ προσεδρεύειν ταῖς σκιαῖς, ἀλλὰ τῆς ἀληθείας ἔχεσθαι, καὶ ταύτης ἀντιλαµβάνεσθαι. Ἀκάθαρτον ἡ ἁµαρτία· ταύτην φεύγωµεν, ταύτης ἀπεχώµεθα· Ἐὰν προσέλθῃς, φησὶ πρὸς αὐτὴν, δέξεταί σε. Οὐδὲν πλεονεξίας ἀκαθαρτότερον. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν πραγµάτων. Τί γὰρ οὐ µιαίνει; χεῖρας, ψυχὴν, αὐτὴν τὴν οἰκίαν, ἔνθα ἀπόκειται τὰ ἁρπαζόµενα. Πρὸς Ἰουδαίους µὲν οὖν οὐδὲν τοῦτο εἶναι δοκεῖ. Καίτοι ὀστᾶ ἐβάστασεν ὁ Μωϋσῆς τοῦ Ἰωσὴφ, καὶ ὁ Σαµψὼν ἀπὸ σιαγόνος ὄνου ἔπιε, καὶ ἀπὸ λέοντος µέλι ἔφαγε, καὶ Ἠλίας ἀπὸ κοράκων ἐτρέφετο, καὶ παρὰ γυναικὸς χήρας. Τί δὲ, εἰπέ µοι, εἰ τούτων ἕνεκεν ἀκριβολογεῖσθαι χρὴ, τὰ δέρµατα τῶν βιβλίων αὐτῶν οὐ πάντων ἦν ἐναγέστερα; καὶ γὰρ ἀπὸ νεκρῶν ζώων ἐστίν. Οὐχὶ ὁ πόρνος τοίνυν ἀκάθαρτος µόνον, ἀλλὰ καὶ ἕτεροι τούτου µᾶλλον, καὶ ὁ µοιχὸς ἀκάθαρτος· ἀκάθαρτος δὲ καὶ οὗτος κἀκεῖνος, οὐ διὰ τὴν µίξιν· ἐπεὶ κατὰ τοῦτον τὸν λόγον καὶ ὁ γυναικὶ ἰδίᾳ πλησιάζων, ἀκάθαρτος· ἀλλὰ διὰ τὴν ἀδικίαν καὶ τὴν πλεονεξίαν, ὅτι τὸν ἀδελφὸν ἐπλεονέκτησεν ἐν τοῖς ἀναγκαιοτάτοις. Ὁρᾷς ὅτι ἡ κακία ἀκάθαρτον; Καὶ ὁ µὲν δύο γυναῖκας ἔχων οὐκ ἦν ἀκάθαρτος· καὶ πολλὰς ἔχων ὁ∆ αυῒδ οὐκ ἦν ἀκάθαρτος· ἐπειδὴ δὲ µίαν ἔσχε παρανόµως, ἀκάθαρτος γέγονε.∆ ιὰ τί; Ὅτι ἠδίκησεν, ὅτι ἐπλεονέκτησε. Καὶ ὁ πόρνος δὲ οὐ διὰ τοῦτο ἀκάθαρτος διὰ τὴν µίξιν, ἀλλὰ διὰ τὸν τρόπον, ὅτι ἀδικεῖ τὸ γύναιον, καὶ ἀλλήλους ἀδικοῦσι τὴν γυναῖκα ποιοῦντες κοινὴν, καὶ τοὺς τῆς φύσεως ἀνατρέποντες νόµους· ἑνὸς γὰρ αὐτὴν ἔδει εἶναι. Ἄρσεν γὰρ, φησὶ, καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εἶπεν, Ἔσονται οἱ δύο εἰς σάρκα µίαν· οὐχ οἱ πολλοὶ, ἀλλ' Οἱ δύο εἰς σάρκα µίαν. Καὶ ἐνταῦθα τοίνυν ἀδικία ἐστὶ, καὶ διὰ τοῦτο πονηρὸν τὸ πρᾶγµα. Ὁ θυµὸς πάλιν ὅταν ὑπερβῇ τὰ µέτρα, ἀκάθαρτον ποιεῖ τὸν ἄνθρωπον, οὐ διὰ τὴν ὀργὴν, ἀλλὰ διὰ τὸν τρόπον· ἐπεὶ καὶ τοῦτο πρόσκειται, Ὁ ὀργιζόµενος, οὐχ ἁπλῶς, ἀλλὰ, εἰκῆ. Ὥστε πανταχοῦ τὸ τοῦ πλείονος ἐφίεσθαι, ἀκάθαρτον· ἀπὸ γὰρ ἀπληστίας καὶ τοῦ ἀκορέστου τὸ πρᾶγµα τίκτεται. Νήφωµεν τοίνυν, παρακαλῶ, καθαροὶ γενώµεθα τὴν ἀληθῆ καθαρότητα, ἵνα τὸν Θεὸν ἰδεῖν καταξιωθῶµεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗτῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.