Homilies on Titus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
4.0
Πρεσβύτας νηφαλίους εἶναι, σεµνοὺς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑποµονῇ· πρεσβύτιδας ὡσαύτως ἐν καταστήµατι ἱεροπρεπεῖς, µὴ διαβόλους, µὴ οἴνῳ πολλῷ δεδουλωµένας, καλοδιδασκάλους, ἵνα σωφρονίζωσι τὰς νέαςφιλάνδρους εἶναι, φιλοτέ κνους, σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθὰς, ὑποτασσοµένας τοῖς οἰκείοις ἀνδράσιν, ἵνα µὴ ὁ λόγος τοῦ Θεοῦ βλασφηµῆται.
4.1
Ἔστιν ἃ καὶ τὸ γῆρας ἐλαττώµατα ἔχει, καὶ οὐχ ἡ νεότης· καὶ ἔχει µέν τινα καὶ τῶν τῆς νεότητος, ἔχει δὲ ὅµως καὶ τὸ νωθρὸν, τὸ ὀκνηρὸν, τὸ ληθαργὸν, τὸ ἀµβλὺ, τὸ ἀκρόχολον.∆ ιὰ τοῦτο περὶ τούτων παραγγέλλων φησί· Πρεσβύτας εἶναι νηφαλίους. Πολλὰ γάρ ἐστι τὰ ποιοῦντα µὴ νήφειν τοὺς ἐν ἡλικίᾳ τοιαύτῃ· καὶ πρῶτον αὐτὸ ὅπερ ἔφην, τὸ πανταχόθεν ἀµβλύνεσθαι, καὶ δυσκόλως διεγείρεσθαι, καὶ δυσκόλως κινεῖσθαι· διὸ καὶ ἐπάγει, Σεµνοὺς, σώφρονας. Ἐνταῦθα τοὺς φρονίµους φησί· σωφροσύνη γὰρ τοῦτο λέγεται ἡ τῶν φρενῶν σωτηρία. Εἰσὶ γὰρ, εἰσὶ καὶ ἐν τοῖς γεγηρακόσι λυττῶντες ἄνθρωποι, παράφρονες, οἱ µὲν ἀπὸ οἴνου, οἱ δὲ ἀπὸ λύπης· µικροψύχους γὰρ τὸ γῆρας ποιεῖ. Ὑγιαίνοντας ἐν τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑποµονῇ. Καὶ καλῶς εἴρηκε, Τῇ ὑποµονῇ· καὶ τοῦτο γὰρ µάλιστα τοῖς γέρουσιν ἁρµόζει· Πρεσβύτιδας ὡσαύτως ἐν καταστήµατι ἱεροπρεπεῖς, τουτέστιν, ἀπ' αὐ τοῦ τοῦ σχήµατος καὶ τῆς καταστολῆς δεικνυµένας τὴν κοσµιότητα. Μὴ διαβόλους, µὴ οἴνῳ πολλῷ δεδουλωµένας. Μάλιστα γὰρ τοῦτο γυναικῶν τὸ ἐλάττωµα καὶ τοῦ γήρως· τῷ γὰρ κατεψῦχθαι τὰς ἡλικίας πολλὴ καὶ τούτου γίνεται ἡ ἐπιθυµία. Ὅθεν καὶ περὶ τούτου µάλιστα τὴν παραίνεσιν πρὸς αὐτὰς ποιεῖται, πανταχόθεν τὴν µέθην ἐκκόπτων, καὶ τοῦ νοσήµατος τούτου ἐκτὸς αὐτὰςεἶναι βουλόµενος, καὶ διαφυγεῖν τὸν ἐντεῦθεν γέλωτα. Καὶ γὰρ εὐκολώτερον καὶ οἱ κάτωθεν ἀτµοὶ ἀναφέρονται, καὶ αἱ µήνιγγες τὴν βλάβην δέχονται τῷ πεπαλαιῶσθαι αὐτὰς τῷ χρόνῳ· καὶ ἐντεῦθεν ἡ µέθη µάλιστα γίνεται.∆ εῖ µὲν οὖν οἴνου τῇ ἡλικίᾳ ταύτῃ µάλιστα, ἀσθενὴς γάρ· δεῖ δὲ οὐ πολλοῦ, ὥσπερ οὐδὲ ταῖς νέαις, οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλὰ διὰ τὸ σφόδρα τὴν φλόγα τῆς ἐπιθυµίας ἀνάπτεσθαι. Καλοδιδασκάλους. Καὶ µὴν κωλύεις γυναῖκας διδάσκειν· πῶς οὖν ἐνταῦθα ἐπιτρέπεις, ἐν τοῖς ἑτέρωθι λέγων, Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω; Ἀλλ' ἄκουε τί ἐπήγαγεν, Οὐδὲ αὐθεντεῖν ἀνδρός. Ἀνδράσι µὲν γὰρ ἐπιτέτραπται διδάσκειν ἄνωθεν καὶ ἄνδρας καὶ γυναῖκας· γυναιξὶ δὲ τὸν µὲν παραινετικὸν ἐπιτρέπει λόγον ἐπ' οἰκίας, οὐδαµοῦ δὲ προκαθῆσθαι συγχωρεῖ, οὐδὲ µακρὸν ἀποτείνειν λόγον ἀφίησι.∆ ιὰ τοῦτο ἐπήγαγεν, Οὐδὲ αὐθεντεῖν ἀνδρός. Ἵνα σωφρονίζωσι, φησὶ, τὰς νέας.
4.2
Ὁρᾷς πῶς συµπλέκει καὶ συνάγει τὸν λαόν; πῶς ὑποτάττει τὰς νεωτέρας ταῖς γεγηρακυίαις; Οὐ γὰρ περὶ θυγατέρων ἐνταῦθα διαλέγεται, ἀλλ' ἁπλῶς ἀπὸ τῆς ἡλικίας. Ἑκάστη, φησὶ, πρεσβυτέρα τὴν νεωτέραν σωφρονιζέτω. Φιλάνδρους εἶναι. Τὸ κεφάλαιον τοῦτο τῶν κατὰ τὴν οἰκίαν ἀγαθῶν· Γυνὴ γὰρ, φησὶν, ἀνδρὶ συµπεριφεροµένη. Τούτου γὰρ ὄντος, οὐδὲν τῶν ἀηδῶν συµβήσεται. Πῶς γὰρ, τῆς κεφαλῆς πρὸς τὸ σῶµα συννενευκυίας, καὶ µηδεµιᾶς ἐκεῖ διαστάσεως οὔσης, οὐ πάντα τὰ λοιπὰ εἰρηνεύσεται; τῶν γὰρ ἀρχόντων ἐν εἰρήνῃ ὄντων, τίς ὁ διαιρῶν καὶ διατέµνων τὴν εἰρήνην; ὥσπερ αὖ τούτων κακῶς διακειµένων, οὐδὲν ὑγιὲς ἔσται κατὰ τὴν οἰκίαν. Οὐδὲν οὖν τούτου µεῖζον· καὶ χρηµάτων καὶ εὐγενείας καὶ δυναστείας καὶ τῶν ἄλλων ἁπάντων τοῦτο λυσιτελέστερον. Οὐκ εἶπεν ἁπλῶς, ἐν εἰρήνῃ εἶναι, ἀλλὰ, φιλεῖν τοὺς ἄνδρας. Ὅταν γὰρ ἀγάπη ᾖ, οὐδὲν τῶν δυσκόλων παρείσδυσιν ἕξει· ἀπὸ ταύτης γὰρ καὶ τὰ λοιπὰ τίκτεται ἀγαθά. Φιλοτέκνους, φησί. Καλῶς· ἡ γὰρ τὴν ῥίζαν ἀγαπῶσα, πολλῷ µᾶλλον καὶ τοὺς καρπούς. Σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθάς. Πάντα ἀπ' ἐκείνης τίκτεται· καὶ γὰρ ἀγαθαὶ καὶ οἰκουροὶ ἀπὸ τῆς ἀγάπης καὶ τῆς περὶ τὸν ἄνδρα φιλίας γίνονται. Ὑποτασσοµένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα µὴ ὁ λόγος τοῦ Θεοῦ βλασφηµῆται· ὡς ἥ γε τοῦ ἀνδρὸς καταφρονοῦσα καὶ τῆς οἰκίας ἀµελεῖ. Ἀπὸ δὲ τοῦ φιλεῖν καὶ σωφροσύνη πολλὴ τίκτεται, ἀπὸ τοῦ φιλεῖν πᾶσα ἀναιρεῖται φιλονεικία· κἂν Ἕλλην ᾖ, ταχέως πει[ σ] θήσεται· κἂν Χριστιανὸς, βελτίων ἔσται. Ὁρᾷς τοῦ Παύλου τὴν συγκατάβασιν; Ὁ πάντα πράττων ὥστε ἡµᾶς ἀποστῆσαι τῶν βιωτικῶν, περὶ τῶν κατὰ τὴν οἰκίαν νῦν πολλὴν ποιεῖται τὴν φροντίδα. Τούτων γὰρ καλῶς διοικουµένων, καὶ τὰ πνευµατικὰ χώραν ἔξει· ἑτέρως δὲ, κἀκεῖνα λυµαίνεται. Ἡ γὰρ οἰκου ρὸς γυνὴ καὶ σώφρων ἔσται, ἡ οἰκουρὸς καὶ οἰκονοµική· οὔτε περὶ τρυφὴν, οὔτε περὶ ἐξόδους ἀκαίρους, οὔτε περὶ ἄλλο τι τῶν τοιούτων ἀσχοληθήσεται. Ἵνα µὴ ὁ λόγος τοῦ Θεοῦ, φησὶ, βλασφηµῆται. Ὁρᾷς ὅτι προηγουµένως τοῦ κηρύγµατος φροντίζει, οὐχὶ τῶν κοσµικῶν πραγµάτων; Καὶ γὰρ πρὸς Τιµόθεον γράφων φησίν· Ἵνα ἤρεµον καὶ ἡσύχιον βίον διάγωµεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεµνότητι· καὶ ἐνταῦθα, Ἵνα µὴ ὁ λόγος τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφηµῆται. Εἰ γὰρ συµβαίη γυναῖκα πιστὴν ἀπίστῳ συνοικοῦσαν µὴ εἶναι ἐνάρετον, ἡ βλασφηµία ἐπὶ τὸν Θεὸν διαβαίνειν εἴωθεν· εἰ δὲ εἴη κοσµία, τὸ κήρυγµα καρποῦται τὴν δόξαν τὴν ἐξ ἐκείνης καὶ τῶν ὑπ' ἐκείνης κατορθουµένων. Ἀκουέτωσαν αἱ γυναῖκες, ὅσαι µοχθηροῖς ἢ ἀπίστοις συνοικοῦσιν ἀνδράσιν· ἀκουέτωσαν, καὶ παιδευέσθωσαν διὰ τῶν οἰκείων τρόπων ἐνάγειν αὐτοὺς εἰς εὐσέβειαν. Κἂν γὰρ µηδὲν ἕτερον κερδάνῃς, µηδὲ ἐφελκύσῃ τὸν ἄνδρα πρὸς τὴν τῶν ὀρθῶν δογµάτων κοινωνίαν, ἀλλὰ τὸ στόµα αὐτοῦ ἀπέῤῥαψας, οὐκἐῶσα βλασφηµεῖσθαι τὸν Χριστιανισµόν. Τοῦτο δὲ οὐ µικρὸν, ἀλλὰ καὶ σφόδρα µέγα, τὸ θαυµάζεσθαι τὸ δόγµα ἐκ τῆς ἡµετέρας ἀναστροφῆς. Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν. Ὅρα πῶς πανταχοῦ παρακαλεῖ τὸ πρέπον φυλάττειν. Τῆς µὲν γὰρ εἰς τὰς γυναῖκας διδασκαλίας ταῖς γυναιξὶ τὸ πλέον ἀπένειµε, τὰς γεγηρακυίας ταῖς νεωτέραις ἐπιστήσας· τῶν δὲ ἀνδρῶν τὸ πᾶν αὐτῷ δίδωσι καὶ ἀπονέµει. Οὐδὲν γὰρ, οὐδὲν οὕτω δύσκολον καὶ χαλεπὸν τῇ ἡλικίᾳ ταύτῃ γένοιτ' ἂν, ὡς τὸ περιγενέσθαι τῶν ἡδονῶν τῶν ἀτόπων. Οὔτε γὰρ χρηµάτων ἔρως, οὔτε δόξης ἐπιθυµία, οὔτε ἄλλο οὐδὲν οὕτω ταύτην διενοχλεῖ τὴν ἡλικίαν, ὡς ὁ τῶν σωµάτων ἔρως.∆ ιὸ πάντα τὰ ἄλλα ἀφεὶς, περὶ τὸ καίριον αὐτῷ τὴν παραίνεσιν ἵστησιν. Εἶτα οὐδὲ τῶν ἄλλων ἕνεκεν ῥᾳθυµεῖ, ἀλλὰ τί φησι; Περὶ πάντα ἑαυτὸν παρεχόµενος τύπον καλῶν ἔργων.∆ ιδασκέτωσαν µὲν οὖν, φησὶ, καὶ αἱ πρεσβύτεραι τὰς νεωτέρας, καὶ σὺ δὲ αὐτὸς παρακάλει τοὺς νεωτέρους σωφρονεῖν. Ἔστω δὲ κοινὸν πᾶσι διδασκαλεῖον καὶ ὑπόδειγµα ἀρετῆς ἡ τοῦ σοῦ βίου λαµπρότης, εἰς µέσον πᾶσι προκειµένη, ὥσπερ ἀρχέτυπός τις εἰκὼν, πάνταἔχουσα ἐν ἑαυτῇ τὰ καλὰ, µετὰ πολλῆς τῆς εὐκολίας τοῖς βουλοµένοις ἐναποµάξασθαί τι τῶν ἐν αὐτῇ καλῶν παρεχοµένη τὰ παραδείγµατα. Ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, σεµνότητα, λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, µηδὲν ἔχων περὶ ἡµῶν λέγειν φαῦλον.
4.3
Τὸν ἐξ ἐναντίας φησὶ καὶ τὸν διάβολον καὶ πάντα τὸν ἐκείνῳ διακονούµενον. Ὅταν γὰρ καὶ βίος λάµπῃ, καὶ λόγος ᾖ συµβαίνων, ἐπιεικὴς, ἥµερος, προσηνὴς, µηδεµίαν τοῖς ἐναντίοις παρέχων λαβὴν, πολὺ καὶ ἄφατον τὸ κέρδος. Πολλὴ ἄρα τῆς τοῦ λόγου διακονίας ἡ χρεία, λόγου οὐ τοῦ τυχόντος, ἀλλὰ δοκίµου τινὸς καὶ ἀλήπτου, καὶ µηδεµίαν µηδαµόθεν παρεχοµένουτοῖς βουλοµένοις πρόφασιν.∆ ούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι. Ὁρᾷς τί προλαβὼν εἶπεν, Ἵνα ὁ ἐξ ἐναντίας, φησὶν, ἐντραπῇ, µηδὲν ἔχων περὶ ἡµῶν λέγειν φαῦλον. Ἄρα καταγνώσεως ἄξιος ὁ γυναῖκας ἀπὸ ἀνδρῶν ἀποζευγνὺς τῇ προφάσει τῆς ἐγκρατείας, καὶ ὁ δούλους δεσποτῶν ἀποστερῶν τῷ αὐτῷ δὴτούτῳ προσχήµατι. Οὗτος οὐκ ἔστιν ἀκατάγνωστος ὁ λόγος· πολλὴν δὲ καὶ τοῖς ἀπίστοις δίδωσι λαβὴν, καὶ τὰ πάντων καθ' ἡµῶν ἀνοίγει στόµατα.∆ ούλους, φησὶν, ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, µὴ ἀντιλέγοντας, µὴ νοσφιζοµένους, ἀλλὰ πίστιν πᾶσανἐνδεικνυµένους ἀγαθὴν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ Θεοῦ Σωτῆρος ἡµῶν κοσµῶσιν ἐν πᾶσιν. Εἰκότως ἄρα ἔλεγεν ἑτέρωθι, Ὡς τῷ Θεῷ δουλεύοντες, καὶ οὐκ ἀνθρώποις. Κἂν γὰρ τῷ δεσπότῃ διακονῇς µετ' εὐνοίας, ἀλλ' ἡ πρόφασις ἀπὸ τοῦ φόβου τὴν ἀρχὴν ἔχει. Ὥστε ὁ µετὰ τοσούτου φόβου ἐκείνῳ διακονῶν, µεγίστων ἐπιτεύξεται τῶν µισθῶν. Εἰ γὰρ χειρὸς µὴ κρατεῖ, µηδὲ γλώττης ἀκολάστου, πόθεν θαυµάσεται ὁ Ἕλλην τὸ δόγµα τὸ παρ' ἡµῖν; Εἰ δὲ τὸν δοῦλον θεάσοιντο τὸν ἐν Χριστῷ φιλοσοφοῦντα, τῶν παρ' αὐτοῖς φιλοσοφησάντων µείζονα τὴν ἐγκράτειαν ἐπιδεικνύµενον, καὶ µετὰ πολλῆςτῆς ἐπιεικείας καὶ τῆς εὐνοίας διακονούµενον, παντὶ τρόπῳ θαυµάσεται τὴν δύναµιν τοῦ κηρύγµατος. Οὐ γὰρ ἀπὸ δόγµατος δόγµατα, ἀλλ' ἀπὸ πραγµάτων καὶ βίου τὰ δόγµατα κρίνουσιν Ἕλληνες. Ἔστωσαν οὖν αὐτοῖς καὶ γυναῖκες καὶ δοῦλοι διδάσκαλοι διὰ τῆς οἰκείας ἀναστροφῆς. Καὶ γὰρ καὶ παρ' αὐτοῖς, καὶ πανταχοῦ τοῦτο διωµολόγηται, ὅτι τὸ τῶν δούλων γένος ἰταµόν πώς ἐστι, δυσδιατύπωτον, δυστράπελον, οὐ σφόδραἐπιτήδειον πρὸς τὴν τῆς ἀρετῆς διδασκαλίαν, οὐ διὰ τὴν φύσιν, µὴ γένοιτο, ἀλλὰ διὰ τὴν ἀνατροφὴν καὶ τὴν ἀµέλειαν τὴν παρὰ τῶν δεσποτῶν. Ἐπειδὴ γὰρ πανταχοῦ οὐδενὸς ἑτέρου, ἀλλὰ τῆς αὐτῶν διακονίας οἱ κρατοῦντες αὐτῶν φροντίζουσιν· εἰ δέ που καὶ τῶν τρόπων ἐπιµεληθεῖεν, καὶ τοῦτο πάλιν διὰ τὴν αὐτῶν ἀνάπαυσιν πράττουσιν, ὥστε µὴ πράγµατα αὐτοῖς παρέχειν ἢ πορνεύοντας, ἢ κλέπτοντας, ἢ µεθύοντας· εἰκότως ἠµεληµένοι, καὶ οὐδένα τῶν πολυπραγµονούντων ἔχοντες, εἰς αὐτὰ τῆς κακίας τὰ βάραθρα καταποντίζονται. Εἰ γὰρ, ἔνθα πατὴρ ἐφέστηκε καὶ µήτηρ καὶ παιδαγωγὸς καὶ τροφεὺς καὶ διδάσκαλος καὶ ἡλικιῶται, καὶ αὐτὴ ἡ τῆς ἐλευθερίας δόξα περικειµένη, καὶπολλὰ ἕτερα, µόλις ἄν τις διαφύγοι τὰς τῶν πονηρῶν συνουσίας· τί οἴει τοὺς πάντων τούτων ἐρήµους ὄντας, καὶ µιαροῖς ἀναµιγνυµένους, καὶ µετὰ ἀδείας οἷς ἂν ἐθέλωσι συγγινοµένους, οὐδενὸς ὄντος τοῦ τὰς φιλίαςαὐτῶν πολυπραγµονοῦντος; τί οἴει τοὺς τοιούτους ἔσεσθαι;∆ ιὰ τοῦτο δύσκολον δοῦλον γενέσθαι ἀγαθόν. Ἄλλως δὲ οὐδὲ διδασκαλίας ἀπολαύουσιν, οὔτε τῶν ἔξωθεν οὔτε τῶν παρ' ἡµῖν· οὐ συναναστρέφονται ἀνδράσιν ἐλευθέροις, κοσµίοις, πολλὴν τῆς αὐτῶν δόξης ποιουµένοις φροντίδα.∆ ιὰ ταῦτα πάντα δύσκολον καὶ θαυµαστὸν, χρήσιµον οἰκέτην γενέσθαι ποτέ. Ὅταν οὖν ἴδωσιν, ὅτι τὸ γένος τὸ οὕτως αὔθαδες ἡ τοῦ κηρύγµατος δύναµις χαλινὸν περιθεῖσα πάντων εἰργάσατο κοσµιώτερον καὶ ἐπιεικέστερον, κἂν σφόδρα πάντων ὦσιν ἀλογώτεροι οἱ δεσπόται, λήψονται ἔννοιαν µεγάλην περὶ τῶν δογµάτων τῶν παρ' ἡµῖν.∆ ῆλον γὰρ ὅτι καὶ τὸν περὶ τῆς ἀναστάσεως φόβον καὶ τὸν τῆς κρίσεως καὶ τὸν τῶν ἄλλων ἁπάντων µετὰ τὸν θάνατον φιλοσοφουµένων παρ' ἡµῖνπρότερον ἐγκαταθέντες αὐτῶν τῇ ψυχῇ, οὕτως ἴσχυσαν ἀποκρούσασθαι τὴν κακίαν, ἀντίῤῥοπόν τινα φόβον τῆς ἀπὸ τῶν κακῶν ἡδονῆς εἰς τὴν ἑαυτῶν ἐνιδρύσαντες ψυχήν. Ὥστε οὐκ εἰκῆ οὐδὲ ἁπλῶς πολὺν ὑπὲρ τούτων πανταχοῦ ποιεῖται τὸν λόγον· ὅσῳ γὰρ ἂν ὦσι κακοὶ, τοσούτῳ µάλιστα θαυµάζεται τοῦ κηρύγµατος ἡ ἰσχύς. Καὶ γὰρ ἰατρὸν τότε θαυµάζοµεν, ὅταν τὸν ἀπεγνωσµένον καὶ οὐδεµιᾶς βοηθείας ἀπολαύοντα οὐδὲ κρατῆσαι τῶν ἀκαίρων ἐπιθυµιῶν δυνάµενον, ἀλλ' ἐν ταύταις ἐγκαλινδούµενον, ἐναγάγῃ πρὸς ὑγείαν καὶ διορθώσηται. Καὶ ὅρα τίνα παρ' αὐτῶν ἀπαιτεῖ· ἃ µάλιστα πάντων ἀναπαύει τὸν δεσπότην· Μὴ ἀντιλέγοντας, µὴ νοσφιζοµένους· τουτέστι, πολλὴν εὔνοιαν ἐπιδείκνυσθαι ἐν οἷς ἂν πιστευθῶσιν, ἐν τοῖς πρὸς τοὺς δεσπότας µάλιστα εἶναι ἀγαθοὺς, ὑπείκοντας ἐν τοῖς ἐπιτάγµασι.
4.4
Μὴ τοίνυν νοµίζετε ἁπλῶς µε ταῦτα νῦν διεξιέναι· λοιπὸν γάρ µοι πρὸς τοὺς οἰκέτας ὁ λόγος. Μὴ τοίνυν, ὦ βέλτιστε, σὺ πρὸς τοῦτο ἴδῃς, ὅτι ἀνθρώπῳ δουλεύεις, ἀλλ' ὅτι Θεῷ, ὅτι τὸ κήρυγµα κοσµεῖς· καὶ πάντα ὑποστήσῃ ποιεῖν, τῷ δεσπότῃ πειθόµενος καὶ φέρων ἀγανακτοῦντα ἀκαίρως καὶ δυσχεραίνοντα. Ἐννόησον ὅτι οὐκ ἐκείνῳ τὴν χάριν δίδως, ἀλλὰ τοῦ Θεοῦ πρόσταγµα πληροῖς, καὶ πᾶν ὁτιοῦν ὑποστήσῃ ῥᾳδίως. Ὅπερ δὲ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι τῶν πνευµατικῶν ἡµῖν κατορθουµένων, καὶ τὰ τοῦ παρόντος ἕψεται βίου. Τὸν γὰρ τοιοῦτον οἰκέτην, τὸν οὕτως εὔνουν, τὸν οὕτως ἐπιεικῆ, οὐχ ὁ Θεὸς ἀποδέξεται µόνον καὶ τῶν στεφάνων µεταδώσει τῶν λαµπρῶν ἐκείνων, ἀλλὰκαὶ αὐτὸς ὁ παθὼν εὖ δεσπότης, κἂν θηρίον ᾖ, κἂν λίθινός τις ᾖ καὶ ἀπάνθρωπος καὶ ὠµὸς, ἐπαινέσεται καὶ θαυµάσεται καὶ προτιµήσει τῶν ἄλλων ἁπάντων, καὶτοῖς λοιποῖς αὐτὸν ἐπιστήσει, κἂν Ἕλλην ᾖ. Καὶ ὅτι, κἂν Ἕλληνες ὦσιν οἱ δεσπόται, κελεύει τὸν οἰκέτην τοιοῦτον ἑαυτὸν ἐπιδείκνυσθαι, εἰ βούλεσθε, ὑµῖν καὶ παράδειγµα διηγήσοµαι· Ὁ Ἰωσὴφ ἐπράθη πρὸς τὸν ἀρχιµάγειρον, καὶ δόξης ἑτέρας ἦν, οὐ τῆς Αἰγυπτιακῆς· τί οὖν ἐκεῖνος; Ἐπειδὴ ἐνάρετον εἶδε τὸν νεανίσκον, οὐκ ἐνενόησε τὸ τῆς δόξης διεστηκὸς, ἀλλ' αὐτός τε ἠγάπα καὶ ἐφίλει καὶ ἐθαύµαζε, καὶ τῶν ἄλλων αὐτῷ τὴνἐπιστασίαν ἐνεχείρισεν ἅπασαν, καὶ τῶν κατὰ τὴν οἰκίαν οὐδὲν ᾔδει δι' αὐτόν· ἀλλὰ δεύτερος δεσπότης ἐκεῖνος ἦν, µᾶλλον δὲ καὶ αὐτοῦ τοῦ δεσπότου κυριώτερος, εἴ γε ὁ µὲν ἠγνόει τὰ αὑτοῦ, οὗτος δὲ τὰ ἐκείνου ᾔδει µᾶλλοντοῦ δεσπότου. Καί µοι δοκεῖ καὶ ὕστερον, ὅτι ἐπίστευσε τῷ γυναίῳ τὴν παράνοµον ἐκείνην συκοφαντίαν κατ' αὐτοῦ ποιησαµένῳ, τιµῶν τὸν δίκαιον ἀπὸ τῆς προτέραςαἰδοῦς καὶ τῆς τιµῆς, µέχρι τοῦ δεσµωτηρίου στῆσαι τὴν ὀργήν. Εἰ γὰρ µὴ σφόδρα ᾐδεῖτο τὸν ἄνδρα, καὶ ἐθαύµαζεν ἀπὸ τῶν προϋπηργµένων αὐτῷ, κἂν εὐθέως αὐτὸν διεχειρίσατο, καὶ τὸ ξίφος διήλασε διὰ τοῦσώµατος ἐκείνου. Μεστὸς γὰρ ζήλου, φησὶ, θυµὸς ἀνδρός· οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ µὴ διαλυθῇ πολλῶν δώρων. Εἰ δὲ παντὸς ἀνδρὸς τοιοῦτος ὁ ζῆλος, πολλῷ µᾶλλον ἐκείνου, Αἰγυπτίου τε ὄντος καὶ βαρβάρου, καὶ παρὰ τοῦ τιµηθέντος ἠδικηµένου, ὡς ᾤετο. Ἴστε γὰρ δήπου πάντες, ὅτι οὐχ ὁµοίως ἡµᾶς δάκνει τὰ παρὰ πάντων ἀδικήµατα, ἀλλὰ σφοδρότερον τῶν ἄλλων καὶ πικρότερον τὰ παρὰ τῶν εὐνοϊκῶςπρὸς ἡµᾶς διατεθέντων, καὶ πιστευθέντων καὶ πιστευσάντων ἡµῖν, καὶ πολλὰ παρ' ἡµῶν εὖ παθόντων γενόµενα κακὰ µᾶλλον ἡµᾶς ἀνιᾷ καὶ λυπεῖ. Οὐκ ἐνενόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπε· Τί τοῦτο; οἰκέτην αὐτὸν λαβὼν πάντων µετέδωκα τῶν τῆς οἰκίας, ἐλεύθερον ἐποίησα καὶ ἐµοῦ τι µείζονα, καὶ τοιαύτας µοι τὰς ἀµοιβὰς ἀποδέδωκεν; Οὐδὲν τούτων εἶπεν· οὕτως αὐτοῦ τὴν ψυχὴν ἡ προτέρα κατεῖχεν αἰδώς. Καὶ τί θαυµαστὸν, εἰ ἐν οἰκίᾳ τοσαύτης ἀπήλαυσε τιµῆς, ὅπου καὶ ἐν τῷ δεσµωτηρίῳ ὅρα αὐτὸν, ὅσης ἀπολαύει κηδεµονίας; Ἴστε δὲ πῶς πρὸς ὠµότητα τοῖς τὰ δεσµωτήρια ἐγκεχειρισµένοις τὸ ἦθος ἐξήσκηται· τὰς ἀλλοτρίας καρποῦνται συµφορὰς, καὶ οὓς ἕτεροι κακῶς πάσχοντας τρέφουσι, τούτους οὗτοι σπαράττουσι, κέρδη κερδαίνοντες πολλῶν δακρύωνἄξια, θηρίων ὄντες ὠµότεροι. Ἀφ' ὧν γὰρ ἐχρῆν ἐλεεῖν τοὺς ἐµβεβληµένους, ἀπὸ τούτων αὐτοὶ καρποῦνται. Καὶ µὴ τοῦτο µόνον λογιζώµεθα, ἀλλ' ὅτι καὶ αὐτοὶ οὗτοι οὐχ ὁµοίως πᾶσι κέχρηνται τοῖς ἐµβεβληµένοις. Τοὺς µὲν γὰρ ἐπὶ συκοφαντίαις, καὶ ἐπηρεασθέντας ἁπλῶς καὶ δεθέντας καὶ ἐλεήσαιεν ἄν· τοὺς δὲ ἐπὶ τοῖς αἰσχίστοις καὶ δεινοτάτοις καὶ τολµηροῖς ἐµβεβληµένους µυρίαις αἰκίζονται πληγαῖς. Ὥστε οὐ µόνον ἀπὸ τοῦ τρόπου ὠµὸς ἔµελλεν ἔσεσθαι ὁ δεσµοφύλαξ, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, δι' ἢν ἐνεβέβλητο. Τίνα γὰρ οὐκ ἂν διήγειρε καθ' ἑαυτοῦ ὁ νεανίσκος, τοσαύτης µὲν ἀπολαύσας τιµῆς, ὑποπτευθεὶς δὲ τὴν δέσποιναν πειρᾷν καὶ τοιαύταις τὸνεὐεργέτην ἀµειβόµενος ἀµοιβαῖς; Ταῦτα οὖν ἐννοῶν ὁ δεσµοφύλαξ, καὶ τὴν τιµὴν τοῦ ἐµβεβληµένου, καὶ τὸ πρᾶγµα ἐφ' ᾧ ἐνεβέβλητο, οὐκ ἂν παντὸς θηρίου χαλεπώτερον ἐχρήσατο τῷ ἀνδρί; Ἀλλὰ πάντων τούτων ἀνωτέρα γέγονεν ἡ ἐλπὶς ἡ εἰς τὸν Θεόν· οὕτως οἶδε καὶ θηρία καταπραΰνειν ψυχῆς ἀρετή. Ἀπὸ γὰρ τῆς αὐτῆς ἐπιεικείας, ἀφ' ἧς τὸν δεσπότην εἷλεν, ἀπὸ τῆς αὐτῆς καὶ τὸν ἀρχιδεσµοφύλακα· καὶ πάλιν ἦν ἄρχων ὁ Ἰωσὴφ, καὶ ἐν δεσµωτηρίῳ ἐκράτει, καὶ ἐν οἰκίᾳ. Ἐπειδὴ γὰρ ἔµελλε βασιλεύειν, εἰκότως πρότερον ἐµάνθανεν ἄρχεσθαι, καὶ ἀρχόµενος ἄρχων ἦν καὶ προέστη τῆς οἰκίας.
4.5
Εἰ γὰρ τὸν εἰς Ἐκκλησίαν ἑλκόµενον ἀπαιτεῖ τοῦτο ὁ Παῦλος, οὕτω λέγων· Εἰ γάρ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιµελήσεται; καὶ τὸν εἰς ἀρχὴν ἐλθόντα, πρότερον ἄριστον εἶναι χρὴ προεστάναι οἰκίας. Προέστη δεσµωτηρίου, οὐχ ὡς δεσµωτηρίου, ἀλλ' ὡς οἰκίας. Πᾶσι γὰρ ἐπεκούφιζε τὰς συµφορὰς, καὶ τῶν ἐµβεβληµένων ὡς οἰκείων προΐστατο µελῶν, οὐ µόνον αὐτῶν τὰς συµφορὰς πολυπραγµονῶνκαὶ παραµυθούµενος, ἀλλὰ κἂν εἰ σύννουν εἶδέ τινα, προσῄει καὶ τὴν αἰτίαν ἐµάνθανεν, οὐδὲ ἁπλῶς κατηφοῦντα ἀνεχόµενος ὁρᾷν, ἂν µὴ πρότεροναὐτὸν ἀπαλλάξῃ τῆς κατηφείας· καίτοι τοσαύτην τις οὐδὲ περὶ τέκνα στοργὴν ἐπεδείξατο. Ἀπὸ τούτων γοῦν αὐτῷ καὶ ἡ ἀρχὴ τῶν ἀγαθῶν ἐγένετο.∆ εῖ γὰρ τὰ παρ' ἡµῶν ὑπάρχειν πρότερον, καὶ τότε τὰ παρὰ τοῦ Θεοῦ. Ὅτι γὰρ τοσαύτῃ ἐκέχρητο φειδοῖ καὶ ἐπιµελείᾳ, εἶδε, φησὶ τοὺς εὐνούχους τοὺς ἐµβληθέντας ὑπὸ τοῦ Φαραὼ, τὸν ἀρχιοινοχόον, καὶ τὸν ἀρχισιτοποιὸν, καὶ εἶπε· Τί σκυθρωπὰ τὰ πρόσωπα ὑµῶν σήµερον; Καὶ οὐκ ἀπὸ τούτου µόνον, ἀλλὰ καὶ ἀφ' ὧν ἐκεῖνοι ἐποίησαν, καταµαθεῖν ἔστι τὴν ἀρετὴν τοῦ ἀνδρός. Οὐ γὰρ ὡς βασιλέως ὄντες οἰκέται διέπτυσαν αὐτὸν, οὐχ ὡς ἐν ἀθυµίᾳ ὄντες διεκρούσαντο, ἀλλ' ὡς ἀδελφῷ γνησίῳ καὶ συναλγεῖν εἰδότι πάντααὐτῷ ἐξεκάλυπτον τὰ ἑαυτῶν. Ταῦτα δέ µοι πάντα εἴρηται, ὅτι κἂν ἐν δουλείᾳ, κἂν ἐν αἰχµαλωσίᾳ, κἂν ἐν δεσµωτηρίῳ, κἂν ὑπ' αὐτὴν τὴν γῆν γένηται ὁ ἐνάρετος, οὐδὲναὐτὸν καταγωνίσασθαι δυνήσεται. Ταῦτά µοι πρὸς τοὺς οἰκέτας λέλεκται, ὅτι κἂν θηρία ἔχωσι δεσπότας, ὡς τὸν Αἰγύπτιον, κἂν ὠµοὺς, ὡς τὸν ἀρχιδεσµοφύλακα, δυνήσονται αὐτοὺς ἑλεῖν, κἂν Ἕλληνες ὦσιν, ὡς ἐκεῖνοι, κἂν ὁτιοῦν, ταχέως τιθασσεύσουσιν. Οὐδὲν γὰρ ἐµµελέστερον τρόπων, οὐδὲν ἡδύτερον, οὐδὲν γλυκύτερον ἐπιεικείας καὶ πραότητος καὶ ὑπακοῆς· πᾶσίν ἐστιν ἐπιτήδειος ὁ τοιοῦτος. Καὶ οὔτε δουλείαν ἐπαισχύνονται οἱ τοιοῦτοι, οὔτε πένητα φεύγουσιν, οὔτε ἄῤῥωστον καὶ κάµνοντα· πάντων γὰρ κρατεῖ καὶ πάντων ἡ ἀρετὴ περιγίνεται. Εἰ δὲ ἐν δούλοις τοσαύτην ἔχει τὸ πρᾶγµα τὴν ἰσχὺν, πόσῳ µᾶλλον ἐν ἐλεύθεροις; Ταῦτα οὖν ἀσκῶµεν καὶ δοῦλοι καὶ ἐλεύθεροι, καὶ γυναῖκες καὶ ἄνδρες· οὕτω καὶ ἀνθρώποις καὶ Θεῷ ἐσόµεθα ποθεινοὶ, καὶ ἀνθρώποις οὐ τοῖς ἐναρέτοις µόνον, ἀλλὰ καὶ τοῖς κακοῖς, καὶ µάλιστα ἐκείνοις· ἐκεῖνοι γάρ εἰσιν οἱ µάλιστα τιµῶντες καὶ αἰδούµενοι. Ὥσπερ γὰρ τοὺς ἐπιεικεῖς οἱ ἀρχόµενοι µάλιστα τρέµουσιν, οὕτω καὶ τοὺς ἐναρέτους οἱ ἀκόλαστοι, εἰδότες τίνων ἐκπεπτώκασιν. Ἐπεὶ οὖν τοσοῦτος ὁ καρπὸς τῆς ἀρετῆς, ταύτην διώκωµεν, ταύτην µετίωµεν. Ἂν ταύτης ἐχώµεθα, οὐδὲν ἡµῖν ἔσται δεινὸν, πάντα ῥᾴδια, πάντα εὔκολα· κἂν διὰ πυρὸς διαβαίνωµεν, κἂν δι' ὕδατος, πάντα εἴκει τῇ ἀρετῇ καὶ παραχωρεῖ, καὶ αὐτὸς ὁ θάνατος. Ζηλώσωµεν τοίνυν αὐτὴν, ἵνα καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν.