Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Titus
John ChrysostomHom. Tit. 5 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
5.0
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡµᾶς, ἵνα ἀρνησάµενοι τὴν ἀσέβειαν καὶ τὰς κοσµικὰς ἐπιθυµίας, σωφρόνωςκαὶ δικαίως καὶ εὐσεβῶς ζήσωµεν ἐν τῷ νῦν αἰῶνι· προσδεχόµενοι τὴν µακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ µεγάλου Θεοῦ καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡµῶν, ἵνα λυτρώσηται ἡµᾶς ἀπὸ πάσης ἀνοµίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
5.1
Πολλὴν παρὰ τῶν οἰκετῶν ἀπαιτήσας τὴν ἀρετὴν( καὶ γάρ ἐστι πολλὴ τὸ τὴν διδασκαλίαν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡµῶν κοσµεῖν ἐν πᾶσι, καὶ µηδεµίανδιδόναι τοῖς δεσπόταις λαβὴν, µηδὲ ἐν τῷ τυχόντι), ἐπ άγει καὶ τὴν αἰτίαν δικαίαν, δι' ἣν ὀφείλουσι τοιοῦτοι εἶναι οἱ οἰκέται. Ποίαν δὲ ταύτην; Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος. Οἱ Θεοῦ διδασκάλου τυγχάνοντες, πῶς οὐκ ἂν εἶεν εἰκότως τοιοῦτοι, οἵους ἄρτι διῆλθον ἐγὼ, µυρίων ἁµαρτηµάτων λύσιν εὑρόντες; Ἴστε γὰρ ὅτι µετὰ τῶν ἄλλων καὶ τοῦτο οὐχ ὡς ἔτυχεν ἐντρέπει καὶ συστέλλει ψυχὴν, τὸ µυρίων ἁµαρτηµάτων οὖσαν ὑπεύθυνον, µὴ δίκην δοῦναι, ἀλλὰ συγγνώµης τυχεῖν καὶ µυρίων ἀγαθῶν. Εἰ γάρ τις, εἰπέ µοι, τὸν µυρία προσκρούσαντα οἰκέτην λαβὼν, µὴ κατατείνοι ἱµᾶσιν, ἀλλ' ἐπ' ἐκείνοις µὲν συγγνώµην παράσχοι, ὑπὲρ δὲ τῶνµελλόντων αὐτὸν ἀπαιτοίη εὐθύνας, καὶ φυλάττεσθαι παρα κελεύοιτο, ὥστε µὴ τοῖς αὐτοῖς περιπεσεῖν, καὶ δωρεαῖς µεγάλαις τιµήσειε· τίνα οὐκ ἂν οἴεσθε ἐντρέψαι τὴν τοσαύτην χάριν ἀκούοντα; Ἀλλὰ µὴ νοµίσῃς, ὅτι ἡ χάρις µέχρι τῆς τῶν προτέρων συγχωρήσεως ἵσταται, ἀλλὰ καὶ εἰς τὸ µέλλον ἡµᾶς ἀσφαλίζεται· καὶ γὰρ καὶ τοῦτο χάριτος. Ἐπεὶ εἰ µέλλοι ἀεὶ κακῶς πράττοντας µὴ κολάζειν, οὐκέτι τὸ πρᾶγµα χάρις ἐστὶν, ἀλλὰ προτροπή τις εἰς λύµην καὶ διαφθοράν. Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ παιδεύουσα ἡµᾶς, ἵνα ἀρνησάµενοι τὴν ἀσέβειαν καὶ τὰς κοσµικὰς ἐπιθυµίας, σωφρόνως καὶ δικαίως καὶεὐσεβῶς ζήσωµεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόµενοι τὴν µακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ µεγάλου Θεοῦ καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς µετὰ τῶν ἐπάθλων τίθησι καὶ τὴν ἀρετήν. Καὶ τοῦτο χάριτος, τὸ ἀπαλλάξαι τῶν βιωτικῶν, τὸ πρὸς τὸν οὐρανὸν ἀγαγεῖν.∆ ύο δείκνυσιν ἐνταῦθα ἐπιφανείας· καὶ γὰρ εἰσὶ δύο, ἡ µὲν προτέρα χάριτος, ἡ δὲ δευτέρα ἀνταποδόσεως καὶ τοῦ δικαίου. Ἵνα ἀρνησάµενοι, φησὶ, τὴν ἀσέβειαν καὶ τὰς κοσµικὰς ἐπιθυµίας. Ἰδοὺ πάσης τῆς ἀρετῆς ἡ ὑπόθεσις. Οὐκ εἶπεν, Ἵνα φευξώµεθα, ἀλλ', Ἵνα ἀρνησάµενοι. Ἡ ἄρνησις πολλὴν δείκνυσι τὴν διάστασιν πολὺ τὸ µῖσος, πολλὴν τὴν ἀποστροφήν· µεθ' ὅσης διαθέσεως, µεθ' ὅσης σπουδῆς τὰ εἴδωλα ἀπεστράφησαν, µετὰ τοσαύτης καὶ τὴν κακίαν αὐτὴν καὶ τὰς κοσµικὰς ἐπιθυµίας, φησί. Καὶ γὰρ καὶ ταῦτα εἴδωλα, κοσµικὴ ἐπιθυµία καὶ πλεονεξία, καὶ ταύτην εἰδωλολατρείαν ὀνοµάζει· καὶ ὅσα πρὸς τὸν παρόντα βίον ἡµῖν χρησιµεύει, κοσµικαί εἰσιν ἐπιθυµίαι· πάντα ὅσα ἂν τῷ παρόντι βίῳ συγκαταλύεται, κοσµική ἐστιν ἐπιθυµία. Μηδὲν τοίνυν πρὸς ταύτας ἔχωµεν. Ἦλθεν ὁ Χριστὸς, ἵνα ἀρνησώµεθα τὴν ἀσέβειαν. Ἀσέβειαν τὰ δόγµατά φησι, καὶ κοσµικὰς ἐπιθυµίας τὸν βίον τὸν ἐναγῆ. Σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωµεν, ἐν τῷ νῦν αἰῶνι.
5.2
Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, σωφροσύνη οὐ τοῦτο µόνον ἐστὶ, τὸ πορνείας ἀπέχεσθαι, ἀλλὰ καὶ τὸ τῶν λοιπῶν παθῶν ἐκτὸς εἶναι; Ἄρα καὶ ὁ χρηµάτων ἐρῶν, οὐ σώφρων. Ὥσπερ γὰρ ἐκεῖνος σωµάτων, οὕτω καὶ οὗτος χρηµάτων· µᾶλλον δὲ οὗτος ἀκολαστότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν τὴν ὠθοῦσαν αὐτόν. Καὶ γὰρ ἡνίοχος ἐκεῖνος ἀκρατὴς µάλιστα ἂν λέγοιτο, οὐχ ὁ τὸν τραχὺν καὶ δυσήνιον µὴ κατέχων ἵππον, ἀλλ' ὁ τὸν ἠρέµα ἐπιεικέστερον µὴδυνάµενος ὑποτάξαι. Τί δὲ, φησίν; ἡ τῶν χρηµάτων ἐπιθυµία τῆς τῶν σωµάτων ἐλάττων; Παντί που δῆλον, καὶ πολλαχόθεν τοῦτο δείκνυται· καὶ πρῶτον µὲν, ὅτι ἀναγκαίως γέγονεν ἡ τῶν σωµάτων ἐπιθυµία· τὸ δὲ ἀναγκαίως γεγονὸς δῆλον ὅτι καὶ µετὰ πολλοῦ κατορθοῦται τοῦ πόνου, ἐπεὶ καὶ ἐνεσπάρη τῇ φύσει.∆ εύτερον, ὅτι χρηµάτων µὲν οὐ πολὺς τοῖς παλαιοῖς λόγος, γυναικῶν δὲ πολὺς σωφροσύνης ἕνεκεν· καὶ γυναικὶ µὲν συγγενοµένῳ κατὰ νόµον οὐδεὶς ἂν µέµψαιτο µέχρι γήρως, χρηµατιζοµένῳ δὲ πάντες. Καὶ τῶν ἔξωθεν φιλοσόφων πολλοὶ χρηµάτων µὲν κατεφρόνησαν, γυναικῶν δὲ οὐκέτι· οὕτω τοῦτο ἐκείνου τυραννικώτερον. Ἀλλ' ἐπειδὴ πρὸς τὴν Ἐκκλησίαν ἡµῖν ὁ λόγος, µὴ ἀπὸ τῶν ἔξωθεν φέρωµεν τὰ ὑποδείγµατα, ἀλλὰ ἀπὸ τῶν Γραφῶν. Τοῦτο µὲν οὖν καὶ ἐν ἐπιτάγµατος σχεδὸν µέρει τίθησιν ὁ µακάριος οὗτος οὕτω λέγων, Ἔχοντες διατροφὰς καὶ σκεπάσµατα, τούτοις ἀρκεσθησόµεθα· περὶ δὲ τῶν γυναικῶν, Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ µή τι ἂν ἐκ συµφώνου· καὶ πάλιν, Ἐπὶ τὸ αὐτὸ συνέρχεσθε. Καὶ πολλάκις ἴδοις ἂν αὐτὸν περὶ συνουσίας νοµοθετοῦντα τῆς νοµίµου. Καὶ ταύτης µὲν ἀφίησιν ἀπολαύειν τῆς ἐπιθυµίας, καὶ δευτέρῳ προσιέναι γάµῳ, καὶ πολλὴν ποιεῖται τοῦ πράγµατος τὴν ἐπιµέλειαν, καὶ οὐδαµοῦὑπὲρ τούτου κολάζει· τὸν δὲ χρηµάτων ἐφιέµενον, πανταχοῦ καταδικάζει. Καὶ περὶ µὲν χρηµάτων ὁ Χριστὸς πολλαχοῦ διέταξεν, ὥστε φεύγειν τὴν ἐντεῦθεν λύµην· περὶ δὲ ἀποχῆς γυναικὸς, οὐχ οὕτως. Ἄκουε γὰρ τί φησι περὶ χρηµάτων· Ἐὰν µή τις ἀποτάξηται πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν. Οὐδαµοῦ εἶπεν, Ἐὰν µή τις ἀποτάξηται γυναικί· οἶδε γὰρ οἵαν ἐνέθηκε τὴν τυραννίδα. Καὶ ὁ µακάριος οὗτός φησι· Τίµιος ὁ γάµος, καὶ ἡ κοίτη ἀµίαντος. Οὐδαµοῦ τιµίαν τὴν τῶν χρηµάτων ἐπιµέλειαν καλεῖ, ἀλλὰ τὸ ἐναντίον. Οἱ δὲ βουλόµενοι πλουτεῖν ἐµπίπτουσιν εἰς πειρασµὸν καὶ παγίδα καὶ ἐπιθυµίας πολλὰς ἀνοήτους καὶ βλαβεράς. Οὐκ εἶπε, Πλεονεκτεῖν, ἀλλὰ, Πλουτεῖν. Ἵνα δὲ µάθητε καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν, ἀναγκαῖον καὶ τοῦτον τὸν λόγον εἰς µέσον παραγαγεῖν. Χρηµάτων µὲν γάρ τις καθάπαξ ἀποστερηθεὶς οὐκέτ' ἂν ἐνοχλοῖτο ὑπὸ τῆς ἐπιθυµίας· οὐδὲν γὰρ οὕτω ποιεῖ χρηµάτων ἐπιθυµεῖν, ὡς τὸ χρήµατα ἔχειν. Ἐπὶ δὲ τῆς τῶν σωµάτων ἐπιθυµίας οὐχ οὕτως, ἀλλὰ καὶ εὐνουχισθέντες πολλοὶ τὴν ἔνδον ἐνοχλοῦσαν πυρὰν οὐκ ἀπέβαλον· ἡ γὰρ ἐπιθυµία ἐν ἑτέροις κεῖται ὀργάνοις, ἔνδον ἐν τῇ φύσει ἐγκειµένη. Τίνος οὖν ἕνεκεν ἡµῖν ταῦτα εἴρηται; Ὅτι οἱ πλεονέκται τῶν πορνευόντων ἀκολαστότεροι, ὅσῳ ὑπὸ ἐλάττονος ἐνοχλοῦνται ἐπιθυµίας· µᾶλλον δὲ οὐδὲ ἐπιθυµίας τὸ πρᾶγµά ἐστιν, ἀλλὰ ῥᾳθυµίας. Ἐνταῦθα µὲν γὰρ οὕτως ἐστὶν ἡ ἐπιθυµία φυσικὴ, ὥστε κἂν γυναικί τις µὴ πλησιάζῃ, ἡ φύσις τὸ αὑτῆς ποιεῖ καὶ ἐργάζεται· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον γίνεται. Καὶ εὐσεβῶς, φησὶ, ζήσωµεν ἐν τῷ νῦν αἰῶνι. Καὶ τίς ἡ ἐλπίς; τί τὸ ἔπαθλον τῶν πόνων; Προσδεχόµενοι, φησὶ, τὴν µακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν. Ὄντως γὰρ οὐδὲν ἐκείνης µακαριώτερον, οὐδὲν ζηλωτότερον· καὶ ταῦτα λόγοι παραστῆσαι οὐ δύνανται· καὶ γὰρ νοῦν ὑπερβαίνει τὰ τότε ἀγαθά. Προσδεχόµενοι, φησὶ, τὴν µακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ µεγάλου Θεοῦ καὶ Σωτῆρος ἡµῶν. Ποῦ εἰσιν οἱ τοῦ Πατρὸς ἐλάττονα τὸν Υἱὸν λέγοντες; Τοῦ µεγάλου, φησὶ, Θεοῦ καὶ Σωτῆρος. Ὁ τοὺς ἐχθροὺς σώσας, τί οὐκ ἐργάσεται τότε[ οὐκ] εὐδοκιµοῦντας λαβών; Τοῦ µεγάλου, φησὶ, Θεοῦ. Τὸ µέγας ἐπὶ Θεοῦ ὅταν λέγῃ, οὐ πρός τι µέγας φησὶν, ἀλλ' ἀπολύτως µέγας, µεθ' ὃν οὐκ ἂν εἴη µέγας, ἐπεὶ πρός τι ἐστίν. Εἰ δὲ πρός τι, κατὰ σύγκρισιν, καὶ οὐ φύσει µέγας· νῦν δὲ ἀσυγκρίτως µέγας. Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡµῶν, φησὶν, ἵνα λυτρώσηται ἡµᾶς ἀπὸ πάσης ἀνοµίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, τουτέστιν, ἐξειλεγµένον, οὐδὲνἔχοντα κοινὸν πρὸς τοὺς λοιπούς. Ζηλωτὴν καλῶν ἔργων. Ὁρᾷς ὅτι καὶ τῶν παρ' ἡµῶν δεῖ. Οὐχ ἁπλῶς ἔργων, ἀλλὰ ζηλωτὴν, τουτέστι, µετὰ προθυµίας πολλῆς ἐπ' αὐτὴν ἰόντα τὴν ἀρετὴν, µετὰ σφοδρότητος τῆς προσηκούσης. Τὸ µὲν οὖν βεβαρηµένους τοῖς κακοῖς καὶ ἀνίατα νοσοῦντας ἀπαλλάξαι, τῆς ἐκείνου φιλανθρωπίας ἦν· τὰ δὲ, µετὰ ταῦτα, καὶ ἡµῶν καὶ ἐκείνου. Ταῦτα λάλει καὶ παρακάλει, καὶ ἔλεγχε µετὰ πάσης ἐπιταγῆς. Ταῦτα λάλει καὶ παρακάλει.
5.3
Ὁρᾷς πῶς Τιµοθέῳ µὲν προστάττει, καί φησιν, Ἔλεγξον, ἐπιτίµησον, παρακάλεσον· ἐνταῦθα δὲ, Ταῦτα λάλει καὶ παρακάλει, καὶ ἔλεγχε µετὰ πάσης ἐπιταγῆς; Ἐπειδὴ τὸ ἦθος τούτων σκληρότερον ἦν, διὰ τοῦτο καὶ ἀποτόµως καὶ µετὰ πάσης ἐπιταγῆς ἐλέγχειν ἐπιτάττει. Ἔστι γὰρ τῶν ἁµαρτηµάτων, ἃ καὶ ἐπιτάγµασιν ἀπείργειν χρή· οἷον, τὸ µὲν χρηµάτων καταφρονεῖν παραινοῦντας δεῖ πείθειν, καὶ τὸ ἐπιεικεῖς εἶναι, καὶ ὅσα τοιαῦτα· τὸν δὲ µοιχὸν, τὸν πόρνον, τὸν πλεονέκτην µετ' ἐπιταγῆς ἐπὶ τὸ βέλτιον δεῖ ἐπάγειν. τὸν οἰωνιζόµενον, τὸν κλῃδονιζόµενον, τὸν ἄλλα τοιαῦτα πράττοντα, οὐδὲ ἁπλῶς ἐπιταγῆς, ἀλλὰ µετὰ πάσης ἐπιταγῆς. Ὁρᾷς πῶς βούλεται καὶ µετὰ αὐθεντίας, καὶ µετὰ ἐξουσίας πολλῆς ταῦτα αὐτὸν ἐπιτάττειν; Μηδείς σου περιφρονείτω, ἀλλὰ, Ὑποµίµνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίµους εἶναι, µηδένα βλασφηµεῖν, ἀµάχους εἶναι. Τί οὖν; µηδὲ τοὺς κακῶς πράττοντας, µηδὲ ἐκείνοις λοιδορεῖσθαι; Ἀλλὰ πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίµους εἶναι, µηδένα βλασφηµεῖν. Ἀκούσωµεν τῆς παραινέσεως· Μηδένα, φησὶ, βλασφηµεῖν. Καθαρὸν εἶναι δεῖ ἡµῖν τὸ στόµα ἀπὸ λοιδορίας. Εἴτε γὰρ ἀληθεῖς εἰσιν αἱ λοιδορίαι, οὐχ ἡµῶν ταῦτα λέγειν, ἀλλὰ τοῦ κριτοῦ ἐξετάζειν· Σὺ γὰρ, φησὶ, τί κρίνεις τὸν ἀδελφόν σου; εἴτε οὐκ ἀληθεῖς, ὅρα ὅσον τὸ πῦρ· ἄκουσον τοῦ λῃστοῦ λέγοντος πρὸς τὸν ἕτερον λῃστήν· Καὶ γὰρ καὶ αὐτοὶ ἐν τῷ αὐτῷ κρίµατί ἐσµεν, τὸν αὐτὸν ἀγῶνα τρέχοµεν. Ἐὰν ὀνειδίζῃς ἑτέροις, ταχέως καὶ αὐτὸς τοῖς αὐτοῖς περιπεσῇ.∆ ιὰ τοῦτο παραινεῖ ὁ µακάριος οὗτος λέγων· Ὁ δοκῶν ἑστάναι, βλεπέτω µὴ πέσῃ. Ἀµάχους εἶναι, φησίν. Ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυµένους πραότητα πρὸς πάντας ἀνθρώπους, καὶ Ἕλληνας καὶ Ἰουδαίους, καὶ µοχθηροὺς καὶ πονηρούς. Ἐκεῖ µὲν γὰρ ἀπὸ τῶν µελλόντων φοβεῖ λέγων. Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω µὴ πέσῃ· ἐνταῦθα δὲ οὐκ ἀπὸ τῶν µελλόντων, ἀλλ' ἀπὸ τῶν παρελθόντων ἐντρέπει, τὸ αὐτὸ ποιῶν, δι' ὧν ἐπάγει, Ἦµεν γάρ ποτε καὶ ἡµεῖς ἀνόητοι· ὅπερ ἐν τῇ πρὸς Γαλάτας ποιεῖ γράφων· Ὅτε ἦµεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσµου ἦµεν δεδουλωµένοι. Οὐκοῦν µηδενὶ ὀνειδίσῃς, φησί· τοιοῦτος γὰρ ἦς καὶ σύ. Ἦµεν γὰρ, φησὶ, ποτὲ καὶ ἡµεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώµενοι, δουλεύοντες ἐπιθυµίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, µισοῦντες ἀλλήλους. Ὥστε πρὸς πάντας τοιούτους εἶναι δεῖ, ἡµέρως ἔχειν. Ὁ γὰρ τοιοῦτος ὢν πρότερον, καὶ ἀπαλλαγεὶς, οὐκ ὀνειδίζειν ὀφείλει πρὸς τοιούτους, ἀλλ' εὔχεσθαι καὶ χάριτας ἔχειν τῷ καὶ αὐτῷ κἀκείνοις δόντιτὴν ἀπαλλαγὴν τῶν προτέρων κακῶν. Μηδεὶς καυχάσθω· πάντες γὰρ ἥµαρτον. Ὅταν οὖν ἐθέλῃς ὀνειδίσαι τινὰ κατορθῶν αὐτὸς, καὶ τὸν πρότερόν σου ἐννοῶν βίον καὶ τὸ τοῦ µέλλοντος ἄδηλον τὴν ὀργὴν ἀναχαίτιζε. Εἰ γὰρ καὶ ἐκ πρώτης ἡλικίας ἐναρέτως ἔζησας, ἀλλ' ὅµως ἔχοις ἂν ἁµαρτήµατα πολλά· εἰ δὲ οὐκ ἔχεις, ὡς νοµίζεις, ἐννόησον ὅτι οὐ τῆς σῆς ἀρετῆς τοῦτο γέγονεν, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος· εἰ γὰρ µὴ τοὺς προγόνους ἐκάλεσε τοὺς σοὺς, καὶ αὐτὸς ἂν ἦς ἀπειθής. Ὅρα πῶς πᾶσαν κακίαν διεξῆλθεν. Οὐχὶ µυρία διὰ προφητῶν, διὰ πάντων ὁ Θεὸς ᾠκονόµει; µὴ ἠκούσαµεν; Ἦµεν γάρ ποτε, φησὶ, καὶ ἡµεῖς πλανώµενοι· ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡµῶν Θεοῦ. Πῶς; Οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαµεν ἡµεῖς, ἀλλὰ κατὰ τὸν αὑτοῦ ἔλεον ἔσωσεν ἡµᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεωςΠνεύµατος ἁγίου. Βαβαὶ, πῶς ἦµεν ἐν τῇ κακίᾳ βεβαπτισµένοι, ὡς µὴ δύνασθαι καθαρθῆναι, ἀλλ' ἀναγεννήσεως δεηθῆναι! τοῦτο γάρ ἐστι παλιγγενεσία. Καθάπερ γὰρ ἐπὶ οἰκίας σαθρῶς διακειµένης, οὐδεὶς ὑποστήριγµα τίθησιν, οὐδὲ συῤῥάπτει ταῖς παλαιαῖς οἰκοδοµαῖς, ἀλλὰ µέχρι τῶν θεµελίωναὐτὴν καταλύσας, οὕτως ἄνωθεν ἀνίστησι καὶ ἀνακαινίζει· οὕτω καὶ αὐτὸς ἐποίησεν· οὐκ ἐπεσκεύασεν ἡµᾶς, ἀλλ' ἄνωθεν κατεσκεύασε· τοῦτο γάρ ἐστι, Καὶ ἀνακαινώσεως Πνεύµατος ἁγίου· ἄνωθεν ἐποίησε καινούς. Πῶς; διὰ τοῦ Πνεύµατος. Καὶ πάλιν, ἑτέρως τοῦτο δεικνὺς, ἐπάγει· Οὗ ἐξέχεεν ἐφ' ἡµᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡµῶν. Οὕτω πολλοῦ δεῖ ἡµῖν τοῦ ἐλέους. Ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι. Πάλιν χάριτι, οὐκ ὀφειλῇ. Κληρονόµοι γενηθῶµεν κατ' ἐλπίδα ζωῆς αἰωνίου. Ἅµα καὶ προτροπὴ εἰς ταπεινοφροσύνην ἐστὶ, καὶ ἐλπὶς ὑπὲρ τῶν µελλόντων. Εἰ γὰρ οὕτως ἀπεγνωσµένους, ὡς ἄνωθεν γεννηθῆναι, ὡς χάριτι σωθῆναι, ὡς µηδὲν ἔχειν ἀγαθὸν, ἔσωσε, πολλῷ µᾶλλον ἐν τῷ µέλλοντι τοῦτο ἐργάσεται.
5.4
Οὐδὲν γὰρ τῆς ἀνθρωπίνης θηριωδίας χεῖρον ἦν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας· ὥσπερ γὰρ ἐχθροὶ καὶ πολέµιοι πάντες διέκειντο πρὸς ἀλλήλους· τοὺς παῖδας ἔσφαζον τοὺς ἑαυτῶν πατέρες, καὶ µητέρες παισὶν ἐπεµαίνοντο· οὐδὲν ἦν ἑστηκὸς, οὐ φυσικὸς, οὐ γραπτὸς νόµος, ἀλλὰ ἀνατέτραπτο ἅπαντα· µοιχεῖαι διηνεκεῖς, φόνοι, καὶ εἴ τι φόνων χαλεπώτερον, κλοπαὶ( φησὶ δέ τις τῶν ἔξωθεν, ὅτι καὶ ἀρετῆς τὸ πρᾶγµα ἐδόκει εἶναι· καὶ εἰκότως, ὅπου γε καὶ θεὸν τοιοῦτον ἔσεβον), χρησµοὶ συνεχεῖς τὸν δεῖνα ἀναιρεῖσθαι καὶ τὸν δεῖνα κελεύοντες. Εἴπω τι τῶν κατ' ἐκεῖνον τὸν χρόνον; Ἀνδρόγεώς τις τοῦ Μίνωος υἱὸς ἐλθὼν εἰς Ἀθήνας καὶ πάλην νικήσας, δίκην ἐδίδου, καὶ ἀνῃρέθη. Ὁ οὖν Ἀπόλλων κακῷ τὸ κακὸν ἰώµενος, ἐκέλευσε δὶς ἑπτὰ παῖδας ἀπάγεσθαι ὑπὲρ τούτου. Τί ταύτης τῆς τυραννίδος ὠµότερον; Καὶ τοῦτο ἐγένετο, καὶ ἄνθρωπος τοῦ δαίµονος τὴν µανίαν λῦσαι ἐπελθὼν, ἔσφαξε τοὺς παῖδας ἐκείνους, ὅτι παρ' αὐτοῖς ἡ ἀπάτη ἴσχυεν· ἐπειδὴ δὲ διανέστησαν καὶ ἤµυναν ἑαυτοῖς, οὐκέτι. Εἰ µὲν οὖν δικαίως τὸ πρᾶγµα ἐγίνετο, οὐκ ἐχρῆν κωλυθῆναι· εἰ δὲ ἀδίκως, ὥσπερ οὖν καὶ ἀδίκως, οὐδὲ παρὰ τὴν ἀρχὴν ἐπι ταγῆναι. Πύκτας προσεκύνουν καὶ παλαιστάς. Πόλεµοι συνεχεῖς καὶ ἐπάλληλοι, κατὰ πόλιν, κατὰ κώµην, κατὰ οἰκίαν. Ἐπαιδεράστουν· καὶ παρ' αὐτοῖς φιλόσοφός τις ἐνοµοθέτει, δούλῳ ἐξεῖναι µήτε παιδεραστεῖν, µήτε ξηραλοιφεῖν, ὡς ἐναρέτου τοῦ πράγµατος ὄντος καὶ πολλὴν ἔχοντος τιµήν.∆ ιὰ τοῦτο καὶ ἐπ' οἰκήµατος εἱστήκεισαν φανερῶς τοῦτο ποιοῦντες. Καὶ εἰ πάντα τις ἐπέλθοι τὰ κατ' αὐτοὺς, εὑρήσει φανερῶς ὅτι καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνύβριζον, καὶ οὐδεὶς ὁ κωλύων ἦν· ἀλλὰ τὰ δράµατα αὐτοῖς πάντα τούτων γέµει, µοιχείας, ἀσελγείας, διαφθορᾶς. Παννυχίδες ἐγίνοντο µιαραὶ, καὶ γυναῖκες ἐκαλοῦντο ἐπὶ τὴν θέαν. Ὢ τῆς µιαρίας! ἐν νυκτὶ, ἐν θεάτρῳ παννυχὶς ἦν, καὶ παρθένος ἐκάθητο µεταξὺ νέων µεµηνότων καὶ µεθύοντος ὄχλου.. Τὸ σκότος ἦν ἡ πανήγυρις, καὶ τὰ µυσαρὰ ἔργα τὰ ὑπ' αὐτῶν τελούµενα.∆ ιὰ τοῦτό φησιν· Ἦµέν ποτε καὶ ἡµεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώµενοι, δουλεύοντες ἐπιθυµίαις καὶ ἡδοναῖς ποικίλαις. Ὁ δεῖνα τῆς µητρυιᾶς ἠράσθη, φησὶ, καὶ ἡ δεῖνα τοῦ προγόνου, καὶ ἀπήγξατο. Τοὺς γὰρ τῶν παίδων ἔρωτας, οὕσπερ αὐτοῖς παιδικὰ καλεῖν ἔθος ἐστὶν, οὐδὲ εἰπεῖν ἔνι. Ἀλλὰ τί; βούλει µητρογαµίας ἰδεῖν; Ἔστι καὶ τοῦτο παρ' αὐτοῖς, καὶ τὸ δὴ δεινὸν, ὑπὸ ἀγνοίας τὸ πρᾶγµα ἐγίνετο, καὶ οὐκ ἐκώλυεν ὁ θεὸς ὁ παρ' αὐτοῖς, ἀλλὰ περιεώρα τὴν φύσινὑβριζοµένην, καὶ ταῦτα τῶν ἐπισήµων οὖσαν Εἰ δὲ οὓς εἰκὸς, εἰ καὶ µὴ δι' ἕτερόν τι, διὰ γοῦν τὴν τῶν πολλῶν δόξαν ἀντέχεσθαι τῆς ἀρετῆς, οὗτοι δὲ οὕτωπρηνεῖς κατὰ τῆς κακίας ἐφέροντο· τί εἰκὸς τοὺς πολλοὺς καὶ λανθανόντως βιοῦντας διαπράττεσθαι; τί ποικιλώτερον ταύτης τῆς ἡδονῆς; Ἠράσθη ἡ δεῖνα τοῦ δεῖνος· ἐπανελθόντα τὸν ἄνδρα ἔσφαξε διὰ τοῦ µοιχοῦ. Τάχα ἴστε τὸ διήγηµα οἱ πολλοί. Τὸν µοιχὸν ἀνεῖλεν ὁ παῖς τοῦ φονευθέντος, κἀκείνην ἐπέθυσε· µετὰ ταῦτα ἐµάνη καὶ αὐτὸς, καὶ ταῖς ἐριννύσιν ἠλαύνετο· εἶτα αὐτὸς οὕτως ὁ µανεὶς ἀπελθὼν ἔσφαξεν ἕτερον, καὶ τὴν ἐκείνου γυναῖκα λαµβάνει. Τί τούτων χεῖρον τῶν συµφορῶν; Τούτου χάριν ταῦτα λέγω ἀπὸ τῶν ἔξωθεν, ἵνα τοὺς Ἕλληνας πείσω, πόσα κατεῖχε τὴν οἰκουµένην κακά. Ἀλλ', εἰ βούλεσθε, καὶ ἀπὸ τῶν ἡµετέρων δεικνύωµεν. Ἔθυσαν, φησὶ, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιµονίοις. Καὶ πάλιν οἱ τὰ Σόδοµα οἰκοῦντες δι' οὐδὲν ἕτερον ἀπώλοντο, ἢ ὅτι παισὶν ἐπεµαίνοντο. Ἀλλὰ πάλιν ἐν προοιµίοις τῆς τοῦ Χριστοῦ παρουσίας οὐχὶ ἡ τοῦ βασιλέως θυγάτηρ ἐν µέσοις ὠρχεῖτο τοῖς συµποσίοις ἐν ἀνθρώποις µεθύουσιν; οὐχὶ φόνον ᾔτει, καὶ ὀρχήσεως τιµὴν τὴν κεφαλὴν τοῦ προφήτου; Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; Στυγητοὶ, φησὶ, µισοῦντες ἀλλήλους. Ἀνάγκη γὰρ πάντως, ὅταν πάσας τῇ ψυχῇ ἐπαφῶµεν τὰς ἡδονὰς, πολὺ τὸ µῖσος γίνεσθαι.∆ ιὰ τί; Ὅτι οὗ µετὰ ἀρετῆς ἡ ἀγάπη, οὐδεὶς οὐδένα πλεονεκτεῖ. Ὅρα καὶ ὁ Παῦλος τί φησι. Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε µοιχοὶ, οὔτε µαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὐ λοίδοροι, οὐ µέθυσοι βασιλείαν Θεοῦ κληρονοµήσουσι. Καὶ ταῦτά τινες ἦτε. Ὁρᾷς πῶς πᾶν κακίας εἶδος ἐπεπόλαζε, καὶ πολλή τις ἦν ἡ ἀχλὺς, καὶ τὸ δίκαιον διεφθείρετο; Εἰ γὰρ οἱ προφητείας ἀπολαύοντες, καὶ τοσαῦτα ὁρῶντες γινόµενα κακὰ καὶ ἐν τοῖς πολεµίοις καὶ ἐν ἑαυτοῖς, ὅµως οὐκ ἠνείχοντο, ἀλλὰ µυρίακαινὰ εἰργάζοντο· τί ἂν οἱ ἄλλοι; Ἀλλά τις πάλιν παρ' αὐτοῖς παρθένους γυµνὰς ἐκέλευε παλαίειν ἐπ' ὄψεσιν ἀνθρώπων. Πολλὰ ὑµῖν γένοιτο ἀγαθὰ, ὅτι οὐδὲ τὸ ῥῆµα ἀκοῦσαι φέρετε· αὐτὸ δὲ τὸ πρᾶγµα οἱ φιλόσοφοι οὐκ ᾐσχύνοντο. Ἕτερος δέ τις φιλόσοφος, ὁ κορυφαῖος αὐτῶν, καὶ εἰς πολέµους αὐτὰς ἐξάγει, καὶ κοινὰς εἶναι κελεύει, ὡς µαστροπός τις ὢν καὶ προαγωγός. Ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, φησίν. Εἰ γὰρ οἱ φιλοσοφοῦντες παρ' αὐτοῖς τοιαῦτα ἐνοµοθέτουν, τί ἂν εἴποιµεν περὶ τῶν µὴ φιλοσοφησάντων; εἰ οἱ τὸ γένειον ἔχοντες βαθὺ, καὶ τὸν τρίβωνα ἀναβεβληµένοι τοιαῦτα λέγουσι, τί ἂν εἴποιµεν περὶ ἑτέρων; Οὐ διὰ τοῦτο γέγονεν ἡ γυνὴ, ἄνθρωπε, ὥστε κοινῇ πᾶσι προκεῖσθαι. Ὦ πάντα ἀνατρέποντες ὑµεῖς· οἱ τοῖς µὲν ἄῤῥεσιν ὡς θηλείαις µιγνύµενοι, τὰς δὲ θηλείας ὡς ἄνδρας εἰς πόλεµον ἐξάγοντες· τοῦτο γὰρ ἔργον τοῦ διαβόλου, τὸ πάντα συγχέειν καὶ ἀνατρέπειν, καὶ τὰ ἐξ ἀρχῆς τεθέντα ὅρια διασαλεύειν καὶ µεταίρειν ἃ Θεὸς ἔθετο τῇ φύσει. Τῇ µὲν γὰρ γυναικὶ τὸ οἰκουρεῖν µόνον ἔδωκεν ὁ Θεὸς, τῷ δὲ ἀνδρὶ τὰ δηµόσια πράττειν· σὺ δὲ τὴν κεφαλὴν εἰς τοὺς πόδας κατάγεις, καὶ τοὺς πόδας εἰς τὴν κεφαλὴν ἀνάγεις. Γυναῖκας ὁπλίζεις, καὶ οὐκ αἰσχύνῃ; Τί δὲ ταῦτα λέγω; εἰσάγουσί τινα παρ' αὐτοῖς γυναῖκα καὶ παῖδας ἀνελοῦσαν, καὶ οὐκ αἰσχύνονται οὐδὲ ἐντρέπονται τοιαῦτα µυσαρὰ διηγήµατα εἰς τὰς τῶν ἀνθρώπωνἀκοὰς ἐµβάλλοντες. Ὅτε δὲ ἡ χρηστότης, φησὶ, καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡµῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαµεν ἡµεῖς, ἀλλὰ κατὰ τὸναὐτοῦ ἔλεον, ἔσωσεν ἡµᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύµατος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡµᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡµῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόµοι γενηθῶµεν κατ' ἐλπίδα ζωῆς αἰωνίου. Τί ἔστι, Κατ' ἐλπίδα; Τουτέστι, Καθὼς ἠλπίσαµεν, οὕτως ἀπολαύσοµεν· ἢ ὅτι Ἤδη καὶ κληρονόµοι ἐστέ. Πιστὸς ὁ λόγος. Ἐπειδὴ γὰρ περὶ µελλόντων διελέχθη καὶ οὔπω παρόντων, ἐπήγαγε τὸ ἀξιόπιστον. Ἀληθῆ ταῦτά ἐστι, φησὶ, καὶ δῆλον ἐκ τῶν φθασάντων. Ὁ γὰρ τοσαύτης ἡµᾶς ἀνοµίας ἀπαλλάξας καὶ τοσούτων κακῶν, εὔδηλον ὅτι καὶ τῶν µελλόντων ἡµῖν µεταδώσει πάντως ἐπιµείνασι τῇ χάριτι· ἀπὸ γὰρ τῆς αὐτῆς κηδεµονίας ἅπαντα γίνεται.
5.5
Εὐχαριστῶµεν οὖν τῷ Θεῷ, καὶ µηδὲν τοῖς ἄλλοις ὀνειδίζωµεν, µηδὲν ἐγκαλῶµεν, ἀλλὰ παρακαλῶµεν µᾶλλον, εὐχώµεθα ὑπὲρ αὐτῶν, συµβουλεύωµεν, παραινῶµεν, κἂν ὑβρίζωσι, κἂν λακτίζωσι· τοιοῦτοι γάρ εἰσιν οἱ νοσοῦντες. Ἀλλ' οἱ πρὸς τὴν ὑγείαν ἐκείνων σπεύδοντες πάντα φέρουσι, πάντα πράττουσι, κἂν µηδὲν ἀνύωσιν, ἵνα µὴ ἑαυτοῖς ἐγκαλῶσιν ὥσπερ ἠµεληκόσιν. Ἢ οὐκ ἴστε ὅτι πολλάκις ἰατροῦ ἀπογνόντος τοῦ κάµνοντος, ἕτερός τίς φησι τῶν προσηκόντων πρὸς αὐτόν· Θεραπείαν πάλιν πρόσαγε, καὶ µηδὲν ἐλλίπῃς, ἵνα µηδὲν ἐµαυτῷ ἐγκαλῶ, ἵνα µηδὲν µέµφωµαι, ἵνα µὴ κατηγορεῖν ἔχω ἐµαυτοῦ; Οὐχ ὁρᾶτε πόσην οἱ προσήκοντες περὶ τοὺς ἐπιτηδείους ποιοῦνται τὴν πρόνοιαν; πόσα ὑπὲρ τούτου πράττουσι, καὶ ἰατροὺς παρακαλοῦντες, καὶ προσεδρεύοντες διαπαντός; Κἂν τούτους µιµώµεθα· καίτοι γε οὐχ ὑπὲρ τῶν ἴσων ἡφροντίς. Νῦν δὲ τὸ µὲν σῶµα κάµνοντος τοῦ παιδὸς οὐκ ἂν παραιτήσαιτό τις καὶ µακρὰν ἀποδηµίαν στείλασθαι, ὥστε λῦσαι τὴν νόσον· τῆς δὲ ψυχῆς κακῶς ἐχούσης, οὐδεὶς οὐδένα ποιεῖται λόγον· ἀλλὰ πάντες ἀναπεπτώκαµεν, πάντες ῥᾳθυµοῦµεν, πάντες ὀλιγωροῦµεν, καὶ παῖδας καὶ γυναῖκας καὶ ἡµᾶς αὐτοὺςπεριορῶντες ἁλισκοµένους ἀπὸ τῆς νόσου ταύτης τῆς χαλεπῆς. Ἀλλ' ὕστερον λαµβάνοµεν τὴν αἴσθησιν. Ἐννοήσατε ὡς αἰσχρὸν καὶ σφόδρα καταγέλαστον ὕστερον λέγειν, Οὐ προσεδοκῶµεν, οὐκ ἠλπίζοµεν τοῦτο ἔσεσθαι· οὐκ αἰσχρὸν δὲ µόνον, ἀλλὰ καὶ ἐπικίνδυνον. Εἰ γὰρ ἐν τῷ παρόντι βίῳ τῶν ἀνοήτων ἐστὶ τὸ τὰ µέλλοντα µὴ προορᾷν, πολλῷ µᾶλλον ἐν τῷ µέλλοντι, ὅτε καὶ ἀκούοµεν νῦνπολλῶν συµβουλευόντων καὶ λεγόντων τὰ πρακτέα καὶ τὰ µὴ πρακτέα. Ἀντεχώµεθα τοίνυν τῆς ἐλπίδος ἐκείνης, φροντίζωµεν τῆς σωτηρίας τῆς ἡµετέρας, τὸν Θεὸν ἐπὶ πᾶσι παρακαλῶµεν, ὥστεχεῖρα ὀρέξαι. Μέχρι τίνος ῥᾴθυµοι; µέχρι τίνος ἀµελεῖς; µέχρι τίνος καταφρονοῦµεν ἑαυτῶν, καὶ τῶν ὁµοδούλων ἡµῶν; αὐτὸς πλουσίως ἐξέχεεν εἰς ἡµᾶς τὴν τοῦ Πνεύµατος χάριν. Ἐννοήσωµεν τοίνυν ὅσην χάριν ἐπὶ ἡµᾶς ἐνεδείξατο, καὶ τοσαύτην καὶ ἡµεῖς σπουδὴν ἐπιδειξώµεθα· µᾶλλον δὲ τοσαύτην µὲν οὐ δυνατὸν, κἂν γοῦν ἐλάττονα. Ἂν γὰρ καὶ µετὰ τὴν χάριν ταύτην ὦµεν ἀναίσθητοι, µείζων ἡµῖν ἔσται ἡ κόλασις. Εἰ µὴ ἦλθον γὰρ, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁµαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν. Ἀλλὰ µὴ γένοιτο ταῦτα περὶ ἡµῶν εἰπεῖν, ἀλλὰ γένοιτο πάντας ἡµᾶς ἀξιωθῆναι τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἠγαπηκόσιν αὐτὸνἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note