Homilies on Titus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
6.0
Καὶ περὶ τούτων βούλοµαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι καλὰ καὶ ὠφέλιµα τοῖς ἀνθρώποις. Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ µάχας νοµικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ µάταιοι. Αἱρετικὸν ἄνθρωπον µετὰ µίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ· εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁµαρτάνει ὢν αὐτοκατάκριτος.
6.1
Εἰπὼν περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ περὶ τῆς ἀφάτου αὐτοῦ περὶ ἡµᾶς κηδεµονίας, καὶ τίνας ὄντας ἡµᾶς τίνας εἰργάσατο, ἐπήγαγε καί φησι· Καὶ περὶ τούτων βούλοµαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ· τουτέστι, ταῦτα διαλέγεσθαι, καὶ ἀπὸ τούτων προτρέπειν ἐπὶ ἐλεηµοσύνην. Οὐ γὰρ µόνον πρὸς ταπεινοφροσύνην ἡµῖν τὰ εἰρηµένα ἁρµόσει, καὶ πρὸς τὸ µὴ ἐπαίρεσθαι καὶ ὀνειδίζειν ἑτέροις, ἀλλὰ καὶ πρὸς πᾶσαν τὴν ἄλλην ἀρετήν. Οὕτω γοῦν καὶ πρὸς Κορινθίους διαλεγόµενος φησί· Γινώσκετε ὅτι ὁ Κύριος ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡµεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωµεν. Ἐννοήσας τοῦ Θεοῦ τὴν κηδεµονίαν καὶ τὴν ὑπερβάλλουσαν αὐτοῦ φιλανθρωπίαν, ἐπὶ τὴν ἐλεηµοσύνην αὐτοὺς προτρέπει, οὐχ ἁπλῶς οὐδὲ παρέργως· ἀλλὰ τί; Ἵνα φροντίζωσι, φησὶ, καλῶν ἔργων προΐστασθαι· τουτέστι, καὶ ἀδικουµένοις βοηθεῖν, µὴ χρήµασι µόνον, ἀλλὰ καὶ προστασίαις, καὶ χήραις ἐπαµύνειν καὶ ὀρφανοῖς, καὶ πάντας τοὺς κακῶς πάσχονταςἐν ἀσφαλείᾳ καθιστᾷν· τοῦτο γάρ ἐστι, Καλῶν ἔργων προΐστασθαι. Ταῦτα γάρ ἐστι, φησὶ, καλὰ καὶ ὠφέλιµα τοῖς ἀνθρώποις. Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ µάχας νοµικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ µάταιοι. Τί ποτε βούλονται αἱ γενεαλογίαι; καὶ γὰρ καὶ ἐν τῇ πρὸς Τιµόθεον Ἐπιστολῇ τίθησι τοῦτο λέγων· Μύθους καὶ γενεαλογίας ἀπεράντους. Τάχα καὶ ἐνταῦθα καὶ ἐκεῖ αἰνιττόµενος Ἰουδαίους, οἳ µέγα φρονοῦντες ἐπὶ τῷ πρόγονον ἔχειν τὸν Ἀβραὰµ, τῶν καθ' ἑαυτοὺς ἠµέλουν.∆ ιὰ τοῦτο καὶ µωρὰς αὐτὰς καλεῖ καὶ ἀνωφελεῖς· µωρίας γὰρ ἐπὶ ἀνωφελέσι πράγµασι τὸ θαῤῥεῖν. Ἔρεις δὲ, φησὶ, τὰς πρὸς τοὺς αἱρετικοὺς, ἵνα µὴ κάµνωµεν εἰκῆ, ὅταν µηδὲν ᾖ κέρδος· τὸ γὰρ τέλος αὐτῶν οὐδέν. Ὅταν ᾖ τις διεστραµµένος, καὶ µηδ', ἂν ὁτιοῦν γένηται, προῃρηµένος µεταθέσθαι τὴν γνώµην, τίνος ἕνεκεν εἰκῆ κάµνεις κατὰ πετρῶν σπείρων, δέονπονεῖν τὸν καλὸν τοῦτον πόνον εἰς τοὺς σοὺς τὰ περὶ ἐλεηµοσύνης αὐτοῖς διαλεγόµενος καὶ τῆς ἄλλης ἀρετῆς; πῶς οὖν ἑτέρωθί φησι, Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς µετάνοιαν, ἐνταῦθα δὲ, Αἱρετικὸν ἄνθρωπον µετὰ µίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ, εἰδὼςὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁµαρτάνει ὢν αὐτοκατάκριτος; Ἐκεῖ µὲν περὶ τῆς τῶν ἐλπίδα ἐχόντων διορθώσεώς φησι, καὶ περὶ τῶν ἀντιδιατιθεµένων ἁπλῶς· ὅταν δὲ δῆλος ᾖ πᾶσι καὶ φανερὸς, τίνος ἕνεκεν πυκτεύεις εἰκῆ; τί τὸν ἀέρα δέρεις; Τί ἐστιν, Ὢν αὐτοκατάκριτος; Οὐ γὰρ ἔχει εἰπεῖν, ὅτι οὐδεὶς εἶπεν, οὐδεὶς ἐνουθέτησεν. Ὅταν οὖν µετὰ τὴν παραίνεσιν ὁ αὐτὸς ἐπιµένῃ, αὐτοκατάκριτος γίνεται. Ὅταν πέµψω Ἀρτεµᾶν πρὸς σὲ ἢ Τυχικὸν, σπούδασον ἐλθεῖν πρός µε εἰς Νικόπολιν. Τί λέγεις; ἐπιστήσας αὐτὸν τῇ Κρήτῃ, πάλιν καλεῖς πρὸς σεαυτόν; Οὐκ ἀπάγων αὐτὸν τῆς σχολῆς ἐκείνης, ἀλλὰ πλέον ῥυθµίζων. Ὅτι γὰρ οὐχ ὥστε περιάγειν αὐτὸν καὶ πανταχοῦ ἔχειν ἀκολουθοῦντα καλεῖ πρὸς ἑαυτὸν, ἄκουσον τί φησιν· Ὅτι ἐκεῖ κέκρικα παραχειµάσαι. Ἡ δὲ Νικόπολις τῆς Θρᾴκης ἐστί. Ζηνᾶν τὸν νοµικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεµψον, ἵνα µηδὲν αὐτοῖς λείπῃ· αὐτοὶ δὲ οὐδέπω τῶν ἐγχειρισθέντων ἦσαν, ἀλλὰ τῶν συνόντων αὐτῷ· σφοδρότερος δὲ ἦν ὁ Ἀπολλὼς, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς, καὶ ἀνὴρ λόγιος. Εἰ τοίνυν νοµικὸς ἦν ἐκεῖνος, οὐκ ἔδει παρ' ἑτέρων αὐτὸν, φησὶ, τρέφεσθαι. Ἀλλὰ νοµικὸν ἐνταῦθά φησι τὸν τῶν Ἰουδαϊκῶν νόµων ἔµπειρον· ὡσεὶ ἔλεγεν, Ἐν πάσῃ ἀφθονίᾳ αὐτοὺς κατάστησον, ἵνα µηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡµέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα µὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ µετ' ἐµοῦ πάντες· ἄσπασαι τοὺς φιλοῦντας ἡµᾶς ἐν πίστει. Ἤτοι τοὺς αὐτὸν φιλοῦντάς φησιν, ἢ τοὺς πιστοὺς ἄνδρας. Ἡ χάρις µετὰ πάντων ὑµῶν. Ἀµήν. Πῶς οὖν αὐτῷ κελεύεις τοὺς ἀντιλέγοντας ἐπιστοµίζειν, εἰ περιιστάναι τούτους δεῖ, ὅταν ἐπὶ λύµῃ πάντα ποιῶσιν ἑαυτῶν; Φησὶ δὲ προηγουµένως ἐπὶ τῷ ἐκείνων κέρδει µηδέποτε τοῦτο ποιεῖν· οὐδὲ γὰρ ἂν κερδάνειάν ποτε, ἅπαξ διεστραµµένοι τὴν γνώµην. Εἰ µὲν γὰρ ἑτέροις λυµαίνοιντο, διεστάναι χρὴ καὶ µάχεσθαι, καὶ µετὰ πολλῆς τῆς ἀνδρείας περιίστασθαι· εἰ δὲ εἰς ἀνάγκην κατασταίης, ὁρῶν ἑτέρους διαφθειροµένους, µὴ σίγα, ἀλλ' ἐπιστόµιζε, τῶν µελλόντων ἀπόλλυσθαι κηδόµενος. Ὅλως δὲ οὐκ ἔστι τὸν σπουδὴν ἔχοντα καὶ βίον ὀρθὸν, µάχης ἀνέχεσθαι. Πλὴν, ὡς εἶπον, οὕτω ποίει· ἀπὸ γὰρ ἀργίας καὶ τῆς περιττῆς φιλοσοφίας τὸ πρᾶγµα γίνεται, τὸ περὶ τὰ ῥήµατα ἠσχολῆσθαι µόνον. Καὶ γὰρ περιττὰ φθέγγεσθαι πολλὴ ζηµία, δέον ἢ διδάσκειν, ἢ εὔχεσθαι, ἢ εὐχαριστεῖν. Οὐδὲ γὰρ χρηµάτων µὲν φείδεσθαι ὀφείλοµεν, ῥηµάτων δὲ οὔ· ἀλλὰ µάλιστα τούτων ἢ ἐκείνων, καὶ µὴ ἁπλῶς πᾶσιν ἑαυτοὺς ἐκδιδόναι. Τί ἐστιν, Ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι; Ἵνα µὴ περιµένωσι τοὺς δεοµένους ἐλθεῖν πρὸς αὐτοὺς, ἀλλὰ καὶ αὐτοὶ περιεργάζωνται τοὺς δεοµένους τῆς αὐτῶν βοηθείας· ὁ γὰρ φροντίζων, οὕτω φροντίζει· οὕτω γὰρ µάλιστα καὶ µετὰ πολλῆς τῆς σπουδῆς τοῦτο ἐργάσεται. Καὶ γὰρ ἐν οἷς εὖ ποιεῖ, οὐ τοῖς πάσχουσι τοσοῦτον, ὅσον τοῖς εὖ ποιοῦσι πρόσοδον καὶ κέρδος φέρει τὸ γινόµενον· παῤῥησίαν γὰρ δίδωσιν αὐτοῖς πρὸς τὸν Θεόν. Ἐκεῖ δὲ τῆς µάχης τέλος οὐδέν. Τὸν ἀδιόρθωτον οὖν λέγει αἱρετικόν. Ὥσπερ γὰρ τὸ τοὺς ἐλπίδας ἔχοντας µεταβολῆς παρορᾷν, νωθείας· οὕτω τὸ τοὺς ἀνίατα νοσοῦντας θεραπεύειν, ἀνοίας καὶ τῆς ἐσχάτης παραπληξίας θρασυτέρους γὰρ ἐργαζόµεθα ἐκείνους. Μανθανέτωσαν δὲ, φησὶ, καὶ οἱ ἡµέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα µὴ ὦσιν ἄκαρποι. Ὁρᾷς ὅτι αὐτῶν φροντίζει µᾶλλον, ἢ τῶν λαµβανόντων; Ἐνῆν γὰρ ἴσως πολλαχόθεν τούτους προπέµψαι, ἀλλὰ τῶν ἡµετέρων, φησὶ, φροντίζω. Τί γὰρ ὄφελος, εἰπέ µοι; Εἰ γὰρ θησαυροὺς ἀνορύττοντες ἔτρεφον τοὺς διδασκάλους ἕτεροι, τούτοις οὐδὲν οὐδέπω κέρδος ἦν· ἄκαρποι γὰρ ἔµενον. Τί οὖν, εἰπέ µοι; οὐκ ἠδύνατο ὁ Χριστὸς ὁ ἀπὸ πέντε ἄρτων πεντακισχιλίους, καὶ ἀπὸ ἑπτὰ τετρακισχιλίους θρέψας, θρέψαι ἑαυτὸν καὶ τοὺς συνόντας αὐτῷ; τίνος οὖν ἕνεκεν ὑπὸ γυναικῶν ἐτρέφετο( Ἠκολούθουν γὰρ αὐτῷ, φησὶ, γυναῖκες, αἵτινες διηκόνουν αὐτῷ);∆ ιδάσκων ἡµᾶς ἄνωθεν ὅτι τῶν οὗ ποιούντων φροντίζει. Οὐκ ἠδύνατο ὁ Παῦλος ὁ καὶ ἑτέροις ἐπαρκῶν διὰ τῶν ἑαυτοῦ χειρῶν, µηδαµόθεν λαµβάνειν; Ἀλλ' ὁρᾷς αὐτὸν καὶ λαµβάνοντα καὶ αἰτοῦντα· καὶ ἄκουσον, διὰ τί· Ζητῶ γὰρ, φησὶν, οὐ τὸ δόµα, ἀλλὰ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑµῶν. Καὶ παρὰ τὴν ἀρχὴν δὲ, ὅτε τὰ αὑτῶν ἅπαντα πιπράσκοντες ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, ὁρᾷς τοὺς ἀποστόλους αὐτῶν φροντίζονταςµᾶλλον, ἢ τῶν λαµβανόντων; Εἰ γὰρ ὁπωσδήποτε µόνον τῶν πενήτων ἐφρόντιζον, οὐδένα ἂν λόγον ὑπὲρ τῆς Σαπφείρας καὶ τοῦ Ἀνανία ἐποιήσαντο, ἡνίκα ἐνοσφίσαντοτὰ χρήµατα, οὐκ ἂν διετάξατο Παῦλος λέγων· Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Τί λέγεις, Παῦλε; ἐµποδίζεις τοῖς πένησιν; Οὒ, φησίν· οὐ γὰρ τὸ ἐκείνων ὁρῶ, ἀλλὰ τὸ τῶν διδόντων. Ὅρα δὲ καὶ τὸν προφήτην, ἡνίκα τῷ Ναβουχοδονόσορ συνεβούλευε τὴν ἀρίστην ἐκείνην γνώµην, οὐχὶ τῶν πενήτων µόνον φροντίζοντα· οὐ γὰρ εἶπε,∆ ὸς τοῖς πένησιν ἁπλῶς, ἀλλὰ τί; Τὰς ἁµαρτίας σου ἐν ἐλεηµοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρµοῖς πενήτων. Κένωσον τὰ χρήµατα, φησὶν, οὐχ ἵνα ἕτεροι τραφῶσι µόνον, ἀλλ' ἵνα ἀπαλλαγῇς αὐτὸς τῆς τιµωρίας. Καὶ πάλιν ὁ Χριστός· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει µοι. Ὁρᾷς ὅτι κἀκεῖ διὰ τὴν ἀκολούθησιν τοῦτο ἐπετάγη; Ἐπειδὴ γὰρ ἐµπόδιόν ἐστι τὰ χρήµατα, διὰ τοῦτο διδόναι πένησιν ἐπέταξε, παιδεύων τὴν ψυχὴν ἐλεήµονα εἶναι καὶ οἰκτίρµονα, παιδεύωνχρηµάτων καταφρονεῖν, παιδεύων πλεονεξίας ἀφίστασθαι. Ὁ γὰρ παιδευόµενος τῷ µὴ ἔχοντι δοῦναι, παιδευθήσεται τῷ χρόνῳ καὶ µὴ λαµβάνειν ἀπὸ τῶν ἐχόντων. Τοῦτο ὁµοίους ποιεῖ τῷ Θεῷ. Καίτοι γε ἡ παρθενία χαλεπώτερον αὐτῆς πόνον ἔχει, καὶ ἡ νηστεία καὶ τὸ χαµευνεῖν· ἀλλ' οὐδὲν οὕτως ἰσχυρὸν καὶ δυνατὸν πρὸς τὸ σβέσαι τῶν ἁµαρτηµάτων ἡµῶν τὴν πυρὰν, ὡς ἡ ἐλεηµοσύνη· πάντων αὕτη µείζων ἐστὶ, παρ' αὐτὸν ἵστησι τὸν βασιλέα τοὺς αὐτῆς ἐραστάς· καὶ µάλα εἰκότως. Παρθενία µὲν γὰρ καὶ νηστεία καὶ χαµευνία περὶ τὸν ποιοῦντα ἵσταται µόνον, ἕτερον δὲ ἔσωσεν οὐδένα· ἡ δὲ ἐλεηµοσύνη εἰς πάντας ἐκτείνεται, καὶ τὰ µέλη περιπλέκεται τοῦ Χριστοῦ· πολὺ δὲ τῶν εἰς τὸν ἕνα περιισταµένων τὰ πρὸς πολλοὺς ἐκτεινόµενα κατορθώµατα µείζονα.
6.2-3
Αὕτη γὰρ µήτηρ ἀγάπης ἐστὶν, ἀγάπης τῆς τὸν Χριστιανισµὸν χαρακτηριζούσης, τῆς τῶν σηµείων ἁπάντων µείζονος, δι' ἧς οἱ µαθηταὶ φαίνονταιτοῦ Χριστοῦ· αὕτη φάρµακόν ἐστι τῶν ἡµετέρων ἁµαρτηµάτων, σµῆγµα τοῦ ῥύπου τῆς ἡµετέρας ψυχῆς, κλῖµαξ εἰς τὸν οὐρανὸν ἐστηριγµένη· αὕτη τοῦ Χριστοῦ τὸ σῶµα συνδεῖ. Βούλεσθε µαθεῖν ὅσον ἀγαθὸν αὕτη ἐστίν; Ἐπὶ τῶν ἀποστόλων πάντες τὰ ἑαυτῶν πωλοῦντες ἔφερον πρὸς αὐτοὺς, ἃ καὶ διεδίδοτο·∆ ιεδίδοσαν γὰρ, φησὶν, ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Εἰπὲ γάρ µοι, καὶ χωρὶς τῶν µελλόντων( µήπω γὰρ περὶ τῆς βασιλείας νῦν κινήσωµεν. ἀλλ' ἐν τῷ παρόντι ἴδωµεν) τίνες κερδαίνουσιν, οἱ λαµβάνοντες, ἢ οἱ δόντες; Ἐκεῖνοι µὲν γὰρ ἐγόγγυζον, καὶ διεπληκτίζοντο πρὸς ἀλλήλους· οὗτοι δὲ εἶχον ψυχὴν µίαν· Ἦν γὰρ, φησὶν, ἁπάντων ἡ καρδία καὶ ἡ ψυχὴ µία, καὶ χάρις ἦν ἐπὶ πάντας αὐτοὺς, καὶ µετὰ πολλῆς ὠφελείας διῆγον. Ὁρᾷς ὅτι καὶ ἐντεῦθεν ἐκεῖνοι ἐκέρδαινον; Εἰπὲ δή µοι, τίνων ἂν ἠθέλησας εἶναι, τῶν τὰ αὐτῶν ῥιπτούντων καὶ οὐδὲν ἐχόντων, ἢ τῶν καὶ τὰ ἑτέρων λαµβανόντων; Ὅρα τὸν καρπὸν τῆς ἐλεηµοσύνης· τὰ διαφράγµατα καὶ τὰ κωλύµατα ἀνῃρέθη, καὶ εὐθέως συνήφθησαν αὐτῶν αἱ ψυχαί· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ µία. Ὥστε καὶ χωρὶς τῆς ἐλεηµοσύνης τὸ τὰ χρήµατα κενοῦν πολὺ ἔχει τὸ κέρδος. Ταῦτα δέ µοι εἴρηται, ἵνα οἱ κλῆρον παρὰ προγόνων µὴ διαδεξάµενοι, µὴ ἀλγῶσι µηδὲ κατηφιῶσιν, ὡς ἔλαττον τῶν πλου τούντων ἔχοντες· µείζονα γὰρ ἔχουσιν, ἂν ἐθέλωσι. Καὶ γὰρ καὶ πρὸς ἐλεηµοσύνην µετὰ πλείονος ἥξουσι τῆς εὐκολίας, καθάπερ ἡ χήρα, καὶ τῆς πρὸς τὸν πλησίον ἔχθρας οὐδεµίαν ἕξουσιν ἀφορµὴν, καὶ πάντων ἔσονται ἐλευθερώτεροι· οὐδεὶς ἀπειλῆσαι δυνήσεται τῷ τοιούτῳ δήµευσιν, ἀλλ' ἔστιν ἀνώτερος τοῦ παθεῖν κακῶς. Καὶ καθάπερ τοὺς γυµνοὺς φεύγοντας οὐδεὶς ἂν ταχέως κατάσχοι, τῶν δὲ πολλὰ περιβεβληµένων καὶ ἐπισυροµένων ῥᾳδίως ἄν τις ἐπιλάβοιτο· οὕτω καὶ ὁ πλούσιος, καὶ ὁ πένης ἐστίν. Ὁ µὲν γὰρ, κἂν ἁλῷ, εὐκόλως διαδρᾶναι δυνήσεται· ὁ δὲ, κἂν µὴ κατασχεθῇ, τοῖς ἑαυτοῦ σχοινίοις συµποδίζεται, φροντίσι µυρίαις, ἀθυµίαις, ὀργαῖς, παροξυσµοῖς. Ταῦτα πάντα καταχωννύει τὴν ψυχήν· καὶ οὐ ταῦτα µόνα, ἀλλὰ καὶ ἄλλα πολλὰ, ἅπερ ἀπὸ τοῦ πλούτου ἐπισυρόµεθα. Καὶ γὰρ µετριάζειν δυσκολώτερον τὸν πλούσιον ἢ τὸν πένητα, καὶ ἐν εὐτελείᾳ ζῇν, καὶ θυµοῦ ἀπηλλάχθαι δυσκολώτερον τοῦτον ἢ ἐκεῖνον. Οὐκοῦν πλείονα, φησὶν, ἕξει µισθόν; Οὐδαµῶς.∆ ιὰ τί, εἴ γε τὰ δύσκολα κατορθοῖ; Ὅτι αὐτὸς ἑαυτῷ τὰς δυσκολίας ἐπενόησεν· οὐ γὰρ ἐπιτέτακται πλουτεῖν, ἀλλὰ καὶ τοὐναντίον· ἑαυτῷ δὲ µυρία σκάνδαλα καὶ κωλύµατα κατασκευάζει. Ἄλλοι δὲ οὐ µόνον τὰ χρήµατα ἀποτίθενται, ἀλλὰ καὶ τοῦ σώµατος τὸ πλέον κατατήκουσιν, ὡς στενὴν ὁδεύοντες ὁδόν· σὺ δὲ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ αὔξεις τὴν κάµινον τῶν παθῶν, καὶ ἕτερα περιβάλλεις. Οὐκοῦν εἰς τὴν εὐρύχωρον ἄπιθι· ἐκείνη γάρ ἐστιν ἡ τοὺς τοιούτους δεχοµένη· ἡ δὲ στενὴ τοὺς θλιβοµένους, τοὺς ἐστενωµένους, τοὺς οὐδὲν βαστάζοντας, ἀλλ' ἢ ταῦτα τὰ φορτία, ἃ δι' αὐτῆς κοµίζεσθαι δυνατὸν, ἐλεηµοσύνην, φιλανθρωπίαν, χρηστότητα, ἐπιείκειαν. Ἂν ταῦτα βαστάζῃς, εὐκόλως δυνήσῃ εἰσελθεῖν· ἂν δὲ ἀπόνοιαν καὶ φλεγµονὴν ψυχῆς, καὶ τὸ τῶν ἀκανθῶν φορτίον, τὸν πλοῦτον, πολλῆς σοι δεῖ τῆς εὐρυχωρίας. Οὐδὲ γὰρ εἰς τὸν ὄχλον ἐµβῆναί σοι δυνατὸν, ὥστε µὴ ἑτέρους πλήττειν ἄνωθεν ἐπιφερόµενον, ἀλλ' ἔδει πολλῆς διαστάσεως ἐνταῦθα. Ὁ µέντοι ἀποφέρων χρυσίον καὶ ἀργύριον, τὰ τῆς ἀρετῆς λέγω κατορθώµατα, οὐ µόνον φεύγοντας οὐκ ἔχει τοὺς πλησίον, ἀλλὰ καὶ πλησίον γινοµένουςκαὶ συνδυάζοντας. Πλὴν εἰ ὁ πλοῦτος αὐτὸς ἄκανθά ἐστι, τί ἡ πλεονεξία; τίνος ἕνεκεν ταύτην ἀπάγεις ἐκεῖ; ἵνα µείζονα τὴν φλόγα ἐργάσῃ, φορτία ὑποτιθεὶς τῷ πυρί; οὐ γὰρ ἀρκεῖ τὸ τῆς γεέννης πῦρ; Ἐννόησον οἱ τρεῖς παῖδες πῶς περιεγένοντο τῆς καµίνου· ἐκείνην νόµισον γέενναν εἶναι· µετὰ θλίψεως ἐνέπεσον εἰς αὐτὴν δεδεµένοι καὶ συµπεπεδηµένοι· ἀλλὰ πολλὴν εὗρον ἔνδον τὴν εὐρυχωρίαν· ἀλλ' οὐχ οἱ ἔξωθεν περιεστῶτες.
6.3-4
Τοιοῦτόν τι ἔσται καὶ νῦν, ἐὰν βουλώµεθα γενναίως καὶ ἀνδρείως ἵστασθαι πρὸς τοὺς ἐπαγοµένους πειρασµούς· ἂν εἰς τὸν Θεὸν ἔχωµεν τὰς ἐλπίδας, ἐσόµεθα µὲν ἡµεῖς ἐν ἀσφαλείᾳ καὶ εὐρυχωρίᾳ, οἱ δὲ ἐµβάλλοντες ἡµᾶς ἀπολοῦνται· Ὁ γὰρ ὀρύσσων βόθρον, φησὶν, ἐµπεσεῖται εἰς αὐτόν. Κἂν τὰς χεῖρας δήσωσι, κἂν τοὺς πόδας, ἡ θλῖψις λῦσαι δυ νήσεται. Ὅρα γὰρ τὸ θαυµαστόν· οὓς ἔδησαν ἄνθρωποι, τούτους ἔλυσε τὸ πῦρ. Καθάπερ γὰρ εἴ τις παραδοίη τινὰς τοῖς οἰκέταις τῶν φίλων, οὗτοι δὲ τὴν φιλίαν αἰδούµενοι τοῦ δεσπότου, οὐ µόνον αὐτοῖς οὐ λυµαίνονται, ἀλλὰ καὶπολλῆς µεταδιδόασι τιµῆς· οὕτω καὶ τὸ πῦρ, ἐπειδὴ ἐπέγνω ὅτι φίλοι τοῦ∆ εσπότου αὐτοῦ εἰσιν οἱ παῖδες ἐκεῖνοι, καὶ διέῤῥηξεν αὐτῶν τὰ δεσµὰ, καὶ ἔλυσεν αὐτοὺς καὶ ἀφῆκε, καὶἔδαφος αὐτοῖς ἐγίνετο, καὶ κατεπατεῖτο ὑπ' αὐτῶν, εἰκότως· ὑπὲρ γὰρ τῆς δόξης ἐνεβέβληντο τοῦ Θεοῦ. Ὅσοι ἐν θλίψεσίν ἐσµεν, ταῦτα κατέχωµεν τὰ ὑποδείγµατα. Ἀλλ' ἰδοὺ, φησὶν, ἐκεῖνοι ἀπηλλάγησαν τῆς θλίψεως, ἡµεῖς δὲ οὔ. Καὶ εἰκότως, ἐπειδὴ οὐχ οὕτως ἐνέβησαν εἰς τὴν κάµινον ἐκεῖνοι, ὡς ἀπαλλαγησόµενοι, ἀλλ' ὡς τεθνηξόµενοι τέλεον· ἄκουε γὰρ αὐτῶν λεγόντων· Ἔστι Θεὸς ἐν οὐρανοῖς, ὃς ῥύσεται ἡµᾶς· καὶ ἐὰν µὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύοµεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦµεν. Ἡµεῖς δὲ ὡς πραγµατευόµενοι τοῦ Θεοῦ τὰς παιδείας, καὶ χρόνον ὁρίζοµεν λέγοντες· Ἐὰν µέχρι τοσοῦδε µὴ ἐλεήσῃ.∆ ιὰ τοῦτο οὐκ ἀπαλλαττόµεθα. Ἐπεὶ καὶ ὁ Ἀβραὰµ οὐχ ὡς σῶον ληψόµενος τὸν υἱὸν, οὕτως ἀπήρχετο, ἀλλ' ὡς σφαγιάσων· καὶ παρὰ προσδοκίαν σῶον ἔλαβε. Καὶ σὺ ὅταν ἐµπέσῃς εἰς θλῖψιν, µὴ ταχύνῃς, µὴ σπεύσῃς ἀπαλλαγῆναι, παρασκεύασον τὴν διάνοιάν σου πρὸς πᾶσαν ὑποµονὴν, καὶ ἀπαλλαγήσῃταχέως τῆς θλίψεως· διὰ γὰρ τοῦτο καὶ ἐπάγει αὐτὴν ὁ Θεὸς, ἵνα παιδεύσῃ. Ὅταν οὖν ἐκ προοιµίων παιδευθῶµεν φέρειν, καὶ µὴ ἀλύωµεν, ἀνίησι λοιπὸν, ὡς τοῦ παντὸς κατωρθωµένου. Βούλοµαί τι διήγηµα πρὸς ὑµᾶς εἰπεῖν χρήσιµον, καὶ πολλὴν ἔχον τὴν ὠφέλειαν. Τί δὲ τοῦτό ἐστι;∆ ιωγµοῦ ποτε κατειληφότος, καὶ πολέµου σφοδροῦ κατὰ τῆς Ἐκκλησίας ἀναῤῥιπισθέντος, δύο τινὲς συνελήφθησαν ἄνδρες· καὶ ὁ µὲν ἕτοιµος ἦν πᾶν ὁτιοῦν παθεῖν, ὁ δὲ πρὸς µὲν τὸ ἀποτµηθῆναι τὴν κεφαλὴν καὶ αὐτὸς ἕτοιµος καὶ γενναῖος, πρὸς δὲ τὰς ἄλλας βασάνουςδεδοικὼς καὶ τρέµων. Ὅρα τοίνυν τὴν οἰκονοµίαν· Ἐπειδὴ ἐκάθισεν ὁ δικαστὴς, τὸν µὲν ἕτοιµον ὄντα πᾶν ὁτιοῦν παθεῖν, ἐκέλευσεν ἀποτµηθῆναι τὴν κεφαλήν· ἐκεῖνον δὲ ἀναρτήσας κατέξαινε, καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ πάσας περιάγων τὰς πόλεις. Τί δήποτε τοῦτο συνεχωρήθη; Ἵνα τὸ ἠµεληµένον αὐτοῦ τῆς διανοίας ἀνακτήσηται διὰ τῶν βασάνων, ἵνα τὴν δειλίαν πᾶσαν ἐκβάλῃ, ἵνα µηκέτι ᾖ δεδοικὼς µηδὲ ὀκνῶν µηδὲ τρέµωνπρὸς τὸ πρᾶγµα. Καὶ Ἰωσὴφ δὲ ὅτε µάλιστα ἠπείγετο ἐξελθεῖν, τότε µάλιστα ἐναπέµεινεν· ἄκουε γὰρ αὐτοῦ λέγοντος, Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ, Μνήσθητί µου, φησὶ, πρὸς τὸν βασιλέα.∆ ιὰ τοῦτο ἐναπέµεινεν, ἵνα µάθῃ ὅτι οὐ χρὴ θαῤῥεῖν, οὐδὲ ἐπελπίζειν ἀνδράσιν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτειν. Ταῦτα οὖν εἰδότες, χάριν ὁµολογῶµεν τῷ Θεῷ, καὶ πάντα πράττωµεν τὰ πρὸς τὸ συµφέρον· ἵνα τῶν µελλόντων ἀγαθῶν ἐπιτύχωµεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺςαἰῶνας τῶν αἰώνων. Ἀµήν.