In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
16.0
Ἐλάλησε δὲ οὕτως ὁ Θεὸς λέγων, ὅτι Ἔσται τὸ σπέρµα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸκαὶ κακώσουσιν ἔτη τετρα κόσια· καὶ τὸ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός· καὶ µετὰ ταῦτα ἐξελεύσον ται, καὶ λατρεύσουσί µοι ἐν τῷ τόπῳ τούτῳ.
16.1
Ὅρα πρὸ πόσων ἐτῶν ἡ ἐπαγγελία καὶ ὁ τῆς ἐπαγγελίας τρόπος, καὶ οὐδαµοῦ θυσία, οὐδαµοῦ περιτοµή. Ἐνταῦθα δείκνυσιν, ὅτι αὐτὸς αὐτοὺς ἠφίει κακῶς πάσχειν, καὶ ὅτι οὐκ ἀτιµωρητὶ ταῦτα ἔσται. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός. Ὁρᾷς; ὁ ἐπαγγειλάµενος, ὁ δοὺς τὴν γῆν, πρότερον τὰ κακὰ συγχωρεῖ· οὕτω καὶ νῦν, εἰ καὶ βασιλείαν ἐπηγγείλατο, ἀλλ' ἀφίησιν ἐγγυµνάζεσθαι τοῖς πειρασµοῖς. Εἰ ἐνταῦθα µετὰ τετρακόσια ἔτη ἡ ἐλευθερία, τί θαυµαστὸν, ἐπὶ τῆς βασιλείας εἰ τὸ αὐτὸ γίνεται; Ὅµως γοῦν ἐποίησε, καὶ οὐκ ἴσχυσεν ὁ χρόνος ὡς ψευδῆ ἐλέγξαι τὸν λόγον, καίτοι οὐ τὴν τυχοῦσαν δουλείαν ὑπέµειναν. Οὐ µὴν οὐδὲ µέχρι τῆς τιµωρίας τῆς ἐκείνων ἔστη, ἀλλὰ καὶ αὐτοῖς χρηστὰ ἐπαγγέλλεται. Ἐµοὶ δὲ δοκεῖ διὰ τούτων αὐτοὺς καὶ ἀναµιµνήσκειν τῆς εὐεργεσίας, ἧς ἔτυχον. Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτοµῆς, καὶ οὕτως ἐγέννησε τὸν Ἰσαάκ. Ἐνταῦθα λοιπὸν καθυφίησι. Καὶ περιέτεµεν αὐτὸν τῇ ἡµέρᾳ τῇ ὀγδόῃ· καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας. Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ, ἀπέδοντο εἰς Αἴγυπτον. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονε· καὶ γὰρ αὐτοῦ τύπος ὁ Ἰωσήφ· διὸ καὶ αἰνιττόµενος, τὴν ἱστορίαν δι' ὅλου ἐπέξεισιν. Οὐδὲν γὰρ ἔχοντες ἐγκαλεῖν, ἀλλ' ἐλθόντα ἐπὶ τροφὴν τὴν αὐτῶν, κακῶς διέθηκαν. Καὶ ὅρα, ὅτι καὶ ἐνταῦθα πάλιν ἐπαγγελία µακρὰ, καὶ ὅµως τέλος λαµβάνει. Καὶ ἦν ὁ Θεὸς µετ' αὐτοῦ· τοῦτο καὶ ὑπὲρ αὐτῶν. Καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ εἰδότες συνέπραττον τῇ προφητείᾳ, καὶ ὅτι αὐτοὶ αἴτιοι ἐγίνοντο, καὶ τὰ κακὰ εἰς αὐτοὺς περιετρέπετο. Καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἔναντι Φαραὼ βασιλέως Αἰγύπτου. Χάριν ἔδωκε, καὶ ταῦτα ἐπὶ βαρβάρου ἀνδρὸς, τῷ δούλῳ καὶ αἰχµαλώτῳ· ὃν οἱ µὲν ἀδελφοὶ ἀπέδοντο, ἐκεῖνος δὲ ἐτίµησεν. Ἐγένετο δὲ λιµὸς ἐφ' ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναὰν, καὶ θλῖψις µεγάλη, καὶ οὐχ εὕρισκον χορτάσµατα οἱ πατέρες ἡµῶν. Ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ, ἐξαπέστειλε τοὺς πατέρας ἡµῶν πρῶτον. Καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ. Κατῆλθον ὠνησόµενοι, καὶ ἐκείνου ἐν χρείᾳ κατέστησαν. Τί οὖν αὐτός; Οὐ µέχρι τούτου τὴν φιλανθρωπίαν ἐπεδείξατο, ἀλλὰ καὶ τῷ Φαραὼ ἐγνώρισε, καὶ αὐτοὺς κατήγαγε. Καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ. Ἀποστείλας δὲ. 10] Ἰωσὴφ, µετεκαλέσατο τὸν πατέρα αὐτοῦ Ἰακὼβ, καὶ πᾶσαν τὴν συγγένειαν ἐν ἑβδοµήκοντα καὶ πέντε ψυχαῖς. Κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡµῶν. Καὶ µετετέθησαν εἰς Συχὲµ, καὶ ἐτέθησαν ἐν τῷ µνήµατι, ὃ ὠνήσατο Ἀβραὰµ τιµῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐµµὼρ τοῦ Συχέµ. Καθὼς δὲ ἤγγιζεν χρόνος τῆς ἐπαγγελίας, ἧς ὤµοσεν ὁ Θεὸς τῷ Ἀβραὰµ, ηὔξησεν ὁ λαὸς, καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Πάλιν ἄλλη ἀνελπιστία· πρώτη µὲν ὁ λιµὸς, δευτέρα τὸ ἐµπεσεῖν εἰς χεῖρας τοῦ ἀδελφοῦ, καὶ τρίτη τὸ ἀναιρεῖσθαι ψῆφον δοθῆναι ὑπὸ τοῦ βασιλέως· καὶ ὅµως διεσώθησαν τούτων ἁπάντων. Εἶτα τὸ εὐµήχανον δεικνὺς τοῦ Θεοῦ, φησίν· Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ. Εἰ ἐκεῖνο θαυµαστὸν, ὅτι ὑπὸ ἀδελφῶν ἐπράθη, ἀλλὰ τοῦτο θαυµαστότερον, ὅτι βασιλεὺς ἔτρεφεν αὐτὸν τὸν µέλλοντα καθαιρεῖν αὐτοῦ τὴν ἀρχὴν, αὐτὸςὁ µέλλων ἀπόλλυσθαι. Ὁρᾷς πανταχοῦ τῶν νεκρῶν σχεδὸν διατυπουµένην τὴν ἀνάστασιν; Καίτοι οὐκ ἔστιν ἴσον αὐτόν τι τὸν Θεὸν ποιεῖν, καὶ ἀπὸ προαιρέσεως ἀνθρωπίνης τι γενέσθαι. Ταῦτα γοῦν οὐκ ἀπὸ προαιρέσεως ἀνθρωπίνης ἦν. Καὶ ἦν δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ. Τοῦτο εἶπε, κἀκεῖνον σωτῆρα καὶ τούτους περὶ τὸν εὐεργέτην ἀγνώµονας δεικνύς. Καθάπερ οὖν τότε ὑπὸ τοῦ κακῶς παθόντος τοῦ Ἰωσὴφ ἐσώθησαν· οὕτω καὶ νῦν ὑπὸ τοῦ κακῶς παθόντος ἐσώθησαν, τοῦ Μωϋσέως λέγω. Τί γὰρ, εἰ µὴ ἀνεῖλον αὐτὸν τῷ πράγµατι; Τῷ λόγῳ ἀνεῖλον ὥσπερ κἀκεῖνοι. Καὶ ἐκεῖνοι µὲν ἐκ τῆς αὐτῶν εἰς ἀλλοδαπὴν καὶ ξένην ἀπέδοντο· οὗτοι δὲ ἐκ τῆς ἀλλοτρίας εἰς ἀλλοτρίαν φυγαδεύουσι· καὶ ἐκεῖ µὲν τροφὴν ἀποφέροντα, ἐνταῦθα δὲ συµβουλεύοντα δι' ὧν ἔσονται µετὰ Θεοῦ. Οὕτως ἀληθὲς καὶ ἐκ τῶν νῦν οἰκονοµουµένων ἐκεῖνο τὸ ὑπὸ τοῦ Γαµαλιὴλ εἰρηµένον, ὅτι Ἐὰν ᾖ ἐκ τοῦ Θεοῦ, οὐ δύνασθε καταλῦσαι αὐτό. Σὺ δὲ τοὺς ἐπιβουλευοµένους τῶν ἐπιβουλευόντων αἰτίους σωτηρίας γινοµένους µανθάνων, ἐκπλάγηθι τοῦ Θεοῦ τὸ εὐµήχανον καὶ τὴν σύνεσιν· εἰ µὴ γὰρ ἐκεῖνοι ἐπεβουλεύθησαν, οὐκ ἂν οὗτοι ἐσώζοντο. Λιµὸς ἦν, καὶ οὐκ ἀνάλωσεν αὐτούς. Καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ δι' ἐκείνου ἐσώθησαν τοῦ προσδοκηθέντος ἀπολωλέναι. Πρόσταγµα βασιλικὸν, καὶ οὐκ ἠφάνισεν αὐτούς· ἀλλὰ τότε µᾶλλον ηὔξετο τὸ πλῆθος, ὅτε ἐκεῖνος ἀπέθανεν ὁ εἰδὼς αὐτούς. Τὸν σωτῆρα αὐτῶν ἠβουλήθησαν ἀνελεῖν, καὶ οὐδὲ οὕτως ἴσχυσαν.
16.2
Ὁρᾷς, ὅτι δι' ὧν ὁ διάβολος ἐπεχείρει καταλύειν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, διὰ τούτων ηὔξετο; Τοῦτο καὶ αὐτοὺς ἥρµοττε τότε εἰπεῖν, ὅτι εὐµήχανός ἐστιν ὁ Θεὸς καὶ ἀναγαγεῖν ἡµᾶς δυνατὸς ἐντεῦθεν. Τὸ γὰρ εὐµήχανον τοῦ Θεοῦ µάλιστα τοῦτο[ ἦν], ὅτι καὶ ἐν τῇ ἀποστροφῇ ηὔξετο τὸ ἔθνος, δουλούµενον, καὶ κακούµενον, καὶ ἀναιρούµενον. Τὸ µέγα τῆς ἐπαγγελίας τοῦτό ἐστιν. Εἰ γὰρ ἐπὶ τῆς αὐτῶν ηὔξετο, οὐχ οὕτω θαυµαστὸν ἦν. Καὶ οὐδὲ µικρὸν χρόνον ἐπὶ τῆς ἀλλοτρίας ἦσαν, ἀλλὰ τετρακόσια ἔτη. Ἐντεῦθεν µανθάνοµεν, ὡς φιλοσοφίαν ἐπεδείξαντο µεγάλην Καὶ γὰρ οὐχ ὡς δεσπόται δούλοις αὐτοῖς ἐχρῶντο, ἀλλ' ὡς ἐχθροὶ καὶ τύραννοι.∆ ιὸ καὶ προεῖπεν, ὅτι ἐν ἐλευθερίᾳ ἔσονται µεγάλῃ· τοῦτο γάρ ἐστι τὸ, Λατρεύσουσί µοι· καὶ ὅτι ἐνταῦθα ἐπανελεύσονται, καὶ οὐκ ἀτιµωρητί. Καὶ ὅρα, πῶς δοκεῖ µέν τι χαρίζεσθαι τῇ περιτοµῇ, οὐδὲν δὲ δίδωσιν· εἴ γε ἡ µὲν ἐπαγγελία πρὸ ταύτης, αὕτη δὲ µετὰ ταῦτα. Καὶ οἱ πατριάρχαι, φησὶ, ζηλώσαντες. Ἔνθα οὐ βλάπτει, χαρίζεται αὐτοῖς. Πατριάρχας δέ φησι τοὺς προγόνους, ἐπειδὴ καὶ ἐν τούτοις µέγα ἐφρόνουν. Ἄλλως δὲ καὶ δείκνυσιν, ὅτι οἱ ἅγιοι οὐχὶ ἐκτὸς ἦσαν θλίψεως, ἀλλὰ καὶ ἐν αὐταῖς ὄντες µέσαις ταῖς θλίψεσι βοηθείας ἐτύγχανον. Οἱ δὲ οὐ µόνον οὐκ ἔλυον, ἀλλὰ καὶ συνέπραττον τοῖς θλίβουσιν, ὀφείλοντες µᾶλλον αὐτὰς διακόπτειν. Ὥσπερ οὖν οὗτοι τὸν Ἰωσὴφ ἐνδοξότερον ἐποίησαν ἀποδόµενοι, οὕτως ὁ βασιλεὺς τὸν Μωϋσῆν, κελεύσας ἀναιρεῖσθαι τὰ παιδία· εἰ µὴ γὰρ ἐκέλευσεν, οὐκ ἂν τοῦτο ἐγίνετο. Καὶ σκόπει Θεοῦ κηδεµονίαν. Ἐκεῖνος φυγαδεύει τὸν Μωϋσῆν· ὁ δὲ οὐ κωλύει, τὸ µέλλον οἰκονοµῶν, ἵνα ἐκεῖ τῆς ὄψεως τύχῃ ἄξιος γενόµενος. Οὕτω καὶ τὸν δοῦλον τὸν πραθέντα ποιεῖ ἐκεῖ βασιλέα, ἔνθα ἐνοµίζετο δοῦλος εἶναι. Ὥσπερ δὲ οὗτος ἐκεῖ βασιλεύει, ἔνθα αὐτὸν ἐπώλησαν· οὕτω καὶ ὁ Χριστὸς ἐν τῷ θανάτῳ τὴν δύναµιν ἐπιδείκνυται. Τοῦτο οὐχὶ τιµῆς µόνον ἦν, ἀλλὰ καὶ τοῦ θαῤῥεῖν τῇ οἰκείᾳ δυνάµει. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Καὶ κατέστησεν αὐτὸν ἡγούµενον ἐπ' Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ. Ὅρα διὰ λιµὸν οἷα κατασκευάζει. Ἐν ἑβδοµήκοντα καὶ πέντε ψυχαῖς κατέβη, φησὶν, Ἰακὼβ εἰς Αἴγυπτον. Καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡµῶν. Καὶ µετετέθησαν εἰς Συχὲµ, καὶ ἐτέθησαν ἐν τῷ µνήµατι, ὃ ὠνήσατο Ἀβραὰµ τιµῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐµµὼρ τοῦ Συχέµ.∆ είκνυσιν, ὅτι οὐδὲ µέχρι ταφῆς κύριοι ἦσαν. Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας, ἧς ὤµοσεν ὁ Θεὸς τῷ Ἀβραὰµ, ηὔξησεν ὁ λαὸς, καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Ὅρα, ὅτι οὐδὲ ἐν τοῖς τοσούτοις ἔτεσιν αὐτοὺς αὔξει, ἀλλ' ὅτε ἔµελλεν ἐγγίζειν τὸ τέλος· καίτοι ἤδη τετταρακόσια ἔτη ἦν παρελθόντα καὶ πλείονα ἐν Αἰγύπτῳ. Τὸ γοῦν θαυµαστὸν τοῦτό ἐστιν. Οὗτος, φησὶ, κατασοφισάµενος τὸ γένος ἡµῶν, ἐκάκωσε τοὺς πατέρας ἡµῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν εἰς τὸ µὴ ζωογονεῖσθαι. Κατασοφισάµενος εἶπεν, αἰνιττόµενος τὴν λάθρα ἀναίρεσιν· οὐ γὰρ ἐβούλετο φανερῶς αὐτοὺς ἀναιρεῖν· διὸ καὶ ἐπήγαγε τοῦτο δηλῶν· Ποιεῖν ἔκθετα τὰ βρέφη. Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ. Τοῦτο τὸ θαυµαστὸν, ὅτι ὁ προστάτης µέλλων ἔσεσθαι οὐδὲ µετὰ ταῦτα οὐδὲ πρὸ τούτου, ἀλλ' ἐν αὐτῷ µέσῳ τῷ θυµῷ τίκτεται. Καὶ ἀνατρέφεται µῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός. Ὅτε τοίνυν τὰ ἀνθρώπινα ἀπηλπίσθη καὶ ἔῤῥιψαν αὐτὸν, τότε τοῦ Θεοῦ ἡ οἰκονοµία ἐδείχθη διαλάµπουσα. Ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο ἡ θυγάτηρ Φαραὼ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. Οὐδαµοῦ ναὸς, οὐδαµοῦ θυσία, τοσούτων οἰκονοµιῶν γενοµένων. Καὶ ἀνετράφη ἐν οἴκῳ βαρβαρικῷ. Καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις. Ἐµοὶ θαυµάζειν ἐπέρχεται, πῶς τεσσαράκοντα ἔτη ἦν ἐκεῖ, καὶ οὐχ ἑάλω ἐκ τῆς περιτοµῆς· µᾶλλον δὲ, πῶς ἐν ἀσφαλείᾳ ὄντες τὰ αὑτῶν παρορῶσι καὶ οὗτος καὶ ὁ Ἰωσὴφ, ἵνα καὶ ἑτέρους σώσωσιν. Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ἰδών τινα ἀδικούµενον, ἠµύνατο, καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουµένῳ, πατάξας τὸν Αἰγύπτιον. Ἐνόµιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ, ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν. Ὅρα, πῶς τέως οὐ δοκεῖ φορτικὸς, ἀλλὰ τοσαῦτα δηµηγορεῖ, καὶ ἀκούειν ἀνέχονται· οὕτως αὐτοὺς τῇ τοῦ προσώπου χάριτι εἷλεν. Ἐνόµιζε, φησὶ, συνιέναι τοὺς ἀδελφούς. Καίτοι διὰ τῶν ἔργων ἡ προστασία ἐγένετο, καὶ οὐκ ἦν συνέσεως ἐνταῦθα χρεία· ἀλλ' ὅµως οὐδὲ οὕτως συνίεσαν. Ὁρᾷς, πῶς µετὰ ἐπιεικείας διαλέγεται, καὶ πῶς δείξας τὸν θυµὸν ἐπ' ἐκείνου, δείκνυσι τὸ ἥµερον ἐπὶ τούτου; Τῇ τε ἐπιούσῃ ἡµέρᾳ ὤφθη αὐτοῖς µαχοµένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών· Ἄνδρες, ἀδελφοί ἐστε, ἱνατί ἀδικεῖτε ἀλλήλους; Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν, εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡµᾶς; Μὴ ἀνελεῖν µε σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Ἀπὸ τῆς αὐτῆς γνώµης τὰ αὐτὰ καὶ πρὸς τὸν Χριστὸν φαίνονται λέγοντες· Οὐκ ἔχοµεν βασιλέα, εἰ µὴ Καίσαρα. Οὕτως ἔθος ἀεὶ ποιεῖν Ἰουδαίοις καὶ εὐεργετουµένοις. Εἶδες ἄνοιαν; τὸν µέλλοντα σώζειν αὐτοὺς διαβάλλουσι, δι' ὧν φασιν, Ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον. Καὶ ἔφυγε Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ· καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιὰµ, οὗ ἐγέννησεν υἱοὺς δύο. Φεύγει, καὶ οὐδὲ ἡ φυγὴ ἔσβεσε τὴν οἰκονοµίαν, ὥσπερ οὖν οὐδὲ ὁ θάνατος. Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήµῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου.
16.3
Ὁρᾷς, πῶς οὐδὲ χρόνῳ διακόπτεται ἡ οἰκονοµία; Ὅτε γὰρ φυγὰς ἦν, ὅτε ξένος, ὅτε πολὺν χρόνον ἐπὶ τῆς ἀλλοτρίας πεποίηκεν, ὡς καὶ παῖδας ποιῆσαι δύο, ὅτε οὐκέτι προσεδόκησεν ἀναστρέφειν, τότε ἄγγελος αὐτῷ ἐπιφαίνεται. Τὸν Υἱὸν τοῦ Θεοῦ ἄγγελον καλεῖ, καθάπερ καὶ ἄνθρωπον. Καὶ ποῦ φαίνεται; Ἐν τῇ ἐρήµῳ, οὐκ ἐν ναῷ. Ὁρᾷς, πόσα γίνεται θαύµατα, καὶ οὐδαµοῦ ναὸς, οὐδαµοῦ θυσία; Καὶ οὐδὲ ἐνταῦθα ἐν τῇ ἐρήµῳ ἁπλῶς, ἀλλ' ἐν τῇ βάτῳ. Ὁ δὲ Μωϋσῆς ἰδὼν, ἐθαύµασε τὸ ὅραµα· προσερχοµένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου. Ἰδοὺ καὶ φωνῆς ἠξιώθη. Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰµ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Οὐ µόνον ἐνταῦθα δείκνυσιν, ὅτι ὁ ὀφθεὶς αὐτῷ ἄγγελος ἦν ὁ µεγάλης βουλῆς Ἄγγελος· ἀλλὰ δείκνυσι καὶ τὴν φιλανθρωπίαν ὅσην ποιεῖται ὁ Θεὸς διὰ τῆς ἐπιφανείας. Ἔντροµος δὲ γενόµενος Μωϋσῆς, οὐκ ἐτόλµα κατανοῆσαι. Εἶπε δὲ αὐτῷ ὁ Κύριος· Λῦσον τὸ ὑπόδηµα τῶν ποδῶν σου. Ὁ γὰρ τόπος, ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν. Οὐδαµοῦ ναὸς, καὶ ὁ τόπος ἅγιος τῇ ἐπιφανείᾳ καὶ ἐνερ γείᾳ τοῦ Χριστοῦ. Πολλῷ θαυµασιώτερον τοῦτο τοῦ τόπου ἐν τοῖς Ἁγίοις τῶν ἁγίων· ἐκεῖ γὰρ οὐδαµοῦ ἐφάνη οὕτως ὁ Θεὸς, οὐδαµοῦ οὕτως ἔντροµος γέγονε Μωϋσῆς. Εἶδες τὴν φιλανθρωπίαν; Ὅρα λοιπὸν καὶ τὴν κηδεµονίαν. Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ µου, φησὶ, τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγµοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς. Καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴγυπτον. Ὅρα, πῶς δείκνυσιν, ὅτι καὶ δι' εὐεργεσιῶν, καὶ διὰ κολάσεων καὶ διὰ θαυµάτων ἐπήγετο αὐτούς· οἱ δὲ οἱ αὐτοὶ ἦσαν. Οὕτως ἐντεῦθεν µανθάνοµεν, ὅτι πανταχοῦ πάρεστιν ὁ Θεός. Ταῦτα ἀκούοντες, καὶ ἡµεῖς ἐν ταῖς θλίψεσι πρὸς αὐτὸν καταφεύγωµεν. Καὶ τοῦ στεναγµοῦ γὰρ αὐτῶν, φησὶν, ἤκουσα. Οὐχ ἁπλῶς εἶπεν, Ἤκουσα, ἀλλὰ, διὰ τὰς συµφοράς. Εἰ δέ τις λέγοι, Καὶ τίνος ἕνεκεν αὐτοὺς εἴασε κακωθῆναι οὕτως; ἀκουέτω, ὅτι µάλιστα µὲν οὖν παντὶ δικαίῳ αἱ κακώσεις αἴτιαι µισθῶν γίνονται· ἢ καὶ διὰ τοῦτο αὐτοὺς ἀφῆκε κακοῦσθαι, ἵνα τὴν αὐτοῦ δύναµιν καὶ ἐντεῦθεν δείξῃ διαλάµπουσαν, κἀκείνους δι' ὧν ἐκακοῦντο εἰς πάνταπαιδεύσῃ φιλοσοφεῖν. Ὅρα γοῦν, ὅτε ἦσαν ἐν τῇ ἐρήµῳ, οὐ µόνον ἐλιπάνθησαν, ἐπαχύνθησαν, ἐπλατύνθησαν, ἀλλὰ καὶ ἐγκατέλιπον τὸν Θεόν. Πανταχοῦ γὰρ ἡ ἄνεσις, ἀγαπητὲ, κακόν.∆ ιὰ τοῦτο καὶ ἐξ ἀρχῆς τῷ Ἀδὰµ ἔλεγεν· Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ἵνα τοίνυν ἐκ τῆς πολλῆς κακώσεως εἰς ἄνεσιν ἐλθόντες µὴ ὑβρίσωσι, θλίβεσθαι αὐτοὺς συγχωρεῖ· µέγα γὰρ ἡ θλῖψις ἀγαθόν. Καὶ ὅτι ἀγαθὸν, ἄκουε τοῦ∆ αυῒδ λέγοντος· Ἀγαθόν µοι ὅτι ἐταπείνωσάς µε. Εἰ δὲ τοῖς µεγάλοις καὶ θαυµαστοῖς ἀνδράσι µέγα ἡ θλῖψις, πολλῷ µᾶλλον ἡµῖν. Εἰ βούλεσθε δὲ, καὶ αὐτὴν ἐφ' ἑαυτῆς τὴν θλῖψιν ἐξετάσωµεν. Ἔστω τις χαίρων σφόδρα καὶ γεγηθὼς καὶ διαχεόµενος· τί ἀσχηµονέστερον, τί ἀνοητότερον τούτου; Ἔστω τις ἀλγῶν καὶ ἀθυµῶν· τί τούτου φιλοσοφώτερον;∆ ιὰ τοῦτο καὶ ὁ σοφὸς παραινεῖ λέγων· Κρεῖττον εἰς οἰκίαν πένθους εἰσελθεῖν, ἢ εἰς οἰκίαν γέλωτος. Τάχα καὶ διαµωκᾶσθε τὰ λεγόµενα. Πλὴν ἴδωµεν, οἷος ἦν ὁ Ἀδὰµ ἐν παραδείσῳ, καὶ οἷος µετὰ ταῦτα ἦν· οἷος ἦν ὁ Κάϊν πρὸ τούτου, καὶ οἷος ἦν µετὰ ταῦτα. Οὐχ ἕστηκεν ἐπὶ τῆς οἰκείας ἕδρας ἡ ψυχὴ, ἀλλ' ὥσπερ ὑπό τινος πνεύµατος αἴρεται τῆς ἡδονῆς καὶ κουφίζεται, οὐδὲν ἔχουσα βέβαιον. Καὶ γὰρ καὶ πρὸς ἐπαγγελίας ἐστὶν εὔκολος, καὶ πρὸς ὑποσχέσεις πρόχειρος, καὶ πολὺς ὁ σάλος τῶν λογισµῶν. Ἐντεῦθεν ἄκαιρος γέλως, φαιδρότης οὐκ ἔχουσα λόγον, ῥηµάτων ὕθλος πολὺς καὶ περιττός. Καὶ τί λέγω τοὺς ἄλλους; Τῶν ἁγίων ἕνα προχειρισώµεθα, καὶ ἴδωµεν τίς µὲν ἦν ἐν ἡδονῇ ζῶν, τίς δὲ πάλιν ἐν ἀθυµίᾳ. Βούλεσθε οὖν τὸν∆ αυῒδ ἴδωµεν; Ὅτε τοίνυν οὗτος ἐν ἡδονῇ ἦν καὶ ἐν χαρᾷ ἀπὸ τῶν πολλῶν τροπαίων, ἀπὸ τῆς νίκης, ἀπὸ τῶν στεφάνων, ἀπὸ τῆς τρυφῆς, ἀπὸ τοῦ θαῤῥεῖν, ὅρα, οἷα καὶεἶπε καὶ ἔπραξεν· Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ µου, Οὐ µὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπειδὴ δὲ ἐν θλίψει γέγονεν, ἄκουσον τί λέγει· Κα ὶ ἐὰν εἴπῃ µοι· οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω µοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ. Τί τούτων φιλοσοφώτερον τῶν ῥηµάτων; Ὅ τι ἂν ᾖ τῷ Θεῷ, φησὶ, φίλον, ταύτῃ ἔστω. Καὶ πάλιν τῷ Σαοὺλ, ἔλεγεν· Εἰ δὲ Κύριος ἐπισείει σε ἐπ' ἐµὲ, ὀσφρανθείη ἡ θυσία σου. Καὶ τότε µὲν ἐν θλίψει ὢν, καὶ ἐχθρῶν ἐφείδετο· µετὰ δὲ ταῦτα οὐδὲ φί λων, οὐδὲ τῶν ἠδικηκότων οὐδέν. Πάλιν ὁ Ἰακῶβ, ὅτε ἐν θλίψει γέγονεν, ἔλεγεν· Ἐὰν δῷ µοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱµάτιον περιβαλέσθαι. Καὶ ὁ τοῦ Νῶε υἱὸς πρὸ µὲν τούτου οὐδὲν τοιοῦτον ἐποίησεν· ἐπειδὴ δὲ ἐθάῤῥησεν ὑπὲρ τῆς σωτηρίας, ἀκούεις οἷος γέγονεν ὑβριστής. Καὶ ὁ Ἐζεκίας ὅτε µὲν ἦν ἐν θλίψει, ὅρα οἷα ἐποίει ὑπὲρ τῆς σωτηρίας· σάκκον γὰρ περιεβάλετο, καὶ εἰς γῆν ἐκάθισεν· ἐπειδὴ δὲ γέγονεν ἐν ἡδονῇ, ἔπεσεν ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ.∆ ιὰ τοῦτο καὶ Μωϋσῆς παραινεῖ λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐµπλησθεὶς, µνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Ἀπόκρηµνος γάρ ἐστιν ὁ τόπος ὁ τῆς τρυφῆς, καὶ λήθην τοῦ Θεοῦ ἐµποιεῖ. Ὅτε ἐθλίβοντο οἱ Ἰσραηλῖται, πολλῷ πλείους ἐγίνοντο· ἐπειδὴ δὲ αὐτοὺς εἴασε, τότε πάντες ἀπώλοντο. Καὶ τί λέγω ἀπὸ τῶν παλαιῶν τὰ παραδείγµατα; Ἴδωµεν ἀφ' ἡµῶν, εἰ δοκεῖ. Ἡµῶν ὅταν ἐν εὐπραγίᾳ ὦσιν οἱ πλείους, τετυφωµένοι γίνονται, πᾶσιν ἐχθροὶ, ὀργίλοι τῆς ἐξουσίας παρούσης· ἀφαιρεθείσης δὲ, ἥµεροι, ταπεινοὶ, πρᾶοι, τῆς οἰκείας φύσεως εἰς ἔννοιαν ἔρχονται. Καὶ ὅτι οὕτως ἔχει, δείκνυσι καὶ ὁ∆ αυῒδ λέγων· Ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Ταῦτα δή µοι εἴρηται, ἵνα µὴ ἐκ παντὸς τρόπου τὴν χαρὰν ζητῶµεν. Καὶ πῶς, φησὶν, ὁ Παῦλος λέγει, Χαίρετε πάντοτε; Οὐχ ἁπλῶς εἶπε, Χαίρετε, ἀλλὰ προσέθηκεν, Ἐν Κυρίῳ.
16.4
Αὕτη µεγίστη χαρά· τοιαύτην καὶ οἱ ἀπόστολοι ἔχαιρον· χαρὰ κέρδος φέρουσα, ἡ ἀπὸ δεσµωτηρίων, ἡ ἀπὸ µαστίγων, ἡ ἀπὸ διωγµῶν, ἡ ἀπὸ τοῦ κακῶς ἀκούειν, ἡ ἀπὸ τῶν λυπηρῶν πάντως ἔχουσα τὴν ἀρχὴνκαὶ τὴν ῥίζαν καὶ τὴν ὑπόθεσιν· ὅθεν καὶ εἰς χρηστὸν ἀπαντᾷ τέλος. Ἡ δὲ τοῦ κόσµου τοὐναντίον, ἄρχεται µὲν ἀπὸ τῶν ἡδέων, τελευτᾷ δὲ εἰς τὰ λυπηρά. Οὐδὲ ἐγὼ κωλύω χαίρειν κατὰ Κύριον, ἀλλὰ καὶ σφόδρα παραινῶ. Ἐµαστίζοντο οἱ ἀπόστολοι, καὶ ἔχαιρον· ἐδέδεντο, καὶ εὐχαρίστουν· ἐλιθάζοντο, καὶ ἐκήρυττον. Ταύτην καὶ ἐγὼ βούλοµαι τὴν χαράν· ἀπ' οὐδενὸς σωµατικοῦ τὴν ἀρχὴν ἔχει, ἀλλ' ἀπὸ πραγµάτων πνευµατικῶν. Οὐκ ἔστι τὸν κατὰ κόσµον χαίροντα ὁµοῦ καὶ κατὰ Θεὸν χαίρειν· πᾶς γὰρ ὁ κατὰ κόσµον χαίρων, ἐπὶ πλούτῳ χαίρει, ἐπὶ τρυφῇ, ἐπὶ δόξῃ καὶ δυναστείᾳ, ἐπὶ ἀλαζονείᾳ· ὁ δὲ κατὰ Θεὸν, ἐπὶ ἀτιµίᾳ τῇ δι' αὐτὸν, ἐπὶ πενίᾳ, ἐπὶ ἀκτηµοσύνῃ, ἐπὶ νηστείᾳ, ἐπὶ ταπεινοφροσύνῃ. Ὁρᾷς, ὅτι ἐναντίαι αἱ ὑποθέσεις; Ὅσοι ἔξω χαρᾶς εἰσιν ἐνταῦθα, καὶ λύπης· καὶ ὅσοι ἔξω λύπης ἐνταῦθα, καὶ ἡδονῆς. Καὶ ὄντως ταῦτά ἐστι τὰ ποιοῦντα ἀληθῆ χαρὰν, ἐπεὶ ἐκεῖνα ὄνοµα µόνον ἔχει χαρᾶς, τὸ δὲ πᾶν ἐν λύπῃ κεῖται. Πόσην ἀνίαν ὁ ἀλαζὼν ἔχει! πῶς διακόπτεται ἐν αὐτῷ τῷ ἀλαζονεύεσθαι, µυρίας ἑαυτῷ µηχανώµενος ὕβρεις, πολὺ τὸ µῖσος, µεγάλην τὴν ἀπέχθειαν, πολὺν τὸν φθόνον, πολλὴν τὴν βασκανίαν! κἂν γὰρ παρὰ τῶν µειζόνων ὑβρισθῇ, ἀλγεῖ· κἂν µὴ πάντων κατεξαναστῇ, δάκνεται. Ὁ δὲ ταπεινὸς ἐν πολλῇ ἐστι τῇ ἡδονῇ, παρ' οὐδενὸς προσδοκῶν τιµήν· ἂν µὲν οὖν τιµηθῇ, ἥσθη, ἂν δὲ µὴ τιµηθῇ, οὐκ ἤλγησεν, ἀλλ' ἀγαπᾷ, ὅτι οὐκ ἐτιµήθη. Ἄρ' οὖν ἐκ τοῦ µὴ ζητεῖν τιµὴν καὶ τιµᾶσθαι, πολλὴ ἡ ἡδονή. Ἐκεῖ δὲ τοὐναντίον, καὶ ζητεῖ τιµὴν, καὶ οὐ τιµᾶται. Οὐχ ὁµοίως δὲ ἥδεται τιµὴν ὁ ζητῶν, καὶ ὁ µὴ ζητῶν. Οὗτος ὅσον ἂν λάβη, οὐδὲν ἡγεῖται εἰληφέναι· ἐκεῖνος κἂν τὸ µικρὸν δῷς, ὡς τὸ πᾶν εἰληφὼς δέχεται. Πάλιν ὁ τρυφῶν µυρία πράγµατα ἔχει, κἂν ἐξ εὐκολίας καὶ ὥσπερ ἀπὸ πηγῶν αὐτῷ τὰ τῶν προσόδων ἐπιῤῥέῃ, τὰ ἀπὸ τῆς τρυφῆς δεινὰ δέδοικε, καὶτὸ ἄδηλον τοῦ µέλλοντος· οὗτος δὲ ἀεὶ ἐν ἀσφαλείᾳ ἐστὶ καὶ ἐν ἡδονῇ, ἐθίσας ἑαυτὸν ἐν λιτότητι διαίτης. Οὐ γὰρ οὕτως ἑαυτὸν ταλανίζει, ὅτι µὴ µετέχει τραπέζης πολυτελοῦς, ὡς τρυφᾷ, τὸ τοῦ µέλλοντος ἄδηλον µὴ δεδοικώς. Τὰ δὲ ἐκ τῆς τρυφῆς ὅσα δεινὰ, οὐδεὶς ἀγνοεῖ· ἀναγκαῖον δὲ καὶ νῦν εἰπεῖν.∆ ιπλοῦς ὁ πόλεµος, τοῦ σώµατος, λέγω, καὶ τῆς ψυχῆς· διπλοῦς ὁ χειµὼν, διπλᾶ τὰ νοσήµατα· καὶ οὐ τοῦτο µόνον, ἀλλ' ὅτι καὶ ἀνίατα· καὶ µεγάλας φέρουσι ταῦτα τὰς συµφοράς. Ἀλλ' οὐχ ἡ εὐτέλεια τοιοῦτον, ἀλλὰ διπλῆ ἡ ὑγεία, διπλᾶ τὰ ἀγαθά. Ὕπνος ὑγείας, φησὶν, ἐν ἐντέρῳ µετρίῳ. Πανταχοῦ γὰρ τὸ µὲν σύµµετρον ποθεινὸν, τὸ δὲ ἄµετρον οὐκέτι. Ὅρα γάρ· Σπινθῆρι µικρῷ πολὺν ξύλων ἐπίθες φορυτὸν, καὶ οὐκέτι πῦρ τὸ λάµπον, ἀλλὰ καπνὸν ὄψει σφόδρα ἀηδῆ. Ἀνδρὶ λίαν ἰσχυρῷ καὶ µεγάλῳ φορτίον ἐπίθες τὸ τὴν ἰσχὺν ὑπερβαῖνον, καὶ ὄψει µετὰ τοῦ φορτίου χαµαὶ κείµενον καὶ ἐῤῥιµµένον. Πολὺν τὸν φόρτον ἔµβαλε τῷ πλοίῳ, καὶ χαλεπὸν εἰργάσω τὸ ναυάγιον. Τοιοῦτο δή τι καὶ ἡ τρυφή ἐστι. Καθάπερ γὰρ ἐπὶ τῶν ὑπεράντλων πλοίων, πολὺς ὁ θόρυβος τῶν ναυτῶν, τοῦ κυβερνήτου, τοῦ πρωρέως, τῶν ἐπιβατῶν, τὰ µὲν ἄνωθεν ῥιπτούντων εἰςτὸ πέλαγος, τὰ δὲ κάτωθεν· οὕτω δὴ καὶ ἐνταῦθα, τὰ µὲν ἄνωθεν ἐµοῦντες, τὰ δὲ κάτωθεν, καὶ ἑαυτοὺς διαφθείροντες, ἀπόλλυνται. Καὶ τὸ δὴ πάντων αἰσχρότερον, ὅτι αὐτὸ τὸ στόµα τὴν χρῆσιν ἀναλαµβάνει τῶν ὄπισθεν µορίων, καὶ γίνεται ἐκείνων ἀτιµότερον. Εἰ δὲ ἐν τῷ στόµατι τοσαύτη ἀσχηµοσύνη, ἐννόησον ἐν τῇ ψυχῇ. Καὶ γὰρ ἐκεῖ πάντα γνόφος, πάντα θύελλα, πάντα σκότος, πολλὴ τῶν λογισµῶν σύγχυσις, πιεζοµένων, θλιβοµένων, τῆς ψυχῆς αὐτῆς τὴν ἐπήρειαν βοώσης. Ἐντεῦθεν καὶ αὐτοὶ οἱ γαστριζόµενοι ἀλλήλους αἰτιῶνται, δυσχεραίνουσι, σπεύδουσι τὴν ἔνδον ἀποῤῥίψασθαι κόπρον. Ὅµως καὶ µετὰ τὸ ῥιφῆναι, οὐδὲ οὕτως ὁ σάλος παύεται· ἀλλὰ καὶ πυρετοὶ ἐντεῦθεν καὶ νόσοι. Ναὶ, φησὶ, νοσοῦσι καὶ ἀσχηµονοῦσι· λόγος εἰκῆ ταῦτα διεξιὼν, καὶ νόσους ἡµῖν καταλέγων· νοσῶ γὰρ ἐγὼ, καὶ σπῶµαι ἐγὼ, καὶ ἀσχηµονῶ ἐγὼ, ὁ µὴ ἔχων φαγεῖν· τούτους δὲ τοὺς τρυφῶντας ἔστιν εὐπαθοῦντας ἰδεῖν, σφριγῶντας, χαίροντας, φεροµένους ἐφ' ἵππων. Οἴµοι! θρήνων γὰρ ἄξια ταῦτα τὰ ῥήµατα. Τοὺς δὲ ποδαλγοῦντας, τοὺς ἐπὶ δίφρων φεροµένους, τοὺς καταδεσµουµένους, πόθεν ὁρῶµεν, εἰπέ µοι; Καὶ εἰ µὴ τὸ πρᾶγµα ὕβριν ἐνόµιζον, καὶ ὀνειδιστικῶς µε ταῦτα λέγειν ἡγοῦντο, ἤδη ἂν καὶ ὀνοµαστὶ παρήγαγον αὐτούς. Ἀλλ' εἰσί τινες, οἳ καὶ ὑγιαίνουσι, φησίν. Ἐπειδὴ µὴ µόνον τρυφῇ προσανέχουσιν, ἀλλὰ καὶ πόνοις. Ἐπεὶ δός µοι ἄνθρωπον διαπαντὸς πιαινόµενον, ἀνενέργητον κείµενον, µηδὲν πονοῦντα, ἰδεῖν ὑγιαίνοντα. Ἀλλ' οὐκ ἂν εὕροις. Κἂν γὰρ µυρίων ἰατρῶν πλῆθος συνέλθῃ, ἐξελεῖν αὐτὸν οὐ µὴ δυνηθῇ τῶν νοσηµάτων, διηνεκῶς γαστριζόµενον· οὐδὲ γὰρ ἔχει τὸ πρᾶγµα φύσιν. Ἐγὼ δὲ καὶ ἰατρικὸν ὑµῖν ἐρῶ λόγον· Τῶν εἰς τὴν γαστέρα καταβαλλοµένων, οὐ τὸ πᾶν γίνεται τροφή· ἐπεὶ µηδὲ ἐν αὐτῇ τῇ τῆς τροφῆς φύσει τὸ πᾶν ἐστι τρόφιµον, ἀλλ' ἔστι τὸ µὲν αὐτῆς εἰς διαχώρησιν µεριζόµενον, τὸ δὲ εἰς τροφήν. Ἂν µὲν οὖν σύµµετρα δοὺς τέλεον κατεργασθῇ, τοῦτο γίνεται, καὶ τὴν οἰκείαν ἔλαβε χώραν, καὶ τὸ µὲν ὑγιὲς καὶ χρηστὸν εἰς τὸν οἰκεῖον ἀνέδραµε τόπον, τὸ δὲ περιττὸν καὶ ἄχρηστον ὑπεξῆλθε καὶ ἐξεχώρησεν· ἂν δὲ πλῆθος, καὶ ὅσον αὐτοῦ τρόφιµον, καὶ τοῦτο γίνεται βλαβερόν. Ὡς ἐπὶ ὑποδείγµατος δὲ τοιοῦτον ἐρῶ, ἵνα σαφέστερον, ὃ λέγω, ὑµῖν γένηται· Τοῦ σίτου τὸ µέν ἐστι σεµίδαλις, τὸ δὲ ἄλευρον, τὸ δὲ πίτυρον. Ἂν µὲν οὖν ἡ µύλη λάβῃ, ἃ δύναται ἀλεῖν, ἀπέκρινε ταῦτα πάντα· ἂν δὲ πλέον ἐπιβάλῃς, πάντα συγκέχυται. Πάλιν ὁ οἶνος ἂν τῆς προσηκούσης κατεργασίας τύχῃ, καὶ τῆς τῶν ὡρῶν κράσεως, πρότερον µὲν πάντα ὁµοῦ γίνεται, µετὰ δὲ ταῦτα τὸ µὲν αὐτοῦ εἰςτρύγα ὑφιζάνει, τὸ δὲ εἰς ἀφρὸν ἀνατρέχει, τὸ δὲ µένει ἀπόλαυσις τῶν µετεχόντων, καὶ τοῦτό ἐστι τὸ χρηστὸν, καὶ οὐκ ἄν ποτε ταχέως τοῦτο τραπείη· πρότερον δὲ οὔτε οἶνός ἐστιν, οὔτε τρὺξ, πάντων µιχθέντων. Τοῦτο καὶ ἐπὶ τῆς θαλάττης ἴδοι τις ἂν, ὅταν ὑπερβολὴ χειµῶνος γένηται. Καθάπερ οὖν τότε τοὺς ἰχθύας ὁρῶµεν νεκροὺς ἐπιπλέοντας τοὺς ὑπὸ τοῦ ψύχους εἰς τὸν βυθὸν δῦναι µὴ δυνηθέντας· οὕτω δὴ καὶ ἐφ' ἡµῶν γίνεται. Ὅταν γὰρ πολὺς ἄνωθεν ἐπιῤῥεύσῃ τῆς λαιµαργίας ὁ ὑετὸς, πάντα ἀνακινήσας, νεκροὺς ἐπιπλέειν ποιεῖ τοὺς λογισµοὺς τοὺς τέως ὑγιαίνοντας, καὶ ἐνἡµῖν ἠρεµοῦντας. Ἐπεὶ οὖν ἐκ τοσούτων ὑποδειγµάτων ἡµῖν ἀποδέδεικται πολλὴ ἡ βλάβη, παυσώµεθα µακαρίζοντες τούτους, ἐφ' οἷς ταλανίζειν ἐχρῆν, δακρύοντες δὲαὐτοὺς, ἐφ' οἷς µακαρίζειν ἔδει, καὶ τὴν αὐτάρκειαν ἀγαπῶµεν. Ἢ οὐκ ἀκούετε καὶ ἰατρῶν λεγόντων, ὅτι ἔνδεια µήτηρ ὑγείας; Ἐγὼ δὲ οὐχὶ τῆς σωµατικῆς ὑγείας µητέρα τὴν ἔνδειαν εἶναι, ἀλλὰ καὶ τῆς ψυχικῆς λέγω. Ταῦτα καὶ Παῦλος βοᾷ ὁ ὄντως ἰατρὸς, Ἔχοντες, λέγων, διατροφὰς καὶ σκεπάσµατα, τούτοις ἀρκεσθησόµεθα. Πειθώµεθα τοίνυν αὐτῷ, ἵνα ὑγιαίνοντες πράττωµεν, ἃ δεῖ ποιεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.