In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
21.0
Παραγενόµενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴµ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς µαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτὸν, µὴ πιστεύοντες, ὅτι ἐστὶ µα θητής. Βαρνάβας δὲ ἐπιλαβόµενος αὐτοῦ, ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον.
21.1
Ἄξιον ἐνταῦθα διαπορῆσαι, πῶς ἐν µὲν τῇ πρὸς Γαλάτας φησὶν, ὅτι Οὐκ ἀπῆλθον εἰς Ἱεροσόλυµα, ἀλλ' εἰς Ἀραβίαν καὶ∆ αµασκόν· καὶ ὅτι Μετὰ τρία ἔτη ἀνέβην εἰς Ἱεροσόλυµα ἱστορῆσαι Πέτρον, καὶ ὅτι Οὐδένα τῶν ἀποστόλων εἶδον· ἐνταῦθα δὲ τοὐναντίον, ὅτι Βαρνάβας ἤγαγεν αὐτὸν πρὸς τοὺς ἀποστόλους. Ἢ τοίνυν τοῦτό φησιν, ὅτι Οὐκ ἀπῆλθον ὥστε ἀναθέσθαι( λέγει γὰρ ἐκεῖ, ὅτι Οὐ προσανεθέµην σαρκὶ καὶ αἵµατι· οὐδὲ ἀπῆλθον εἰς Ἱεροσόλυµα πρὸς τοὺς πρὸ ἐµοῦ ἀποστόλους)· ἢ εἰ µὴ τοῦτο, ὅτι ἡ ἐπιβουλὴ ἡ ἐν∆ αµασκῷ, µετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ Ἀραβίας γέγονε, φησὶν, εἶτα πάλιν ἡ ἄνοδος µετὰ τὸ ἐκεῖθεν ἐλθεῖν. Αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς ἀποστόλους, ἀλλὰ τοῖς µαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι, ἅτε οὐ διδάσκαλος ὢν, ἀλλὰ µαθητής. Ἄρα οὐ διὰ τοῦτο ἀνῆλθεν, ἵνα πρὸς τοὺς πρὸ αὐτοῦ ἀπέλθῃ· οὐδὲ γὰρ παρ' αὐτῶν τι ἔµαθεν. Ἢ ταύτην τὴν ἄνοδον οὐ λέγει, ἀλλ' ἀφίησιν, ὥστε εἶναι οὕτως· Ἀπῆλθεν εἰς Ἀραβίαν, εἶτα ἦλθεν εἰς∆ αµασκὸν, εἶτα εἰς Ἱεροσόλυµα, εἶτα εἰς Συρίαν. Ἢ εἰ µὴ τοῦτο, πάλιν οὕτως, ὅτι Ἀνῆλθεν εἰς τὰ Ἱεροσόλυµα, εἶτα εἰς∆ αµασκὸν ἐξεπέµφθη, εἶτα εἰς Συρίαν, εἶτα εἰς∆ αµασκὸν πάλιν, εἶτα εἰς Καισάρειαν, καὶ τότε διὰ δεκατεσσάρων ἐτῶν, ἴσως ὅτε τοὺς ἀδελφοὺς ἀνήγαγε µετὰ Βαρνάβα. Ἢ εἰ µὴ τοῦτο, ἕτερον λέγει καιρόν. Ὁ γὰρ ἱστοριογράφος πολλὰ ἐπιτέµνει, καὶ πολλοὺς συνάγει καιρούς. Ὅρα, πῶς οὐκ ἔστι φιλότιµος, οὐδὲ διηγεῖται τὴν ὄψιν ἐκείνην, ἀλλὰ παρατρέχει. Πάλιν δὲ οὕτως ἄρχεται καί φησι· Παραγενόµενος δὲ εἰς Ἱερουσαλὴµ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς µαθηταῖς· οἱ δὲ ἐφοβοῦντο αὐτόν. Καὶ ἀπὸ τούτου πάλιν τὸ θερµὸν τοῦ Παύλου δείκνυται· οὐκ ἀπὸ Ἀνανίου, οὐδὲ ἀπὸ τῶν θαυµαζόντων αὐτὸν ἐκεῖ, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύµοις. Οὐ γὰρ ἦν ὄντως προσδοκίας ἀνθρωπίνης ἐκεῖνο. Καὶ ὅρα αὐτὸν οὐ πρὸς τοὺς ἀποστόλους ἀπιόντα διὰ τὸ µετριάζειν, ἀλλὰ πρὸς τοὺς µαθητὰς, ἅτε µαθητὴν ὄντα· οὔπω γὰρ ἐνοµίζετο ἀξιόπιστος εἶναι. Βαρνάβας δὲ ἐπιλαβόµενος αὐτοῦ ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον. Ὁ Βαρνάβας οὗτος ἐπιεικής τις καὶ ἥµερος ἄνθρωπος ἦν. Υἱὸς δὲ παρακλήσεως τὸ ὄνοµα ἑρµηνεύεται· ὅθεν καὶ φίλος τῷ Παύλῳ γέγονεν. Ὅτι δὲ χρηστὸς ἦν σφόδρα καὶ εὐπρόσιτος, τοῦτο καὶ ἐκ τῶν µετὰ χεῖρας, καὶ ἐκ τῶν κατὰ Ἰωάννην δῆλόν ἐστιν. Ὅθεν οὗτος οὐ φοβεῖται, ἀλλὰ διηγεῖται, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν∆ αµασκῷ ἐπαῤῥησιάσατο ἐν τῷ ὀνόµατιτοῦ Κυρίου Ἰησοῦ. Εἰκὸς αὐτὸν γὰρ καὶ ἐν∆ αµασκῷ ἀκηκοέναι τὰ κατ' αὐτόν.∆ ιὸ καὶ ταῦτα ἐκείνων κατασκευαστικὰ ποιῶν, διὰ τῶν ἔργων ἐβεβαίωσε τὰ λεχθέντα. Καὶ ἦν µετ' αὐτῶν εἰσπορευόµενος καὶ ἐκπορευόµενος ἐν Ἱερουσαλὴµ, καὶ παῤῥησιαζόµενος ἐν τῷ ὀνόµατι τοῦ Ἰησοῦ. Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς. Ἐπειδὴ οἱ µαθηταὶ ἐφοβοῦντο αὐτὸν, οἱ δὲ ἀπόστολοι οὐκ ἐπίστευον αὐτῷ, διὰ τοῦτο αὐτῶν ἐκεῖθεν λύει τὸ δέος. Ἐλάλει τε καὶ συνεζήτει, φησὶ, πρὸς τοὺς Ἑλληνιστάς. Ἑλληνιστὰς τοὺς Ἑλληνιστὶ φθεγγοµένους λέγει· καὶ τοῦτο σφόδρα σοφῶς. Ἐκεῖνοι γὰρ οἱ ἄλλοι οὐδὲ ἰδεῖν αὐτὸν ἠθέλησαν οἱ βαθεῖς Ἑβραῖοι. Οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν· τῆς σφοδρότητος καὶ τῆς κατὰ κράτος νίκης τοῦτο τεκµήριον, καὶ τοῦ σφόδρα λυπεῖσθαι τῷ γεγονότι. Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ, κατήγαγον αὐτὸν εἰς Καισάρειαν.∆ ιὰ φόβον τοῦτο ποιοῦσι· φοβηθέντες γὰρ λοιπὸν µὴ ταυτὸν γένηται οἷον ἐπὶ Στεφάνου, κατάγουσιν αὐτὸν εἰς Καισάρειαν. Καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. Εἰ καὶ διὰ φόβον, ὅµως ἀποστέλλουσιν, ἅµα καὶ κηρύξοντα, καὶ ἐν ἀσφαλείᾳ ἐσόµενον αὐτὸν, ἅτε ἐν οἰκείᾳ πατρίδι. Ὅρα δέ µοι, πῶς οὐ πάντα χάριτι γίνεται, ἀλλὰ συγχωρεῖ αὐτοὺς ὁ Θεὸς καὶ οἰκείᾳ σοφίᾳ οἰκονοµεῖν πολλὰ καὶ ἀνθρωπίνως. Εἰ γὰρ ἐπ' αὐτοῦ τοῦτο γέγονε, πολλῷ µᾶλλον ἐπ' αὐτῶν· Συγχωρεῖ τοίνυν, ἵνα τῶν ῥᾳθύµων τὴν πρόφασιν ἐκκόψῃ· Αἱ µὲν οὖν Ἐκκλησίαι καθ' ὅλης τῆς Ἰουδαίας καὶ Σαµαρείας εἶχον εἰρήνην, οἰκοδοµούµεναι καὶ πορευόµεναι τῷ φόβῳ Κυρίου, καὶ τῇ παρακλήσει τοῦἁγίου Πνεύµατος ἐπληθύνοντο. Μέλλει περὶ Πέτρου λέγειν, καὶ ὅτι πρὸς τοὺς ἁγίους κάτεισιν. Ἵν' οὖν µὴ φόβου τοῦτο νοµίσῃ τις, πρότερον ὡς εἶχον αἱ Ἐκκλησίαι διηγεῖται, δεικνὺς, ὅτι διωγµὸς ὅτε ἦν, ἐν Ἱεροσολύµοις ἦν· ὅτε δὲ πανταχοῦ ἐν ἀσφαλείᾳ τὰ τῆς Ἐκκλησίας, τότε λοιπὸν καὶ τὰ Ἱεροσόλυµα ἀφίησιν· οὕτως ἦν θερµὸς ὁµοῦ καὶ σφοδρός. Οὐ γὰρ ἐπειδὴ εἰρήνη ἦν, ἐνόµιζε µηδὲν δεῖσθαι τῆς αὐτοῦ παρουσίας. Καὶ διὰ τί, φησὶ, τοῦτο ποιεῖ, καὶ ἔρχεται εἰρήνης οὔσης, καὶ µετὰ τὸ Παῦλον ἀπελθεῖν; Ὅτι αὐτοὺς ᾐδοῦντο µάλιστα, ἅτε πολλάκις παραστάντας, καὶ ὑπὸ τοῦ πλήθους θαυµασθέντας· ἐκείνου δὲ κατεφρόνουν, καὶ µᾶλλον πρὸς αὐτὸν ἠγρίαινον.
21.2
Εἶδες, πῶς εἰρήνη τὸν πόλεµον ἐκδέχεται; µᾶλλον δὲ, εἶδες, τί ἐποίησεν ὁ πόλεµος ἐκεῖνος;∆ ιέσπειρε τοὺς τὴν εἰρήνην ποιοῦντας. Ἐπὶ τῆς Σαµαρείας κατῃσχύνθη ὁ Σίµων· ἐπὶ τῆς Ἰουδαίας τὰ κατὰ Σάπφειραν γέγονεν. Οὐ τοίνυν, ἐπεὶ εἰρήνη ἦν, ἐκλελυµένα τὰ πράγµατα ἦν, ἀλλὰ τοιαύτη ἦν ἡ εἰρήνη, ὡς καὶ παρακλήσεως δεῖσθαι. Ἐγένετο δὲ, Πέτρον διερχόµενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Καθάπερ τις στρατηγὸς περιῄει τὰς τάξεις ἐπισκοπῶν, ποῖον εἴη συγκεκροτηµένον µέρος, ποῖον ἐν κόσµῳ, ποῖον τῆς αὐτοῦ δέοιτο παρουσίας. Ὅρα πανταχοῦ αὐτὸν περιτρέχοντα, καὶ πρῶτον εὑρισκόµενον. Ὅτε ἑλέσθαι ἔδει τὸν Ἀπόστολον, οὗτος πρῶτος· ὅτε διαλεχθῆναι τοῖς Ἰουδαίοις περὶ τοῦ µὴ µεθύειν, ὅτε θεραπεῦσαι τὸν χωλὸν, ὅτε δηµηγορῆσαι, οὗτος πρὸς τῶν ἄλλων ἐστίν· ὅτε πρὸς τοὺς ἄρχοντας, οὗτος· ὅτε πρὸς Ἀνανίαν, ὅτε ἀπὸ τῆς σκιᾶς ἰάσεις ἐγίνοντο, οὗτος ἦν. Καὶ ἔνθα µὲν ἦν κίνδυνος, οὗτος, καὶ ἔνθα οἰκονοµία· ἔνθα δὲ γαλήνης τὰ πράγµατα γέµει, κοινῇ πάντες· οὕτως οὐκ ἀπῄτει τιµὴν µείζονα. Πάλιν ὅτε θαυµατουργῆσαι ἔδει, αὐτὸς προπηδᾷ· καὶ ἐνταῦθα πάλιν οὗτος πονεῖ δι' ἑαυτοῦ, καὶ ὁδοιπορεῖ. Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόµατι, ἐξ ἐτῶν ὀκτὼ κατακείµενον ἐπὶ κραββάτου, ὃς ἦν παραλελυµένος· καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι, καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. Καὶ διὰ τί µὴ ἀνέµεινε τὴν πίστιν τοῦ ἀνδρὸς, µηδὲ ἠρώτησεν εἰ βούλοιτο θεραπευθῆναι; Μάλιστα µὲν οὖν καὶ πρὸς πολλῶν παράκλησιν ἐγένετο τὸ θαῦµα. Ἄκουε γοῦν καὶ τὸ κέρδος ὅσον· ἐπάγει γὰρ λέγων· Καὶ εἶδον πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. Καλῶς οὕτως εἶπεν· ἐπίσηµος γὰρ ἦν ὁ ἀνήρ· ὅθεν καὶ ἔλεγχον δίδωσι τοῦ σηµείου, τὸ ἆραι τὸν κράββατον. Οὐ γὰρ δὴ τῶν νοσηµάτων ἀπήλλαττον µόνον, ἀλλὰ µετὰ τῆς ὑγείας παρεῖχον ἔτι καὶ ἰσχύν. Ἄλλως δὲ καὶ τότε οὔπω ἦσαν τεκµήρια τῆς οἰκείας παρασχόντες δυνάµεως, ὥστε εἰκότως οὐκ ἀπῃτεῖτο τὴν πίστιν ὁ ἀνὴρ, ἐπειδὴ οὐδὲ τὸν χωλὸν ἀπῄτησαν. Καθάπερ οὖν ὁ Χριστὸς ἀρχόµενος τῶν σηµείων οὐκ ἀπῄτει πίστιν, οὕτως οὐδὲ οὗτοι. Ἐν Ἱεροσολύµοις µὲν γὰρ εἰκότως ἡ πίστις αὐτῶν πρότερον ἀπῃτεῖτο· ὅθεν καὶ διὰ πίστιν, ὅσοι συνείχοντο ἀσθενείαις, ταῖς ὁδοῖς ἐξετίθεντο, ἵνα, ἐρχοµένου δὴ Πέτρου, κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Πολλὰ γὰρ ἐγίνετο ἐκεῖ σηµεῖα, ἐνταῦθα δὲ τοῦτο πρῶτον συµβαίνει. Τὰ µὲν γὰρ τῶν σηµείων ὑπὲρ τοῦ τοὺς ἄλλους ἐπισπάσασθαι ἐγίνετο, τὰ δὲ ὑπὲρ τῆς τῶν πιστευόντων παρακλήσεως. Ἐν Ἰόππῃ δέ τις ἦν µαθήτρια ὀνόµατι Ταβηθὰ, ἢ διερµηνευοµένη λέγεται∆ ορκάς. Αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεηµοσυνῶν ὧν ἐποίει. Ἐγένετο δὲ ἐν ταῖς ἡµέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Λούσαντες δὲ αὐτὴν, ἔθηκαν ἐν ὑπερῴῳ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ µαθηταὶ ἀκούσαντες, ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας παρακαλοῦντες µὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν.∆ ιὰ τί περιέµειναν ἀποθανεῖν; διὰ τί µὴ ἐσκύλη Πέτρος καὶ πρὸ τούτου; Ἀνάξιον ἡγοῦντο λοιπὸν φιλοσοφοῦντες ὑπὲρ τῶν τοιούτων τοὺς µαθητὰς σκύλλειν, καὶ τοῦ κηρύγµατος παρασπᾷν· ἐπεὶ καὶ διὰ τοῦτο λέγει, ὅτι ἐγγὺς ἦν, ὥστε δεῖξαι, ὅτι ἐν τάξει παρέργου τοῦτο ᾔτουν( µαθήτρια γὰρ ἦν), προηγουµένως δὲ οὐκ ἔτι. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς. Ὃν παραγενόµενον ἀνήγαγον εἰς τὸ ὑπερῷον. Οὐ παρακαλοῦσιν, ἀλλ' αὐτῷ ἐπιτρέπουσιν ἵν' ἐξ ἑαυτοῦ τὴν ζωὴν αὐτῇ χαρίσηται. Οὕτως ἐνταῦθα πληροῦται τὸ, Ἐλεηµοσύνη ῥύεται ἐκ θανάτου. Καὶ περιέστησαν αὐτὸν πᾶσαι αἱ χῆραι κλαίουσαι, καὶ ἐπιδεικνύµεναι χιτῶνας καὶ ἱµάτια, ὅσα ἐποίει µετ' αὐτῶν οὖσα ἡ∆ ορκάς. Ἔνθα προὔκειτο τεθνηκυῖα τὸν Πέτρον ἀνάγουσι, τάχα οἰόµενοι πρὸς φιλοσοφίαν αὐτῷ τι χαρίζεσθαι. Εἶδες, πόση ἐπίδοσις γέγονεν; Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ ὄνοµα τῆς γυναικὸς, ἀλλ' ἵνα µάθωµεν, ὅτι φερώνυµος ἦν, οὕτως ἐγρηγορυῖα καὶ νήφουσα, ὥσπερ δορκάς. Πολλὰ γὰρ καὶ οἰκονοµικῶς ὀνόµατα τίθεται, ὡς πολλάκις πρὸς ὑµᾶς εἴποµεν. Πλήρης, φησὶν, ἦν ἀγαθῶν ἔργων καὶ ἐλεηµοσυνῶν ὧν ἐποίει. Μέγα τῆς γυναικὸς τὸ ἐγκώµιον, εἴ γε ἀµφότερα οὕτως ἐποίει, ὡς ἀµφοτέρων εἶναι πεπληρωµένην.∆ ῆλον δὲ, ὅτι πρῶτον ἐκείνων, καὶ τότε τούτου ἐποιήσατο ἐπιµέλειαν. Ὅσα ἐποίει, φησὶ, µετ' αὐτῶν ἡ∆ ορκὰς οὖσα. Πολλὴ ἡ ταπεινοφροσύνη. Οὐ γὰρ ὥσπερ ἡµεῖς, ἀλλὰ κοινῇ πάντες ἦσαν, πολὺν τῆς ἐλεηµοσύνης ποιούµενοι λόγον. Καὶ ἐκβαλὼν ἔξω πάντας ὁ Πέτρος, θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶµα εἶπε· Ταβηθὰ, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλµοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. Τί δήποτε πάντας ἐκβάλλει; Ὥστε µὴ συγχυθῆναι τοῖς δάκρυσι, µηδὲ διαταραχθῆναι. Καὶ θεὶς τὰ γόνατα προσηύξατο. Τοῦτο δεῖγµα ἐπιτεταµένης εὐχῆς. Καὶ κρατήσας, φησὶ, τῆς χειρός. Ἐνταῦθα δείκνυσι κατὰ µέρος τὴν ζωὴν, εἶτα τὴν δύναµιν εἰσαγοµένην, τὴν µὲν διὰ τοῦ ῥήµατος, τὴν δὲ διὰ τῆς χειρός.∆ οὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν. Καὶ φωνήσας τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν· τοῖς µὲν εἰς παράκλησιν, ὅτι τε ἀπέλαβον τὴν ἀδελφὴν, καὶ ὅτι θαῦµα εἶδον· ταῖς δὲ εἰς προστασίαν. Γνωστὸν δὲ ἐγένετο καθ' ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον. Ἐγένετο δὲ ἡµέρας ἱκανὰς µεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίµωνι βυρσεῖ.
21.3
Ὅρα τὸ ἄτυφον τοῦ Πέτρου καὶ τὸ ἐπιεικὲς, πῶς οὐ παρὰ ταύτῃ µένει, οὐδὲ παρὰ ἄλλῳ τινὶ τῶν ἐπισήµων, ἀλλὰ παρὰ βυρσεῖ· διὰ πάντων εἰς ταπεινοφροσύνην ἐνάγων, καὶ οὔτε τοὺς εὐτελεῖς αἰσχύνεσθαι ἀφιεὶς, οὔτε τοὺς µεγάλους ἐπαίρεσθαι· ὃς καὶ διὰ τοῦτο ἔκρινε διελθεῖν, ἐπειδὴ τῆς αὐτοῦ διδασκαλίας ἐδέοντο οἱ πιστεύσαντες. Ἴδωµεν τοίνυν ἄνωθεν τὰ εἰρηµένα. Ἐπειρᾶτο, φησὶ, κολλᾶσθαι τοῖς µαθηταῖς. Οὐκ ἀναισχύντως προσῆλθεν, ἀλλ' ὑπεσταλµένως. Μαθητὰς δὲ καλεῖ, καὶ τοὺς µὴ τελοῦντας εἰς τὸν χορὸν τῶν δώδεκα· διότι µαθηταὶ πάντες ἐκαλοῦντο τότε διὰ τὴν πολλὴν ἀρετήν· ἦν γὰρ ἡ εἰκὼν τῶν µαθητῶν δήλη. Καὶ πάντες ἐφοβοῦντο αὐτὸν, φησίν. Ὅρα, πῶς ἐφοβοῦντο τοὺς κινδύνους, πῶς ἔτι τὸ δέος ἐνήκµαζε. Βαρνάβας δὲ ἐπιλαβόµενος αὐτοῦ, ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς. Ἐµοὶ δοκεῖ ὁ Βαρνάβας ἄνωθεν αὐτῷ εἶναι φίλος· διὸ καὶ πάντα διηγεῖται τὰ κατ' αὐτόν. Οὐδὲν δὲ τούτων αὐτὸς λέγει· οἶµαι δὲ, ὅτι καὶ εἰς τοὺς ἄλλους οὐκ ἂν ἐξήνεγκεν ὕστερον, εἰ µή τις ἀνάγκη γέγονεν αὐτῷ. Καὶ ἦν µετ' αὐτῶν εἰσπορευόµενος εἰς Ἱερουσαλὴµ, καὶ παῤῥησιαζόµενος ἐν τῷ ὀνόµατι τοῦ Κυρίου Ἰησοῦ. Τοῦτο καὶ τοῖς ἄλλοις ἐδίδου θαῤῥεῖν. Ὁρᾷς καὶ ἐκεῖ καὶ ἐνταῦθα τοὺς ἄλλους προµηθουµένους, καὶ κατασκευάζοντας ὥστε αὐτὸν ἀπελθεῖν, καὶ οὐδαµοῦ τέως ἀπολαύοντα αὐτὸν θείας ῥοπῆς; Οὕτω γοῦν αὐτοῦ δείκνυται καὶ τὸ σφοδρόν. Ὥστε οὐ διὰ γῆς ἐµοὶ δοκεῖ τὴν πορείαν αὐτὸν ποιεῖσθαι, ἀλλὰ καὶ ἔπλει λοιπόν. Καὶ τοῦτο δὲ οἰκονοµικῶς γίνεται, εἰς τὸ αὐτὸν καὶ ἐκεῖ κηρῦξαι. Ἄρα καὶ αἱ ἐπιβουλαὶ ὑπὲρ αὐτῶν, καὶ τὸ εἰς Ἱεροσόλυµα ἐλθεῖν οἰκονοµικῶς, ἵνα µηκέτι ἀπιστῆται τὰ κατ' αὐτόν. Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς. Καὶ εἶχον, φησὶν, εἰρήνην αἱ Ἐκκλησίαι, οἰκοδοµούµεναι καὶ πορευόµεναι τῷ φόβῳ τοῦ Κυρίου· τουτέστιν, ηὔξησαν καὶ τὴν εἰρήνην αὐτὴν δήπου πρὸς ἑαυτὴν, τὴν ὄντως εἰρήνην. Εἰκότως· σφόδρα γὰρ αὐτοὺς ὁ πόλεµος ἐκάκωσεν ὁ ἔξωθεν. Καὶ τῇ παρακλήσει τοῦ ἁγίου Πνεύµατος ἐπληθύνοντο. Παρεκάλει αὐτοὺς τὸ Πνεῦµα καὶ διὰ τῶν θαυµάτων, καὶ διὰ τῶν ἔργων· καὶ χωρὶς δὲ τούτων, καὶ καθ' ἑαυτὸν ἕκαστον. Ἐγένετο δὲ Πέτρον διερχόµενον κατελθεῖν πρὸς Λύδδαν. Εὗρε δὲ ἐκεῖ ἄνθρωπον κατακείµενον, καὶ εἶπεν αὐτῷ· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. Οὐκ ἐπιδεικνυµένου τὸ ῥῆµα, ἀλλὰ θαῤῥοῦντος ὅτι ἔσται. Ἐµοὶ δὲ σφόδρα δοκεῖ, ὅτι τούτῳ ἐπίστευσε τῷ ῥήµατι ὁ ἀσθενῶν, καὶ γέγονεν ὑγιής. Ὅτι δὲ ἄτυφος, καὶ ἐκ τῶν ἑξῆς δῆλον. Οὐ γὰρ εἶπεν· Ἐν τῷ ὀνόµατι Ἰησοῦ· ἀλλ' ὡς σηµεῖονµᾶλλον αὐτὸ διηγεῖται. Εἶδον δὲ οἱ κατοικοῦντες Λύδδαν, καὶ ἐπέστρεψαν ἐπὶ Κύριον. Ἄρα οὐ µάτην ἔλεγον, ὅτι εἰς τὸ πεῖσαι καὶ παρακαλέσαι τὰ θαύµατα ἐτελεῖτο. Ἐν Ἰόππῃ δέ τις ἦν µαθήτρια, φησὶν, ὀνόµατι Ταβηθά. Ἐγένετο δὲ ἐν ταῖς ἡµέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Εἶδες πανταχοῦ τὰ σηµεῖα γινόµενα; Οὐχ ἁπλῶς ἀπέθανεν ἡ Ταβηθὰ, ἀλλ' ἐν ἀῤῥωστίᾳ γενοµένη.∆ ιὸ καὶ οὐ καλοῦσι Πέτρον, ἕως ὅτε ἐτελεύτησεν. Ἀκούσαντες δὲ οἱ µαθηταὶ, ἀπέστειλαν παρακαλοῦντες µὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ὅρα, δι' ἑτέρων πέµπουσι καὶ καλοῦσιν. Ὁ δὲ πείθεται καὶ ἥκει, οὐχ ὕβριν τὸ πρᾶγµα νοµίζων, τὸ κληθῆναι· οὕτω µέγα ἡ θλῖψις ἀγαθόν· τοῦτο συγκροτεῖ τὰς ἡµετέρας ψυχάς. Οὐδαµοῦ κοπετὸς ἐκεῖ, οὐδαµοῦ θρῆνος. Λούσαντες αὐτὴν, φησὶν, Ἔθηκαν ἐν ὑπερῴῳ· τουτέστι, τὰ ἐπὶ νεκρῷ πάντα ἐποίησαν. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς. Καὶ ἀνελθὼν εἰς τὸ ὑπερῷον, θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶµα εἶπεν· Ταβηθὰ, ἀνάστηθι. Οὐ πάντα συγχωρεῖ ὁ Θεὸς µετὰ τῆς αὐτῆς εὐκολίας τὰ σηµεῖα ἐργάζεσθαι. Τοῦτο δὲ αὐτοὺς ὠφέλει. Οὐ γὰρ δὴ µόνον τῆς τῶν ἄλλων ἐφρόντιζε σωτηρίας, ἀλλὰ καὶ τῆς αὐτῶν. Ὁ γοῦν τῇ σκιᾷ τοσούτους θεραπεύων, νῦν τοσαῦτα πρὸς τὸ ἐξαναστῆσαι ποιεῖ. Ἔστι δὲ ὅπου καὶ ἡ πίστις τῶν προσιόντων συνήργει. Ταύτην οὖν πρώτην νεκρὰν ἀνίστησι, καλῶν ἐξ ὀνόµατος· ἢ καὶ ὥσπερ ἐξ ὕπνου ἐγερθεῖσα, πρῶτον ἤνοιξε τοὺς ὀφθαλµοὺς, εἶτα εὐθὺς ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε, καὶ τελευταῖον ἀπὸ τῆς χειρὸς τῆςἁφῆς στερεοῦται. Σὺ δέ µοι σκόπει, τὸ κέδρος πῶς πάλιν καὶ τὸν καρπὸν οὐ πρὸς ἐπίδειξιν ὄντα.∆ ιὰ τοῦτο γοῦν καὶ ἐκβάλλει πάντας ἔξω, τὸν∆ ιδάσκαλον κἀν τούτῳ µιµούµενος. Ἔνθα γὰρ δάκρυα, τοιοῦτον µυστήριον οὐ δεῖ τελεῖσθαι· µᾶλλον δὲ, ἔνθα θαύµατα, οὐ δεῖ δάκρυα παρεῖναι. Ἀκούσατε, παρακαλῶ, εἰ καὶ µὴ τοιοῦτόν τι γίνεται, ἀλλὰ καὶ ἐν τοῖς νῦν νεκροῖς µέγα τελεῖται µυστήριον. Εἰπὲ δή µοι, εἰ καθηµένων ἡµῶν ἔπεµψεν ὁ βασιλεύς τινα καλῶν εἰς τὰ βασίλεια, κλαίειν ἔδει καὶ θρηνεῖν; Ἄγγελοι πάρεισιν ἐξ οὐρανῶν ἀπεσταλµένοι κἀκεῖθεν ἥκοντες, παρ' αὐτοῦ πεµφθέντες τοῦ βασιλέως τὸν σύνδουλον καλέσαι τὸν αὐτῶν· καὶ σὺ κλαίεις; Οὐκ οἶδας οἷον µυστήριόν ἐστι τὸ γινόµενον; πῶς φρικτὸν καὶ φοβερὸν, καὶ ὕµνων ἄξιον ὄντως καὶ χαρᾶς;
21.4
Βούλει µαθεῖν, ἵνα εἰδῇς, ὅτι οὐχὶ δακρύων ὁ καιρός; Τῆς τοῦ Θεοῦ σοφίας µέγιστόν ἐστι τοῦτο µυστήριον. Ὥσπερ γάρ τινα οἰκίαν ἀφιεῖσα, πρόεισιν ἡ ψυχὴ πρὸς τὸν ἑαυτῆς ἐπειγοµένη∆ εσπότην· σὺ δὲ πενθεῖς; Οὐκοῦν καὶ τικτοµένου τοῦ παιδίου τοῦτο ποιεῖν ἐχρῆν· καὶ γὰρ τοῦτο τόκος ἐστὶν ἐκείνου βελτίων. Πρόεισι γὰρ ἐφ' ἕτερον φῶς, ἀπολύεται ὥσπερ ἀπὸ δεσµωτηρίου τινὸς, ὡς ἀπὸ ἀγῶνος ἔξεισι. Ναὶ, φησίν· ἐπὶ µὲν τῶν εὐδοκίµων καλῶς ταῦτα λέγεις. Καὶ τί πρὸς σὲ, ἄνθρωπε; σὺ γὰρ οὐδὲ ἐπὶ εὐδοκίµων τοῦτο ποιεῖς. Εἰπὲ δή µοι, τί τοῦ παιδίου καταγνῶναι ἔχοις ἂν τοῦ µικροῦ; τίνος ἕνεκεν πενθεῖς αὐτό; τί τοῦ νεοφωτίστου; καὶ γὰρ καὶ ἐκεῖνος εἰς τὸ αὐτὸ περιέστη. Τίνος οὖν ἕνεκεν πενθεῖς αὐτόν; Οὐκ οἶδας, ὅτι καθάπερ ἥλιος καθαρὸς ἄνεισιν· οὕτω καὶ ψυχὴ σῶµα ἀπολείπουσα µετὰ καθαροῦ συνειδότος, λάµπει φαιδρόν; Οὐχ οὕτω βασιλέα ἐπιβαίνοντα πόλεως µετὰ τοσαύτης ἔστι σιγῆς ἰδεῖν, ὡς ψυχὴν ἀφεῖσαν σῶµα, καὶ µετὰ ἀγγέλων ἀπιοῦσαν. Ἐννόησον τίς ἐστιν ἡ ψυχὴ, ἐν οἵᾳ τότε ἐκπλήξει γίνεται, ἐν οἵῳ θαύµατι, ἐν οἵᾳ ἡδονῇ. Τί πενθεῖς; εἰπέ µοι· µὴ γὰρ ἐπὶ ἁµαρτωλῶν τοῦτο µόνον ποιεῖς; Εἴθε τοῦτο ἦν, καὶ οὐκ ἂν ἐκώλυσα τὰ πένθη· εἴθε τοιοῦτος ὁ σκοπὸς ἦν. Οὗτος ὁ θρῆνος ἀποστολικὸς, οὗτος ὁ Θρῆνος καὶ∆ εσποτικός· ἔκλαυσε γὰρ καὶ Ἰησοῦς τὴν Ἱερουσαλήµ. Ἐβουλόµην τούτῳ διῃρῆσθαι τῷ νόµῳ τὰ πένθη. Ὅταν δὲ ἀνακαλούµενος ῥήµατα λέγῃς καὶ συνήθειαν καὶ προστασίαν, οὐχὶ διὰ τοῦτο πενθεῖς, ἀλλὰ σκήπτῃ. Πένθησον, στέναξον τὸν ἁµαρτωλὸν, καὶ ἐγὼ κατάξω δάκρυα· καὶ ἐγὼ σοῦ µᾶλλον, ὅσῳ καὶ µείζονι τιµωρίᾳ ὑπεύθυ νος ὁ τοιοῦτος· καὶ ἐγὼ θρηνήσω µετὰ τοιούτου σκοποῦ. Οὐ σὲ δὲ µόνον τὸν τοιοῦτον δεῖ θρηνεῖν, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν καὶ τοὺς ἀπαντῶντας, καθάπερ τοὺς ἐπὶ θάνατον ἀπαγοµένους. Ὄντως γὰρ θάνατος οὗτός ἐστι πονηρὸς, ὁ τῶν ἁµαρτωλῶν. Ἀλλὰ τὰ ἄνω κάτω γεγένηται. Οὗτος ὁ θρῆνος καὶ φιλοσοφίας ἐστὶ, καὶ διδασκαλίαν ἔχει πολλήν· ἐκεῖνος δὲ µικροψυχίας. Εἰ ἐθρηνοῦµεν τοῦτον τὸν θρῆνον ἅπαντες, ζῶντας ἂν αὐτοὺς διωρθώσαµεν. Ὥσπερ οὖν εἰ κύριος ἧς φάρµακα ἐπενεγκεῖν κωλύοντα τὸν θάνατον ἐκεῖνον τὸν σωµατικὸν, ἐποίησας ἄν· οὕτω καὶ νῦν, εἴ γε τοῦτον ἐθρήνεις τὸν θάνατον, ἐκώλυσας ἂν καὶ ἐπὶ σοῦ, καὶ ἐπ' ἐκείνου τοῦτο γενέσθαι. Νῦν δὲ αἴνιγµά ἐστι τὸ γινόµενον· κυρίους µὲν ὄντας µὴ συγχωρῆσαι τοῦτον ἐπελθεῖν, ἀφεῖναι γενέσθαι, γενόµενον δὲ πενθεῖν. Ὄντως θρήνων ἄξιοι, ὅταν παραστῶσι τῷ βήµατι τοῦ Χριστοῦ, οἷα ἀκούσονται ῥήµατα; οἷα πείσονται πράγµατα; Εἰκῆ ἔζησαν οὗτοι· µᾶλλον δὲ οὐκ εἰκῆ, ἀλλὰ καὶ ἐπὶ κακῷ. Καὶ ἐπὶ τούτων εὔκαιρον εἰπεῖν· Συµφέρον ἦν αὐτοῖς, εἰ οὐκ ἐγεννήθησαν. Τί γὰρ ὄφελος, εἰπέ µοι, τοσοῦτον ἀναλῶσαι χρόνον ἐπὶ κακῶς τῆς ἑαυτῶν κεφαλῆς; Εἰ γὰρ εἰκῆ µόνον ἀνάλωτο, οὐκ ἂν ἤρκεσεν ἡ ζηµία. Εἰπέ µοι, εἴ τις µισθωτὸς γενόµενος εἴκοσιν ἔτη κατακόπτοιτο εἰκῆ, οὐ κλαύσεται καὶ θρηνήσει, καὶ δόξει πάντων ἐλεεινότερος εἶναι; Καὶ οὗτος πᾶσαν τὴν ζωὴν εἰκῆ κατεκόπη, οὐδὲ µίαν ἡµέραν ἔζησεν ἑαυτῷ, ἀλλὰ τῇ τρυφῇ, τῇ ἀσελγείᾳ, τῇ πλεονεξίᾳ, τῇ ἁµαρτίᾳ, τῷ διαβόλῳ. Τοῦτον οὖν οὐ θρηνήσοµεν; εἰπέ µοι· οὐ πειρασόµεθα τῶν κινδύνων ἐξαρπάσαι; Ἔστι γὰρ, ἔστιν, ἐὰν θέλωµεν, κούφην αὐτῷ γενέσθαι τὴν κόλασιν. Ἂν οὖν εὐχὰς ὑπὲρ αὐτοῦ ποιῶµεν συνεχεῖς, ἂν ἐλεηµοσύνην διδῶµεν· κἂν ἐκεῖνος ἀνάξιος ᾗ, ἡµᾶς ὁ Θεὸς δυσωπήσεται. Εἰ διὰ Παῦλον ἑτέρους διέσωσε, καὶ δι' ἄλλους ἄλλων φείδεται· πῶς οὐχὶ καὶ δι' ἡµᾶς τὸ αὐτὸ τοῦτο ἐργάσεται; Ἐκ τῶν ἐκείνου χρηµάτων, ἐκ τῶν σῶν, ὅθεν ἂν θέλῃς, βοήθησον· ἐπίσταξον ἔλαιον, µᾶλλον δὲ ὕδωρ. Οὐκ ἔχει ἐλεηµοσύνας οἰκείας ἐπιδείξασθαι; Κἂν συγγενικάς. Οὐκ ἔχει τὰς ὑπ' αὐτοῦ γεγενηµένας; Κἂν τὰς ὑπὲρ αὐτοῦ. Οὕτω µετὰ παῤῥησίας αὐτὸν παραιτήσεται τότε ἡ γυνὴ, λῦτρον ὑπὲρ αὐτοῦ καταθεµένη. Ὅσῳ πλειόνων γέγονεν ἁµαρτηµάτων ὑπεύθυνος, τοσούτῳ µειζόνως αὐτῷ δεῖ τῆς ἐλεηµοσύνης. Οὐ διὰ τοῦτο δὲ µόνον, ἀλλ' ὅτι οὐδὲ ἴσην ἔχει τὴν ἰσχὺν νῦν, ἀλλ' ἐλάττω πολλῷ. Οὐ γάρ ἐστιν ἴσον, αὐτόν τινα ποιῆσαι, καὶ ἕτερον ὑπὲρ αὐτοῦ. Ὡς οὖν ἐλάττονος οὔσης, οὕτω τῷ πλήθει µεγίστην ποιῶµεν αὐτήν. Μὴ περὶ σήµατα, µὴ περὶ ἐντάφια ἀσχολώµεθα. Περίστησον χήρας· τοῦτο ἐντάφιον µέγιστον. Εἰπὲ τοὔνοµα· πάσας κέλευσον ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς δεήσεις, καὶ τὰς ἱκετηρίας· δυσωπήσει τοῦτο τὸν Θεὸν, εἰ καὶ µὴ ὑπ' αὐτοῦ, ἀλλὰ δι' αὐτὸν ἕτερος αἴτιος γίνεται τῆς ἐλεηµοσύνης. Καὶ τοῦτο δόγµα τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐστί. Χῆραι περιεστῶσαι καὶ δακρύουσαι, οὐχὶ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ µέλλοντος δύνανται ἐξαρπάσαι θανάτου. Πολλοὶ καὶ ἐκ τῶν ὑφ' ἑτέρων δι' αὐτοὺς γεγενηµένων ἐλεηµοσυνῶν ἀπώναντο. Εἰ γὰρ καὶ µὴ τέλεον, ἀλλ' ὅµως παραµυθίαν εὗρόν τινα· ἐπεὶ, εἰ µὴ τοῦτό ἐστι, πῶς τὰ παιδία σώζεται; καίτοι γε ἐκεῖ οὐδὲν αὐτὰ εἰσφέρει, ἀλλ' οἱ γονεῖς τὸ πᾶν· καὶ γυναιξὶν ἐχαρίσθη παιδία πολλάκις, οὐδὲν αὐτὰ εἰσενεγκόντα. Πολλὰς ἡµῖν ὁ Θεὸς τοῦ σώζεσθαι δέδωκεν ὁδοὺς, µόνον µὴ ἀµελῶµεν.
21.5
Τί οὖν, ἄν τις πένης ᾖ, φησί; Πάλιν ἐρῶ, τὸ πολὺ τῆς ἐλεηµοσύνης οὐκ ἐκ τῶν διδοµένων κρίνεται µόνον, ἀλλὰ καὶ ἐκ τῆς προαιρέσεως. Μόνον µὴ δῷς ἔλαττον τῆς δυνάµεως, καὶ τὸ πᾶν ἐξέτισας. Τί οὖν, φησὶ, ἂν ἔρηµος ᾖ καὶ ξένος, καὶ µηδένα ἔχῃ;∆ ιὰ τί γὰρ µηδένα ἔχει; εἰπέ µοι. Τούτῳ αὐτῷ δίδωσι δίκην, ὅτι µηδένα οὕτω φίλον, οὕτως ἐνάρετον ἔχει. Τοῦτο οὖν γίνεται, ἵνα, κἂν αὐτοὶ µὴ ὦµεν ἐνάρετοι, σπουδάζωµεν ἑταίρους καὶ φίλους ἐναρέτους ἔχειν, καὶ γυναῖκα καὶ υἱὸν, ὡς καρπούµενοί τι καὶδι' αὐτῶν· µικρὸν µὲν καρπούµενοι, καρπούµενοι δὲ ὅµως. Ἂν σπουδάσῃς, µὴ πλουτοῦσαν, ἀλλ' εὐλαβῆ γυναῖκα ἀγαγέσθαι, ταύτης ἀπολαύσῃ τῆς παραµυθίας. Ὁµοίως ἂν σπουδάσῃς, µὴ πλουτοῦντα υἱὸν καταλιπεῖν, ἀλλ' εὐλαβῆ, καὶ θυγάτριον σεµνὸν, καὶ οὕτω ταύτης ἀπολαύσῃ τῆς παραµυθίας. Ἂν ταῦτα σπουδάσῃς, καὶ αὐτὸς ἔσῃ τοιοῦτος. Καὶ τοῦτο µέρος ἀρετῆς, τὸ τοιούτους αἱρεῖσθαι καὶ φίλους, καὶ γυναῖκα, καὶ παιδία. Οὐκ εἰκῆ προσφοραὶ ὑπὲρ τῶν ἀπελθόντων γίνονται, οὐκ εἰκῆ ἱκετηρίαι, οὐκ εἰκῆ ἐλεηµοσύναι· ταῦτα πάντα τὸ Πνεῦµα διέταξε, δι' ἀλλήλων ἡµᾶς ὠφελεῖσθαι βουλόµενον. Ὅρα γάρ· Ὠφελεῖται ἐκεῖνος διὸ σοῦ, ὠφελῇ σὺ δι' ἐκεῖνον· κατεφρόνησας χρηµάτων, προαχθεὶς ἐργάσασθαί τι γενναῖον· καὶ σὺ αὐτῷ τῆς σωτηρίας, καὶ αὐτὸς σοὶ τῆς ἐλεηµοσύνης γέγονεν αἴτιος. Μὴ ἀµφίβαλλε, ὅτι καρπώσεταί τι χρηστόν. Οὐχ ἁπλῶς ὁ διάκονος βοᾷ· Ὑπὲρ τῶν ἐν Χριστῷ κεκοιµηµένων, καὶ τῶν τὰς µνείας ὑπὲρ αὐτῶν ἐπιτελουµένων· οὐχ ὁ διάκονός ἐστιν ὁ ταύτην ἀφιεὶς τὴν φωνὴν, ἀλλὰ τὸ Πνεῦµα τὸ ἅγιον· τὸ δὲ χάρισµα λέγω. Τί λέγεις; Ἐν χερσὶν ἡ θυσία, καὶ πάντα πρόκειται ηὐτρεπισµένα· πάρεισιν ἄγγελοι, ἀρχάγγελοι· πάρεστιν ὁ Υἱὸς τοῦ Θεοῦ· µετὰ τοσαύτης φρίκης ἑστήκασιν ἅπαντες· παρεστήκασιν ἐκεῖνοι βοῶντες, πάντων σιγώντων· καὶ ἡγῇ ἁπλῶς γίνεσθαι τὰ γινόµενα; Οὐκοῦν καὶ τὰ ἄλλα ἁπλῶς, καὶ τὰ ὑπὲρ τῆς Ἐκκλησίας, καὶ τὰ ὑπὲρ τῶν ἱερέων προσφερόµενα, καὶ τὰ ὑπὲρ τοῦ πληρώµατος; Μὴ γένοιτο· ἀλλὰ πάντα µετὰ πίστεως γίνεται. Τί οἴει τὸ ὑπὲρ µαρτύρων προσφέρεσθαι, τὸ κληθῆναι ἐν ἐκείνῃ τῇ ὥρᾳ; Κἂν µάρτυρες ὦσι, κἂν ὑπὲρ µαρτύρων, µεγάλη τιµὴ τὸ ὀνοµασθῆναι, τοῦ∆ εσπότου παρόντος, τοῦ θανάτου ἐπιτελουµένου ἐκείνου, τῆς φρικτῆς θυσίας, τῶν ἀφάτων µυστηρίων. Καθάπερ γὰρ καθηµένου τοῦ βασιλέως, ὅσα ἄν τις βούληται, ἀνύει· ἐγερθέντος δὲ, ὅσα ἂν λέγῃ, εἰκῆ ἐρεῖ· οὕτω καὶ τότε, ἕως ἂν πρόκειται τὰ τῶν µυστηρίων, πᾶσι τιµὴ µεγίστη τὸ µνήµης ἀξιοῦσθαι. Ὅρα γάρ· Καταγγέλλεται τότε τὸ µυστήριον τὸ φρικτὸν, ὅτι ὑπὲρ τῆς οἰκουµένης ἔδωκεν ἑαυτὸν ὁ Θεός· µετὰ τοῦ θαύµατος ἐκείνου εὐκαίρως ὑποµιµνήσκει αὐτὸν τῶν ἡµαρτηκότων. Καθάπερ γὰρ ὅταν ἐπινίκια τῶν βασιλέων ἄγηται, τότε εὐφηµοῦνται µὲν καὶ ὅσοι τῆς νίκης ἐκοινώνησαν, ἀφίενται δὲ καὶ ὅσοι ἐν δεσµοῖς εἰσι διὰ τὸν καιρόν· παρελθόντος δὲ τοῦ καιροῦ, ὁ µὴ τυχὼν οὐκ ἔτι τινὸς ἀπολαύει· οὕτω δὴ καὶ ἐνταῦθα, τῶν ἐπινικίων οὗτος ὁ καιρός. Ὁσάκις γὰρ ἂν, φησὶν, ἐσθίητε τὸν ἄρτον τοῦτον, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Μὴ δὴ ἁπλῶς προσίωµεν, µηδὲ ὡς ἔτυχε ταῦτα γίνεσθαι νοµίζωµεν. Ἄλλως δὲ µαρτύρων µεµνήµεθα, καὶ τοῦτο εἰς πίστιν, ὅτι οὐ τέθνηκεν ὁ Κύριος· καὶ τοῦτο τοῦ τεθανατῶσθαι τὸν θάνατον σηµεῖον, τοῦ νεκρὸν αὐτὸν γεγενῆσθαι. Ταῦτα εἰδότες, ἐπινοῶµεν ὅσας δυνάµεθα παραµυθίας τοῖς ἀπελθοῦσιν, ἀντὶ δακρύων, ἀντὶ θρήνων, ἀντὶ µνηµείων, τὰς ἐλεηµοσύνας, τὰς εὐχὰς, τὰς προσφορὰς, ἵνα κἀκεῖνοι καὶ ἡµεῖς τύχωµεν τῶν ἐπηγγελµένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ µονογενοῦς Υἱοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.