In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
23.0
Τῇ δὲ ἐπαύριον ἀναστὰς, φησὶν, ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς· καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάµενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
23.1
Μετὰ τὸ ξενίσαι τοὺς ἄνδρας, ἐξέρχεται σὺν αὐτοῖς· καλῶς. Πρότερον φιλοφρονεῖται ἅτε ἀπὸ καµάτου ὄντας αὐτοὺς, καὶ οἰκειοῖ ἑαυτῷ, εἶτα λοιπὸν καὶ συνέξεισι. Τῇ δὲ ἐπαύριον, φησὶν, ἀναστὰς ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν. Οὐ µόνος, ἀλλὰ καὶ ἄλλοι ἔρχονται µετ' αὐτοῦ· καὶ τοῦτο οἰκονοµικῶς, ὥστε εἶναι µάρτυρας µετὰ ταῦτα, ὅταν ἀπολογεῖσθαι δέοι Πέτρον. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάµενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. Τοῦτο φίλου, τοῦτο θεοσεβοῦς, ἐν τοῖς τοιούτοις ἀγαθοῖς πρὸ πάντων ποιεῖσθαι κοινωνοὺς τοὺς ἀναγκαίους φίλους. Εἰκότως τούτους συγκαλεῖ, οἷς ἐθάῤῥει ἀεὶ περὶ τοιούτων διασκεπτόµενος µάλιστα, ἃ περιττὸν τέως ἦν πρὸς ἄλλους ἐξενεγκεῖν. Ἐµοὶ δὲ καὶ φίλοι καὶ συγγενεῖς παρ' αὐτοῦ δοκοῦσιν ἐῤῥυθµίσθαι. Ὡς δὲ ἐγένετο τοῦ συνελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. Ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν, λέγων· Ἀνάστηθι· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰµι. Τοῦτο ποιεῖ, τὸ ταπεινὸν αὐτοῦ δεικνὺς, καὶ παιδεύων τοὺς ἄλλους, καὶ τῷ Θεῷ εὐχαριστῶν, καὶ δηλῶν ὡς, εἰ καὶ ἐκελεύσθη, ὅµως οἴκοθεν πολλὴν εἶχετὴν εὐλάβειαν. Τί οὖν ὁ Πέτρος; Ἀνάστηθι· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰµι. Ὁρᾷς, πῶς πρὸ τῶν ἄλλων τοῦτο αὐτοὺς παιδεύουσι, µηδὲν µέγα περὶ ἑαυτῶν φαντάζεσθαι; Καὶ συνοµιλῶν αὐτῷ, εἰσῆλθε· καὶ εὑρίσκει συνεληλυθότας πολλοὺς, ἔφη τε πρὸς αὐτούς· Ὑµεῖς ἐπίστασθε, ὡς ἀθέµιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ. Ὅρα, εὐθέως περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλέγεται, καὶ δείκνυσιν, ὅτι µεγάλα αὐτοῖς ἐχαρίσατο ἀγαθά. Οὐ µόνον δὲ τοῦτο θαυµάζειν ἐνταῦθα ἔνι, ὅτι τοιαῦτα διαλέγεται· ἀλλ' ὅτι πῶς ὁµοῦ καὶ µεγάλα φθέγγεται, καὶ µετριάζει. Οὐ γὰρ εἶπεν· Ἄνθρωποι µηδενὶ καταξιοῦντες κολλᾶσθαι, ἤλθοµεν πρὸς ὑµᾶς· ἀλλὰ τί; Ὑµεῖς ἐπίστασθε( ὁ Θεὸς τοῦτο ἐκέλευσε, φησί), παράνοµον εἶναι κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ. Εἶτα ἵνα µὴ ἐπ' αὐτῷ τὴν χάριν θῇ, ἐπάγει· Καὶ ἐµοὶ ὁ Θεὸς ἔδειξε µηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. Τοῦτο προστίθησιν, ἵνα µὴ δόξῃ κολακεύειν αὐτόν.∆ ιὸ καὶ ἀναντιῤῥήτως ἦλθον µεταπεµφθείς. Ἵνα µὴ νοµίσωσιν, ὅτι, εἰ καὶ παρανοµία ἦν τὸ πρᾶγµα, ἐπειδὴ ἄρχων ἦν, διὰ τοῦτο ἐπήκουσεν, ἀλλὰ τὸ πᾶν τῷ Θεῷ λογίσωνται, οὐ µόνον οὐκολλᾶσθαι, ἀλλ' οὐδὲ προσέρχεσθαι ἐξὸν, φησίν. Πυνθάνοµαι οὖν τίνι λόγῳ µετεπέµψασθέ µε. Οὐκ ἀγνοῶν πυνθάνεται· ᾔδει γὰρ τὸ πᾶν ὁ Πέτρος ἀπὸ τοῦ ὁράµατος· ἤκουσε δὲ καὶ παρὰ τῶν στρατιωτῶν· ἀλλὰ βούλεται πρῶτον αὐτοὺς ὁµολογῆσαι, καὶ ὑπευθύνους ποιῆσαι τῇ πίστει. Τί οὖν ὁ Κορνήλιος; Οὐκ εἶπεν· Οὐ γὰρ εἶπόν σοι οἱ στρατιῶ ται; ἀλλ' ὅρα, πῶς πράως καὶ ταπεινῶς· Ἀπὸ τετάρτης ἡµέρας µέχρι ταύτης τῆς ὥρας ἤµην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόµενος ἐν τῷ οἴκῳ µου· καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν µου ἐν ἐσθῆτι λαµπρᾷ, καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεηµοσύναι σου ἀνέβησαν εἰς µνηµόσυνον ἐνώπιον τοῦ Θεοῦ. Καὶ τὴν ἐνάτην ὥραν, φησὶ, προσευχόµενος. Τί ἐστι τοῦτο; Ἐµοὶ δοκεῖ καὶ καιροὺς ὡρικέναι ἑαυτῷ βίου ἀκριβεστέρου, καὶ ἔν τισιν ἡµέραις.∆ ιὰ γὰρ τοῦτο εἶπεν· Ἀπὸ τετάρτης ἡµέρας. Ὅρα πόσον ἐστὶν εὐχή. Ὅτε ἐπέδωκεν εἰς εὐλάβειαν, τότε φαίνεται αὐτῷ ὁ ἄγγελος. Αὕτη µία ἡµέρα· καὶ ἢν ἀπῆλθον οἱ πεµφθέντες, µία· καὶ ἣν ἦλθον, πάλιν µία· καὶ τῇ τετάρτῃ ἐφάνη, ὡς εἶναι δευτέραν µεθ' ἣν προσηύξατο. Καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν µου ἐν ἐσθῆτι λαµπρᾷ. Οὐ λέγει ἄγγελον, οὕτως ἐστὶν ἄτυφος. Καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεηµοσύναι σου ἐµνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. Πέµψον οὖν εἰς Ἰόππην, καὶ µετακάλεσαι Σίµωνα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίµωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόµενος λαλήσει σοι. Ἐξ αὐτῆς οὖν ἔπεµψα πρὸς σέ· σύ τε καλῶς ἐποίησας παραγενόµενος, Νῦν οὖν πάντες ἡµεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσµεν, ἀκοῦσαι πάντα τὰ προστεταγµένα σοι ὑπὸ τοῦ Θεοῦ.∆ ιὰ τοῦτο εἶπε· Τίνι λόγῳ µετεπέµψασθέ µε; ἵνα ταῦτα οὕτως εἴπῃ τὰ ῥήµατα. Ἀνοίξας δὲ Πέτρος τὸ στόµα εἶπεν· Ἐπ' ἀληθείας καταλαµβάνοµαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούµενος αὐτὸν καὶ ἐργαζόµενος δικαιοσύνην, δεκτὸςαὐτῷ ἐστι. Τουτέστιν, ἄν τε ἀκρόβυστός ἐστιν ἄν τε ἐµπερίτοµος. Τοῦτο καὶ Παῦλος δηλῶν, Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ, λέγει. Νῦν οὖν πάρεσµεν πάντες ἡµεῖς, φησὶν, ἐνώπιον τοῦ Θεοῦ. Ὅρα, ὅση ἡ πίστις, ὅση ἡ εὐλάβεια. Ἤδει, ὅτι οὐδὲν ἀνθρώπινον εἶπεν ὁ Πέτρος, Ὁ Θεὸς ἔδειξέ µοι, εἰπών.∆ ιὸ καὶ τὸ, Πάρεσµεν, ἀκοῦσαι πάντα τὰ προστεταγµένα σοι ὑπὸ τοῦ Θεοῦ, λέγει. Τί οὖν; ἆρα δεκτὸς αὐτῷ ἐστι ὁ ἐν Περσίδι; Ἂν ᾖ ἄξιος, ταύτῃ δεκτὸς ἔσται τῷ καταξιωθῆναι τῆς πίστεως. Ἐντεῦθεν καὶ τὸν ἐξ Αἰθιοπίας εὐνοῦχον οὐ περιεῖδε. Καὶ τί, φησὶν, ἂν εἴποις περὶ τῶν θεοσεβῶν καὶ περιοφθέντων; Ἄπαγε· οὐδεὶς περιορᾶται θεοσεβής. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι περιοφθῆναί τινα τῶν τοιούτων ποτέ. Ἐν παντὶ ἔθνει, φησὶ, ὁ φοβούµενος τὸν Θεὸν καὶ ἐργαζόµενος δικαιοσύνην.∆ ικαιοσύνην, τὴν πᾶσαν ἀρετὴν καλεῖ.
23.2
Ὁρᾷς, πῶς καταστέλλει αὐτοῦ τὸ φρόνηµα τῷ εἰπεῖν· Ἐν παντὶ ἔθνει ὁ φοβούµενος τὸν Θεὸν, δεκτὸς αὐτῷ ἐστιν; ὡσεὶ ἔλεγεν· Οὐδένα ἀπωθεῖται, πάντας προσίεται τοὺς πιστεύοντας. Εἶτα, ἵνα µὴ δόξωσιν ἐν τάξει ἀπεῤῥιµµένων εἶναι, ἐπάγει· Τὸν Λόγον, ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόµενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος. Ταῦτα λέγει διὰ τοὺς παρόντας, ἵνα καὶ ἐκείνους πείσῃ.∆ ιὰ τοῦτο παρασκευάζει καὶ τὸν Κορνήλιον εἰπεῖν. Τὸν Λόγον, φησὶν, ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ. Ὅρα, τούτοις δίδωσι τέως τὸ ἐξαίρετον. Εἶτα καὶ αὐτοὺς µάρτυρας ἐπάγεται, λέγων· Ὑµεῖς οἴδατε τὸ γενόµενον ῥῆµα καθ' ὅλης τῆς Ἰουδαίας, ἀρξάµενον ἀπὸ τῆς Γαλιλαίας, µετὰ τὸ βάπτισµα ὃ ἐκήρυξεν Ἰωάννης. Ὅτι οὕτως ἔχει, τοῦτο καὶ ἀπὸ τοῦ ἑξῆς βεβαιοῖ· Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς ἐν Πνεύµατι ἁγίῳ καὶ δυνάµει. Οὐκ εἶπεν· Ἴστε Ἰησοῦν· οὐδὲ γὰρ ᾔδεσαν· ἀλλὰ τὰ ὑπ' αὐτοῦ εἰργασµένα διέξεισιν· Ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώµενος πάντας τοὺς καταδυναστευοµένους ὑπὸ τοῦ διαβόλου. Ἐντεῦθεν δείκνυσι πολλὰς πηρώσεις διαβολικὰς καὶ διαστροφὴν σώµατος ὑπ' ἐκείνου γενοµένας. Ὅτι ὁ Θεὸς ἦν µετ' αὐτοῦ. Πάλιν ταπεινὰ φθέγγεται, οὐχ ἁπλῶς, οἶµαι, ἀλλὰ διὰ τὸ ἀνθρώπινον. Καὶ ἡµεῖς µάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήµ. Καὶ ὑµεῖς, φησὶ, καὶ ἡµεῖς. Ὃν καὶ ἀνεῖλον κρεµάσαντες ἐπὶ ξύλου. Ἐνταῦθα τὸ πάθος κηρύττει. Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡµέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐµφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ µάρτυσι τοῖς προκεχειροτονηµένοις ὑπὸ τοῦ Θεοῦἡµῖν, οἵτινες συνεφάγοµεν καὶ συνεπίοµεν αὐτῷ, µετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. Τοῦτο τεκµήριον τῆς ἀναστάσεως µέγιστον. Καὶ παρήγγειλεν ἡµῖν κηρῦξαι τῷ λαῷ καὶ διαµαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισµένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Μέγα καὶ τοῦτο πρὸς τὸ δεῖξαι ἀξιοπίστους. Ὁ δὲ καὶ µαρτυρίαν ἐπάγει, λέγων· Τούτῳ πάντες οἱ προφῆται µαρτυροῦσιν, ἄφεσιν ἁµαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόµατος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. Τοῦτο τοῦ µέλλοντος ἔσεσθαι µετὰ ταῦτα προαναφώνησις· ἣν δὴ καὶ βεβαιῶν, τοὺς προφήτας εὐκαίρως µάρτυρας παράγει. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ κατὰ τὸν Κορνήλιον. Ἀπέστειλε, φησὶν, εἰς Ἰόππην µετακαλέσασθαι τὸν Πέτρον. Ἐπίστευσε, ὅτι πάντως ἥξει· διὸ καὶ ἀποστέλλει. Καὶ συνοµιλῶν αὐτῷ, φησὶν, εἰσῆλθε. Τί ἄρα ὁµιλῶν; Ταῦτα, οἶµαι, φθεγγόµενος, ἅπερ ἔµπροσθεν εἴρηται. Καὶ πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. Ὅρα κολακείας ἀπηλλαγµένον τὸν λόγον πανταχοῦ, καὶ ταπεινότητος γέµοντα. Ἐντεῦθεν ἄξιος δείκνυται καὶ ἐκεῖνος ὁ εὐνοῦχος. Ἐκέλευσε γὰρ τῷ Φιλίππῳ ἀναβῆναι καὶ καθίσαι ἐπὶ τὸ ὄχηµα· καίτοι οὐκ εἰδὼς, ὅστις ἐστὶν, ἢ ἀπὸ τῆς ἀπαγγελίας µόνον τῆς τοῦ προφήτου. Οὗτος δὲ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας. Εἶδες ἦθος ἄτυφον; Σὺ δέ µοι σκόπει, πῶς δείκνυσι Πέτρος θείαν αὐτοῦ τὴν παρουσίαν, τῷ λέγειν· Ὑµεῖς ἐπίστασθε ὡς ἀθέµιτόν ἐστι. Καὶ διὰ τί µὴ εἶπε τὴν σινδόνα εὐθέως; Ὅτι ἀκενόδοξος ἦν σφόδρα. Ὅτι µὲν γὰρ ἀπέσταλται ὑπὸ Θεοῦ, λέγει· τὸ δὲ πῶς, οὐκ ἔτι· ἀλλ' ὅτε ἀνάγκη γέγονεν, ὅτε καὶ εἶπεν· Ὑµεῖς ἐπίστασθε ὡς ἀθέµιτόν ἐστιν Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· οὕτως ἦν πόῤῥω κενοδοξίας. Ὑµεῖς ἐπίστασθε. Τοῦτο λέγων καὶ τὴν ἐκείνων κατεγγυᾶται γνώµην. Τί δαὶ Κορνήλιος; Πάρεσµεν, φησὶν, ἐνώπιον τοῦ Θεοῦ, ἀκοῦσαι πάντα τὰ προστεταγµένα σοι ὑπὸ τοῦ Θεοῦ. Οὐκ εἶπεν, Ἐνώπιον ἀνθρώπου, ἀλλὰ, Τοῦ Θεοῦ, δεικνὺς, ὅτι οὕτω δεῖ προσέχειν τοῖς τοῦ Θεοῦ δούλοις. Εἴδετε διάνοιαν διεγηγερµένην; εἴδετε πῶς ἄξιος ἦν πάντων τούτων; Ἀνοίξας δὲ, φησὶ, Πέτρος τὸ στόµα εἶπεν· Ἐπ' ἀληθείας καταλαµβάνοµαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός. Τοῦτο καὶ πρὸς τοὺς παρόντας Ἰουδαίους ἀπολογούµενος ἔλεγε. Μέλλων γὰρ πρὸς αὐτοὺς µεταχειρίζειν τὸν λόγον, ὥσπερ ἀπολογίαν πρότερον τίθησι. Τί οὖν; πρὸ τούτου προσωπολήπτης ἦν; Μὴ γένοιτο· ἐπεὶ καὶ πρὸ τούτου οὕτως ἦν. Πᾶς ὁ φοβούµενος καὶ ἐργαζόµενος, φησὶ, δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. Τοῦτο καὶ Παῦλος γράφων λέγει· Ὅταν γὰρ ἔθνη τὰ µὴ νόµον ἔχοντα, φύσει τὰ τοῦ νόµου ποιῇ. Καὶ δόγµα εἰσάγει καὶ πολιτείαν. Εἰ γὰρ µάγους οὐ περιεῖδεν, οὐδὲ Αἰθίοπα, οὐδὲ λῃστὴν, οὐδὲ πόρνην· πολλῷ µᾶλλον τοὺς ἐργαζοµένους δικαιοσύνην καὶ βουλοµένους πάντως οὐ περιόψεται. Τί οὖν, ὅτι εἰσὶν ἐπιεικεῖς καὶ ἥµεροι ἄνθρωποι, καὶ πιστεῦσαι οὐ βούλονται; Ἰδοὺ σὺ τὴν αἰτίαν εἶπες, ὅτι οὐ βούλονται. Ἄλλως δὲ ἐπιεικῆ ἐνταῦθα, οὐ τὸν πρᾶον λέγει, ἀλλὰ τὸν δικαιοσύνην ἐργαζόµενον· τουτέστι, τὸν ἐν πᾶσιν εὐάρεστον, ὃς τότε τοιοῦτός ἐστιν, ὅταν ἔχῃ τοῦ Θεοῦ τὸν φόβον ὡς χρή. Τὸν δὲ τοιοῦτον ὁ Θεὸς οἶδε µόνος. Ὅρα πῶς ἦν οὗτος δεκτός· ἅµα ἤκουσε, καὶ ἐπείσθη. Καὶ νῦν. εἰ ἄγγελος ἦλθε, φησὶν, ἐπείσθη ἂν ἕκαστος, ὅστις ἂν ἦν. Ἀλλὰ πολλῷ τὰ νῦν σηµεῖα ἐκείνων ἐστὶ µείζονα, καὶ ὅµως ἀπιστοῦσι πολλοί. Εἶτα ἄρχεται τῆς διδασκαλίας, καὶ τηρεῖ τὴν εὐγένειαν τοῖς Ἰουδαίοις. Τὸν Λόγον, φησὶν, ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόµενον εἰρήνην· οὗτός ἐστι Κύριος πάντων. Πρῶτον περὶ τῆς κυριότητος αὐτοῦ διαλέγεται, καὶ σφόδρα ὑψηλῶς, ὡς ἐνῆν, ἐπειδὴ καὶ πρὸς ψυχὴν εἶχεν ὑψηλὴν ἤδη γενοµένην καὶ πάνταθερµῶς δεχοµένην τὰ ὑπ' αὐτοῦ παρεγγυώµενα· εἶτα κατασκευάζων πῶς Κύριος ἁπάντων, ἐπάγει καὶ λέγει· Ὃν ἀπέστειλεν εὐαγγελιζόµενον· τουτέστιν ἐπ' ἀγαθοῖς καλοῦντα, οὐ κρίσιν ἐπάγοντα.
23.3
Ἐντεῦθεν δείκνυσιν, ὅτι οὗτος ἀπὸ Θεοῦ Ἰουδαίοις πρῶτον ἀπέσταλται. Εἶτα ἀφ' ὧν κατώρθωσε καθ' ὅλης τῆς Ἰουδαίας τοῦτο συναποδείκνυσι, καὶ λέγει· Ὑµεῖς οἴδατε τὸ γενόµενον ῥῆµα καθ' ὅλης τῆς Ἰουδαίας· καὶ τὸ θαυµαστὸν, ἀρξάµενον ἀπὸ τῆς Γαλιλαίας, µετὰ τὸ βάπτισµα ὃ ἐκήρυξεν Ἰωάννης. Πρότερον εἶπεν αὐτοῦ τὸ κατόρθωµα, καὶ τότε θαῤῥεῖ περὶ τῆς αὐτοῦ πατρίδος εἰπεῖν· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ. Οὕτως ᾔδει, ὅτι σκάνδαλον ἡ πατρίς. Ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύµατι ἁγίῳ καὶ δυνάµει. Πάλιν κατασκευή. Ἵνα γὰρ µή τις εἴπῃ, Καὶ πόθεν τοῦτο δῆλον; ἐπάγει λέγων· Ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώµενος πάντας τοὺς καταδυναστευοµένους ὑπὸ τοῦ διαβόλου. Εἶτα µετὰ τῶν ἀγαθῶν ὧν ἐποίησε, δείκνυσι καὶ τὴν δύναµιν, ὅτι πολλή· ὅταν γὰρ τοῦ διαβόλου περιγίνηται, πολλή τίς ἐστι καὶ µεγάλη. Καὶ ἡ αἰτία, Ὅτι ὁ Θεὸς ἦν µετ' αὐτοῦ, φησίν.∆ ιὰ τοῦτο καὶ Ἰουδαῖοι οὕτως ἔλεγον· Οἴδαµεν, ὅτι ἀπὸ τοῦ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σηµεῖα δύναται ποιεῖν, ἂν µὴ ᾖ ὁ Θεὸς µετ' αὐτοῦ. Εἶτα, ὅτε ἔδειξεν, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, τότε λέγει, ὅτι ἀνῃρέθη, ἵνα µή τι ἄτοπον φαντασθῇς. Ὁρᾷς αὐτοὺς οὐδαµοῦ κρύπτοντας τὸν σταυρὸν, ἀλλὰ µετὰ τῶν ἄλλων τιθέντας καὶ τὸν τρόπον; Ὃν καὶ ἀνεῖλον, φησὶ, κρεµάσαντες ἐπὶ ξύλου. Καὶ ἔδωκεν αὐτὸν ἐµφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ µάρτυσι τοῖς προκεχειροτονηµένοις ὑπὸ τοῦ Θεοῦ ἡµῖν. Καίτοι γε αὐτὸς αὐτοὺς ἐξελέξατο, ἀλλὰ καὶ τοῦτο ἀνατίθησι τῷ Θεῷ. Τοῖς προκεχειροτονηµένοις, φησίν. Ὅρα πόθεν τὴν ἀνάστασιν βεβαιοῦται· ἀπὸ τοῦ φαγεῖν.∆ ιὰ τί δὲ µηδὲν ἀναστὰς, ἐποίησε σηµεῖον, ἀλλ' ἔφαγε καὶ ἔπιεν; Ὅτι καὶ αὐτὴ ἡ ἀνάστασις καθ' ἑαυτὴν µέγα σηµεῖον ἦν· ταύτης δὲ οὐδὲν οὕτως εἰς ἀπόδειξιν µεῖζον, ὡς τὸ φαγεῖν καὶ πιεῖν.∆ ιαµαρτύρασθαι, φησίν. Ἐνταῦθα καὶ φοβερῶς εἶπεν, ἵνα µὴ ἔχωσιν εἰς ἄγνοιαν καταφυγεῖν. Καὶ οὐκ εἶπεν, ὅτι Αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ' ὃ µάλιστα αὐτοὺς ἐφόβει, ὅτι Αὐτός ἐστιν ὁ ὡρισµένος ὑπὸ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Εἶτα ἡ κυρία κατασκευὴ ἡ ἀπὸ τῶν προφητῶν· µεγάλην γὰρ εἶχον δόξαν ἐκεῖνοι. Τούτῳ πάντες οἱ προφῆται µαρτυροῦσιν. Ὅτε τῷ φόβῳ κατέσεισε, τότε ἐπάγει τὴν συγχώρησιν, οὐ παρ' αὐτοῦ λεγοµένην, ἀλλὰ παρὰ τῶν προφητῶν. Καὶ τὸ µὲν φοβερὸν, παρ' αὐτοῦ· τὸ ἥµερον δὲ, ἀπὸ τῶν προφητῶν. Ὅσοι τῆς ἀφέσεως ἐτύχετε ταύτης, ὅσοι τῆς πίστεως κατηξιώθητε, µαθόντες τῆς δωρεᾶς τὸ µέγεθος, παρακαλῶ, σπουδάσατε µὴ ὑβρίσαι εἰς τὸν εὐεργέτην. Ἐτύχοµεν γὰρ ἀφέσεως, οὐχ ἵνα χείρους γενώµεθα, ἀλλ' ἵνα ἀµείνους πολλῷ καὶ βελτίους. Μηδεὶς τοίνυν εἴπῃ ὅτι ὁ Θεὸς ἡµῖν αἴτιος κακῶν, µὴ κολάσας µηδὲ τιµωρησάµενος. Εἰπὲ γάρ µοι, ἂν ἄρχων λαβὼν φονέα ἀφῇ, τῶν µετὰ ταῦτα φόνων αὐτὸς αἴτιος εἶναι κρίνεται; Οὐδαµῶς. Καὶ πῶς αὐτοὶ ταῖς ἀθέοις γλώσσαις διδόντες ὑβρίζεσθαι τὸν Θεὸν δι' ὧν τολµῶµεν, οὐ δεδοίκαµεν οὐδὲ φρίττοµεν; Τί γὰρ οὐκ ἐροῦσι; τί δαὶ οὐ φθέγξονται; Αὐτὸς αὐτοῖς ἐπέτρεψε, φησίν· ἐχρῆν γὰρ ἀξίους ὄντας κολάσαι, οὐ τιµᾷν, οὐδὲ στεφανοῦν, οὐ τῶν πρωτείων µεταδιδόναι, ἀλλὰ κολάζειν καὶ τιµωρεῖσθαι. Ὁ δὲ µηδέν τι τοιοῦτον αὐτοῖς ποιῶν, ἀλλ' ἀντὶ τούτων καὶ τιµῶν, τοιούτους αὐτοὺς ἀπεργάζεται. Μὴ, δέοµαι καὶ ἀντιβολῶ, µηδεὶς ταύτην περὶ ἡµῶν ἀφῇ τὴν φωνήν. Βέλτιον κατορυγῆναι µυριάκις, ἢ ταῦτα τὸν Θεὸν ἀκοῦσαι δι' ἡµᾶς. Εἶπον αὐτῷ καὶ Ἰουδαῖοι· Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡµέραις ἐγείρων αὐτὸν, σῶσον σεαυτόν· καὶ πάλιν, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβα ἀπὸ τοῦ σταυροῦ. Ἀλλὰ ταῦτα ἐκείνων χαλεπώτερα. Ἵν' οὖν µὴ ἐξῇ δι' ἡµᾶς πονηρίας αὐτὸν διδάσκαλον λέγεσθαι, µηδὲ αὐτῷ τούτῳ τῷ βλασφηµεῖσθαι ὑπόδικοι τῇ κολάσει γενώµεθα(∆ ι' ὑµᾶς γὰρ, φησὶ, τὸ ὄνοµά µου βλασφηµεῖται ἐν τοῖς ἔθνεσι)· τἀναντία ποιήσωµεν λέγεσθαι, ἀξίως τοῦ καλοῦντος πολιτευόµενοι, καὶ τῷ τῆς υἱοθεσίας προσιόντες βαπτίσµατι. Ὄντως γὰρ µεγάλη τοῦ βαπτίσµατος ἡ δύναµις· ἄλλους ἀντ' ἄλλων ποιεῖ τοὺς µετασχόντας τῆς δωρεᾶς· οὐκ ἀφίησιν εἶναι ἀνθρώπους τοὺς ἀνθρώπους. Ποίησον τὸν Ἕλληνα πιστεῦσαι, ὅτι µεγάλη τοῦ Πνεύµατος ἡ δύναµις, ὅτι µετέπλασεν, ὅτι µετεῤῥύθµισε. Τί τὰς ἐσχάτας ἀναπνοὰς ἀναµένεις, ὡς δραπέτης, ὡς κακοῦργος, ὡς οὐκ ὀφείλων τῷ Θεῷ ζῆσαι; τί ὡς πρὸς ἀπηνῆ τινα καὶ ὠµὸν ἔχων∆ εσπότην οὕτω διάκεισαι; τί ψυχρότερον, τί ταλαιπωρότερον τῶν τότε λαβόντων τὸ φώτισµα; Φίλον σε ἐποίησεν ὁ Θεὸς, καὶ πάντων ἠξίωσε τῶν ἀγαθῶν, ἵνα καὶ αὐτὸς ἐπιδείξῃ τὰ τοῦ φίλου. Εἰπὲ δή µοι, εἰ τὰ µεγάλα ἠδίκησας εἴς τινα καὶ ὕβρισας, καὶ µυρίοις αὐτὸν ὀνείδεσι περιβαλὼν, εἰς τὰς χεῖρας ἐνέπεσες τοῦ ὑβρισθέντος, ὁ δὲ ἀντὶτούτων ἐτίµησε, καὶ τῶν αὐτοῦ µετέδωκεν ἁπάντων, καὶ ἐν τοῖς φίλοις ἐφ' ὧν ὑβρίσθη, ἐπὶ τούτων σε ἐστεφάνωσε, καὶ ἔφησεν ὡς υἱὸν ἔχειν γνήσιον, εἶταεὐθέως ἀπέθανεν· οὐκ ἂν ζηµίαν τὸ πρᾶγµα ἐνόµισας; οὐκ ἂν εἶπες· Ἐβουλόµην αὐτὸν ζῶντα εἶναι, ἵνα δυνηθῶ ἀποδοῦναι τὰς ἀµοιβὰς, ἵνα ἀµείψωµαι, ἵνα µὴ κακὸς φανῶ περὶ τὸν εὐεργέτην; Εἶτα ἐπ' ἀνθρώπου µὲν οὕτως· ἐπὶ δὲ τοῦ Θεοῦ σπουδάζεις ἀπελθεῖν, ἵνα µὴ ἀµείψῃ τὸν εὐεργέτην τῶν τοσούτων δωρεῶν; Καὶ µὴν τότε πρόσελθε, ὅτε αὐτὸν δύνασαι τοῖς ἴσοις ἀµείψασθαι. Τί φεύγεις; Ναὶ, φησὶν, ἀλλ' οὐ δύναµαι φυλάξαι. Οὐκοῦν τὰ ἀδύνατα ἐπέταξεν ὁ Θεός; Ἀπὸ τούτου πάντα ἀνατέτραπται, ἀπὸ τούτου τὰ τῆς οἰκουµένης διέφθαρται, ὅτι οὐδεὶς οὐδενὶ σκοπὸς κατὰ Θεὸν ζῇν. Οἱ µὲν οὖν κατηχούµενοι τοῦτο σπουδάζοντες, οὐδεµίαν ποιοῦνται ἐπιµέλειαν ὀρθοῦ βίου· οἱ δὲ ἤδη φωτισθέντες, οἱ µὲν ἐπεὶ παῖδες ὄντες τοῦτο ἔλαβον, οἱ δὲ ἐν ἀῤῥωστίᾳ, καὶ ἀνενεγκόντες, ἐπειδὴ µὴ εἶχον προθυµίαν τινὰ ζῆσαι διὰ Θεὸν, οὐδὲ οὗτοι σπουδὴν τίθενται· οἱ δὲ ἐν ὑγείᾳ λαβόντες, ὀλίγην ταύτην καὶ αὐτοὶ ἐπιδείκνυνται, καὶ πρὸς τὸ παρὸν διατεθέντες θερµοὶ, µετὰ ταῦτα καὶ οὗτοι τὸ πῦρ ἔσβεσαν. Μὴ γὰρ οὐκ ἔνι πράγµασι χρῆσθαι; µὴ γὰρ τῆς γυναικός σε διείργω; Πορνείας σε ἀπείργω. Μὴ γὰρ τῆς τῶν χρηµάτων ἀπολαύσεως; Πλεονεξίας καὶ ἁρπαγῆς. Μὴ γὰρ ἀναγκάζω πάντα κενῶσαι; Ὀλίγα ἀπὸ τῶν ἐνόντων δοῦναι τοῖς δεοµένοις( Τὸ ὑµῶν περίσσευµα, φησὶν, εἰς τὸ ἐκείνων ὑστέρηµα)· καὶ οὐδὲ οὕτω πείθοµεν. Μὴ γὰρ νηστεύειν βιάζοµεν; Μεθύειν κωλύοµεν καὶ γαστρίζεσθαι. Ταῦτα περιαιροῦµεν, ἃ ἀσχηµοσύνην σοι φέρει, ἃ καὶ πρὸς τῆς γεέννης ἐντεῦθεν ἤδη φευκτὰ καὶ µισητὰ καὶ αὐτὸς εἶναι συνοµολογεῖς. Μὴ γὰρ ἥδεσθαι καὶ χαίρειν; Ἀλλὰ µὴ αἰσχρῶς, µηδὲ ἀναξίως.
23.4
Τί δέδοικας; τί φοβῇ; τί τρέµεις; Ἔνθα γάµος, ἔνθα χρηµάτων ἀπόλαυσις, ἔνθα τροφὴ σύµµετρος, ποία ἁµαρτίας ὑπόθεσις; Καὶ µὴν οἱ ἔξωθεν τὰ ἐναντία ἐπιτάττουσι, καὶ ἀκούονται. Οὐ γὰρ ἀπὸ τῶν ἐνόντων ἀπαιτοῦσιν, ἀλλὰ λέγουσιν, ὅτι τοσόνδε δοῦναι δεῖ· κἂν προβάλλῃ πενίαν, οὐδὲ οὕτως ἀφίστανται. Ὁ δὲ Χριστὸς οὐχ οὕτως· ἀλλ' Ἀφ' ὧν ἔχεις δὸς, καὶ εἰς τὴν πρώτην σε καταλέξω τάξιν. Πάλιν ἐκεῖνοι, Εἰ βούλει, φησὶν, εὐδοκιµεῖν, κατάλιπε πατέρα, µητέρα, συγγενεῖς, οἰκείους, καὶ προσέδρευε τοῖς βασιλείοις, κοπτόµενος, ταλαιπωρούµενος, δουλεύων, σπώµενος, µυρία πάσχων κακά· ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ', Ἔσο ἐν τῇ οἰκίᾳ µετὰ τῆς γυναικὸς, µετὰ τῶν παίδων, καὶ αὐτὰ ταῦτα διάπλαττε καὶ ῥύθµιζε, τὸν ἀπράγµονα βίον ζῇνκαὶ ἀκίνδυνον. Ναὶ, φησὶν, ἀλλ' ἐκεῖνος χρήµατα ἐπαγγέλλεται. Ἀλλ' οὗτος βασιλείαν, µᾶλλον δὲ καὶ χρήµατα µετὰ ταύτης· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑµῖν. Καὶ ἐκεῖνος µὲν οὐδὲ ἐν προσθήκης µέρει, οὗτος δὲ καὶ προηγουµένως. Νεώτερος ἐγενόµην, φησί· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειµµένον, οὐδὲ τὸ σπέρµα αὐτοῦ ζητοῦν ἄρτους. Ἀρξώµεθα τοίνυν, τῆς ἀρετῆς θῶµεν προοίµιον· ἐπιλαβώµεθα αὐτῆς µόνον, καὶ ὄψει οἷα τὰ ἀγαθά. Μὴ γὰρ ἀπονητὶ ἐκεῖνα κατορθοῖς, ὅτι πρὸς ταῦτα µαλακίζῃ; Ναὶ, φησὶν, ἐκεῖνα ἀπονητὶ, ταῦτα δὲ µετὰ πόνου. Ἄπαγε· οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀλλ' εἴ τι δεῖ τἀληθὲς εἰπεῖν, ἐκεῖνα µᾶλλον πόνοις συνέζευκται καὶ µετὰ πόνου πλείονος κατορθοῦται, ταῦτα δὲ, ἂν ἐθέλωµεν, ῥᾳδίως. Μὴ δὴ ἀποπηδῶµεν τῶν θείων µυστηρίων, παρακαλῶ· µὴ τοῦτο ἴδῃς, ὅτι ὁ πρὸ σοῦ φωτισθεὶς, φαῦλος γέγονε, καὶ τῆς ἐλπίδος ἐξέπεσε τῆς αὐτοῦ, καὶ ὀκνηρότερος σαυτοῦ γένῃ· ἐπεὶ καὶ ἐν τοῖς στρατιώταις ὁρῶµεν τοὺς µὲν οὐκ εἰς δέον χρωµένους τῇ στρατείᾳ, τοὺς δὲ εὐδοκιµοῦντας· καὶ οὐ τοῖς ῥᾳθύµοις προσέχοµεν, ἀλλὰ τούτους ζηλοῦµεν τοὺς κατορθοῦντας. Πρὸς τούτοις ἐννόησον, ὅσοι µετὰ τὸ φώτισµα ἄγγελοι ἀντὶ ἀνθρώπων γεγόνασι. Φοβήθητι τὸ τοῦ µέλλοντος ἄδηλον. Ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται ὁ θάνατος· οὐδὲ ἁπλῶς ὡς κλέπτης, ἀλλὰ καθευδόντων ἡµῶν ἐπιτίθεται, καὶ ῥᾳθυµοῦντας λαβὼν ἄπεισι.∆ ιὰ τοῦτο ἄδηλον ἐποίησε τὸ µέλλον ὁ Θεὸς, ἵνα ἀεὶ τῷ τῆς προσδοκίας ἀδήλῳ ἐν ἀρετῇ διάγωµεν. Ἀλλὰ φιλάνθρωπός ἐστι, φησί. Μέχρι πότε τὸ ψυχρὸν τοῦτο ῥῆµα καὶ καταγέλαστον λέγοµεν; Ἐγὼ οὐχ ὅτι φιλάνθρωπός ἐστιν ὁ Θεὸς λέγω µόνον καὶ παύοµαι· ἀλλ' ὅτι οὐδὲν φιλανθρωπότερον αὐτοῦ, καὶ ὅτι χρησίµως ἅπαντα τὰ καθ' ἡµᾶς οἰκονοµεῖ. Πόσους ὁρᾷς ἐν ἡλικίᾳ πάσῃ ἐλέφαντι διάγοντας; πόσους ἀπὸ πρώτης ἡλικίας τυφλώττοντας µέχρι γήρως, ἄλλους ἐν πηρώσει µετὰ ταῦτα γενοµένους, ἄλλους ἐν πενίᾳ, ἄλλους ἐν δεσµοῖς, ἑτέρουςἐν µετάλλοις, ἄλλους ὁµοῦ καταχωσθέντας, ἄλλους ἐν πολέµοις ἀναλωθέντας; Ταῦτα οὐκ ἔστι φιλανθρωπίας; εἰπέ µοι· ταῦτα οὐκ ἐδύνατο κωλῦσαι, εἰ ἠθέλησεν; ἀλλ' ἀφίησι. Ναὶ, φησί. Σὺ δὲ εἰπέ µοι, διὰ τί οἱ ἐκ πρώτης ἡλικίας τυφλοί; Οὐκ ἐρῶ, ἕως ἂν ὑπόσχῃ µοι, ὅτι φωτίζῃ, ὅτι φωτισθεὶς βιοῖς ὀρθῶς. Οὐ θέµις σοι τὰ τοιαῦτα ἐπιλύεσθαι· οὐ γὰρ δὴ µέχρι τέρψεώς ἐστιν ὁ λόγος. Κἂν γὰρ τοῦτο λύσω, ἕτερον ἐπεισέρχεται ζήτηµα· ἄβυσσος γάρ ἐστι ζητηµάτων ἡ Γραφή. Ὥστε µὴ µόνον ἐθίζετε ἑαυτοὺς πρὸς τὸ λύσιν ζητεῖν, ἀλλὰ καὶ πρὸς τὸ µὴ ζητεῖν. Ἐπεὶ οὐδέποτε στησόµεθα ζητοῦντες. Ἰδοὺ γὰρ, ἂν τοῦτο λύσω, µυρίας νιφάδας ἐπιδεικνύω ζητηµάτων. Ὥστε µανθάνωµεν µᾶλλον τοῦτο ζητεῖν, ἢ τὰ ζητηθέντα λύειν. Οὔτε γὰρ, ἐὰν λύσωµεν, πάντως ἐλύσαµεν· ἀλλὰ κατὰ ἀνθρώπινον λογισµὸν οἰκεία τῶν τοιούτων λύσις ἡ πίστις ἐστὶ, τὸ εἰδέναι, ὅτι πάντα δικαίως καὶ φιλανθρώπως ὁ Θεὸς καὶ συµφερόντως ποιεῖ· ὅτι καταλαβεῖν αὐτῶν τὸν λόγον οὐκ ἔνι. Μία λύσις αὕτη, καὶ ταύτης ἀµείνων ἑτέρα οὐκ ἔστι. Τί γὰρ, εἰπέ µοι, τῆς λύσεως ἔργον; Πάντως µηκέτι ζητεῖν τὸ λυθέν. Κἂν τοῦτο πείσῃς σαυτὸν, ὅτι προνοίᾳ Θεοῦ τὰ πάντα διοικεῖται, τὰ µὲν συγχωροῦντος δι' ὃν οἶδε λόγον, τὰ δὲ ἐνεργοῦντος, ἀπηλλάγης τοῦ ζητεῖν, καὶτῆς λύσεως τὸ κέρδος ἔλαβες. Ἀλλ' ἐπανίωµεν εἰς τὸ προ κείµενον. Ἐπεὶ οὖν ὁρᾷς τοσούτους ἐν κολάσεσι, ταῦτα δὲ ὁ Θεὸς συγχωρεῖ πάντα, χρῆσαι τῇ ὑγιείᾳ τοῦ σώµατος εἰς τὴν ὑγιείαν τῆς ψυχῆς. Ἀλλ' ἐρεῖς· Τί µοι χρεία πόνων καὶ ταλαιπωρίας, ἐξὸν ἀπονητὶ πάντα ἀπολύσασθαι; Μάλιστα µὲν οὐδὲ δῆλον τοῦτό ἐστι. Συµβαίνει γὰρ οὐ µόνον ἀπονητὶ µὴ ἀπολύσασθαι, ἀλλὰ καὶ ἀπελθεῖν πάντα ἔχοντα. Πλὴν εἰ καὶ τοῦτο δῆλον, οὐδὲ οὗτος ἀνεκτὸς ὁ λόγος. Εἰς ἀγῶνας εἵλκυσεν· ὅπλα κεῖται χρυσᾶ.∆ έον λαβεῖν αὐτὰ καὶ µεταχειρίσασθαι, σὺ δὲ βούλει ἀδόξως σωθῆναι, καὶ µηδὲν ἀγαθὸν ἐργάσασθαι. Εἰπέ µοι, εἰ πόλεµος συνειστήκει, καὶ ὁ βασιλεὺς παρῆν, καὶ τοὺς µὲν εἶδες εἰς µέσας τὰς φάλαγγας τῶν πολεµίων ἐµπεσόντας, καὶ κατακόπτοντας, καὶ τραυµατίας ἐργαζοµένους µυρίους, ἑτέρους µονοµαχοῦντας, ἄλλους πηδῶντας, ἄλλους ἐφ' ἵππων ὀρχουµένους καὶ ἐπαινουµένους ὑπὸ τοῦβασιλέως, θαυµαζοµένους, κροτουµένους, στεφανουµένους· ἑτέρους δὲ πάλιν ἀγαπητὸν ἡγουµένους, εἰ µηδὲν πάθοιεν κακὸν, καὶ τὴν ἐσχάτην τάξιν φυλάττοντας καὶ καθηµένους· εἶτα µετὰ τὴν τοῦ πολέµου λύσιν, τοὺς µὲν καλουµένους, δεξιουµένους ταῖς µεγάλαις δωρεαῖς, ἀνακηρυττοµένους· ἐκείνων δὲ οὐδὲ τοὔνοµα δῆλον γενόµενον, ἀλλὰ µέχρι τῆς σωτηρίας αὐτοῖς τὴν τῶν ἀγαθῶν ἀντίδοσιν οὖσαν· τίνων ἂν ἠθέλησας γενέσθαι; Εἰ γὰρ λίθινος ἦς, εἰ γὰρ ἀναισθήτων καὶ ἀψύχων νωθέστερος, οὐκ ἂν ἐπεθύµησας ἐκείνων γενέσθαι µυριάκις; Ναὶ, δέοµαι καὶ ἀντιβολῶ. Εἰ γὰρ πεσεῖν πολεµοῦντα ἔδει, οὐκ ἐχρῆν προθύµως τοῦτο ἑλέσθαι; Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς πολέµοις τούτοις πίπτοντας, πῶς εἰσι λαµπροὶ, πῶς ἔνδοξοι; καίτοι θάνατον ἀποθνήσκουσι, µεθ' ὃν οὐκ ἔστι τιµηθῆναι παρὰ τοῦ βασιλέως. Ἐπὶ δὲ ἐκείνου τοῦ πολέµου οὐδὲν τοιοῦτον, ἀλλὰ πάντως παραστήσῃ τοὺς µώλωπας ἔχων· οὓς γένοιτο πάντας ἡµᾶς ἐπιδεῖξαι καὶ χωρὶς διωγµῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦνκαὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.