In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
26.0
Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς Ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου µαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέ τρον. Ἦσαν δὲ αἱ ἡµέραι τῶν Ἀζύµων.
26.1
Ποῖον ἐκεῖνον λέγει καιρόν; Πάντως τὸν ἐφεξῆς. Ἀλλ' ἐνταῦθα µὲν οὕτως, ἀλλαχοῦ δὲ ἑτέρως. Ὅταν γὰρ ὁ Ματθαῖος λέγῃ· Ἐν ταῖς ἡµέραις ἐκείναις παραγίνεται Ἰωάννης κηρύσσων, οὐ τὰς ἐφεξῆς ἡµέρας δηλῶν λέγει, ἀλλ' ἐκείνας, ἐν αἷς ἔµελλε γίνεσθαι ἅπερ διηγεῖται. Ἔθος γὰρ τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῷ τρόπῳ, καὶ ποτὲ δὲ τὰ ὕστερον συµβαίνειν µέλλοντα ἐκτιθέναι, ποτὲ δὲ τὰ ὕστερον συµβαίνειν µέλλοντα ὡςἐφεξῆς ἀπαγγέλλειν. Καλῶς δὲ λέγει, ὅτι Ἡρώδης ὁ βασιλεύς· οὗτος γὰρ οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ. Ἰδοὺ πειρασµὸς ἕτερος. Καὶ ὅρα, ὅπερ ἐξ ἀρχῆς εἶπον, πῶς τὰ πράγµατα πλέκεται, πῶς δι' ἀνέσεως καὶ θλίψεως πάντα ὑφαίνεται. Οὐκ ἔτι Ἰουδαῖοι, οὐδὲ τὸ συνέδριον· ἀλλ' ὁ βασιλεὺς ἐπιβάλλει τὰς χεῖρας εἰς τὸ κακῶσαι. Μείζων ἡ ἐξουσία, χαλεπώτερος ὁ πόλεµος, ὅσῳ καὶ πρὸς χάριν ἐγίνετο τοῖς Ἰουδαίοις. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου µαχαίρᾳ. Ἁπλῶςκαὶ ὡς ἔτυχεν. Εἰ δέ τις ζητοίη, διὰ τί συνεχώρησεν ὁ Θεός; ἐροῦµεν, ὅτι ὑπὲρ αὐτῶν τούτων· πρῶτον µὲν, πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούµενοι κρατοῦσιν, ὅπερ καὶ ἐπὶ Στεφάνου γέγονε· δεύτερον δὲ, διδοὺς αὐτοῖς µετὰ τὸ ἐµπλῆσαι τὸν θυµὸν ἀνενεγκεῖν ἀπὸ τῆς µανίας· καὶ τρίτον, δεικνὺς, ὅτι κατὰ συγχώρησιν αὐτοῦ γέγονε τοῦτο. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ὢ τῆς µιαρίας τῆς πολλῆς! Ὑπὲρ τίνων αὐτοῖς ἐχαρίζετο, φόνους ποιῶν ἁπλῶς καὶ εἰκῆ; Ἦν δὲ ἡµέρα τῶν Ἀζύµων. Πάλιν ἡ περιττὴ τῶν Ἰουδαίων ἀκριβολογία· ἀνελεῖν µὲν οὐκ ἐκώλυον, ἐν δὲ καιρῷ τοιούτῳ τοιαῦτα ἔπραττον. Ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν. Καὶ τοῦ θυµοῦ τοῦτο ἦν καὶ τοῦ δέους. Ἀνεῖλε, φησὶ, Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου µαχαίρᾳ. Εἶδες αὐτῶν τὴν ἀνδρείαν; Ἵνα γὰρ µηδεὶς λέγῃ, ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολµῶσι τοῦ θανάτου, ἅτε ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο ἀναιρεθῆναι συγχωρεῖ, καὶ τοὺς κορυφαίους µάλιστα, πείθων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει. Ὁ µὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινοµένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Περὶ τὰ καίρια λοιπὸν ἦν ὁ ἀγών. Καὶ τὸ ἐκεῖνον γὰρ ἀναιρεθῆναι, περιδεεῖς ἐποίει, καὶ τὸ τοῦτον ἐµβεβλῆσθαι. Ὅτε δὲ ἔµελλε προάγειν αὐτὸν ὁ Ἡρώδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιµώµενος µεταξὺ δύο στρατιωτῶν δεδεµένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαµψεν ἐν τῷ οἰκήµατι. Πατάξας τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν, λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Ὅρα, κατ' ἐκείνην τὴν νύκτα αὐτὸν ἐξήρπασε. Καὶ φῶς ἔλαµψεν ἐν τῷ οἰκήµατι, ἵνα µὴ νοµίσῃ φαντασίαν εἶναι· καὶ τὸ φῶς οὐδεὶς εἶδε πλὴν ἐκείνου. Εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὅµως ἐνόµιζε φαντασίαν εἶναι διὰ τὸ ἀπροσδόκητον· εἰ µὴ τοῦτο γέγονε, πολλῷ πλέον· οὕτω παρετάττετο πρὸς τὸν θάνατον. Τὸ γοῦν πολλὰς ἡµέρας ἐκεῖ µείναντα µὴ σωθῆναι, τοῦτο ἐποίει. Καὶ διὰ τί, φησὶν, οὐκ ἀφῆκεν αὐτὸν εἰς τὰς χεῖρας ἐµπεσεῖν Ἡρώδου, καὶ τότε ἐξήρπασεν; Ὅτι ἐκεῖνο µὲν εἰς ἔκπληξιν ἤγαγεν ἄν· τοῦτο δὲ ὑπὲρ αὐτῶν ἐγένετο. Οὐκ ἂν γὰρ ἐνοµίσθησαν ἄνθρωποι εἶναι, εἰ θεοπρεπῶς πάντα ἐποίει. Ἐπὶ δὲ τοῦ Στεφάνου τί οὐκ ἐποίησεν; οὐχ ὡς ἀγγέλου τὸ πρόσωπον αὐτοῖς ἔδειξε; Τί δὲ ὅλως ἐνέλιπε καὶ ἐνταῦθα; Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Πάλιν ἐνταῦθα δεί κνυσιν, ὅτι οὐ κακουργίᾳ γέγονεν· οὐδεὶς γὰρ ἐπειγόµενος καὶ διορύξαι βουλόµενος, τοσαύτην ποιεῖται σπουδὴν, ὥστε καὶ τὰ σανδάλια αὐτοῦ λαβεῖν, ὥστε καὶ ζώσασθαι. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱµάτιόν σου, καὶ ἀκολούθει µοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ· καὶ οὐκ ᾔδει, ὅτι ἀληθές ἐστι τὸ γινόµενον ὑπὸ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραµα βλέπειν.∆ ιελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτοµάτη ἠνοίχθη αὐτοῖς. Ἰδοὺ δεύτερον σηµεῖον. Ὅτε ἀπέστη ὁ ἄγγελος, τότε ἐνόησεν ὁ Πέτρος. Καὶ ἐξελθόντες προῆλθον ῥύµην µίαν, καὶ εὐθέως ὁ ἄγγελος ἀπ' αὐτοῦ ἀπέστη. Καὶ ὁ Πέτρος γενόµενος ἐν ἑαυτῷ, εἶπε· Νῦν οἶδα, ὅτι ἀληθῶς ἐξαπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό µε ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Νῦν ἔγνων, φησὶν, οὐ τότε.∆ ιὰ τί δὲ γίνεται τοῦτο, καὶ οὐκ ἔστιν ὁ Πέτρος ἐν αἰσθήσει τῶν γινοµένων, καίτοι ἤδη τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς, ὅτε οἱ πάντες ἀπελύθησαν; Ἀθρόον βούλεται τὴν ἀπαλλαγὴν αὐτῷ γενέσθαι, καὶ µετὰ τὸ ἀπαλλαγῆναι τότε τὴν αἴσθησιν λαβεῖν. Τὸ τὰς ἁλύσεις δὲ ἀπὸ τῶν χειρῶν πεσεῖν, µέγα τεκµήριον τοῦ µὴ φυγεῖν. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς µητρὸς Ἰωάννου τοῦ ἐπικαλουµένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισµένοι καὶ προσευχόµενοι. Κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε παιδίσκη ὑπακοῦσαι, ὀνόµατι Ῥόδη. Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα. Ὅρα τὸν Πέτρον οὐκ εὐθέως ἀναχωροῦντα, ἀλλὰ πρότερον εὐαγγελιζόµενον τοὺς αὐτοῦ. Εἰσδραµοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. Οἱ δὲ πρὸς αὐτήν· Μαίνῃ. Ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν.
26.2
Ὅρα καὶ τὰς παιδίσκας εὐλαβείας γεµούσας. Ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα· ἐκεῖνοι δὲ καὶ τούτου γενοµένου ἀνένευσαν. Ἡ µὲν, φησὶ, διισχυρίζετο οὕτως ἔχειν· οἱ δὲ ἔλεγον· Ὁ ἄγγελος αὐτοῦ ἐστιν. Ὁ δὲ Πέτρος ἐπέµενε κρούων. Ἀνοίξαντες δὲ εἶδον αὐτὸν, καὶ ἐξέστησαν. Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς, πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπε δέ· Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. Ἴδωµεν οὖν ἄνωθεν τὴν ἀκολουθίαν τῶν εἰρηµένων. Κατ' ἐκεῖνον τὸν καιρὸν, φησὶν, ἐπέβαλε τὰς χεῖρας ὁ βασιλεὺς Ἡρώδης κακῶσαί τινας ἀπὸ τῆς Ἐκκλησίας. Καθάπερ θηρίον ἁπλῶς καὶ ἀλογίστως πᾶσιν ἐπῄει. Τοῦτό ἐστιν ὁ ἔλεγεν ὁ Χριστός· Τὸ µὲν ποτήριον, ὃ µέλλω πίνειν, πίεσθε, καὶ τὸ βάπτισµα, ὃ ἐγὼ βαπτίζοµαι, βαπτισθήσεσθε. Ἀνεῖλε δὲ, φησὶ, Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου µαχαίρᾳ. Καὶ πῶς, φησὶ, τὸν Πέτρον οὐκ εὐθέως ἀνεῖλεν; Εἶπε τὴν αἰτίαν ὁ συγγραφεύς· Ἡµέραι γὰρ, φησὶν, ἦσαν τῶν Ἀζύµων· καὶ µᾶλλον αὐτοῦ ἐµποµπεῦσαι ἐβούλετο τῇ σφαγῇ. Αὐτοὶ µὲν οὖν ἀπὸ τῆς παραινέσεως τῆς Γαµαλιήλου ἐπεῖχον λοιπὸν ἑαυτοὺς τῶν φόνων· ἄλλως δὲ οὐδὲ αἰτίας εὕρισκον· δι' ἑτέρων δὲ αὐτὰ κατεσκεύαζον. Ἐπεὶ δὲ καὶ ἕτερος Ἰάκωβος ἦν, ὁ ἀδελφὸς τοῦ Κυρίου, διὰ τοῦτο ἐπεσηµήνατο εἰπών· Τὸν ἀδελφὸν Ἰωάννου. Ὁρᾷς, ὅτι τὸ κεφάλαιον ἐν τούτοις ἦν τοῖς τρισὶ, µάλιστα δὲ Πέτρου καὶ Ἰακώβου; Τοῦτο µάλιστα κατάκρισις αὐτῶν ἦν· Οὐκ ἔτι γὰρ ἀνθρώπινον τὸ κήρυγµα ἐδείκνυτο, καὶ ὄντως ἐκεῖνο ἐπληροῦτο, ὅτι Ἐλογίσθηµεν ὡς πρόβατα σφαγῆς. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι, φησὶ, τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ἀρεστὸν φόνος, καὶ φόνος ἄδικος. Πολλὴ ἡ ἄνοια τοῦ Ἡρώδου· ταῖς ἐπιθυµίαις αὐτῶν ταῖς ἀτόποις ὑπηρετεῖτο.∆ έον γὰρ τοὐναντίον ποιεῖν, καὶ ἐγκόπτειν αὐτῶν τὴν ὁρµήν· ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήµιος ὢν τῶν νοσούντων, ἀλλ' οὐκ ἰατρός· καίτοι µυρία παραδείγµατα ἔχων καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου, καὶ πῶς ἐκεῖνος µὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων µέγιστα ἔπαθε κακὰ, οὗτοςδὲ Ἰωάννην ἀνελὼν πόλεµον ἤγειρε χαλεπόν. Ὃν καὶ πιάσας, φησὶν, ἔθετο εἰς φυλακήν. Ἐφοβεῖτο, µὴ διὰ τὸν φόνον τοῦ Ἰακώβου ἀναχωρήσῃ ὁ Πέτρος, καὶ βουλόµενος ἔχειν αὐτὸν ἐν ἀσφαλεῖ, ἐνέβαλε τῷ δεσµωτηρίῳ. Ὅσῳ ἀκριβεστέρα ἡ φρουρὰ, τοσούτῳ θαυµασιωτέρα ἡ ἐπίδειξις. Τοῦτο δὲ ἦν ὑπὲρ Πέτρου, δοκιµωτέρου µᾶλλον ἐντεῦθεν γενοµένου, καὶ τὴν ἀνδρείαν τὴν οἰκείαν ἐπιδεικνῦντος. Προσευχὴ δὲ ἦν, φησὶν, ἐκτενὴς γινοµένη. Φιλοστοργίας δεῖγµα ἡ προσευχή. Πατέρα πάντες ἐζήτουν, πατέρα ἥµερον. Ἐκτενὴς, φησὶν, ἦν προσευχὴ γινοµένη ὑπὲρ αὐτοῦ. Ἀκούσατε, πῶς διέκειντο περὶ τοὺς διδασκάλους. Οὐκ ἐστασίασαν, οὐκ ἐθορυβήθησαν, ἀλλ' ἐπὶ εὐχὴν ἐτράπησαν, τὴν ὄντως συµµαχίαν τὴν ἄµαχον, ἐπ' αὐτὴν κατέφυγον. Οὐκ ἔλεγον· Ὁ ταπεινὸς ἐγὼ καὶ οὐδαµινὸς ὑπὲρ ἐκείνου εὔχοµαι! ἐπειδὴ γὰρ ἀγάπῃ ἐποίουν, οὐδὲν τούτων ἐλογίζοντο. Βούλει µαθεῖν πόσα εἰργάσαντο καὶ ἄκοντες; Ἐκείνους δοκιµωτέρους ἀπέδειξαν, τούτους σπουδαιοτέρους ἐποίησαν. Καὶ ὅρα ἐν τῇ ἑορτῇ τοὺς πειρασµοὺς ἐπαγοµένους, ἵνα δοκιµώτεροι φανῶσιν οὗτοι. Ὅτε δὲ ἔµελλεν αὐτὸν προάγειν ὁ Ἡρώδης, φησὶ, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος καθεύδων. Ὅρα τὸν Πέτρον καθεύδοντα, καὶ οὐκ ὄντα ἐν ἀγωνίᾳ οὐδὲ ἐν φόβῳ. Αὐτῇ τῇ νυκτὶ, ᾗ προάγεσθαι ἔµελλεν, ἐκάθευδε, τὸ πᾶν ῥίψας ἐπὶ τὸν Θεόν. Οὐχ ἁπλῶς δὲ ἐκάθευδεν, ἀλλὰ µέσον στρατιωτῶν καὶ δεδεµένος. Μεταξὺ γὰρ, φησὶ, δύο στρατιωτῶν κοιµώµενος ἦν, δεδεµένος ἁλύσεσι δυσίν. Ὁρᾷς, πῶς ἀκριβὴς ἡ φυλακή; Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, φησὶ, λέγων· Ἀνάστα ἐν τάχει. Συγκαθεύδοντες ἦσαν οἱ φύλακες· διὸ καὶ τῶν γινοµένων οὐδὲν ἐπαισθάνονται. Φῶς δὲ ἔλαµψεν, ὥστε καὶ ἰδεῖν καὶ ἀκοῦσαι τὸν Πέτρον, καὶ µὴ νοµίσαι φαντασίαν εἶναι. Ὡς ἂν δὲ µὴ ῥᾳθυµήσῃ, καὶ τὴν πλευρὰν πατάσσεται. Καὶ οὐχ ἁπλῶς ἀκούει· Ἀνάστα· ἀλλ', Ἐν τάχει, µετὰ προσθήκης· οὕτω βαθέως ἐκάθευδεν. Ἐδόκει δὲ ὅραµα βλέπειν, φησί.∆ ιῆλθε δὲ πρώτην καὶ δευτέραν φυλακήν. Ποῦ νῦν εἰσιν οἱ αἱρετικοί; Πῶς διῆλθεν, εἰπάτωσαν ἡµῖν· ἀλλ' οὐκ ἂν ἔχοιεν. Καίτοι διὰ τοῦτο αὐτὸν καὶ ζώσασθαι κελεύει καὶ ὑποδήσασθαι, καὶ τούτῳ πείθων αὐτὸν, ὅτι οὐκ ἔστι φάντασµα· καὶ ἵνα ἀποτινάξηται τὸν ὕπνον, καὶ γνῷ, ὅτι ἀληθές ἐστι.∆ ιὰ τοῦτο καὶ εὐθέως ἀπέπεσον αὐτοῦ αἱ ἁλύσεις ἀπὸ τῶν χειρῶν, καὶ, Ἀνάστα ἐν τάχει, ἀκούει. Οὐ θορυβοῦντος δέ ἐστι τοῦτο, ἀλλὰ πείθοντος µὴ ἀναβάλλεσθαι. Καὶ οὐκ ᾔδει, φησὶν, ὅτι ἀληθές ἐστι τὸ γινόµενον διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραµα βλέπειν. Εἰκότως, διὰ τὴν ὑπερβολὴν τῶν γινοµένων.
26.3
Ὁρᾷς πόσον ἐστὶν ὑπερβολὴ σηµείου; πῶς ἐκπλήττει τὸν ὁρῶντα; πῶς οὐκ ἀφίησι πιστευθῆναι; Εἰ γὰρ Πέτρος ἐδόκει ὅραµα βλέπειν ἐν τοσούτῳ χρόνῳ, καίτοι αὐτὸς ζωσάµενος καὶ ὑποδησάµενος· τί ἕτερος µὴ ἔπαθεν ἄν;∆ ιελθόντες δὲ, φησὶ, πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν· καὶ ἐξελθόντες προῆλθον ῥύµην µίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ' αὐτοῦ. Τὰ µέντοι ἔνδον γενόµενα θαυµασιώτερα ἦν· τοῦτο δὲ λοιπὸν ἀνθρωπινώτερον. Ὅτε οὐδὲν κώλυµα ἦν, τότε ἀπέστη ὁ ἄγγελος. Οὐ γὰρ ἂν προῆλθεν ὁ Πέτρος τοσούτων ὄντων κωλυµάτων· ὄντως γὰρ, ὄντως ἔκπληξις ἦν. Νῦν ἔγνων, φησὶν, ὅτι ἀληθῶς ἀπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό µε ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Νῦν, οὐχὶ τότε, ὅτε ἐν τῷ δεσµῷ ἤµην. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς µητρὸς Ἰωάννου, φησί. Τί ἐστι, Συνιδών; Λογισάµενος ὅπου ἐστίν. Ἢ τοίνυν τοῦτο συνεῖδεν· ἢ ὅτι οὐχ ἁπλῶς ἀπελθεῖν δεῖ, ἀλλ' ἀµείψασθαι τὸν εὐεργέτην· ὃ καὶ συνιδὼν ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας. Τίς ἐστιν οὗτος ὁ Ἰωάννης; Ἴσως ἐκεῖνος ὁ ἀεὶ αὐτοῖς συνών· διὰ γὰρ τοῦτο καὶ τὸ παράσηµον αὐτοῦ ἔθηκεν. Ὅρα ὅσον ἐστὶν ἀγαθὸν ἡ θλῖψις, πόσον εὐχόµενοι ἐν νυκτὶ ἤνυον, πῶς διεγηγερµένους αὐτοὺς εἰργάσατο. Εἶδες τοῦ φόνου Στεφάνου ὅσον τὸ κέρδος; εἶδες τοῦ δεσµωτηρίου τούτου ὅση ἡ ὠφέλεια; Οὐ γὰρ δὴ ἐπεξιὼν ὁ Θεὸς τοῖς ἀδικοῦσιν αὐτοὺς, µέγα δείκνυσιν τὸ Εὐαγγέλιον· ἀλλ' ἐν αὐτοῖς τοῖς ἀδικοῦσιν, οὐδὲν ἐκείνων πασχόντων δεινὸν, αὐτὰς καθ' ἑαυτὰς τὰς θλίψεις δείκνυσι µέγα οὔσας, ἵνα µὴ τὴν ἀπαλλαγὴν αὐτῶνπάντως ζητῶµεν, µηδὲ τὴν ἐκδικίαν. Σκόπει δὲ πῶς καὶ αἱ παιδίσκαι αὐτῶν λοιπὸν ὁµότιµοι αὐτοῖς ἦσαν. Ἀπὸ τῆς χαρᾶς, φησὶν, οὐκ ἤνοιξε. Καλῶς καὶ τοῦτο γέγονε, ἵνα µὴ καὶ ἐκεῖνοι ἐκπλαγῶσιν εὐθέως ἰδόντες, καὶ ἀπιστήσωσιν, ἀλλ' ἐγγυµνασθῇ αὐτῶν ἡ διάνοια. Καὶ ὅπερ ἔθος ἡµῖν ποιεῖν, εὑρέθη πράττουσα καὶ αὐτή· ἵνα γὰρ αὐτὴ τὰ εὐαγγέλια κοµίσῃ ἐσπούδαζεν· ὄντως γὰρ εὐαγγέλια ἦν. Οἱ δὲ εἶπον πρὸς αὐτήν· Μαίνῃ· ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν· οἱ δὲ εἶπον, ὅτι Ἄγγελος αὐτοῦ ἐστιν. Ἐκ τούτου ἀληθὲς, ὅτι ἕκαστος ἡµῶν ἄγγελον ἔχει. Καὶ πόθεν ἐπῆλθεν αὐτοῖς ἄγγελον εἶναι τότε ὑπονοῆσαι; Ἀπὸ τοῦ καιροῦ τοῦτο ὑπώπτευσαν. Ὡς δὲ ἐπέµενε κρούων, φησὶν, ἀνοίξαντες εἶδον αὐτὸν, καὶ ἐξέστησαν. Ὁ δὲ κατασείσας τῇ χειρὶ, ἡσυχίαν πολλὴν ἐποίησεν, ὥστε ἀκοῦσαι τὰ παρ' αὐτοῦ. Ποθεινότερος πολλῷ λοιπὸν ἦν τοῖς µαθηταῖς, οὐ τῷ σωθῆναι µόνον, ἀλλὰ καὶ τῷ ἐπιστῆναι καὶ εὐθέως ἐπελθεῖν. Μανθάνουσι λοιπὸν καὶ οἱ οἰκεῖοι πάντα σαφῶς· µανθάνουσι καὶ οἱ ἀλλότριοι, εἴ γε ἤθελον πιστεῦσαι· ἀλλ' οὐκ ἠθέλησαν. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν. Ἀπαγγείλατε, φησὶν, Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Ὅρα, πῶς οὐκ ἔστι κενόδοξος. Οὐ γὰρ εἶπε· Τοῖς ἁπανταχοῦ δῆλα ποιήσατε ταῦτα· ἀλλὰ, Τοῖς ἀδελφοῖς. Καὶ ἀνεχώρησεν εἰς ἕτερον τόπον. Οὐ γὰρ ἐπείραζε τὸν Θεὸν, οὐδὲ εἰς πειρασµοὺς ἐνέβα[ λ] λεν ἑαυτόν· ἐπεὶ ὅτε καὶ τοῦτο ἐκελεύσθησαν, ἐποίησαν. Εἰσελθόντες γὰρ, φησὶν, ἐν τῷ ἱερῷ λαλεῖτε τῷ λαῷ. Ἤκουσαν, καὶ εὐθέως ἐπείσθησαν. Τοῦτο δὲ οὐκ εἶπεν ὁ ἄγγελος, ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν ἔδωκεν ἐξουσίαν ἀναχωρῆσαι. Καὶ τοῦτο δὲ γίνεται, ἵνα µάθωµεν ὅτι καὶ ἀνθρωπίνως πολλὰ ᾠκονόµηται, ὥστε µὴ περι πεσεῖν πάλιν αὐτόν. Ἵνα γὰρ µὴ εἴπωσιν, ὅτι ὁ ἄγγελος αὐτοῦ ἐστι µετὰ τὸ ἀπελθεῖν, πρότερον τοῦτο λέγουσι· καὶ τότε αὐτὸν ὁρῶσιν ἀνατρέποντα τὴν δόξαν ἐκείνην. Ὁ ἄγγελος εἰ ἦν, οὐκ ἂν ἔκρουσε τὴν θύραν, οὐκ ἂν ἀνεχώρησεν εἰς ἕτερον τόπον. Πιστοῦται δὲ αὐτοὺς καὶ τὸ µὴ ἐν ἡµέρᾳ γενέσθαι. Οἱ µὲν λελυµένοι ἐν εὐχαῖς ἦσαν· ὁ δὲ δεδεµένος ἐν ὕπνῳ, εἰ ἐνόµιζεν ἀληθὲς εἶναι τὸ γινόµενον, κἂν ἐξεπλάγη, κἂν οὐκ ἐµνηµόνευσε· νῦν δὲ ὡς ἐν ὀνείρῳ ὁρῶν, ἀτάραχος ἦν. Ἦλθον, φησὶν, ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν. Ὅρα καὶ πῶς ἰσχυρὰ ἦν.∆ ιελθόντες δὲ, φησὶ, πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν. Καὶ διὰ τί µὴ δι' ἑαυτῶν, φησὶ, τοῦτο γίνεται;∆ ιὰ τί; Ὅτι καὶ τούτῳ τιµᾷ αὐτοὺς ὁ Θεὸς, τῷ δι' ἀγγέλων αὐτοὺς ἐξαρπάζειν. Τί οὖν; ἐπὶ Παύλου οὐχ οὕτω γέγονεν; Ἐκεῖ δικαίως, ὅτι πιστεῦσαι ἔδει τὸν δεσµοφύλακα, ἐνταῦθα δὲ ἀπαλλαγῆναι τὸν Ἀπόστολον µόνον· ἄλλως δὲ καὶ διαφόρως ἅπαντα ὁ Θεὸς οἰκονοµεῖ. Ἐκεῖ µὲν Παῦλος ὑµνεῖ, ἐνταῦθα δὲ Πέτρος ἐκάθευδε. Μὴ τοίνυν κρύπτωµεν τὰ θαύµατα τοῦ Θεοῦ, ἀλλὰ καὶ ὑπὲρ τῆς ἡµετέρας ὠφελείας ταῦτα σπουδάζωµεν ἐκποµπεύειν, καὶ εἰς τὴν τῶν ἄλλων οἰκοδοµήν. Ὥσπερ γάρ ἐστι θαυµαστὸς ἑλόµενος δεσµευθῆναι, οὕτω θαυµαστότερος µὴ πρότερον ἀναχωρήσας, ἕως ὅτε τοῖς οἰκείοις πάντα ἀπήγγειλε. Καὶ εἶπε, φησίν· Εἴπατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς. Τί δήποτε κελεύει εἰπεῖν; Ἵνα χαρῶσιν, ἵνα µὴ µεριµνῶσιν, ἵνα διὰ τούτων ἐκεῖνοι µανθάνωσιν, οὐκ αὐτοὶ δι' ἐκείνων· οὕτω τοῦ ταπεινοτέρου µέρους ἐφρόντιζεν. Οὐδὲν ἄρα θλίψεως συµµέτρου βέλτιον. Ποίαν οἴει τὴν ἐκείνων εἶναι τότε ψυχήν; πόσης ἡδονῆς γέµειν; Ποῦ νῦν αἱ γυναῖκες αἱ διὰ πάσης καθεύδουσαι νυκτός; ποῦ δὲ οἱ ἄνδρες οἱ µηδὲ µεταστρεφόµενοι ἐπὶ τῆς κλίνης; Ὁρᾷς νήφουσαν ψυχήν; Μετὰ γυναικῶν καὶ παίδων καὶ παιδισκῶν τὸν Θεὸν ὕµνουν, καθαρώτεροι τοῦ οὐρανοῦ τῇ θλίψει γενόµενοι. Νῦν δὲ, ἂν µικρὸν ἴδωµεν κίνδυνον, ἀναπίπτοµεν. Οὐδὲν τῆς ἐκκλησίας ἐκείνης λαµπρότερον ἦν. Μιµησώµεθα τούτους, ζηλώσωµεν. Οὐ διὰ τοῦτο γέγονεν ἡ νὺξ, ἵνα διαπαντὸς καθεύδωµεν καὶ ἀργῶµεν. Καὶ τοῦτο µαρτυροῦσιν οἱ χειροτέχναι, οἱ ὀνηλάται, οἱ ἔµποροι, ἡ Ἐκκλησία τοῦ Θεοῦ ἐκ µέσων ἀνισταµένη νυκτῶν. Ἀνάστηθι καὶ σὺ, καὶ ἴδε τῶν ἄστρων τὴν χορείαν, τὴν βαθεῖαν σιγὴν, τὴν ἡσυχίαν τὴν πολλήν· ἐκπλάγηθι τοῦ∆ εσπότου σου τὴν οἰκονοµίαν. Καθαρωτέρα τότε ἐστὶν ἡ ψυχή· κουφοτέρα καὶ λεπτοτέρα µᾶλλόν ἐστι, µετέωρος καὶ κούφη· τὸ σκότος αὐτὸ, ἡ σιγὴ ἡ πολλὴ εἰς κατάνυξιν ἀγαγεῖν ἱκανά. Ἂν δὲ καὶ τὸν οὐρανὸν ἴδῃς τοῖς ἄστροις ὥσπερ τισὶ µυρίοις κατεστιγµένον ὀφθαλµοῖς, πᾶσαν ἡδονὴν καρπώσῃ, ἔννοιαν λαβὼν εὐθὺς τοῦ∆ ηµιουργοῦ. Ἂν ἐννοήσῃς, ὅτι οἱ µεθ' ἡµέραν κράζοντες, γελῶντες, σκιρτῶντες, πηδῶντες, ἀδικοῦντες, πλεονεκτοῦντες, ἀπειλοῦντες, µυρία ἐπανατεινόµενοι δεινὰ, οὗτοι νῦν τῶν νεκρῶν οὐδὲν διαφέρουσι, καταγνώσῃ τῆς ἀνθρωπίνης αὐθαδείας ἁπάσης. Ὕπνος ἐπῆλθε, καὶ τὴν φύσιν ἤλεγξεν· εἰκών ἐστι θανάτου, εἰκών ἐστι συντελείας. Ἂν διακύψῃς εἰς τὸν στενωπὸν, οὐκ ἀκούσῃ οὐδὲ φωνῆς· ἂν ἴδῃς εἰς τὴν οἰκίαν, πάντας ὄψει καθάπερ ἐν τάφῳ κειµένους. Ταῦτα πάντα ἱκανά ἐστι διαναστῆσαι ψυχὴν, καὶ εἰς ἔννοιαν συντελείας ἀγαγεῖν.
26.4
Οὗτος δή µοι καὶ πρὸς ἄνδρας καὶ πρὸς γυναῖκας ὁ λόγος. Κάµψον τὰ γόνατα, στέναξον, παρακάλεσόν σου τὸν∆ εσπότην ἵλεων γενέσθαι· µᾶλλον ἐπικάµπτεται ἐν νυκτεριναῖς εὐχαῖς, ὅταν τὸν καιρὸν τῆς ἀναπαύσεως σὺ θρήνων ποιῇ καιρόν. Ἀναµνήσθητι τοῦ βασιλέως οἷα ῥήµατα ἔλεγεν· Ἐκοπίασα ἐν τῷ στεναγµῷ µου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην µου, ἐν δάκρυσί µου τὴν στρωµνήν µου βρέξω. Ὅσον ἂν ᾖς τρυφηλὸς, οὐκ εἶ τρυφηλότερος ἐκείνου· ὅσον ἂν ᾖς πλούσιος, οὐκ εἶ πλουσιώτερος τοῦ∆ αυΐδ. Καὶ πάλιν ὁ αὐτός φησι· Μεσονύκτιον ἐξηγειρόµην τοῦ ἐξοµολογεῖσθαί σοι ἐπὶ τὰ κρίµατα τῆς δικαιοσύνης σου. Τότε οὐ κενοδοξία παρενοχλεῖ· πῶς γὰρ, πάντων καθευδόντων καὶ οὐχ ὁρώντων; τότε οὐ ῥᾳθυµία καὶ χάσµη ἐπιτίθεται· πῶς γὰρ ὑπὸ τοσούτων τῆς ψυχῆς διεγειροµένης; Μετὰ τὰς τοιαύτας παννυχίδας καὶ ὕπνοι ἡδεῖς καὶ ἀποκαλύψεις θαυµασταί. Τοῦτο ποίησον καὶ σὺ ὁ ἀνὴρ, µὴ µόνη ἡ γυνή. Ἔστω ἐκκλησία ἡ οἰκία ἐξ ἀνδρῶν καὶ γυναικῶν συνεστηκυῖα. Μὴ γὰρ ὅτι σὺ µόνος εἶ ὁ ἀνὴρ, µηδὲ ὅτι αὕτη µόνη ἐστὶν ἡ γυνὴ, νοµίσῃς κώλυµα εἶναι. Ὅπου γάρ εἰσι δύο εἰς τὸ ἐµὸν ὄνοµα, φησὶ, συνηγµένοι, ἐκεῖ εἰµι ἐν µέσῳ αὐτῶν. Ὅπου ὁ Χριστὸς µέσος, πολὺ πλῆθός ἐστιν· ὅπου ὁ Χριστὸς, ἀνάγκη καὶ ἀγγέλους εἶναι, ἀνάγκη καὶ ἀρχαγγέλους καὶ τὰς ἄλλας δυνάµεις. Οὐκ ἄρα µόνοι ἐστὲ τὸν πάντων ἔχοντες∆ εσπότην. Καὶ πάλιν ἄκουε τοῦ προφήτου λέγοντος· Κρείσσων εἷς ποιῶν τὸ θέληµα Κυρίου, ἢ µυρίοι παράνοµοι. Οὐδὲν ἀσθενέστερον πολλῶν παρανόµων, οὐδὲν ἰσχυρότερον ἑνὸς κατὰ νόµον Θεοῦ ζῶντος. Εἴ σοι καὶ παιδία ἐστὶ, διανάστησον καὶ τὰ παιδία, καὶ γενέσθω διὰ πάντων ἡ οἰκία ἐκκλησία διὰ τῆς νυκτός· ἂν δὲ ἁπαλὰ ᾖ, καὶ µὴ φέρῃ τὴν ἀγρυπνίαν, µέχρι µιᾶς εὐχῆς καὶ δευτέρας, καὶ κατάπαυσον· µόνον διανάστηθι, µόνον ἐν συνηθείᾳ κατάστησον σαυτόν. Οὐδὲν τοῦ ταµείου βέλτιον ἐκείνου τοῦ τοιαύτας εὐχὰς δεχοµένου. Ἄκουε τοῦ προφήτου λέγοντος· Εἰ ἐµνηµόνευόν σου ἐπὶ τῆς στρωµνῆς µου, ἐν τοῖς ὄρθροις ἐµελέτων εἰς σέ. Ἀλλὰ κέκµηκα, φησὶ, µεθ' ἡµέραν πολλὰ, καὶ οὐ δύναµαι. Σκῆψις ταῦτα καὶ πρόφασις· ὅσα γὰρ ἂν κάµῃς, οὐ πονήσεις ὡς ὁ χαλκοτύπος σφῦραν οὕτω βαρεῖαν καταφέρων ἀπὸ πολλοῦ τοῦ ὕψους ἐπὶ τοὺς σπινθῆρας, καὶ τὸν καπνὸνὅλῳ δεχόµενος τῷ σώµατι· καὶ ὅµως τὸ πλέον ἐκεῖνος τῆς νυκτὸς εἰς τοῦτο ἀναλίσκει. Ἴστε καὶ γυναῖκες, εἴποτε εἰς ἀγρὸν ἡµῖν γέγονεν ἀνάγκη βαδίσαι, ἢ εἰς παννυχίδα προελθεῖν, πῶς δι' ὅλης τῆς νυκτὸς ἀγρυπνοῦσι. Καί σοι τοίνυν χαλκεῖον ἔστω πνευµατικὸν, οὐχ ὥστε χύτρας οὐδὲ λέβητας, ἀλλὰ τὴν ψυχὴν κατασκευάσαι τὴν σὴν, ἣ καὶ χαλκοτύπου καὶχρυσοχόου πολλῷ βελτίων. Τὴν παλαιὰν γενοµένην τοῖς ἁµαρτήµασιν εἰσάγαγε εἰς τὸ χωνευτήριον τῆς ἐξοµολογήσεως· τὴν σφῦραν κατένεγκαι ἀπὸ πολλοῦ τοῦ ὕψους· τουτέστι, τῶν ῥηµάτων τὴν κατάγνωσιν· ἄναψον τὸ πῦρ τοῦ Πνεύµατος. Πολλῷ µείζονα τέχνην ἔχεις. Οὐ χρυσᾶ σκεύη ῥυθµίζεις, ἀλλὰ τὴν παντὸς χρυσίου τιµιωτέραν ψυχὴν, καθάπερ ὁ χαλκεὺς τὸ σκεῦος. Οὐ γὰρ σωµατικὸν σκεῦος ῥυθµίζεις, ἀλλὰ τὴν ψυχὴν ἀπαλλάττεις τῆς φαντασίας πάσης τῆς βιωτικῆς. Παρακείσθω σοι λύχνος, οὐχ οὗτος ὁ καιόµενος, ἀλλ' ὃν ὁ προφήτης λέγων εἶχε· Λύχνος γὰρ τοῖς ποσί µου ὁ νόµος σου. Πύρωσον διὰ τῆς εὐχῆς τὴν ψυχήν· ἂν ἴδῃς ἱκανῶς ἔχουσαν, ἐξάγαγε, τύπωσον πρὸς ὅπερ ἂν θέλῃς. Πίστευσόν µοι, οὐχ οὕτω τὸ πῦρ τὸν ἰὸν ἀποκαθαίρειν εἴωθεν, ὡς εὐχὴ νυκτερινὴ τὸν ἰὸν τῶν ἁµαρτηµάτων τῶν ἡµετέρων. Αἰδεσθῶµεν, εἰ µηδένα ἄλλον, τοὺς νυκτερινοὺς φύλακας. Ἐκεῖνοι δι' ἀνθρώπινον νόµον περιΐασιν ἐν κρυµῷ βοῶντες µεγάλα, καὶ διὰ τῶν στενωπῶν βαδίζοντες, βρεχόµενοι πολλάκις, πεπηγότες, διὰ σὲ καὶτὴν σωτηρίαν τὴν σὴν, καὶ τὴν τῶν χρηµάτων τῶν σῶν φυλακήν. Ἐκεῖνος ὑπὲρ τῶν χρηµάτων σου τοσαύτην ποιεῖται πρόνοιαν· σὺ δὲ οὐδὲ ὑπὲρ τῆς ψυχῆς τῆς σῆς. Καὶ µὴν ἐγὼ οὐκ ἀναγκάζω αἴθριον περιϊέναι καθάπερ ἐκεῖνος, οὐδὲ µεγάλα βοᾷν καὶ διαῤῥήγνυσθαι· ἀλλ' ἐν αὐτῷ τῷ ταµείῳ ὢν, ἐν αὐτῷ τῷ κοιτῶνι, κάµψον τὰ γόνατα, παρακάλεσον τὸν∆ εσπότην.∆ ιὰ τί αὐτὸς ὁ Χριστὸς διενυκτέρευεν ἐν τῷ ὄρει; οὐχ ἵνα τύπος ἡµῖν γένηται; Τότε ἀναπνεῖ τὰ φυτὰ, ἐν τῇ νυκτὶ λέγω· τότε καὶ ψυχὴ µάλιστα µᾶλλον ἐκείνων δρόσον δέχεται. Ἅπερ µεθ' ἡµέραν ὁ ἥλιος κατέκαυσε, ταῦτα ἐν τῇ νυκτὶ καταψύχεται. Πάσης δρόσου µᾶλλον τὰ τῆς νυκτὸς δάκρυα καὶ κατὰ τῶν ἐπιθυµιῶν καὶ κατὰ πάσης φλεγµονῆς καὶ καύσωνος καθίεται, καὶ οὐκ ἀφίησι χαλεπόν τι παθεῖν. Ἂν δὲ µὴ τῆς δρόσου ἀπολαύσῃ ἐκείνης, µεθ' ἡµέραν κατακαυθήσεται. Ἀλλὰ µὴ γένοιτο µηδένα ὑµῶν ὑπέκκαυµα τοῦ πυρὸς ἐκείνου γενέσθαι, ἀλλὰ ἀναψύξαντας καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσαντας, οὕτω πάντας ἡµᾶς ἐλευθερωθῆναι τοῦ φορτίου τῶν ἁµαρτηµάτων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳΠνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.