In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
2.0
Οἱ µὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγον τες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστά νεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
2.1
Ὅταν τι µέλλωσιν ἐρωτᾷν οἱ µαθηταὶ, ὁµοῦ προσέρχονται. Τοῦτο δὲ ποιοῦσιν, ἵνα τῷ πλήθει δυσωπήσωσιν. Ἤδεισαν γὰρ, ὅτι τὸ πρώην παρ' αὐτοῦ εἰρηµένον, ὅτι Οὐδεὶς οἶδε τὴν ἡµέραν, διακρουοµένου ἦν, οὐκ ἀγνοοῦντος, ἀλλ' ἀναβαλλοµένου τὴν ἀπόκρισιν· ὅθεν πάλιν προσέρχονται, καὶ ἐρωτῶσιν. Οὐκ ἂν δὲ ἠρώτησαν, εἴ γε ὄντως ἦσαν πεπεισµένοι. Ἐπειδὴ γὰρ ἤκουσαν, ὅτι Πνεῦµα µέλλουσι λαµβάνειν, ὡς ἄξιοι λοιπὸν ὄντες ἤθελον µαθεῖν, καὶ πρὸς ἀπαλλαγὴν ἦσαν ἕτοιµοι. Οὐ γὰρ ἐβούλοντο καθεῖναι ἑαυτοὺς εἰς κινδύνους, ἀλλὰ ἀναπνεῦσαι· διότι οὐ µικρὰ ἦν τὰ συµβεβηκότα αὐτοῖς, ἀλλὰ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ἐπεκρεµάσθη. Οὐδὲν οὖν αὐτῷ περὶ τοῦ Πνεύµατος εἰπόντες, ἐρωτῶσι λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Καὶ οὐκ εἶπον, Πότε; ἀλλὰ, Εἰ νῦν; φησίν· οὕτως ἐπεθύµουν τὴν ἡµέραν µαθεῖν.∆ ιὸ καὶ µετὰ πλείονος προσίασι τῆς τιµῆς. Ἐµοὶ δὲ δοκεῖ οὐδὲ τετρανῶσθαί πως αὐτοῖς, τίς ποτε ἦν ἡ βασιλεία· οὔπω γὰρ ἦν τὸ Πνεῦµα διδάξαν αὐτούς. Καὶ οὐκ εἶπον, Πότε ταῦτα ἔσται; ἀλλὰ τί; Εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; ὡς ἤδη ἐκπεπτωκυῖαν. Ταῦτα οὕτω πυνθάνονται, ὅτι περὶ τὰ αἰσθητὰ ἔτι διέκειντο, εἰ καὶ µὴ ὁµοίως ὡς πρότερον· οὐδὲ γὰρ οὐδέπω γεγένηντο βελτίους. Οὕτω λοιπὸν οὗτοι µείζονα περὶ αὐτοῦ ἐφαντάζοντο. Ἐπεὶ οὖν ἀνήχθησαν, καὶ αὐτὸς ἀνηγµένως αὐτοῖς διαλέγεται. Οὐκέτι γὰρ λέγει πρὸς αὐτοὺς, ὅτι Οὐδὲ ὁ Υἱὸς οἶδε τὴν ἡµέραν· ἀλλὰ τί; Οὐχ ὑµῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Μείζονα αἰτεῖτε, φησί. Καὶ µὴν ἤδη ἔµαθον καὶ ἃ πολλῷ µείζονα ἦν. Καὶ ἵνα µάθῃς τοῦτοἀκριβῶς, ὅρα πόσα ἀπαριθµοῦµαι. Τί µεῖζον, εἰπέ µοι, τοῦ µαθεῖν αὐτοὺς ἅπερ ἔµαθον; Ἔµαθον γοῦν, ὅτι Υἱὸς τοῦ Θεοῦ ἐστι, καὶ Υἱὸν ἔχει ὁ Θεὸς ὁµότιµον· ἔµαθον, ὅτι ἀνάστασις ἔσται· ἔµαθον, ὅτι ἀνελθὼν ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός· τὸ τούτου φρικωδέστερον ἔµαθον, ὅτι σὰρξ ἄνω κάθηται, καὶ προσκυνεῖται ὑπὸ ἀγγέλων· ἔµαθον, ὅτι ἥξει πάλιν κρῖναι πάντα τὸν κόσµον· ἔµαθον, ὅτι µέλλουσι καθεδεῖσθαι καὶ αὐτοὶ τότε κριταὶ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ· ἔµαθον, ὅτι Ἰουδαῖοι ἐκβάλλονται, οἱ δὲ ἐξ ἐθνῶν ἀντεισέρχονται. Τὸ ταῦτα εἰδέναι ὅτι ἔσται, µέγα· τὸ δὲ µαθεῖν, ὅτι βασιλεύσει τις ἢ τὸ πότε, οὐδὲν µέγα. Ἔµαθε Παῦλος ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· τὰ πρὸ τοῦ κόσµου ἅπαντα ἔµαθε. Τί µαθεῖν δυσκολώτερον, τὴν ἀρχὴν, ἢ τὸ τέλος; Εὔδηλον, ὅτι τὸ πρῶτον. Οὐκοῦν τοῦτο Μωϋσῆς ἔµαθε, καὶ πότε, καὶ πρὸ πόσων χρόνων, δείκνυσι δι' ὧν ἀριθµεῖ τὰ ἔτη. Τοῦτο καὶ Σολοµῶν, διὸ καὶ ἔλεγε· Μνηµονεύσω τὰ ἀπ' αἰῶνος. Ὅτι τοίνυν ἐγγύς ἐστιν, ἴσασι µετὰ ταῦτα καὶ οὗτοι· ὥσπερ καὶ ὁ Παῦλος, λέγων· Ὁ Κύριος ἐγγὺς, µηδὲν µεριµνᾶτε. Ἀλλὰ τότε οὐκ ἔγνωσαν, καίτοι λαβόντες τεκµήρια. Ὁ δὲ Χριστὸς ὥσπερ εἶπεν, Οὐ µετὰ πολλὰς ταύτας ἡµέρας, ἀγρυπνεῖν αὐτοὺς βουλόµενος, καὶ οὐκ ἐδήλωσε φανερῶς· οὕτω καὶ νῦν ποιεῖ. Ἄλλως δὲ, καὶ ἐκεῖνοι ἐνταῦθα οὐ περὶ συντελείας, ἀλλὰ περὶ βασιλείας ἐρωτῶσι· διὸ καὶ, Εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; ἔλεγον. Ὁ δὲ οὐδὲ τοῦτο αὐτοῖς ἐξεκάλυψε. Περὶ δὲ τοῦ τέλους καὶ πρὸ τούτου τοῦτο ἠρώτων· ἀλλ' οὐχ ὥσπερ ἐκεῖ ἀπεκρίνατο σφο δρότερον, ἀπάγων αὐτοὺς τοῦ νοµίζειν τὴν ἀπαλλαγὴν εἶναι πλησίον, καὶ ἐνέβαλεν εἰς τοὺς κινδύνους· οὕτω καὶ ἐνταῦθα, ἀλλ' ἡµερώτερον. Ἵνα γὰρ µὴ δοκῶσιν ὑβρίσθαι µηδὲ προφάσεις εἶναι ταῦτα, ἄκουσον καὶ πῶς εὐθέως αὐτοῖς δώσειν ἐπαγγέλλεται ἐφ' ᾧ ἐχάρησαν. Ἐπήγαγε γοῦν· Ἀλλὰ λήψεσθε δύναµιν ἐπελθόντος τοῦ ἁγίου Πνεύµατος ἐφ' ὑµᾶς, καὶ ἔσεσθέ µοι µάρτυρες ἔν τε Ἱερουσαλὴµ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαµαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Εἶτα, ἵνα µὴ πάλιν αὐτὸν ἐρωτῶσιν, εὐθέως ἀνελήφθη. Καθάπερ οὖν ἐκεῖ τῷ φόβῳ αὐτοὺς ἐσκότωσε, καὶ τῷ εἰπεῖν, οὐκ οἶδα· οὕτω καὶ ἐνταῦθα, τὸ Ἀνελήφθη εἰπών. Καὶ γὰρ πολλὴν τοῦ πράγµατος εἶχον τὴν ἐπιθυµίαν, καὶ οὐκ ἂν ἀπέστησαν, καὶ σφόδρα ἀναγκαῖον ἦν αὐτοὺς µὴ µαθεῖν. Εἰπὲ γάρ µοι· τί µᾶλλον ἀπιστοῦσιν Ἕλληνες; ὅτι συντέλεια ἔσται, ἢ ὅτι ὁ Θεὸς γέγονεν ἄνθρωπος, καὶ ἐκ Παρθένου προῆλθε µήτρας, καὶ µετὰ σαρκὸς ὤφθη ἀνθρώποις; ἆρ' οὐχὶ τοῦτο; Πάντως καὶ σὺ ἐρεῖς. Ἀλλὰ γὰρ αἰσχύνοµαι συνεχῶς ὑπὲρ τούτου λέγων, ὡς περὶ πράγµατός τινος ἀδιαφόρου. Εἶτα πάλιν ἵνα µὴ εἴπωσι,∆ ιατί ἐπαίρεις τὸ πρᾶγµα; Οὓς ὁ Πατὴρ, φησὶν, ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ µὴν µία Πατρὸς καὶ αὐτοῦ ἐξουσία, ὡς ὅταν λέγῃ· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἰ ἔνθα ἐργάσασθαι δεῖ, µετὰ τῆς αὐτῆς αὐτῷ πράττει ἐξουσίας· ἔνθα εἰδέναι χρὴ, οὐχὶ µετὰ τῆς αὐτῆς οἶδεν ἐξουσίας; Καὶ µὴν τοῦ µαθεῖν τὴν ἡµέραν πολλῷ µεῖζον τὸ νεκροὺς ἐγείρειν. Εἰ τὸ µεῖζον µετ' ἐξουσίας ποιεῖ, οὐ πολλῷ µᾶλλον τὸ ἕτερον;
2.2
Ἀλλ' ἵνα µάθητε, ἐπὶ ὑποδείγµατος ποιήσω τοῦτο φανερόν. Ὥσπερ ὅταν ἴδωµεν παιδίον ἀποκλαιόµενον, καὶ συνεχῶς βουλόµενόν τι λαβεῖν παρ' ἡµῶν οὐκ ἀναγκαῖον αὐτῷ, µᾶλλον ἀποκρύψαντες, γυµνὰςδείκνυµεν τὰς χεῖρας, λέγοντες, Ἰδοὺ οὐκ ἔχοµεν· οὕτω καὶ αὐτὸς τοῖς ἀποστόλοις πεποίηκεν. Ἀλλ' ὥσπερ τὸ παιδίον ἐκεῖνο, καὶ µὴ δεικνύντων ἡµῶν ἐπίκειται κλαῖον, εἰδὸς ὅτι ἐξηπάτηται· εἶτα ἀφέντες ἄπιµεν λέγοντες· Καλεῖ µε ὁ δεῖνα, καὶ ἕτερόν τι ἀντ' αὐτοῦ διδόαµεν, βουλόµενοι αὐτὸ ἀπαγαγεῖν τῆς προαιρέσεως, καὶ θαυµάζοντες ἐκεῖνο ἀντὶ τούτου, καὶδόντες ἀποπηδῶµεν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἐζήτουν ἐκεῖνοι λαβεῖν· ἔφη οὗτος µὴ ἔχειν. Ὅµως καὶ πρῶτον ἐφόβησεν· ἐπεὶ δὲ πάλιν ἐζήτουν, ἔφη πάλιν µὴ ἔχειν. Πλὴν οὐ φοβεῖ νῦν, ἀλλὰ µετὰ τὸ δεῖξαι τοῦτο ὃ πεποίηκε, λέγει καὶ εὐπρόσωπον ἀφορµήν· ὅτι Ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τί οὖν; σὺ οὐκ οἶδας τὰ τοῦ Πατρός; ἀλλ' αὐτὸν µὲν γινώσκεις, τὰ δὲ αὐτοῦ οὐκέτι; Αὐτὸς εἶπας· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ µὴ ὁ Υἱός· καὶ, Τὸ µὲν Πνεῦµα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· σὺ δὲ οὐδὲ τοῦτο οἶδας; Ἄπαγε. Οὐχ ἵνα τοῦτο ὑποπτεύσωµεν, τοῦτο εἴρηκεν· ἀλλ' ἀγνοεῖν προσποιεῖται, τῆς ἀκαίρου ζητήσεως ἀπάγων αὐτούς. Ἐφοβήθησαν οὖν ἐρωτῆσαι πάλιν, ἵνα µὴ ἀκούσωσι· Καὶ ὑµεῖς ἀσύνετοί ἐστε; Πολλῷ γὰρ µᾶλλον αὐτὸν ἐφοβοῦντο νῦν, ἢ τὸ πρότερον. Ἀλλὰ λήψεσθε δύναµιν ἐπελθόντος τοῦ ἁγίου Πνεύµατος ἐφ' ὑµᾶς. Ὥσπερ γὰρ ἐκεῖ οὐ πρὸς ἃ ἠρώτησαν ἀπεκρίνατο( διδασκάλου γὰρ τοῦτό ἐστι, µὴ ἃ βούλεται ὁ µαθητὴς, ἀλλ' ἃ συµφέρει µαθεῖν, διδάσκειν)· οὕτω καὶ νῦν, ἃ ἔδει µαθεῖν διὰ τοῦτο προλέγει, ἵνα µὴ ταραχθῶσιν. Ἄρα ἔτι ἀσθενεῖς ἦσαν. Ὥστε δὲ παῤῥησιάζεσθαι, ἐπῆρεν αὐτῶν τὰς ψυχὰς, καὶ τὰ φορτικὰ συνεκάλυψεν. Ἐπειδὴ γὰρ ἔµελλεν αὐτοὺς µικρὸν ὕστερον λοιπὸν καταλιµπάνειν, ταῦτα διαλεγόµενος οὐδὲν λέγει λυπηρὸν ἁπλῶς· ἀλλὰ τί; Μετ' ἐγκωµίου τὰ λυπηρά φησι, µονονουχὶ λέγων, Μὴ φοβηθῆτε· Λήψεσθε γὰρ δύναµιν ἐπελθόντος τοῦ ἁγίου Πνεύµατος ἐφ' ὑµᾶς, καὶ ἔσεσθέ µοι µάρτυρες ἔν τε Ἱερουσαλὴµ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαµαρείᾳ. Ἐπειδὴ γὰρ εἶπεν· Εἰς ὁδὸν ἐθνῶν µὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαµαρειτῶν µὴ εἰσέλθητε· νῦν δὲ βούλεται ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαµαρείᾳ κηρύσσειν αὐτούς· καὶ ἃ τότε οὐκ εἶπεν, ἐνταῦθα προσέθηκε, Καὶ ἕως ἐσχάτου τῆς γῆς, λέγων. Καὶ τὸ πάντων φοβερώτερον εἰπὼν, ἵνα µὴ πάλιν αὐτὸν ἐρωτῶσι, Βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλµῶν αὐτῶν. Ὁρᾷς ὅτι αὐτοὶ ἐκήρυξαν, καὶ ἐπλήρωσαν τὸ Εὐαγγέλιον; Ὄντως µέγα αὐτοῖς ἐχαρίσατο. Ὅπου δεδοίκατε. φησὶν, ἐν Ἱεροσολύµοις, ἐκεῖ κηρύξατε πρῶτον, καὶ ὕστερον ἕως ἐσχάτου τῆς γῆς. Εἶτα πάλιν τῶν λεχθέντων ἡ πίστις· Βλεπόντων αὐτῶν ἐπήρθη, φησί. Βλεπόντων µὲν γὰρ οὐκ ἀνέστη· Βλεπόντων δὲ ἐπήρθη· ἐπειδὴ οὐδὲ ἐνταῦθα ἡ ὄψις τὸ πᾶν ἴσχυσε. Καὶ γὰρ τῆς ἀναστάσεως τὸ µὲν τέλος εἶδον, τὴν δὲ ἀρχὴν οὐκέτι· καὶ τῆς ἀναλήψεως τὴν µὲν ἀρχὴν εἶδον, τὸ δὲ τέλος οὐκέτι. Παρεῖλκε γὰρ ἐκεῖνο τὸ τὴν ἀρχὴν ἰδεῖν, αὐτοῦ τοῦ ταῦτα φθεγγοµένου παρόντος, καὶ τοῦ µνήµατος δηλοῦντος, ὅτι οὐκ ἔστιν ἐκεῖ· ἀλλὰ τὸ µετὰ τοῦτο λόγῳ ἔδει µαθεῖν. Ἐπειδὴ γὰρ οὐκ ἀρκοῦσιν οἱ ὀφθαλµοὶ δεῖξαι τὸ ὕψος, οὐδὲ παιδεῦσαι πότερον εἰς τὸν οὐρανὸν ἀνῆλθεν, ἢ ὡς εἰς τὸν οὐρανὸν, ὅρα τί γίνεται. Ὅτι µὲν αὐτός ἐστιν ὁ Ἰησοῦς, ᾔδεσαν ἐξ ὧν διελέγετο πρὸς αὐτοὺς( πόῤῥωθεν γὰρ οὐκ ἐνῆν ἰδόντας γνῶναι)· ὅτι δὲ εἰς τὸν οὐρανὸν ἀναλαµβάνεται, αὐτοὶ λοιπὸν ἐδίδασκον οἱ ἄγγελοι. Ὅρα, πῶς οὐ πάντα Πνεύµατι, ἀλλὰ καὶ ὄψει γενέσθαι οἰκονοµεῖται.∆ ιατί δὲ νεφέλη ὑπέλαβεν αὐτόν; Καὶ τοῦτο τεκµήριον, ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν. Οὐ πῦρ, ὡς ἐπὶ Ἠλίου, οὐδὲ ἅρµα πύρινον· ἀλλὰ νεφέλη αὐτὸν ὑπέλαβεν, ὃ τοῦ οὐρανοῦ σύµβολον ἦν, καθὼς ὁ προφήτης φησίν· Ὁ τιθεὶς νέφει τὴν ἐπίβασιν αὐτοῦ, εἰ καὶ περὶ τοῦ Πατρὸς εἴρηται τοῦτο.∆ ιὰ τοῦτο λέγει, ὅτι Ἐπὶ νεφέλης, δεικνὺς, ὅτι ἐν τῷ συµβόλῳ αὐτῷ τῆς θείας δυνάµεως· οὐδαµοῦ γὰρ ἄλλη τις δύναµις ἐπὶ νεφέλης φαίνεται. Ἄκουε πάλιν, τί φησιν ἄλλος προφήτης· Ὁ Θεὸς κάθηται ἐπὶ νεφέλης κούφης.
2.3
Περὶ ἀναγκαίου γὰρ τῆς ἐρωτήσεως οὔσης, καὶ προσεχόντων αὐτῶν σφόδρα τοῖς λεγοµένοις, καὶ διεγηγερµένων καὶ οὐ νυσταζόντων, τοῦτο γέγονε. Καὶ ἐν τῷ ὄρει δὲ νεφέλη δι' αὐτὸν, ὅτε Μωϋσῆς εἰσῆλθεν εἰς τὸν γνόφον· ἀλλ' οὐ δι' ἐκεῖνον ἦν ἡ νεφέλη. Καὶ οὐκ εἶπεν, ὅτι Πορεύοµαι, µόνον, ἵνα µὴ πάλιν ἀλγήσωσιν· ἀλλ' εἶπε καὶ, ὅτι Τὸ Πνεῦµα πέµπω. Ἄρα ὅτι εἰς τὸν οὐρανὸν ἀπῄει, διὰ τῶν ὀφθαλµῶν ἐµάνθανον. Βαβαὶ οἵου θεάµατος κατηξιώθησαν! Καὶ ὡς ἀτενίζοντες ἦσαν, φησὶν, εἰς τὸν οὐρανὸν πορευοµένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖςἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐµβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑµῶν εἰς τὸν οὐρανόν· δεικτικῶς ἐχρήσαντο τῇ λέξει, Οὗτος, εἰπόντες, ὁ ἀναληφθεὶς ἀφ' ὑµῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόµενον εἰςτὸν οὐρανόν. Πάλιν τὸ σχῆµα φαιδρόν. Ἄγγελοι γὰρ ἀθρόον τινὲς εἰς τύπον ἀνθρώπων σχηµατισθέντες ἐπέστησαν, καί φασιν· Ἄνδρες Γαλιλαῖοι. Ἀξιόπιστοι λοιπὸν ἐδόκουν ἐκείνοις ἐκ τοῦ εἰπεῖν, Ἄνδρες Γαλιλαῖοι. Τί γὰρ ἔδει τοὺς εἰδότας τὴν πατρίδα µαθεῖν, εἰ µὴ τοῦτο ἦν; Καὶ τῷ σχήµατι δὲ ἐπέστρεψαν, καὶ ἐδήλουν, ὅτι ἀπὸ τοῦ οὐρανοῦ εἰσι.∆ ιατί µὴ ταῦτα αὐτὸς αὐτοῖς λέγει, ἀλλ' οἱ ἄγγελοι;∆ ιελέχθη αὐτοῖς προλαβὼν αὐτὸς πάντα, ὥστε ἀναµιµνήσκοντος ἦν αὐτοὺς διὰ τῶν ἀγγέλων ἅπερ ἤκουσαν. Καὶ οὐκ εἶπον, Ὃν ἐθεάσασθε ἀναληφθέντα, ἀλλὰ, Πορευόµενον εἰς τὸν οὐρανὸν, δηλῶν ὅτι ἀνάβασίς ἐστιν ἡ ἀνάληψις· σαρκὸς δὲ τὸ ἀναληφθῆναί ἐστι.∆ ιὰ τοῦτό φασιν· Ὁ ἀναληφθεὶς ἀφ' ὑµῶν, οὕτως ἐλεύσεται· οὐ Πεµφθήσεται, ἀλλ' Ἐλεύσεται. Ποῦ οὖν τὸ ἔλαττον; Νεφέλη ὑπέλαβεν αὐτόν. Καλῶς. Αὐτὸς γὰρ ἐπέβη τῆς νεφέλης· διότι Ὁ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβάς. Σὺ δέ µοι ὅρα, πῶς τὰ µὲν κατὰ τὴν ἐκείνων διάνοιαν φθέγγονται, τὰ δὲ ἀξίως τοῦ Θεοῦ. Ἐπήρθη λοιπὸν ἡ διάνοια τῶν ὁρώντων· ἐχαρίσατο αὐτοῖς τῆς δευτέρας παρουσίας οὐ µικρὸν γνώρισµα. Τὸ γὰρ, Οὕτως ἐλεύσεται, τοῦτο δηλοῦντός ἐστι· µετὰ τοῦ σώµατος, φησὶν, ὃ ἐπόθουν ἀκοῦσαι· καὶ ὅτι πάλιν εἰς κρίσιν ἥξει οὕτως ἐπὶ νεφέλης. Καὶ ἰδοὺ, φησὶν, ἄνδρες δύο παρεστήκεισαν.∆ ιατί εἶπεν, Ἄνδρες; Ἀκριβῶς γὰρ ἑαυτοὺς ἀπετύπωσαν εἰς ἄνδρας ὡς µὴ πτοηθῆναι. Οἳ καὶ εἶπον· Τί ἑστήκατε ἐµβλέποντες εἰς τὸν οὐρανόν; Ἅµα κολακευόντων ἦν τὰ ῥήµατα, καὶ οὐκ ἐώντων αὐτοὺς προσδοκᾷν αὐτὸν πάλιν εὐθέως. Οὗτοι τὸ µὲν µεῖζον λέγουσι, τὸ δὲ ἔλαττον οὐκέτι. Ὅτι µὲν γὰρ οὕτως ἐλεύσεται, καὶ ὡς ἐξ οὐρανοῦ αὐτὸν χρὴ προσδέξασθαι, φασί· τὸ δὲ πότε, σιγῶσι. Λοιπὸν ἀπὸ τῆς θέας ἐκείνης ἐπέστρεψαν αὐτοὺς πρὸς τὸν αὐτῶν λόγον· ἵνα µὴ διὰ τὸ µὴ δύνασθαι θεωρεῖν, νοµίσωσιν αὐτὸν µὴ ἀνεληλυθέναι, ἀλλ' ἐν ᾧ διαλέγονται φθάσειν. Εἰ γὰρ πρὸ τούτου ἔλεγον, Ποῦ ὑπάγεις; πολλῷ µᾶλλον καὶ νῦν ἂν εἶπον· Εἰ ἐν τῷ χρόνῳ τούτῳ, φησὶν, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Οὕτως ᾔδεσαν αὐτοῦ τὸ ἥµερον, ὅτι καὶ µετὰ τὸ παθεῖν ἐρωτῶσιν αὐτὸν, Εἰ ἀποκαθιστάνεις; Καὶ µὴν ἔµπροσθεν εἶπεν αὐτοῖς, ὅτι Μελλήσετε ἀκούειν πολέµους, καὶ ἀκοὰς πολέµων· ἀλλ' οὔπω τὸ τέλος, οὐδὲ τὰ Ἱεροσόλυµα ἁλώσεται. Νῦν δὲ περὶ βασιλείας ἐρωτῶσιν, οὐ περὶ συντελείας. Ἄλλως δὲ, οὐδὲ µακρὸν λοιπὸν πρὸς αὐτοὺς ἀποτείνει λόγον µετὰ τὴν ἀνάστασιν. Ὡς δὴ οὖν καὶ αὐτοὶ εὐδοκιµήσοντες, εἰ τοῦτο γένοιτο, ἐρωτῶσιν. Αὐτὸς δὲ ὅτι οὐκ ἀποκαθιστάνει, οὐκ ἐδήλωσε. Τί γὰρ ἦν τοῦτο ἀναγκαῖον αὐτοὺς µαθεῖν;∆ ιά τοι τοῦτο καὶ δεδοικότες οὐκ ἔτι εἶπον· Τί τὸ σηµεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος; ἀλλ', Εἰ τὴν βασιλείαν τῷ Ἰσραὴλ ἀποκαθιστάνεις; Ἐνόµιζον γὰρ αὐτὴν ἤδη παρεῖναι. Αὐτὸς δὲ καὶ ἐν παραβολαῖς ἔδειξεν, ὅτι οὐκ ἐγγύς· καὶ ἔνθα ἠρώτησαν, οὐ πρὸς αὐτὸ ἀπεκρίνατο, ἀλλὰ, Λήψεσθε, φησὶ, δύναµιν ἐπελθόντος τοῦ ἁγίου Πνεύµατος ἐφ' ὑµᾶς. Ὅρα, Ἐπελθόντος, οὐ, Πεµφθέντος, εἶπεν, ἵνα τὸ ἰσότιµον δείξῃ. Πῶς οὖν, ὦ πνευµατοµάχε, κτίσµα τολµᾷς εἰπεῖν; Καὶ ἔσεσθέ µοι µάρτυρες. Ἠνίξατο τὴν ἀνάληψιν· µᾶλλον δὲ ἃ ἤδη προήκουσαν, καὶ νῦν αὐτοὺς πάλιν ἀνέµνησεν. Ἤδη ἐδείχθη, ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθε. Νεφέλη καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, φησί· τοῦτο γὰρ δηλοῖ τὸ, Νεφέλη ὑπέλαβεν αὐτόν· τὸν τοῦ οὐρανοῦ φησι∆ εσπότην. Καθάπερ γὰρ βασιλέα δείκνυσιν ὄχηµα βασιλικὸν, οὕτω καὶ ἐπ' αὐτὸν ἐπέµφθη τὸ ὄχηµα τὸ βασιλικὸν, ἵνα µηδὲν φθέγξωνται λυπηρὸν, µηδὲ τὸαὐτὸ πάθωσιν, ὅπερ ὁ Ἐλισσαῖος, τοῦ διδασκάλου ἀναληφθέντος, διαῤῥήξας τὸν χιτωνίσκον. Καὶ τί φασιν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑµῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται· καὶ, Ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς. Εἰκότως. Ἐπὶ στόµατος γὰρ δύο µαρτύρων σταθήσεται πᾶν ῥῆµα. Καὶ ταῦτα αὐτὰ φθέγγονται. Καὶ Ἐν ἐσθῆτι, φησὶ, λευκῇ. Ὥσπερ ἤδη ἄγγελονεἶδον ἐπὶ τοῦ µνήµατος ἐν ἐσθήσεσιν ἀναστραπτούσαις, καὶ προεῖπεν αὐτῶν καὶ τὴν διάνοιαν· οὕτω καὶ τῆς ἀναλήψεως αὐτοῦ κήρυξ ἄγγελος γίνεται· εἰ καὶ οἱ προφῆται πολλαχοῦ προεῖπον, ὥσπερ καὶ περὶ τῆς ἀναστάσεως.
2.4
Πανταχοῦ ἄγγελοι γίνονται κήρυκες, ὡς ἐπὶ τῆς γεννήσεως, ὡς πρὸς τὴν Μαρίαν πάλιν, ὡς ἐπὶ τῆς ἀναστάσεως· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναλήψεως· µᾶλλον δὲ καὶ ἐπὶ τῆς δευτέρας παρουσίας ἄγγελοι φανοῦνται προτρέχοντες. Εἰπόντες δὲ, Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑµῶν, ἵνα µὴ αὐτοὺς ἐξαπορήσωσιν, ἐπήγαγον· Οὕτως ἐλεύσεται. Ἀνέπνευσαν µικρὸν ἀκούσαντες, ὅτι πάλιν ἐλεύσεται, καὶ ὅτι οὕτω, καὶ οὐκ ἔσται ἀπρόσιτος. Καὶ τὸ Ἀφ' ὑµῶν δὲ, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τῆς ἀγάπης ἐστὶ παραστατικὸν τῆς εἰς αὐτοὺς, καὶ τῆς ἐκλογῆς, καὶ ὅτι οὐκ ἀφήσει, οὓς ἐξελέξατο. Τῆς µὲν οὖν ἀναστάσεως αὐτὸς γέγονε µάρτυς( πάντων γὰρ τοῦτο θαυµασιώτερον ἦν µετὰ τὸν τόκον, µᾶλλον δὲ καὶ πρὸ τοῦ τόκου, τὸ ἑαυτὸν ἀναστῆσαι. Λύσατε γὰρ, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡµέραις ἐγὼ ἐγερῶ αὐτόν)· τῆς δὲ µελλούσης παρουσίας, οἱ ἄγγελοι, Οὕτως ἐλεύσεται, λέγοντες. Εἴ τις τοίνυν ἐπιθυµεῖ τὸν Χριστὸν ἰδεῖν, εἴ τις ἀλγεῖ, ὅτι οὐκ εἶδεν αὐτὸν, τοῦτο ἀκούσας, βίον θαυµαστὸν ἐπιδεικνύσθω, καὶ πάντως ὄψεται, καὶοὐκ ἀποτεύξεται. Μετὰ γὰρ πλείονος ἥξει δόξης· πλὴν οὕτω µετὰ νεφέλης, οὕτω µετὰ σώµατος· καὶ πολλῷ θαυµασιώτερον ἰδεῖν αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ καταβαίνοντα, ἢ ἀπὸ τῆς γῆς ἀναβαίνοντα. Ὅτι µὲν οὖν ἥξει, εἶπον· ἐπὶ τίνι δὲ, οὐκέτι προσέθηκαν. Τοῦτο τὴν ἀνάστασιν βεβαιοῖ. Εἰ γὰρ µετὰ σώµατος ἀνελήφθη, πολλῷ µᾶλλον µετὰ σώµατος ἀνέστη. Ποῦ εἰσιν οἱ διαπιστοῦντες τῇ ἀναστάσει; τίνες εἰσίν; εἰπέ µοι· Ἕλληνες, ἢ Χριστιανοί; ἀγνοῶ γάρ· µᾶλλον δὲ οἶδα ἀκριβῶς. Ἕλληνες γάρ εἰσιν, οἱ καὶ τῇ δηµιουργίᾳ τῆς κτίσεως διαπιστοῦντες. Τῶν γὰρ αὐτῶν ἐστι µὴ συγχωρεῖν ἐξ οὐκ ὄντων ποιεῖν τι τῷ Θεῷ, καὶ τὰ κείµενα µὴ λέγειν αὐτὸν ἀνιστᾷν. Εἶτα αἰσχυνόµενοι, ὅτι οὐκ ἴσασι τὴν δύναµιν τοῦ Θεοῦ, ἵνα µὴ τοῦτο ἐγκαλῶνται, φασίν· Οὐ διὰ τοῦτο ταῦτα λέγοµεν, ἀλλ' ὅτι οὐ χρεία σώµατος. Εὔκαιρον ἀληθῶς εἰπεῖν· Ὁ γὰρ µωρὸς µωρὰ λαλήσει. Οὐκ αἰσχύνεσθε ἐξ οὐκ ὄντων οὐδὲν διδόντες ποιεῖν τὸν Θεόν; Εἰ δὲ ἐξ ὄντων ποιεῖ, τί διαφέρει τῶν ἀνθρώπων; Ἀλλὰ πόθεν, φησὶ, τὰ κακά; Μὴ γὰρ, ἐπειδὴ οὐκ οἶδας πόθεν, ἕτερον ὀφείλεις ἐπεισάγειν κακὸν ἐν τῇ γνώσει τῶν κακῶν;∆ ύο γὰρ γίνεται ἄτοπα· ἓν µὲν οὖν, ὅτι τοῦτο λέγειν τολµᾷς· εἰ γὰρ µὴ λέγεις ἐξ οὐκ ὄντων τὰ ὄντα ποιεῖν τὸν Θεὸν, πολλῷ µᾶλλον οὐκ εἴσῃ πόθεν τὰ κακά· ἕτερον δὲ, ὅτι ἀγένητον τὴν κακίαν τοῦτο λέγων εἰσάγεις. Ἐννόησον, ὅσον ἐστὶ χαλεπὸν, βουλόµενον εὑρεῖν τὴν πηγὴν τῶν κακῶν, ταύτην τε ἀγνοῆσαι, καὶ ἑτέραν προσθεῖναι αὐτῇ. Ζήτει πόθεν τὰ κακὰ, καὶ µὴ βλασφήµει τὸν Θεόν. Καὶ πῶς βλασφηµῶ, φησί; Τί λέγεις; οὐ βλασφηµεῖς, ὅταν ἀγένητον εἰσάγῃς τὸ κακόν; ὅταν ἴσον δύνασθαι τῷ Θεῷ συγχωρῇς; ὅταν ἰσοσθενῆ δύναµιν εἰσάγῃς τῶν κακῶν; ὅταν ἀγένητον; Ὅρα γὰρ, τί φησιν ὁ Παῦλος· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσµου τοῖς ποιήµασι νοούµενα καθορᾶται. Ὁ µέντοι διάβολος ἀµφότερα ἔφησεν εἶναι τῆς ὕλης, ἵνα µηδαµόθεν λοιπὸν τὸν Θεὸν ἐπιγνῶµεν. Τί γὰρ δυσκολώτερον; εἰπέ µοι· τὸ φύσει κακὸν καλὸν ποιῆσαι( εἴ γέ τί ἐστι· καθ' ὑµᾶς γὰρ λέγω· φύσει γὰρ οὐδὲν ἔστι ποιῆσαι κακὸν καλοῦ συνεργὸν), ἢ τὸ ἐξ οὐκ ὄντων; Τί εὐκολώτερον( ὡς ἐπὶ ποιότητος λέγω), τὴν οὐκ οὖσαν ποιότητα εἰσαγαγεῖν, ἢ τὴν οὖσαν µεταβαλεῖν εἰς τὸ ἐναντίον; τί εὐκολώτερον, τὴν οὐκ οὖσαν οἰκίαν ποιῆσαι, ἢ τὴν ἔρηµον οὖσαν ἄνωθεν ἐργάσασθαι; Εὔδηλον, ὅτι ἐκεῖνο. Οὐκοῦν τοῦτο ἀδύνατον. Ὥσπερ οὖν τοῦτο ἀµήχανον, οὕτω καὶ ἐκεῖνο ἀδύνατον, εἰς τὸ ἐναντίον λέγω τὸ ἐνεργεῖν.
2.5
Εἰπέ µοι, τί δυσκολώτερον; µύρον κατασκευάσαι, ἢ τὸν βόρβορον βιάσασθαι τὰ τοῦ µύρου ἐργάσασθαι; Τί εὐκολώτερον, εἰπέ µοι, τούτων( ἐπειδὴ τοῖς ἡµετέροις λογισµοῖς τὸν Θεὸν ὑποβάλλοµεν, ἀλλ' οὐχ ἡµεῖς· µὴ γένοιτο· ἀλλ' ὑµεῖς), ὀφθαλµοὺς πλάσαι, ἢ τυφλὸν ποιῆσαι βλέπειν µένοντα τυφλὸν, καὶ ὀξυωπέστερον τοῦ βλέποντος, καὶ τῇ τυφλότητι ἀποχρήσασθαι εἰςβλέψιν, καὶ τῇ κωφότητι εἰς ἀκοήν; Ἐµοὶ δοκεῖ ἐκεῖνο. Τὸ δυσκολώτερον οὖν δίδως τῷ Θεῷ, εἰπέ µοι, καὶ τὸ εὐκολώτερον οὐχί; Τί λέγω τοῦτο; Ἀλλὰ καὶ τὰς ψυχὰς ἐκ τῆς οὐσίας αὐτοῦ εἶναί φασιν. Ἀλλ' ὅρα, πόσα τὰ ἀσεβῆ καὶ ἀνόητα. Πρῶτον, βουλόµενοι δεῖξαι, ὅτι ἐκ τοῦ Θεοῦ τὰ κακὰ, ἕτερον τούτου ἀσεβέστερον ἐπεισάγουσιν· ὁµόχρονα γὰρ αὐτῷ, καὶ οὐδενὸς αὐτῶν πρεσβύτερον τὸν Θεὸν λέ γουσι, τὸ γέρας τὸ µέγα καὶ αὐτοῖς διδόναι τολµῶντες.∆ εύτερον, καὶ ἀνώλεθρον τὴν κακίαν φασίν· οὐ γὰρ τὸ ἀγέννητον ἀναιρεῖται. Ὁρᾶτε τὴν βλασφηµίαν; Ὥστε ἀνάγκη, ἢ µηδὲν τοῦ Θεοῦ εἶναι· ἢ, εἰ µὴ ταῦτα, καὶ Θεὸν µὴ εἶναι. Τρίτον ὅπερ ἔφην, ταύτῃτοι πολεµοῦσι καὶ αὐτοὶ ἑαυτοῖς, καὶ προσαγανακτεῖν τὸν Θεὸν µᾶλλον παρασκευάζουσιν. Τέταρτον, τὴν ἄστατον ὕλην τοσαύτην ἐπιτηδειότητα ἔχειν διδόασι. Πέµπτον, τῆς ἀγαθότητος τοῦ Θεοῦ τὴν πονηρίαν αἰτίαν φασὶ γεγενῆσθαι, καὶ ὅτι χωρὶς ταύτης ὁ ἀγαθὸς οὐκ ἦν ἀγαθός. Ἕκτον, τὰς ὁδοὺς ἡµῖν ἀποκλείουσι τῆς θεογνωσίας. Ἕβδοµον, τὸν Θεὸν εἰς ἀνθρώπους κατάγουσι, καὶ φυτὰ, καὶ ξύλα. Εἰ γὰρ ἡ µὲν ἡµετέρα ψυχὴ τῆς τοῦ Θεοῦ οὐσίας ἐστὶν, ἡ δὲ µετενσωµάτωσις καὶ εἰς σικυοὺς καὶ πέπονας ἐκβαίνει καὶ κρόµµυα· ἄρα τοῦ Θεοῦ ἡ οὐσία εἰς σικυοὺς ἔσται. Κἂν µὲν εἴπωµεν, ὅτι Πνεῦµα ἅγιον ναὸν ἔπλασεν ἐν τῇ Παρθένῳ, καταγελῶσιν· ἂν, ὅτι ἐνῴκησεν ἐν τῷ πνευµατικῷ ναῷ, πάλιν γελῶσιν. Αὐτοὶ δὲ καὶ εἰς σικυοὺς καὶ πέπονας, καὶ µυίας, καὶ κάµπας, καὶ ὄνους τοῦ Θεοῦ τὴν οὐσίαν κατάγοντες οὐκ αἰσχύνονται, καινόν τιναεἰδωλολατρείας ἐξευρίσκοντες τρόπον. Ἀλλ' οὐ τὸ κρόµµυον ἐν τῷ Θεῷ· ἀλλ' ὁ Θεὸς ἐν τῷ κροµµύῳ ἐστί. Μὴ γὰρ τὸ κρόµµυον ἔστω Θεός. Τί φεύγεις τὴν µετενσωµάτωσιν τοῦ Θεοῦ; Αἰσχρὸν, φησὶν, ἐστίν. Οὐκοῦν πολλῷ µᾶλλον τοῦτο αἰσχρόν. Ἀλλ' οὐκ αἰσχρόν; Πῶς; Ὅπερ γὰρ ἂν εἰς ἡµᾶς γένηται, ὄντως αἰσχρόν. Εἴδετε συρφετὸν ἀσεβείας; Ἀλλὰ διατί οὐ βούλονται ἀνίστασθαι σῶµα; Τί δὲ καὶ ἐροῦσιν; Ὅτι τὸ σῶµα πονηρόν; Πόθεν οὖν οἶδας, εἰπέ µοι, τὸν Θεόν; πόθεν ἔχεις τῶν ὄντων τὴν γνῶσιν; Ὁ δὲ φιλόσοφος πόθεν φιλόσοφος, εἰ µηδὲν συντελεῖ τὸ σῶµα; Πήρωσον τὰς αἰσθήσεις, καὶ µάθε τι τῶν δεόντων. Τί δὲ µωρότερον ψυχῆς γένοιτ' ἂν, εἰ ἐξ ἀρχῆς τὰς αἰσθήσεις εἴη πεπηρωµένη; Εἰ γὰρ ἑνὸς µέρους µόνον πήρωσις, τοῦ ἐγκεφάλου λέγω, τὸ πᾶν αὐτῆς βλάβη γίνεται· εἰ µέλλοι καὶ τὰ ἄλλα πεπηρῶσθαι, ποῦ χρήσιµος ἔσται;∆ εῖξόν µοι χωρὶς σώµατος ψυχήν. Ἢ οὐκ ἀκούεις ἰατρῶν λεγόντων· Νόσος γὰρ παροῦσα δεινῶς ψυχὴν ἀµαυροῖ; Μέχρι τίνος οὐκ ἀπάγξεσθε; Τὸ σῶµα τῆς ὕλης ἐστίν; εἰπέ µοι. Καλῶς. Οὐκοῦν ἔδει µισεῖν αὐτό· τί τοίνυν αὐτὸ τρέφεις; τί θάλπεις;[ Οὐκοῦν ἔδει ἀναιρεῖν σαυτόν;] οὐκοῦν ἔδει ἀπαλλάττεσθαι τοῦ δεσµωτηρίου. Ἄλλως δὲ, ὁ Θεὸς οὐ δύναται περιγενέσθαι τῆς ὕλης, ἂν µὴ συµπλακῇ. Ἐπιτάξαι γὰρ οὐ δύναται, ἕως ἂν οὐ συγγένηται αὐτῇ, καὶ δι' ὅλης σταθῇ. Ὢ τῆς ἀσθενείας! Καὶ βασιλεὺς µὲν ἐπιτάττων πάντα ποιεῖ, ὁ δὲ Θεὸς τοῖς πονηροῖς οὐκ ἐπιτάττων; Ὅλως δὲ εἰ ἀγαθοῦ τινος ἄµοιρος ἦν, οὐκ ἂν ἔστη ἡ ὕλη. Οὐ γὰρ ἔχει φύσιν ἡ πονηρία συνίστασθαι, ἂν µή τινος ἐπιλάβηται τῶν τῆς ἀρετῆς· ὥστε εἰ πρὸ τούτου ἀµιγὴς ἦν ἀρετῆς, πάλαι ἂν διεφθάρη· καὶ γὰρ τοῦτον ἔχει τὸν τρόπον τὰ κακά. Ἔστω τις ἀσελγὴς, καὶ µηδὲ ὅλως ἑαυτοῦ κατεχέτω, εἰ ζήσεται δέκα ἡµέρας; Ἔστω τις λῃστὴς καὶ πρὸς πάντας ἀσυνείδητος, ἔστω καὶ πρὸς τοὺς συλλῃστεύοντας, εἰ ζήσεται ὅλως; Ἔστω τις κλέπτης ἀναίσχυντος, καὶ µὴ ἐρυθριάτω, ἀλλὰ δηµοσίᾳ κλεπτέτω, εἰ βιώσεται ὁ τοιοῦτος; Οὐκ ἔχει φύσιν τὰ κακὰ συνίστασθαι, ἂν µὴ καὶ µικρόν τι παρὰ τῶν ἀγαθῶν λάβῃ, ὥστε κατ' αὐτοὺς ὁ Θεὸς αὐτὰ συνέστησεν. Ἔστω πόλις ἀνδρῶν πονηρῶν, εἰ στήσεταί ποτε; Πονηροὶ δὲ ἔστωσαν, µὴ πρὸς τοὺς ἀγαθοὺς, ἀλλὰ καὶ πρὸς ἑαυτούς. Ἀλλ' οὐ δυνατὸν στῆναι. Ὄντως ἐµωράνθησαν φάσκοντες εἶναι σοφοί. Εἰ τὸ σῶµα κακὸν, πάντα ἁπλῶς καὶ εἰκῆ τὰ ὁρώµενα, καὶ ὕδωρ, καὶ γῆ, καὶ ἥλιος, καὶ ἀήρ. Καὶ γὰρ καὶ ὁ ἀὴρ σῶµα, εἰ καὶ µὴ παχὺ καὶ ναστόν. Εὔκαιρον οὖν εἰπεῖν·∆ ιηγήσαντό µοι παράνοµοι ἀδολεσχίας. Ἀλλὰ µὴ ἀνεχώµεθα, ἀλλ' ἀποτειχίσωµεν αὐτοῖς τὰς ἀκοάς. Ἔστι γὰρ, ἔστι σωµάτων ἀνάστασις. Τοῦτο ὁ τάφος δηλοῖ ὁ ἐν Ἱεροσολύµοις· τοῦτο τὸ ξύλον, ἔνθα προσεδέθη καὶ ἐµαστιγώθη. Συνεφάγοµεν γὰρ αὐτῷ, φησὶ, καὶ συνεπίοµεν. Πιστεύωµεν τοίνυν τῇ ἀναστάσει, καὶ πράττωµεν ἄξια ταύτης, ἵνα καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗτῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.