In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
36.0
Κατὰ δὲ τὸ µεσονύκτιον Παῦλος καὶ Σίλας προσευ χόµενοι ὕµνουν τὸν Θεόν· καὶ ἐπηκροῶντο αὐτῶν οἱ δέσµιοι. Ἄφνω δὲ σεισµὸς ἐγένετο µέγας, ὥστε σαλευθῆναι τὰ θεµέλια τοῦ δεσµωτηρίου· ἀνεῴχθησάν τε παραχρῆµα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσµὰ ἀνέθη.
36.1
Τί τούτων ἴσον γένοιτ' ἂν τῶν ψυχῶν; Ἐµαστίχθησαν πολλὰς πληγὰς λαβόντες, ὑβρίσθησαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, εἰς τὸ ξύλον ἦσαν ἐµβεβληµένοι, εἰς τὴν ἐσωτέραν φυλακήν· καὶ οὐδὲ οὕτω καθεύδειν ἠνείχοντο, ἀλλ' ἐπαννύχιζον. Ὁρᾶτε ὅσον ἡ θλῖψις ἀγαθόν; Ἡµεῖς δὲ οὐδὲ ἐν ἁπαλοῖς ὄντες στρώµασιν, οὐδένα δεδοικότες, ὅλην τὴν νύκτα καθεύδοµεν. Τάχα διὰ τοῦτο ἐπαννύχιζον, ἐπειδὴ ἐν τούτοις ἦσαν. Οὐχ ἡ τοῦ ὕπνου τυραννὶς αὐτοὺς εἷλεν, οὐχ ἡ ἀλγηδὼν ἔκαµψεν, οὐχ ὁ φόβος εἰς ἀπορίαν ἐνέβαλεν, ἀλλ' αὐτὰ δὴ ταῦτα πολλῷ µᾶλλον ἦν τὰδιεγείροντα αὐτοὺς, καὶ ἡδονῆς πληροῦντα πολλῆς. Κατὰ δὲ τὸ µεσονύκτιον ὕµνουν τὸν Θεὸν, φησὶν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσµιοι. Ξένον γὰρ ἐδόκει εἶναι καὶ παράδοξον. Ἄφνω δὲ σεισµὸς ἐγένετο µέγας, ὥστε σαλευθῆναι τὰ θεµέλια τοῦ δεσµωτηρίου· ἀνεῴχθησάν τε παραχρῆµα πᾶσαι αἱ θύραι, καὶ πάντων τὰ δεσµὰ ἀνέθη. Σεισµὸς ἐγένετο, ὥστε ἀφυπνισθῆναι ἐκεῖνον, καὶ αἱ θύραι ἀνεῴχθησαν, ὥστε θαυµάσαι τὸ γεγονός. Ταῦτα οἱ δεσµῶται οὐχ ἑώρων· ἦ γὰρ ἂν ἔφυγον ἅπαντες. Ἔξυπνος δὲ γενόµενος ὁ δεσµοφύλαξ, καὶ ἰδὼν ἀνεῳγµένας τὰς θύρας τῆς φυλακῆς, σπασάµενος µάχαιραν ἔµελλεν ἑαυτὸν ἀναιρεῖν, νοµίζωνἐκπεφευγέναι τοὺς δεσµίους. Ἐφώνησε δὲ φωνῇ µεγάλῃ ὁ Παῦλος, λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσµεν ἐνθάδε. Ἐθαύµασε µᾶλλον τὴν φιλανθρωπίαν Παύλου· ἐξεπλάγη τὴν ἀνδρείαν, ὅτι καὶ φυγεῖν δυνάµενος οὐκ ἔφυγε, καὶ ὅτι αὐτὸν ἐκώλυσε τῆς σφαγῆς. Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντροµος ὑπάρχων, προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω, ἔφη· Κύριοι, τί µε δεῖ ποιεῖν, ἵνα σωθῶ; Εἶδες πῶς αὐτὸν εἷλε τὸ θαῦµα; Οἱ δὲ εἶπον, Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Ἐκ τοῦ εὐθέως λαλῆσαι αὐτῷ ἐπεδείξαντο τὴν περὶ αὐτὸν φιλανθρωπίαν. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν. Καὶ ἐβαπτίσθη αὐτὸς, καὶ οἱ αὐτοῦ πάντες παραχρῆµα. Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον, παρέθηκε τράπεζαν, καὶ ἠγαλλιᾶτο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Ἔλουσεν αὐτοὺς, ὥσπερ ἀµειβόµενος τὴν χάριν, καὶ τιµῶν αὐτοὺς δι' ὧν ἐποίει. Ἡµέρας δὲ γενοµένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους, λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. Ἔγνωσαν ἴσως τὸ γεγονὸς οἱ στρατηγοὶ, καὶ οὐκ ἐτόλµων ἀφ' ἑαυτῶν ἀφεῖναι. Ἀπήγγειλε δὲ ὁ δεσµοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον φήσας, ὅτι Ἀπεστάλκασιν οἱ στρατηγοὶ, ἵνα ἀπολυθῆτε. Νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς·∆ είραντες ἡµᾶς δηµοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωµαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν. Καὶ νῦν λάθρα ἡµᾶς ἐκβάλλουσι; Οὐ γάρ· ἀλλὰ ἐλθόντες αὐτοὶ ἡµᾶς ἐξαγαγέτωσαν. Ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήµατα ταῦτα· καὶ ἐφοβήθησαν ἀκούσαντες, ὅτι Ῥωµαῖοί εἰσι. Καὶ ἐξελθόντες παρεκάλεσαν αὐτοὺς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν τῆς πόλεως. Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς, εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοὺς, καὶ ἐξῆλθον. Καὶ τῶν στρατηγῶν δηλωσάντων ὁ Παῦλος οὐκ ἐξέρχεται· τάχα διὰ τὴν Λυδίαν, καὶ τοὺς ἄλλους ἀδελφούς· ἢ καὶ φοβῶν αὐτοὺς, ἵνα µὴ νοµισθῶσιν ἠξιωκότες ἀπολελύσθαι, καὶ ἵνα καὶ τοὺς ἄλλους ἐν παῤῥησίᾳ καταστήσωσι. Τριπλοῦν, ἀγαπητοὶ, τὸ ἔγκληµα ἦν, ὅτι καὶ Ῥωµαίους, καὶ ἀκατακρίτους, καὶ δηµοσίᾳ ἔβαλον εἰς φυλακήν. Ὁρᾷς, ὅτι καὶ ἀνθρώπινα κατεσκεύαζον πολλά. Ἐξετάσωµεν πρὸς ἐκείνην τὴν νύκτα ταύταςτὰς νύκτας, ἔνθα κῶµοι καὶ µέθαι καὶ ἀσέλγειαι, ἔνθα ὕπνος θανάτου οὐδὲν διεστηκὼς, ἔνθα ἀγρυπνίαι ὕπνου χαλεπώτεραι. Οἱ µὲν γὰρ καθεύδουσιν ἀνεπαισθήτως, οἱ δὲ ἐγρηγόρασιν ἐλεεινῶς καὶ ἀθλίως, δόλους ῥάπτοντες, ὑπὲρ χρηµάτων φροντίζοντες, ὅπως ἀµύνωνταιτοὺς ἀδικοῦντας σπουδάζοντες, ἔχθραν µελετῶντες, ῥήµατα ὑβριστικὰ µεθ' ἡµέραν ἀναλεγόµενοι· οὕτω τὸ πῦρ σκαλεύουσι τῆς ὀργῆς, τὰ ἀφόρητα ἐργαζόµενοι. Σκόπει πῶς Πέτρος ἐκάθευδεν. Οἰκονοµικῶς ἐκεῖνο γέγονεν· ὁ ἄγγελος γὰρ παρεγένετο, καὶ οὐδένα ἐχρῆν ἰδεῖν τὸ γενόµενον· καὶ τοῦτο πάλιν καλῶς, ἵνα κωλυθῇ ὁ δεσµοφύλαξ ἀνελεῖν ἑαυτόν. Καὶ διὰ τί µὴ ἄλλο σηµεῖον γέγονεν; Ὅτι τοῦτο µάλιστα αὐτὸν ἐφελκύσαι καὶ πεῖσαι ἱκανὸν ἦν, ὅπου γε καὶ αὐτὸς ἐκινδύνευσεν ἂν, εἰ µὴ γέγονεν· οὐ γὰρ οὕτω τὰ θαύµατα ἡµᾶς αἱρεῖ, ὡς τὰ εἰς σωτηρίαν ἡµετέραν ἥκοντα. Ἵνα µὴ δόξῃ ἀπὸ ταὐτοµάτου γεγενῆσθαι ὁ σεισµὸς, ἐπηκολούθησε καὶ τοῦτο ἐκείνῳ µαρτυροῦν. Καὶ ἐν νυκτὶ φαίνεται· οὐδὲν γὰρ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν ἐποίουν. Οὐκ ἦν πονηρὸς ὁ δεσµοφύλαξ· ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, παραγγελίαν τοιαύτην λαβὼν, οὐκ ἀφ' ἑαυτοῦ. Καὶ διὰ τί µὴ πρὸ τούτου ἐβόησεν ὁ Παῦλος; Θορύβου µεστὸς ὁ ἄνθρωπος ἦν καὶ ταραχῆς, καὶ οὐκ ἂν παρεδέξατο.∆ ιὰ τοῦτο, ὅτε εἶδεν ἑαυτὸν µέλλοντα ἀναιρεῖν, προκαταλαµβάνει καὶ βοᾷ, λέγων· Πάντες ἐσµὲν ἐνθάδε.∆ ιὰ τοῦτο καὶ Αἰτήσας φῶτα εἰσεπήδησε, καὶ προσέπεσε τῷ Παύλῳ, φησὶ, καὶ τῷ Σίλᾳ. Εἰς τοὺς πόδας προσπίπτει τοῦ δεσµώτου ὁ φύλαξ. Καὶ προάγει αὐτοὺς ἔξω καὶ λέγει· Κύριοι, τί µε δεῖ ποιεῖν, ἵνα σωθῶ, Τί γὰρ εἶπον; Ὅρα αὐτὸν οὐκ ἐπειδὴ διεσώθη ἐπὶ τούτῳ στέργοντα, ἀλλὰ τὴν δύναµιν ἐκπλαγέντα.
36.2
Εἶδες τί ἐκεῖ γέγονε, καὶ τί ἐνταῦθα; Ἐκεῖ παιδίσκη ἀπηλλάγη πνεύµατος, καὶ εἰς δεσµωτήριον ἐνέβαλον αὐτοὺς, ὅτι ἠλευθέρωσαν αὐτὴν τοῦ δαίµονος· ἐνταῦθα µόνον ἔδειξαν θύρας ἀνεῳγυίας, καὶ ἤνοιξεν αὐτοῦ τῆς καρδίας τὰς θύρας, ἔλυσε δεσµὰ διπλᾶ, ἧψεν ἐκεῖνο τὸ φῶς· τὸ γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ φῶς ἔλαµπε. Καὶ εἰσεπήδησε καὶ προσέπεσε, καὶ οὐκ ἐρωτᾷ, Πῶς τοῦτο γέγονε; Τί γέγονεν; ἀλλ' εὐθέως φησί· Τί µε δεῖ ποιεῖν, ἵνα σωθῶ; Τί οὖν ὁ Παῦλος· Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ, φησὶ, σὺ καὶ ὁ οἶκός σου. Μάλιστα τοῦτο τοὺς ἀνθρώπους ἐφέλκεται τὸ καὶ τὸν οἶκον αὐτοῦ σωθῆναι. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Ἔλουσεν αὐτοὺς, καὶ ἐλούθη· ἐκείνους µὲν ἀπὸ τῶν πληγῶν ἔλουσεν, αὐτὸς δὲ ἀπὸ τῶν ἁµαρτιῶν ἐλούθη· ἔθρεψε καὶ ἐτράφη. Καὶ ἠγαλλιᾶτο, φησί· καίτοι οὐδὲν ἦν, ἀλλὰ ῥήµατα µόνον καὶ ἐλπίδες χρησταί. Τοῦτο σηµεῖον ἦν τοῦ πεπιστευκέναι αὐτὸν, ὅτι πάντων ἀφέθη. Τί δεσµοφύλακος χεῖρον; τί δὲ ὠµότερον; τί δὲ ἀγριώτερον; Ἀλλ' ὅµως µετὰ πολλῆς αὐτοὺς ὑπεδέξατο τῆς τιµῆς. Οὐκ ἐπειδὴ ἐσώθη, εὐφράνθη, ἀλλὰ Πεπιστευκὼς τῷ Θεῷ. Πίστευσον, φησὶν, ἐπὶ τὸν Κύριον.∆ ιὰ τοῦτο εἶπε, Πεπιστευκὼς τῷ Θεῷ, ἵνα µὴ δόξῃ ὡς κατάδικος ἀπολύεσθαι, καὶ ὡς ἡµαρτηκώς.∆ ιὰ τοῦτο λέγουσι·∆ είραντες ἡµᾶς δηµοσίᾳ ἀκατακρίτους ἀνθρώπους, ἔβαλον εἰς φυλακὴν, ἵνα µὴ µόνον τῆς χάριτος, ἀλλὰ καὶ αὐτῶν ᾖ τὸ πρᾶγµα. Ὅρα διάφορα τὴν χάριν οἰκονοµοῦσαν, πῶς ἐκεῖνος ἐξῆλθε, πῶς οὗτος, καίτοι ἀµφότεροι ἀπόστολοι. Ἐφοβήθησαν, φησί. Φοβοῦνται, ὅτι Ῥωµαῖοί εἰσιν, οὐχ ὅτι ἀδίκως ἐνέβαλον. Καὶ ἠρώτων αὐτοὺς ἐξελθεῖν ἀπὸ τῆς πόλεως. Χάριν ᾔτησαν ταύτην. Οἱ δὲ ἐλθόντες πρὸς τὴν Λυδίαν, καὶ βεβαιώσαντες αὐτὴν, οὕτως ἐξῆλθον. Οὐ γὰρ ἔδει τὴν ξενοδόχον ἀφεῖναι ἐν ἀγῶνι καὶ µερίµνῃ. Ἐξῆλθον δὲ, οὐκ ἐκείνοις πειθόµενοι, ἀλλὰ ἐπὶ τὸ κήρυγµα σπεύδοντες, τῆς πόλεως διὰ τοῦ θαύµατος ἱκανῶς ὠφεληθείσης· ἔδει γὰρ µὴ παραµένειν λοιπόν. Τὸ γὰρ θαῦµα µεῖζον φαίνεται, τῶν ἐργασαµένων ἀποδηµησάντων αὐτὸ µᾶλλον βοῶν· ἡ γὰρ τοῦ δεσµοφύλακος πίστις ἀντὶ φωνῆς ἦν. Τί τούτου ἴσον;∆ εσµεῖται καὶ λύει δεδεµένος, λύει διπλοῦν δεσµόν· τὸν δήσαντα ἔλυσε διὰ τοῦ δεθῆναι. Ὄντως ταῦτα χάριτος ἔργα. Νῦν οὖν, φησὶν, ἐξελθόντες, πορεύεσθε ἐν εἰρήνῃ· τουτέστι, µετὰ ἀσφαλείας, µηδὲν δεδοικότες. Ἄλλως δὲ καὶ τοῦτον ἔξω κινδύνου βούλονται γενέσθαι, ἵνα µὴ µετὰ ταῦτα ἐγκαλῆται. Καὶ οὐ λέγουσι,∆ είραντες ἡµᾶς ἔβαλον εἰς φυλακὴν, θαύµατα ἐργασαµένους· οὐδὲ γὰρ τούτοις προσεῖχον· ἀλλ' ὃ µάλιστα αὐτῶν σεῖσαι τὴν διάνοιαν ἐδύνατο, Ἀκατακρίτους, φησὶ, καὶ Ῥωµαίους ὑπάρχοντας. Τούτου µνηµονεύωµεν τοῦ δεσµώτου διαπαντὸς, µὴ τοῦ θαύµατος. Τί ἐροῦσιν Ἕλληνες, πῶς δεσµώτης ὢν τὸν δεσµοφύλακα ἔπεισε; Καὶ τίνα, φησὶ, πεισθῆναι ἐχρῆν, ἢ µιαρὸν ἄνθρωπον καὶ ταλαίπωρον καὶ οὐκ ἔχοντα νοῦν, µυρίων γέµοντα κακῶν καὶ εὐπαράγωγον; Ἔτι καὶ ταῦτα προφέρουσι· Τίς γὰρ, ἢ βυρσεὺς, πορφυρόπωλις, εὐνοῦχος, δεσµοφύλαξ, δοῦλοι καὶ γυναῖκες ἐπίστευσαν; Τί οὖν εἰπεῖν δυνήσονται, ὅταν καὶ τοὺς ἐν ἀξιώµασι παραγάγωµεν, τὸν ἑκατόνταρχον, τὸν ἀνθύπατον, τοὺς ἐξ ἐκείνου µέχρι τοῦ νῦν, αὐτοὺςτοὺς κρατοῦντας, τοὺς βασιλεῖς; Ἐγὼ δὲ ἕτερον λέγω τούτου µεῖζον· αὐτοὺς τοὺς εὐτελεῖς ἴδωµεν. Καὶ ποῦ τὸ θαυµαστὸν, φησί; Τοῦτο µὲν οὖν θαυµαστόν· ἂν µὲν γὰρ πεισθῇ τις περὶ τῶν τυχόντων, οὐδὲν θαυµαστόν· ὅταν δὲ περὶ ἀναστάσεως, περὶ βασιλείας οὐρανῶν, περὶ βίου φιλοσόφου ἀνδράσιν εὐτελέσι διαλέγηται καὶ πείθῃ, θαυµαστότερον ἔσται, ἢ εἰ σοφοὺς ἔπειθεν. Ὅταν γὰρ µὴ ᾖ κίνδυνος, καὶ πείθῃ τις, καλῶς τὴν ἄνοιαν εἰς µέσον φέρουσιν· ὅταν δὲ λέγῃ τῷ δούλῳ κατὰ σὲ, ὅτι, Ἂν πεισθῇς ἐµοὶ, κινδυνεύεις, πάντας ἕξεις πολεµίους, δεῖ σε ἀποθανεῖν, µυρία παθεῖν κακὰ, εἶτα οὕτως ἕλῃ τὴνψυχὴν ἐκείνου, οὐκ ἔτι τοῦτο ἀνοίας. Εἰ µὲν γὰρ τὰ δόγµατα ἡδονὴν εἶχεν, εἰκότως ἄν τις τοῦτο εἶπεν· εἰ δὲ, ὅπερ οὐκ ἂν εἵλοντο φιλόσοφοι µαθεῖν, τοῦτο ὁ δοῦλος µανθάνει µεῖζον τὸ θαῦµα. Καὶ εἰ βούλεσθε, τὸν βυρσοδέψην αὐτὸν εἰς µέσον ἐνέγκωµεν, καὶ ἴδωµεν τί αὐτῷ διελέγετο ὁ Πέτρος· ἢ εἰ θέλεις αὐτὸν τοῦτον τὸν δεσµοφύλακα. Τί οὖν αὐτῷ εἶπεν ὁ Παῦλος; Ὅτι ὁ Χριστὸς ἀνέστη, φησὶν, ὅτι ἀνάστασίς ἐστι νεκρῶν, ὅτι βασιλεία· καὶ ἔπεισεν εὐκόλως εὐπαράγωγον ὄντα. Τί οὖν; περὶ βίου οὐδὲν εἶπεν, ὅτι σωφρονεῖν δεῖ, ὅτι χρηµάτων κρατεῖν, ὅτι µὴ εἶναι ὠµὸν, ὅτι τὰ αὑτοῦ διδόναι ἑτέροις; Οὐ γὰρ δὴ καὶ τὸ ταῦτα πεισθῆναι ἀνοίας ἦν, ἀλλὰ καὶ µεγάλης ψυχῆς. Ἔστω γὰρ τὰ δόγµατα ὑπὸ ἀνοίας µᾶλλον αὐτοὺς παραδέχεσθαι· τὸ βίον οὕτω φιλόσοφον καταδέχεσθαι, ποίας ἀνοίας ἦν! Ὥστε ὅσῳ ἂν ἀνόητος ᾖ ὁ πειθόµενος, πείθηται δὲ ταῦτα, ἃ µηδὲ φιλόσοφοι πεῖσαι ἴσχυσαντοὺς φιλοσόφους, µεῖζον τὸ θαῦµα γίνεται, µάλιστα δὲ ὅταν καὶ γυναῖκες καὶ δοῦλοι πείθωνται, καὶ διὰ τῶν ἔργων ταῦτα ἐπιδείκνυνται, ἅπερ Πλάτωνες καὶπάντες ἐκεῖνοι οὐδένα πεῖσαι ἴσχυσαν. Καὶ τί λέγω, ὅτι οὐδένα; Οὐδὲ ἑαυτούς. Ὅτι γὰρ χρηµάτων οὐ δεῖ καταφρονεῖν, Πλάτων ἔπεισε, τοσαύτην περιουσίαν καὶ πλῆθος χρηµάτων καὶ δακτυλίους χρυσοῦς καὶ φιάλας περιποιησάµενος· ὅτι δὲ δόξης οὐ χρὴ καταφρονεῖν τῆς παρὰ τῶν πολλῶν, Σωκράτης αὐτοῖς, κἂν µυρία φιλοσοφῇ περὶ τούτου, δείκνυσι· πάντα γὰρ πρὸς δόξαν ὁρῶν ἐποίει. Καὶ εἴ γε τῶν ἐκείνου λόγων ἔµπειροι ἦτε, πολὺν ἂν τὸν ὑπὲρ τούτων ἐκίνησα λόγον, καὶ ἔδειξα πολλὴν παρ' αὐτοῖς τὴν εἰρωνείαν, εἴ γε οἷς ὁ µαθητὴςαὐτοῦ λέγει πείθεσθαι χρὴ, καὶ πῶς ἀπὸ κενοδοξίας πάντα αὐτῷ τὰ γράµµατα τὴν ὑπόθεσιν ἔχει. Ἀλλ' ἐκείνους ἀφέντες, πρὸς ἡµᾶς αὐτοὺς διαλεχθῶµεν. Μετὰ γὰρ τῶν εἰρηµένων, καὶ τοῦτο ἔστιν εἰπεῖν, ὅτι καὶ µετὰ κινδύνων ταῦτα ἐπείθοντο. Μὴ οὖν ἀναισχύντει, ἀλλ' ἐννοήσωµεν ἐκείνην τὴν νύκτα, τὸ ξύλον, τοὺς ὕµνους, καὶ τοῦτο ποιεῖν σπουδάζωµεν καὶ ἡµεῖς, καὶ ἀνοίξοµεν ἡµῖνοὐχὶ δεσµωτήριον, ἀλλ' οὐρανόν. Ἂν εὐχώµεθα, καὶ τὸν οὐρανὸν ἀνοῖξαι δυνησόµεθα. Ἠλίας καὶ ἔκλεισε καὶ ἤνοιξε τὸν οὐρανὸν τῇ εὐχῇ. Ἔστι καὶ ἐν οὐρανῷ δεσµωτήριον. Ὅσα ἂν, φησὶ, δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεµένα ἐν τῷ οὐρανῷ. Εὐχώµεθα κατὰ νύκτα, καὶ λύσοµεν ταῦτα τὰ δεσµά. Ὅτι γὰρ εὐχαὶ ἁµαρτήµατα λύουσι, πειθέτω ἡµᾶς ἡ χήρα, πειθέτω ἡµᾶς ἐκεῖνος ὁ φίλος ὁ ἀωρὶ τῶν νυκτῶν ἐπιµένων καὶ κρούων, πειθέτω ἡµᾶς Κορνήλιος· Αἱ προσευχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεηµοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ· πειθέτω ἡµᾶς Παῦλος, λέγων· Ἡ δὲ ὄντως χήρα καὶ µεµονωµένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσµένει ταῖς δεήσεσι νυκτὸς καὶ ἡµέρας. Εἰ περὶ χήρας ἐκεῖνος δὲ ταῦτα λέγει, ἀσθενοῦς γυναικὸς, πολλῷ µᾶλλον περὶ ἀνδρῶν. Καὶ ἤδη διελέχθην ὑµῖν, καὶ νῦν ἐρῶ·∆ ιεγειρώµεθα τὴν νύκτα· κἂν µὴ πολλὰς εὐχὰς ποιῇς, µίαν ποίησον µετὰ νήψεως, καὶ ἀρκεῖ· οὐδὲν πλέον ἀπαιτῶ· κἂν µὴ µεσονύκτιον, πρὸς αὐτὸν γοῦν τὸν ὄρθρον.∆ εῖξον, ὅτι οὐ τοῦ σώµατος µόνον ἐστὶν ἡ νὺξ, ἀλλὰ καὶ τῆς ψυχῆς· µὴ ἀνάσχῃ παρελθεῖν αὐτὴν ἀργῶς, ἀλλ' ἄµειψαι τὸν∆ εσπότην ἀµοιβὴν ταύτην· µᾶλλον δὲ καὶ αὐτὴ εἰς σὲ περιέρχεται. Εἰπὲ δή µοι, εἰ πράγµατι περιπέσοιµεν χαλεπῷ, τίνα οὐκ ἀξιοῦµεν; κἂν ταχέως τῆς αἰτήσεως τύχωµεν, ἀναπνέοµεν. Τίς σοι δῷ ἕτοιµον εἶναι τὸν ἀξιούµενον χάριν σοι ἔχειν ὅτι ἀξιοῖς; τίς σοι δῷ µὴ περιιέναι καὶ ζητεῖν τίνα ἀξιώσεις, ἀλλ' εὑρεῖν ἕτοιµον; µὴ ἑτέρων δεῖσθαι, ἵνα δι' ἐκείνων ἀξιώσῃς; Τί τούτου µεῖζον; Οὗτος γὰρ τότε µάλιστα ποιεῖ, ὅταν µὴ ἑτέρων δεηθῶµεν· καθάπερ φίλος γνήσιος τότε µάλιστα ἡµῖν ἐγκαλεῖ ὡς οὐ θαῤῥοῦσιν αὐτοῦ τῇ φιλίᾳ, ὅταν ἑτέρων πρὸς αὐτὸν δεηθῶµεν τῶν ἀξιούντων. Οὕτω καὶ ἡµεῖς ποιοῦµεν ἐπὶ τῶν ἡµᾶς ἀξιούντων· τότε µάλιστα αὐτοῖς χαριζόµεθα, ὅταν δι' ἑαυτῶν ἡµῖν, καὶ οὐ δι' ἑτέρων προσίωσι. Τί οὖν, φησὶν, ἂν προσκεκρουκὼς ὦ; Παῦσαι προσκρούων καὶ δάκρυσον, καὶ οὕτω πρόσελθε, καὶ ταχέως ἐπὶ τοῖς προτέροις αὐτὸν ἵλεων ποιήσεις. Εἰπὲ µόνον, ὅτι Προσέκρουσα· εἰπὲ ἐκ ψυχῆς καὶ γνησίας διανοίας, καὶ πάντα λέλυται. Οὐκ ἐπιθυµεῖς οὕ τως ἀφεθῆναι σὺ τὰς ἁµαρτίας σου, ὡς αὐτὸς ἐπιθυµεῖ ἀφεῖναί σου τὰ ἁµαρτήµατα. Ὅτι γὰρ οὐκ ἐπιθυµεῖς σὺ, ἐννόησον ὅτι οὐδὲ ἀγρυπνεῖν καταδέχῃ οὐδὲ χρήµατα προΐεσαι· αὐτὸς δὲ, ἵνα ἀφῇ ἡµῶν τὰς ἁµαρτίας, τοῦ Μονογενοῦς οὐκ ἐφείσατο, τοῦ γνησίου Παιδὸς, τοῦ συνθρόνου. Ὁρᾷς, ὅτι αὐτὸς µᾶλλον ἐπιθυµεῖ ἀφεῖναί σοι τὰ ἁµαρτήµατα; Μὴ δὴ ὀκνῶµεν, µηδὲ ἀναβαλλώµεθα. Φιλάνθρωπός ἐστι καὶ ἀγαθός· µόνον ἀφορµὴν αὐτῷ δῶµεν, καὶ τοῦτο, ἵνα ἡµεῖς µὴ ἄχρηστοι γενώµεθα, ἐπεὶ καὶ χωρὶς τούτου ἀπέλυσεν ἄν· ἀλλ' ὥσπερ ἡµεῖς ἐπὶ τῶν οἰκετῶν τῶν ἡµετέρων µυρία πλάττοµεν καὶ συντίθεµεν· οὕτω καὶ αὐτὸς ἐπὶ τῆς ἡµετέρας σωτηρίας ποιεῖ. Προφθάσωµεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξοµολογήσει, ὅτι χρηστός ἐστι καὶ ἐπιεικής. Ἐὰν δὲ µὴ ἐπικαλῇ ἐν ἀληθείᾳ, µηδὲ θέλῃς εἰπεῖν ἐκ καρδίας ὅτι Ἄφες, ἀλλ' ἀπὸ στόµατος, τί ποιήσει αὐτός; Τί ἐστιν, ἐν ἀληθείᾳ καλεῖν; Μετὰ προαιρέσεως, µετὰ προθυµίας, µετὰ διανοίας εἰλικρινοῦς· οἷον ἐπὶ τῶν µύρων λέγουσιν, ἀληθινόν ἐστιν, οὐδὲν ἔχει νόθον· οὕτω καὶ ἐκεῖ. Ὁ ὄντως αὐτὸν καλῶν, καὶ ὁ ὄντως αὐτοῦ δεόµενος, προσεδρεύει διαπαντὸς, οὐκ ἀφίσταται ἕως ἂν λάβῃ· ὁ δὲ ἁπλῶς ἀφοσιούµενος, καὶ αὐτῷ τούτῳ νόµον πληρῶν, οὐκ ἐν ἀληθείᾳ καλεῖ. Πᾶς ὅστις ἂν ᾖς, µὴ λέγε, ὅτι Ἁµαρτωλός εἰµι, µόνον, ἀλλὰ καὶ σπούδαζε ἀπαλλάξαι σαυτὸν ταύτης τῆς δόξης· µὴ λέγε, ἀλλὰ καὶ ἄλγει. Εἰ ἀλγεῖς, σπουδάζεις· εἰ µὴ σπουδάζεις, οὐκ ἀλγεῖς· εἰ µὴ ἀλγεῖς, χλευάζεις. Τίς λέγων ὅτι Νοσῶ, οὐ πάντα ποιεῖ ὥστε ἀπαλλαγῆναι; Μέγα ὅπλον εὐχή. Εἰ ὑµεῖς οἴδατε, φησὶ, δόµατα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑµῶν, πόσῳ µᾶλλον ὁ Πατὴρ ὑµῶν;∆ ιὰ τί οὐ θέλεις προσελθεῖν; Φιλεῖ σε, δύναται πάντων πλέον· καὶ βούλεται καὶ δύναται, τί τὸ κωλύον; Οὐδέν. Οὐκοῦν προσίωµεν µετὰ πίστεως, προσίωµεν τὰ δῶρα προσφέροντες ἃ βούλεται, ἀµνησικακίαν, χρηστότητα, πραότητα· Κἂν ἁµαρτωλὸς ᾖς, µετὰ παῤῥησίας αὐτὸν ἀπαιτήσεις τὴν συγχώρησιν τῶν ἁµαρτηµάτων, ἔχων δεῖξαι παρὰ σαυτῷ τοῦτο γεγενηµένον· ἂν δὲ δίκαιος ᾖς, καὶ τοῦτο µὴ ἔχῃς τὸ ἀµνησικακεῖν, οὐδὲν ὤνησας. Οὐκ ἔστιν ἄνθρωπον ἀφέντα τῷ πλησίον, µὴ ἀκριβοῦς τυχεῖν τῆς ἀφέσεως· φιλανθρωπότερος γὰρ ἡµῶν ἀσυγκρίτως ἐστὶν ὁ Θεός· τοῦτο παντὶ δῆλον. Τί λέγεις; Ἐὰν εἴπῃς, Ἠδικήθην, ὀργῆς ἐκράτησα, θυµοῦ ἐπήρειαν ἔπαθον διὰ τὸ σὸν πρόσταγµα, οὐκ ἀφήσει καὶ αὐτός; Πάντως γοῦν ἀφήσει. Ὥστε καθαρίσωµεν τὴν ψυχὴν τῆς µνησικακίας. Ἀρκεῖ τοῦτο ἡµῖν πρὸς τὸ ἀκουσθῆναι, καὶ µετὰ νήψεως προσευχώµεθα, καὶ πολλῆς τῆς προσεδρίας, ἵνα δαψιλοῦς τῆς παρ' αὐτοῦφιλανθρωπίας ἀπολαύσαντες, καταξιωθῶµεν τῶν ἐπηγγελµένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.