Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 38 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
38.0
Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχοµένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦµα αὐτοῦ ἐν αὐτῷ, θεω ροῦντικατείδωλον οὖσαν τὴν πόλιν.∆ ιελέγετο µὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβοµένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡµέραν πρὸς τοὺς παρατυγχάνοντας.
38.1
Ὅρα αὐτὸν µείζους ἔχοντα πειρασµοὺς παρὰ Ἰουδαίοις, ἢ παρ' Ἕλλησιν. Ἐν γοῦν Ἀθήναις οὐδὲνπάσχει τοιοῦτον, ἀλλὰ µέχρι γέλωτος τὸ πᾶν προὐχώρησε, καίτοι γε ἔπεισεν· ἐν δὲ Ἰουδαίοις πολλὰ τὰ δεινά· οὕτως ἦσαν ἐκπεπολεµωµένοι µᾶλλον.∆ ιὸ καί φησιν· Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχοµένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦµα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Εἰκότως παροξύνεται· οὐ γὰρ ἦν ἀλλαχοῦ τοσαῦτα ἰδεῖν εἴδωλα.∆ ιελέγετο µὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβοµένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡµέραν πρὸς τοὺς παρατυγχάνοντας. Ὅρα, πάλιν Ἰουδαίοις διαλέγεται, πανταχόθεν ἐπιστοµίζων τοὺς καταλιπεῖν αὐτοὺς λέγοντας διὰ τὸ πρὸς τὰ ἔθνη ἐπιστραφῆναι. Θαυµαστὸν πῶς οὐ κατεγέλασαν οἱ φιλόσοφοι, οὕτως αὐτοῦ φθεγγοµένου, ὑβριστικῶς εὐθέως, οὐδὲ ἀπεπήδησαν ἀπὸ τοῦ κηρύγµατος, εἰπόντες· Μακρὸν τοῦτο φιλοσοφίας. Ὅτι οὐδένα τῦφον εἶχεν· ἄλλως δὲ, ὅτι οὐκ ἐνόουν οὐδὲ συνίεσάν τι τῶν λεγοµένων. Πῶς γὰρ οἱ µὲν σῶµα τὸν Θεὸν λέγοντες, οἱ δὲ ἡδονὴν τὴν µακαριότητα; Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν φιλοσόφων συνέβαλον αὐτῷ, καί τινες ἔλεγον; Τί ἂν θέλοι ὁ σπερµολόγος οὗτος λέγειν; Οἱ δέ· Ξένων δαιµονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. Καὶ γὰρ τὴν ἀνάστασιν Θεόν τινα εἶναι ἐνόµιζον, ἅτε εἰωθότες καὶ θηλείας σέβειν. Ἐπιλαβόµενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον, λέγοντες·∆ υνάµεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουµένη διδαχή, ξενί ζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡµῶν· βουλόµεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι. Ἦγον αὐτὸν ἐπὶ τὸν Ἄρειον πάγον, οὐχ ὥστε µαθεῖν, ἀλλ' ὥστε κολάσαι, ἔνθα αἱ φονικαὶ δίκαι. Ὅρα γοῦν πῶς καὶ ἐν ἐλπίδι τοῦ µαθεῖν καὶ πανταχοῦ τὴν καινοτοµίαν ἐγκαλοῦσι. Λάλων πόλις ἡ πόλις ἐκείνων ἦν. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδηµοῦντες ξένοι, εἰς ἕτερον οὐδὲν εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Σταθεὶς δὲ ὁ Παῦλος ἐν µέσῳ τοῦ Ἀρείου πάγου, ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιµονεστέρους ὑµᾶς θεωρῶ.∆ ιερχόµενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσµατα ὑµῶν, εὗρον καὶ βωµὸν, ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ Θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑµῖν. Ὥσπερ ἐγκωµιάζων αὐτοὺς, δοκεῖ οὐδὲν λέγειν βαρύ. Ὡς δεισιδαιµονεστέρους ὑµᾶς, φησὶ, θεωρῶ· τουτέστιν εὐλαβεστέρους. Ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ Θεῷ. Τί ἐστι τοῦτο; Οἱ Ἀθηναῖοι, ἐπειδὴ κατὰ καιροὺς πολλοὺς ἐδέξαντο θεοὺς καὶ ἀπὸ τῆς ὑπερορίας, οἷον τὸ τῆς Ἀθηνᾶς ἱερὸν, τὸν Πᾶνα, καὶ ἄλλους ἀλλαχόθεν, δεδοικότες, µή ποτε καὶ ἄλλος τις ᾖ αὐτοῖς µὲν οὐδέπω γνώριµος, θεραπευόµενος δὲ ἀλλαχοῦ, ὑπὲρ πλείονος δῆθεν ἀσφαλείας καὶ τούτῳ βωµὸν ἔστησαν· καὶ ἐπειδὴ οὐκ ἦν δῆλος ὁ Θεὸς, ἐπεγέγραπτο· Ἀγνώστῳ Θεῷ. Τοῦτον οὖν Χριστὸν Ἰησοῦν εἶναι Παῦλος λέγει, µᾶλλον δὲ τῶν πάντων Θεόν. Ὃν οὖν ἀγνοοῦντες, φησὶν, εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑµῖν. Ὅρα πῶς δείκνυσι προειληφότας αὐτόν. Οὐδὲν ξένον, φησὶν, οὐδὲν καινὸν εἰσφέρω. Ἄνω καὶ κάτω τοῦτο ἔλεγον ἐκεῖνοι· Τίς ἡ καινὴ αὕτη ἡ λαλουµένη ὑπὸ σοῦ διδαχή; ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡµῶν. Εὐθέως οὖν ἀναιρεῖ αὐτῶν τὴν ὑπόληψιν, καί φησιν· Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσµον, καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων. Εἶτα, ἵνα µὴ νοµίσωσιν ἕνα τῶν πολλῶν εἶναι, διορθοῦται λοιπὸν ἐπάγων· Οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόµενός τινος. Ὁρᾷς ὅπως κατὰ µικρὸν εἰσάγει τὴν φιλοσοφίαν; πῶς καταγελᾷ τῆς Ἑλληνικῆς πλάνης;∆ οὺς ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵµατος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Τοῦτο Θεοῦ ἴδιον. Ὅρα τοίνυν εἰ µὴ καὶ ἐπὶ τοῦ Υἱοῦ ταῦτα λέγεσθαι δύναται. Οὐρανοῦ, φησὶ, καὶ γῆς Κύριος ὑπάρχων, ἅπερ ἐνόµιζον εἶναι θεούς. Καὶ τὴν δηµιουργίαν ἐδήλωσε καὶ τοὺς ἀνθρώπους. Ὁρίσας προστεταγµένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καίτοι γε οὐµακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡµῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶµεν, καὶ κινούµεθα, καὶ ἐσµὲν, ὡς καί τινες τῶν καθ' ὑµᾶς ποιητῶν εἰρήκασι· Τοῦ γὰρ καὶ γένος ἐσµέν. Τοῦτο Ἄρατος εἶπεν ὁ ποιητής. Ὅρα καὶ ἀπὸ τῶν ὑπ' αὐτῶν γινοµένων, καὶ ἀπὸ τῶν εἰρηµένων τὰς ἀποδείξεις παρέχοντα. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλοµεν νοµίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγµατι τέχνης καὶ ἐνθυµήσεως ἀνθρώπου τὸ Θεῖον εἶναι ὅµοιον. Καὶ µὴν διὰ τοῦτο, φησὶν, ὀφείλοµεν. Οὐδαµῶς· οὐ γὰρ δὴ ἡµεῖς ὅµοιοι, οὐδὲ αἱ ψυχαὶ αἱ ἡµέτεραι. Τί δήποτε οὐκ ἔστη πρὸς φιλοσοφίαν εὐθὺς, καὶ εἶπεν· Ὁ Θεὸς ἀσώµατος φύσει, ἀόρατος καὶ ἀσχηµάτιστος; Ὅτι περιττὸν τέως ἐδόκει ταῦτα λέγειν πρὸς ἀνθρώπους µήπω µαθόντας, ὅτι ἔστι µόνος Θεός.∆ ιὰ τοῦτο ἐκεῖνα εἰπεῖν ἀφεὶς, πρὸς τὸ ζητούµενον ἵσταται, καί φησι· Τοὺς µὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ µετανοεῖν, διότι ἔστησεν ἡµέραν, ἐν ᾗ µέλλεικρίνειν τὴν οἰκουµένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ὅρα, κατασείσας αὐτῶν τὴν διάνοιαν τῷ εἰπεῖν, Ἔστησεν ἡµέραν, καὶ φοβήσας, τότε εὐκαίρως ἐπάγει τοῦτο τὸ, Ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχοµένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο, φησὶ, τὸ πνεῦµα αὐτοῦ ἐν αὐτῷ. Οὐκ ὀργὴν ἐνταῦθα οὐδὲ ἀγανάκτησιν ὁ παροξυσµὸς, ἀλλὰ διέγερσιν καὶ ζῆλον δηλοῖ, καθάπερ καὶ ἀλλαχοῦ· Ἐγένετο, φησὶ, παροξυσµὸς µεταξὺ αὐτῶν.
38.2
Ὅρα δὲ πῶς οἰκονοµεῖται, καὶ ἄκοντα µεῖναι ἐκεῖ ἐκδεχόµενον ἐκείνους. Τί οὖν ἐστι, Παρωξύνετο; Ἀντὶ τοῦ,∆ ιηγείρετο· ὀργῆς γὰρ καὶ ἀγανακτήσεως πόῤῥω τὸ χάρισµα. Οὐκ ἔφερεν, ἀλλ' ἐτήκετο.∆ ιελέγετο µὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις, φησὶ, καὶ τοῖς σεβοµένοις. Ὅρα πάλιν αὐτὸν πρὸς Ἰουδαίους διαλεγόµενον. Σεβοµένους δὲ τοὺς προσηλύτους λέγει.∆ ιεσπάρησαν γὰρ οἱ Ἰουδαῖοι πανταχοῦ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἅµα µὲν ἐξ ἐκείνου τοῦ νόµου λυοµένου, ἅµα δὲ διδάσκοντες εὐσέβειαντοὺς ἀνθρώπους. Ἀλλ' οὐδὲν ἐκέρδαναν ἐκεῖνοι, ἀλλ' ἢ µόνον µαρτυρίας ἔσχον τῶν οἰκείων συµφορῶν. Τινὲς δὲ, φησὶ, τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν φιλοσόφων συνέβαλον αὐτῷ. Οὐκέτι Ἀθηναῖοι τοῖς οἰκείοις νόµοις ἐχρῶντο, ἅτε ὑποπεσόντες ἤδη τοῖς Ῥωµαίοις. Καὶ πόθεν ἠθέλησαν οὗτοι συµβαλεῖν; Ἐπεὶ καὶ ἄλλους ἑώρων διαλεγοµένους, καὶ δόξαν ἔχοντα τὸν ἄνθρωπον. Καὶ ὅρα, εὐθέως ὑβριστικῶς· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύµατος. Ξένων δαιµονίων, φησὶ, δοκεῖ καταγγελεὺς εἶναι· δαιµόνια τοὺς θεοὺς αὐτῶν ἐκάλουν· ἦσαν γὰρ αἱ πόλεις εἰδώλων πλήρεις. Ἐπιλαβόµενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον, λέγοντες.∆ ιὰ τί εἰς Ἄρειον πάγον αὐτὸν εἷλκον; Ὡς καταπλήξοντες, ἔνθα τὰς φονικὰς δίκας ἐδίκαζον.∆ υνάµεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουµένη διδαχή; ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡµῶν. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδηµοῦντες ξένοι, εἰς οὐδὲν ἕτερον εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Ἐνταῦθα ἐκεῖνο ἐπισηµαίνεται, ὅτι καίτοι ἀεὶ ἐν τούτῳ ἀσχολούµενοι, τῷ λαλεῖν καὶ ἀκούειν, ὅµως ξενίζοντα ἐνόµιζον εἶναι ἐκεῖνα, ἅπερ οὐδέποτε ἤκουσαν. Σταθεὶς δὲ ὁ Παῦλος ἐν µέσῳ τοῦ Ἀρείου πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιµονεστέρους ὑµᾶς θεωρῶ.∆ ιερχόµενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσµατα ὑµῶν. Οὐκ εἶπε τοὺς δαίµονας ἁπλῶς, ἀλλὰ προοδοποιεῖ τῷ λόγῳ.∆ ιὰ τοῦτο εἶπε·∆ εισιδαιµονεστέρους ὑµᾶς θεωρῶ, διὰ τὸν βωµόν. Ὁ Θεὸς, φησὶν, ὁ ποιήσας τὸν κόσµον, καὶ πάντα τὰ ἐν αὐτῷ. Ἐφθέγξατο φωνὴν µίαν, δι' ἧς πάντα κατέστρεψε τὰ τῶν φιλοσόφων. Οἱ µὲν γὰρ Ἐπικούρειοι αὐτόµατά φασιν εἶναι τὰ πάντα, καὶ ἀπὸ ἀτόµων συνεστάναι· οἱ δὲ Στωϊκοὶ, σῶµα καὶ ἐκπύρωσιν· ὁ δὲ ἔργον Θεοῦ λέγει τὸν κόσµον, καὶ πάντα τὰ ἐν αὐτῷ. Ὁρᾷς συντοµίαν, καὶ ἐν συντοµίᾳ σαφήνειαν; Καὶ σκόπει τίνα ἦν ξενίζοντα αὐτούς· ὅτι ὁ Θεὸς τὸν κόσµον ἐποίησεν. Ἃ καὶ τῶν τυχόντων ἴσασί τινες νῦν, ταῦτα οὐκ ᾔδεσαν Ἀθηναῖοι, καὶ Ἀθηναίων οἱ σοφοί. Εἰ γὰρ ἐποίησε, δῆλον ὅτι καὶ Κύριος. Ὅρα τί φησι θεότητος εἶναι γνώρισµα, τὸ δηµιουργικόν· ὅπερ ἔχει καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται πανταχοῦ τοῦτο λέγουσι, Θεοῦ εἶναι τὸ δηµιουργεῖν· οὐχ ὥσπερ ἐκεῖνοι, ἄλλον µὲν εἶναι τὸν ποιητὴν, οὐ κύριον δὲ, τὴν δὲ ἀγένητον ὕλην ὑποτιθέντες. Ἐνταῦθα λοιπὸν αἰνιγµατωδῶς εἶπε τὸ αὐτοῦ καὶ ἔστησε, καὶ καθαιρεῖ τὸ ἐκείνων. Οὐκ ἐν χειροποιήτοις, φησὶ, κατοικεῖ. Οἰκεῖ µὲν γὰρ ἐν ναοῖς, ἀλλ' οὐκ ἐν τοιούτοις, ἀλλ' ἐν ἀνθρωπίνῃ ψυχῇ. Ὅρα, τὴν σωµατικὴν ἀνεῖλε λατρείαν. Τί οὖν; οὐ κατῴκει ἐν τῷ ναῷ τῷ ἐν Ἱεροσολύµοις; Οὐ δῆτα, ἀλλ' ἐνήργει. Πῶς οὖν ἐθεραπεύετο ὑπὸ χειρῶν ἀνθρώπων παρὰ Ἰουδαίοις; Οὐχ ὑπὸ χειρῶν, ἀλλ' ὑπὸ διανοίας, ἐπεὶ ἐκεῖνά γε οὐκ ἐζήτει οὕτως, ὡς προσδεόµενος. Μὴ φάγοµαι, γὰρ, φησὶ, κρέα ταύρων, ἢ αἷµα τράγων πίοµαι; Εἶτα εἰπὼν, Οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόµενός τινος· ἐπεὶ οὐδὲ τοῦτο ἤρκει, τὸ µηδενὸς δεῖσθαι, ὅπερ ἀπεφήνατο· θεῖον µὲν γὰρ καὶ τοῦτο, ἀλλὰ δεῖ καὶ ἕτερον προσεῖναι· ἐπάγει τὸ, Αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν, καὶ τὰ πάντα.∆ ύο τεκµήρια θεότητος δείκνυσι, τὸ αὐτόν τε µηδενὸς δεῖσθαι, καὶ πᾶσι πάντα παρέχειν. Πάραγε ἐνταῦθα ὅσα περὶ Θεοῦ Πλάτων ἐφιλοσόφησεν, ὅσα Ἐπίκουρος, καὶ τὰ πάντα λῆρος πρὸς ταῦτα.∆ ιδοὺς, φησὶ, ζωὴν καὶ πνοήν. Ἰδοὺ καὶ τῆς ψυχῆς δηµιουργὸν αὐτὸν ποιεῖ, οὐ γεννήτορα. Ὅρα πάλιν πῶς καθαιρεῖ τὸν περὶ τῆς ὕλης λόγον, Ἐποίησέ τε, εἰπὼν, ἐξ ἑνὸς αἵµατος πᾶν ἔθνος ἀν θρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Ταῦτα βελτίω ἐκείνων, καὶ κατηγορία τῶν τε ἀτόµων καὶ τῆς ὕλης. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ ἔστι µερικὴ, οὐδὲ ἡ ψυχὴ τοῦ ἀνθρώπου. Ὅπερ δὲ ἐκεῖνοί φασιν, οὐκ ἔστι τοῦτο δηµιουργὸν εἶναι. Λέγων δὲ µὴ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεσθαι τὸν Θεὸν, αἰνίττεται, ὅτι διανοίᾳ καὶ νῷ θεραπεύεται. Οὗτος, φησὶν, οὐρανοῦ καὶ γῆς Κύριος. Οὐκοῦν οὐχ οἱ µερικοὶ δαίµονες. Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσµον, καὶ πάντα τὰ ἐν αὐτῷ. Πῶς οὐρανὸς γέγονε, πρότερον δείξας, τότε ἀπεφήνατο, ὅτι οὐκ ἐν χειροποιήτοις κατοικεῖ, ὡσεὶ ἔλεγεν· Εἰ Θεὸς, πάντα ἐποίησε δηλόνοτι· εἰ δὲ µὴ ἐποίησεν, οὐ Θεός. Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν, φησὶν, οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Πολλῷ µείζονα ἐκείνων δόγµατα εἰσάγει( καίτοι οὐδέπω τὰ µεγάλα εἶπεν· οὔπω γὰρ καιρός· ἀλλ' ὡς παισὶ διελέγετο), τὴν δηµιουργίαν, τὴν κυριότητα, τὸ ἀνενδεές.
38.3
Εἰπὼν δὲ, ὅτι πᾶν ἔθνος ἀνθρώπων ἐξ ἑνὸς αἵµατος ἐποίησε, τὸ πάντων αἴτιον τῶν ἀγαθῶν ἐδήλωσε. Τί τούτου τοῦ ὑψηλοῦ ἴσον; Θαυµαστὸν µὲν γὰρ καὶ τὸ ἐξ ἑνὸς ποιῆσαι τοσούτους· τὸ δὲ πάντας αὐτὸν συγκρατεῖν, ἔτι πολλῷ θαυµαστότερον.∆ ιδοὺς γὰρ, φησὶ, πᾶσι πνοὴν καὶ ζωήν. Τί ἐστιν, Ὁρίσας προστεταγµένους καιροὺς, καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν; Ὅτι οὐκ ἠναγκάζετό τις, φησὶ, περιιέναι καὶ ζητεῖν τὸν Θεόν· ἢ εἰ µὴ τοῦτο, ὅτι ὥρισε ζητῆσαι τὸν Θεόν. Ἀλλ' οὐ διαπαντὸς τοῦτο ὥρισεν, ἀλλὰ Προστεταγµένους καιρούς. Τοῦτο δὲ λέγει, δεικνὺς ὅτι οὐδὲ νῦν ζητήσαντες εὗρον, καίτοι οὕτως ἦν φανερὸς πρὸς τὸ εὑρίσκεσθαι, ὥσπερ ἂν εἰς µέσον τι ψηλαφώµενον. Οὐδὲ γὰρ ἐνταῦθα µὲν ἦν οὐρανὸς, ἀλλαχοῦ δὲ οὔ· οὐδὲ ἐν τούτῳ τῷ χρόνῳ ἦν, ἐν ἄλλῳ δὲ οὔ. Ὥστε καὶ κατὰ πάντα καιρὸν, καὶ κατὰ πᾶσαν ὁροθεσίαν δυνατὸν αὐτὸν εὑρεῖν. Οὕτως ᾠκονόµησε τὸ ζητεῖσθαι, ὥστε µήτε τόπῳ κωλύεσθαι, µήτε χρόνῳ. Καὶ αὐτὸ δὴ τοῦτο µάλιστα αὐτοῖς συνεβάλλετο, εἴ γε ἠβούλοντο, τὸ πανταχοῦ εἶναι τὸν οὐρανὸν, τὸ ἐν παντὶ χρόνῳ ἑστάναι.∆ ιὸ καὶ οὕτως εἶπε· Καίτοι γε οὐ µακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡµῶν ὑπάρχοντα, ἀλλ' ἐγγὺς ὄντα πᾶσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ µόνον τὴν ζωὴν ἔδωκε καὶ τὴν πνοὴν καὶ τὰ πάντα· ἀλλὰ καὶ τὸ κεφάλαιον ἁπάντων, εἰς γνῶσιν ἤγαγεν αὑτοῦ, δοὺς ταῦτα, δι' ὧν δυνάµεθα εὑρεῖν αὐτὸν καὶ καταλαβεῖν. Ἀλλ' οὐκ ἠθελήσαµεν ζητῆσαι, καίτοι πρὸ ποδῶν ὄντα. Οὐ µακρὰν, φησὶν, ἀπὸ ἑνὸς ἑκάστου ἡµῶν ὑπάρχοντα. Βαβαί! πᾶσιν ἐγγὺς εἶναι λέγει τοῖς πανταχοῦ τῆς οἰκουµένης οὖσι. Τί τούτου µεῖζον; Ὅρα πῶς καὶ καθαιρεῖ τοὺς µερικούς. Τί λέγω µακράν; Οὕτως ἐγγύς ἐστιν, ὡς χωρὶς αὐτοῦ µὴ ζῇν. Ἐν αὐτῷ γὰρ ζῶµεν καὶ κινούµεθα καὶ ἐσµέν. Ὡς ἐν σωµατικῷ ὑποδείγµατι τοιοῦτόν τι λέγει· Ὥσπερ ἀδύνατον ἀγνοῆσαι τὸν ἀέρα πανταχοῦ κεχυµένον, καὶ οὐ µακρὰν ἀφ' ἑνὸς ἑκάστου ἡµῶν ὑπάρχοντα, µᾶλλον δὲ καὶ ἐν ἡµῖν ὄντα· οὕτω δὴ καὶ τὸν τῶν ὅλων δηµιουργόν. Ὅρα πῶς πάντα αὐτοῦ λέγει εἶναι· τὴν πρόνοιαν αὐτοῦ, φησὶ, καὶ τὴν συγκράτησιν, τὸ εἶναι παρ' αὐτοῦ, τὸ ἐνεργεῖν, τὸ µὴ ἀπολέσθαι. Καὶ οὐκ εἶπε,∆ ι' αὐτοῦ, ἀλλ' ὃ ἐγγύτερον ἦν, Ἐν αὐτῷ. Οὐδὲν ἴσον εἶπεν ὁ ποιητὴς ἐκεῖνος, Τοῦ γὰρ καὶ γένος, εἰπὼν, ἐσµέν· ἀλλ' ἐκεῖνος µὲν περὶ τοῦ∆ ιὸς εἶπε, οὗτος δὲ περὶ∆ ηµιουργοῦ αὐτὸ λαµβάνει, οὐ τὸν αὐτὸν ἐκείνῳ λέγων, µὴ γένοιτο, ἀλλὰ τὰ κυρίως ἐπ' αὐτῷεἰρηµένα ἁρµόζων· ἐπεὶ καὶ βωµὸν τούτου εἶπεν, οὐκ ἐκείνου, ὃν ἐσέβοντο. Εἴρηται µὲν γάρ τινα καὶ πράττεται εἰς τοῦτον, ἀλλ' οὐκ ἴσασιν Ἕλληνες ὅτι εἰς αὐτὸν, ἀλλ' εἰς ἕτερον αὐτὰ νενοήκασιν. Εἰπὲ γάρ µοι περὶ τίνος ἂν λεχθείη κυρίως, Ἀγνώστῳ Θεῷ, περὶ τοῦ∆ ηµιουργοῦ, ἢ περὶ τοῦ δαίµονος;∆ ῆλον ὅτι περὶ τοῦ∆ ηµιουργοῦ, εἰ καὶ τὸν µὲν ἠγνόουν, τὸν δὲ ᾔδεσαν. Ὁµοίως καὶ ὅτι πάντα πεποίηκε, περὶ τοῦ Θεοῦ ἂν εἰρῆσθαι κυρίως ἁρµόσειεν, ἢ τοῦ∆ ιὸς, µιαροῦ τινος ἀνθρώπου καὶ καταπτύστου καὶ γόητος. Οὕτως οὐχ ὁµοίως ἐκείνῳ Παῦλος εἶπε, µὴ γένοιτο, καὶ τὸ, Τοῦ γὰρ καὶ γένος ἐσµέν· ἀλλ' ἑτέρῳ νῷ. Γένος γὰρ Θεοῦ εἶπεν ἡµᾶς εἶναι· τουτέστιν, οἰκείους, ἐγγυτάτους· ἢ ὡς ἄν τις εἴποι, παροίκους καὶ γείτονας. Ἵνα γὰρ µὴ πάλιν λέγωσι, Ξενίζοντα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡµῶν( οὐδὲν γὰρ οὕτως ἀνθρώποις ἐναντίον), ἄγει τὸν ποιητὴν εἰς µέσον. Καὶ οὐκ εἶπεν· Οὐκ ὀφείλετε νοµίζειν χρυσῷ ἢ ἀργύρῳ τὸ Θεῖον εἶναι ὅµοιον, ὢ µιαροὶ καὶ παµµίαροι· ἀλλὰ ταπεινότερον, Τοῦτο οὐκ ὀφείλοµεν νοµίζειν, φησὶν, ἀλλ' ὑπὲρ τοῦτο, Τί δαὶ τὸ ὑπὲρ τοῦτο; Θεός· ἀλλ' οὐδὲ τοῦτο( ἐνεργείας γάρ ἐστιν ὄνοµα), ἀλλὰ τέως τοῦτο· πλὴν οὐ λέγοµεν τούτῳ τὸ Θεῖον εἶναι ὅµοιον· τίς γὰρ ἂν εἴποι; Ὅρα πῶς τὸ ἀσώµατον εἰσήγαγεν. Ἡ γὰρ διάνοια ὅταν ὑποπτεύσῃ σῶµα, καὶ διάστηµα ὑπονοεῖ. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλοµεν νοµίζειν, φησὶ, χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγµατι τέχνης καὶ ἐνθυµήσεως ἀνθρώπου, τὸ Θεῖον εἶναι ὅµοιον. Ἀλλ' εἴποι ἄν τις· Οὐ τοῦτο νοµίζοµεν· τί οὖν ταῦτα λέγει; Ἀλλὰ πρὸς τοὺς πολλοὺς ὁ λόγος ἦν αὐτῷ· καλῶς οὕτως εἶπεν. Εἰ γὰρ ἡµεῖς οὐκ ἐσµὲν ὅµοιοι ἐκείνοις τὸ κατὰ ψυχὴν, πολλῷ µᾶλλον ὁ Θεός. Τέως ἀπάγει αὐτοὺς τῆς ὑπονοίας. Οὐ µόνον δὲ χαράγµατι τέχνης τὸ Θεῖον οὐκ ἔστιν ὅµοιον, ἀλλ' οὐδὲ ἄλλῃ τινὶ ἀνθρωπίνῃ ὑπονοίᾳ ὑποβάλλεται· ἢ γὰρ τέχνη ἢ διάνοια εὗρε.∆ ιὰ τοῦτο οὕτως εἶπεν· Ὅπερ οὖν τέχνη ἀνθρωπίνη ἢ διάνοια εὗρε, τοῦτο ὁ Θεὸς, καὶ ἐν λίθῳ οὐσία Θεοῦ· πῶς οὖν, εἰ ἐν αὐτῷ ζῶµεν, οὐχ εὑρίσκοµεν αὐτόν;∆ ιπλοῦν τὸ ἔγκληµα, ὅτι τε ἐκεῖνον οὐχ εὗρον, καὶ ὅτι τοιούτους εὗρον. Οὐδαµοῦ ἡ διάνοια ἀξιόπιστος καθ' ἑαυτήν. Ἀλλ' ἐπειδὴ κατέσεισε αὐτῶν τὴν ψυχὴν δείξας ἀναπολογήτους, ὅρα τί ἐπάγει· Τοὺς µὲν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν, τανῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ µετανοεῖν. Τί οὖν; οὐδεὶς κολάζεται τούτων; Οὐδεὶς τῶν θελόντων µετανοεῖν. Περὶ τούτων λέγει, οὐ περὶ τῶν ἀπελθόντων, ἀλλ' οἷς παραγγέλλει. Οὐκ ἀπαιτεῖ λόγον ὑµᾶς, φησίν. Οὐκ εἶπεν, Ἐκεῖνος παρεῖδεν· οὐκ εἶπεν, Εἴασεν· ἀλλ' Ὑµεῖς ἠγνοήσατε. Ὑπερεῖδεν· τουτέστιν, οὐκ ἀπαιτεῖ κόλασιν ὡς ἀξίους ὄντας κολάσεως. Ἠγνοήσατε. Καὶ οὐ λέγει, Ἑκόντες ἐκακουργήσατε, ἀλλὰ τοῦτο διὰ τῶν ἄνω ἔδειξε, Πανταχοῦ µετανοεῖν, εἰπών. Ἐνταῦθα πᾶσαν τὴν οἰκουµένην αἰνίττεται.
38.4
Ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν µερικῶν.∆ ιότι ἔστησεν ἡµέραν, φησὶν, ἐν ᾖ µέλλει κρίνειν τὴν οἰκουµένην ἐν δικαιοσύνῃ. Ὅρα· πάλιν τὴν οἰκουµένην εἶπεν, οὕτω τοὺς ἀνθρώπους καλῶν. Ἐν ἀνδρὶ ᾧ ὥρισεν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ὅρα πῶς πάλιν τὸ πάθος ἐδήλωσεν, ἀναστάσεως µνηµονεύσας. Ὅτι δὲ ἀληθὴς ἡ κρίσις, δῆλον ἐκ τῆς ἀναστάσεως· συγκατασκευάζεται γάρ· καὶ ὅτι πάντα ἀληθείᾳ εἶπε, δῆλον ἐξ ὧν ἀνέστη. Ὅτι δὲ καὶ πᾶσι ταύτην παρεῖχον πίστιν, τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, καὶ τοῦτο λοιπὸν δῆλον. Ταῦτα εἴρηται µὲν πρὸς Ἀθηναίους· καιρὸν δ' ἂν ἔχοι καὶ πρὸς ἡµᾶς λέγεσθαι, ὅτι πάντας πανταχοῦ µετανοεῖν δεῖ, ὅτι ὥρισεν ἡµέραν, ἐν ᾗ µέλλει κρίνειν τὴν οἰκουµένην. Ὅρα πῶς καὶ δικαστὴν αὐτὸν εἰσάγει, καὶ προνοοῦντα τοῦ κόσµου καὶ φιλάνθρωπον καὶ συγγνωµονικὸν καὶ δυνατὸν καὶ σοφὸν, καὶ πάνταἁπλῶς∆ ηµιουργοῦ ἔχοντα. Ἀπόδειξιν ἔδωκε τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν τὰ εἰρηµένα. Μετανοήσωµεν οὖν· πάντως γὰρ κριθῆναι δεῖ. Εἰ µὴ ἀνέστη ὁ Χριστὸς, οὐ κρινόµεθα· εἰ δὲ ἀνέστη, πάντως κρινόµεθα. Εἰς τοῦτο γὰρ καὶ ἀπέθανεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, φησί· καὶ πάλιν· Πάντες γὰρ παραστησόµεθα τῷ βήµατι τοῦ Χριστοῦ, ἵνα ἕκαστος κοµίσηται πρὸς ἃ ἔπραξε. Μὴ δὴ νοµίσητε ῥήµατα µόνον εἶναι ταῦτα· ἰδοὺ καὶ τὸν περὶ τῆς ἀναστάσεως τῶν πάντων εἰσήγαγε λόγον· οὐ γὰρ ἄλλως κρίνεται ἡ οἰκουµένη. Καὶ τὸ, Ἀναστήσας δὲ αὐτὸν ἐκ νεκρῶν, περὶ σώµατός ἐστιν εἰρηµένον· τοῦτο γὰρ καὶ νεκρὸν, τοῦτο καὶ πέπτωκε. Παρὰ Ἕλλησιν ὥσπερ τὰ τῆς δηµιουργίας, οὕτω καὶ τὰ τῆς κρίσεως ἀθετεῖται. Ταῦτα δὲ παίδων εὑρήµατα, καὶ µεθυόντων ἀνθρώπων ἐστίν. Ἀλλ' ἡµεῖς οἱ περὶ τούτων ἀκριβῶς εἰδότες, πράττωµέν τι τῶν χρησίµων, καὶ σπουδάζωµεν οἰκειωθῆναι τῷ Χριστῷ. Μέχρι πότε ἐχθραίνοµεν πρὸς αὐτόν; µέχρι πότε πρὸς αὐτὸν ἀηδῶς ἔχοµεν; Μὴ γένοιτο, φησί· τί ταῦτα λέγεις; Οὐκ ἐβουλόµην ταῦτα λέγειν, εἰ µὴ ταῦτα ἐπράττετε ὑµεῖς· νυνὶ δὲ τί τὸ κέρδος τῆς τῶν λόγων σιγῆς, τῶν πραγµάτων οὕτω βοώντων µετὰ πάσης περιφανείας; Πῶς οὖν αὐτὸν φιλήσοµεν; Εἶπον µὲν µυριάκις µυρία, ἐροῦµεν δὲ καὶ νῦν. Τρόπον ἕνα εὑρηκέναι µοι δοκῶ, πολὺ µέγαν καὶ θαυµαστόν· µετὰ τοῦ τὰ κοινῇ γινόµενα λογίζεσθαι ὑπὸ τοῦ Θεοῦ τοσαῦτα ὄντα, ὅσα οὐδὲ ἀριθµεῖν τις δύναται, καὶ ὑπὲρ τούτων ἁπάντων χάριτας εἰδέναι αὐτῷ, καὶτὰ ἑκάστῳ ἡµῶν γεγενηµένα ἐννοῶµεν πάντες, καὶ καθ' ἑκάστην ἀναλογιζώµεθα τὴν ἡµέραν. Ἐπειδὴ τοίνυν µεγάλην ἔχει τὴν ἰσχὺν ταῦτα, ἕκαστος ἡµῶν ἀναλογιζέσθω παρ' ἑαυτῷ, καὶ µετὰ ἀκριβείας ἀνερευνάτω, εἴ ποτε εἰς κινδύνουςπροπεσὼν διέφυγε τὰς τῶν ἐναντίων χεῖρας, καὶ καθάπερ ἐν βίβλῳ τὰς εὐεργεσίας ἀναγράπτους ἐχέτω τοῦ Θεοῦ· οἷον, εἴ ποτε ἐξελθὼν εἰς ὁδὸν ἀωρίᾳ, διέφυγε κίνδυνον· εἴ ποτε πονηροῖς ἀνθρώποις συµβαλὼν, ἀνώτερος αὐτῶν γέγονεν· εἴ ποτε νόσῳ περιπεσὼν, πάντων ἀπεγνωκότων ἀνήνεγκε· µέγα γὰρ τοῦτο δύναται πρὸς τὸ οἰκειοῦν ἡµᾶς τῷ Θεῷ. Εἰ γὰρ δὴ Μαρδοχαῖος ἐκεῖνος τὰ ὑπ' αὐτοῦ γεγενηµένα ἀγαθὰ ἔργα εἰς µνήµην ἐλθόντα τοῦ βασιλέως, οὕτως ἔσχε προϊστάµενα, ὡς πάλιν ἐπὶτὴν λαµπρότητα ἐκείνην ἐλθεῖν· πολλῷ µᾶλλον ἡµεῖς, ἂν ἀναµνησθῶµεν, καὶ δύο τούτων ἀκριβῆ ποιησώµεθα ἐξέτασιν τῶν πραγµάτων, τί µὲν ἡµάρτοµεν ἡµεῖς εἰς Θεὸν, τί δὲ αὐτὸς εἰςἡµᾶς ἀγαθὸν εἴργασται· οὕτω καὶ εὐχά ριστοι ἐσόµεθα, καὶ πάντα προησόµεθα. Ἀλλ' οὐδεὶς τούτων οὐδενὸς ποιεῖται µνήµην· ἀλλ' ὥσπερ περὶ ἁµαρτηµάτων λέγοµεν, ὅτι ἁµαρτωλοί ἐσµεν, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζοντες, οὕτω καὶ περὶ τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὅτιεὐηργέτησεν ἡµᾶς, λέγοντες, ὁ Θεὸς, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζοµεν, οὐ λέγοµεν, ποῦ καὶ πόσα καὶ ἐν ποίῳ καιρῷ. Ἀλλ' ἀπὸ τοῦ νῦν πολλὴν ποιησώµεθα τὴν ἀκρίβειαν. Εἰ µὲν γάρ τις καὶ τὰ πάλαι ἀναλαβεῖν δύναται, πάντα ἀναλογιζέσθω ἀκριβῶς, ὡς µέγαν εὑρήσων θησαυρόν. Τοῦτο καὶ πρὸς τὸ µὴ ἀπογινώσκειν χρήσιµον ἡµῖν. Ὅταν γὰρ ἴδωµεν, ὅτι προέστη πολλάκις ἡµῶν, οὐκ ἀπογνωσόµεθα οὐδὲ ἡγησόµεθα ἀπεῤῥῖφθαι· ἀλλ' ἐνέχυρον αὐτοῦ µέγα ληψόµεθα τῆς περὶ ἡµῶν κηδεµονίας, ὅταν ἐννοήσωµεν, ὅτι ἁµαρτόντες οὐ κολαζόµεθα, ἀλλὰ καὶ προστασίας ἀπολαύοµεν.
38.5
Εἴπω δή τι κἀγὼ, ὅπερ ἀκήκοα παρά τινος· Γέγονέ πού τις παῖς, καί ποτε συνέβη αὐτὸν εἶναι ἐν ἀγρῷ µετὰ τῆς µητρὸς, οὔπω πεντεκαιδεκαέτη γεγονότα. Τότε δὴ χαλεποῦ τινος ἀέρος συµβάντος, πυρετὸς ἐπέπεσεν ἀµφοτέροις· καὶ γὰρ τὸ µετόπωρον ἦν. Τότε δὴ ἡ µὲν µήτηρ ἔφθασεν εἰσελθεῖν ἐπὶ τῆς πόλεως· ὁ δὲ παῖς, τῶν ἰατρῶν ἐκεῖ κελευόντων µένειν, καὶ τοῦ πυρετοῦ καίοντος, ἀνακογχυλίζειν ἤρξατο δῆθεν φιλοσοφῶν, µᾶλλον τὸ πῦρ σβεννύναι οἰόµενος, εἰ µηδ' ὁτιοῦν λάβοι. Ἅτε δὴ οὖν παῖς, ὑπὸ φιλονεικίας ἀκαίρου οὐ προσήκατο. Ὡς δὲ ἐπέβη τῆς πόλεως, παρέθη τὰ τῆς γλώττης, καὶ ἄλαλος ἦν ἐπὶ πολὺ, οὐδὲν ἔναρθρον φθεγγόµενος· ἀλλὰ ἀνεγίνωσκε µὲν, καὶ εἰς διδασκάλους ἐφοίτα ἐπὶ πολὺν χρόνον, ἁπλῶς δὲ καὶ ἄσηµα. Πάντα οὖν αὐτῷ τὰ τῆς ἐλπίδος ἐκκέκοπτο, καὶ ὀδύνης ἦν ἡ µήτηρ µεστή· καὶ πολλὰ µὲν ἐπενόησαν ἰατροὶ, πολλὰ δὲ ἄλλα πολλοὶ, ἴσχυε δὲ οὐδεὶς, ἕως ὅτε ὁ φιλάνθρωπος Θεὸς ἰάσατο τὸν τῆς γλώττης δεσµὸν, καὶ τότεἀνήνεγκε, καὶ εἰς τὴν προτέραν ἐπανήγαγεν εὐγλωττίαν αὐτὸν καὶ τρανότητα.∆ ιηγήσατο δὲ αὐτοῦ ἡ µήτηρ, καὶ ὅτι δὴ καὶ παιδίον ὃν σφόδρα µικρὸν, περὶ τὴν ῥῖνα πάθος ἔσχεν, ὃ καλοῦσι πολύπουν· καὶ πάλιν ἰατροὶ ἀπεγνώκεισαν, καὶ τελευτῆσαι ηὔχετο ἡ µήτηρ, καὶ ὁ πατὴρ αὐτῷ κατηρᾶτο( ἔτι γὰρ ἔτυχε ζῶν), καὶ πάλιν πάντα ἐν ἀπορίᾳ ἦν. Ὁ δὲ εὐθέως βήξας, ἀπὸ µύγµατος τὸ θηρίον ἐκεῖνο τῇ ῥύµῃ τοῦ πνεύµατος ἐξέωσεν ἀπὸ τῶν ῥινῶν, καὶ πάντα λέλυτο τὰ δεινά. Τούτου δὲ σβεσθέντος, ῥεῦµα κατὰ τῶν ὀφθαλµῶν δριµὺ καὶ γλίσχρον ἐπιῤῥέον ἀεὶ, τοσαύτας ἐποίει τὰς λήµας καὶ οὕτω παχείας, ὡς ἀντὶδιαφράγµατος γενέσθαι τῇ κόρῃ, καὶ τὸ δεινὸν, πήρωσιν ἐµελέτα, καὶ πάντες ἔλεγον τοῦτο συµβήσεσθαι. Ἀλλὰ καὶ τούτου χάριτι τοῦ Θεοῦ ταχέως ἀπηλλάγη τοῦ πάθους. Καὶ ταῦτα µὲν ἅπερ ἤκουσα· ἃ δὲ αὐτὸς ἐπίσταµαι, ἐρῶ πρὸς ὑµᾶς· Ἐκινήθη ποτὲ τυράννων ὑποψία ἐν τῇ πόλει τῇ ἡµετέρᾳ( τότε δὲ ἔτι µειράκιον ἤµην)· καὶ πάντων ἔξωθεν τὴν πόλιν παρακαθηµένων τῶν στρατιωτῶν, τυχὸν ἀπλάστως βιβλία ἐζήτουν γοητικὰ καὶ µαγικά. Καὶ ὁ γράψας τὸ βιβλίον, ῥίψας ἀκατασκεύαστον εἰς ποταµὸν, ἑάλω, καὶ ἀπαιτούµενος οὐκ εἶχε δοῦναι, ἀλλὰ περιήγετο τὴν πόλιν ἅπασαν δέσµιος· ὡς δὲ τῶν ἐλέγχων ἐπιτεινοµένων δέδωκε δίκην, τότε ἐγὼ εἰς µαρτύριον ἀπιέναι βουλόµενος, ἐπανῄειν διὰ τῶν κήπων παρὰ ποταµὸν µετὰ καὶ ἑτέρου τινός. Ἰδὼν δὲ ἐκεῖνος τὸ βιβλίον ἄνω ἐπιπλέον, τὸ µὲν πρῶτον ἐνόµιζεν ὀθόνην εἶναι, γενόµενος δὲ ἐγγὺς, ἔγνω ὅτι βιβλίον ἦν, καὶ καταβὰς ἀνείλετο. Ἐγὼ δὲ ἐφιλονείκουν, ὥστε κοινὴν εἶναι τὴν εὕρεσιν, καὶ ἐγέλων. Ἀλλ' ἴδωµεν, φησὶν, ὅ τί ποτε καὶ ἔστιν. Ἀνακλᾷ µέρος τῆς σελίδος, καὶ εὑρίσκει ἐγγεγραµµένα µαγικά. Συνέβη δὲ κατὰ ταυτὸν στρατιώτην παριέναι. Εἶτα ἔνδοθεν λαβὼν ἀπῄει, καὶ ἐπεπήγει τῷ δέει. Τίς γὰρ ἂν καὶ ἐπίστευσεν, ὅτι ἀπὸ τοῦ ποταµοῦ λαβόντες ἀνειλόµεθα, πάντων τότε καὶ τῶν ἀνυπόπτων κατεχοµένων; Καὶ ῥῖψαι οὐκ ἐτολµῶµεν, µὴ ὀφθῶµεν, καὶ καταµερίσαι αὐτὸ πάλιν ὅµοιον δέος ἦν. Ἔδωκε γοῦν ὁ Θεὸς, καὶ ἐῤῥίψαµεν, καὶ ἔσχατον ἀπηλλάγηµεν τότε τῶν κινδύνων. Καὶ µυρία ἂν ἔχοιµι λέγειν, εἰ πάντα καταλέγειν ἐθέλοιµι. Καὶ ταῦτα δὲ ὑµῶν ἕνεκεν εἶπον, ὥστε εἴ τις κἂν µὴ τοιαῦτα, ἀλλ' ἕτερά τινα ἔχοι, ταῦτα µεµνήσθω διηνεκῶς· οἷον, εἴ ποτε λίθος τις ἐνεχθεὶς, µέλλων ἐπὶ σὲ ἔρχεσθαι, καὶ οὐκ ἐπὶ σὲ ἦλθε, τοῦτο ἀείµνηστον ἔχε· µεγάλην ταῦτα ποιεῖ πρὸς Θεὸν φιλίαν ἡµῖν. Εἰ γὰρ ἀνθρώπων ἀναµνησθέντες τῶν διασωσάντων ἡµᾶς, πάνυ δακνόµεθα, ὅταν αὐτοὺς ἀµείψασθαι µὴ δυνηθῶµεν· πολλῷ µᾶλλον ἐπὶ Θεοῦ. Τοῦτο καὶ ἀλλαχοῦ χρήσιµον. Ὅταν οὖν βουλώµεθα µὴ ἀλύειν, λέγωµεν δή· Εἰ τὰ ἀγαθὰ ἐδεξάµεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσοµεν; Καὶ Παῦλος διὰ τοῦτο ἔλεγεν ὅθεν ἐῤῥύσθη, ἵνα κἀκείνους ἀναµνήσῃ. Ὅρα καὶ ὁ Ἰακὼβ πῶς πάντα ταῦτα ἐν νῷ εἶχε· διὸ καὶ ἔλεγεν· Ὁ ἄγγελος ὁ ῥυόµενός µε ἐκ νεότητός µου. Καὶ µὴ µόνον, ὅτι ἐῤῥύσατο, ἀλλὰ πῶς καὶ ἐπὶ τίνι ἐννοῶµεν. Ὅρα γοῦν κἀκεῖνον ἰδικῶς µνηµονεύοντα τῶν εὐεργεσιῶν. Ἐν τῇ ῥάβδῳ µου, φησὶ, διῆλθον τὸν Ἰορδάνην. Οἱ δὲ Ἰουδαῖοι καὶ τῶν ἐπὶ προγόνων µέµνηνται ἀεὶ, τὰ κατὰ τὴν Αἴγυπτον στρέφοντες. Οὐκοῦν πολλῷ µᾶλλον ἡµεῖς τῶν οἰκείων καὶ εἰς ἡµᾶς συµβεβηκότων, ποσάκις εἰς ἐπηρείας καὶ συµφορὰς ἐµπεπτώκαµεν· καὶ εἰ µὴ ὁ Θεὸς χεῖρα ὑπερέσχε, πάλαι ἂν ἀπολώλειµεν. Ταῦτα ἐννοοῦντες ἅπαντες, καὶ ἀναλεγόµενοι καθ' ἑκάστην, χάριν εἰδῶµεν διηνεκῶς τῷ Θεῷ, καὶ πάντες κοινῇ δόξαν αὐτῷ ἀναπέµψωµεν, καὶδοξάζοντες αὐτὸν µὴ διαλιµπάνωµεν, ἵνα τῆς εὐγνωµοσύνης πολλὴν τὴν ἀµοιβὴν κοµισώµεθα, χάριτι καὶ οἰκτιρµοῖς τοῦ µονογενοῦς αὐτοῦ Υἱοῦ, µεθ' οὗ ἅµα τῷἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note