In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
47.0
Τῇ δὲ ἐπιούσῃ ἡµέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡµῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάµενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκα στον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
47.1
Οὗτος ὁ ἀδελφὸς ἦν τοῦ Κυρίου καὶ ἐπίσκοπος τῶν Ἱεροσολύµων, ἀνὴρ µέγας καὶ θαυµαστός. Πρὸς τοῦτον εἰσέρχεται Παῦλος, ὥσπερ καὶ πρὸ τούτου καὶ πρὸς αὐτὸν πέµπεται· καὶ ὅπως ἄκουε. Τῇ δὲ ἐπιούσῃ ἡµέρᾳ, φησὶν, εἰσῄει ὁ Παῦλος σὺν ἡµῖν πρὸς Ἰάκωβον. Ὅρα τὸ ἄτυφον. Πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι· καὶ ἀσπασάµενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. Πάλιν αὐτοῖς τὰ τῶν ἐθνῶν διηγεῖται, οὐ κενοδοξῶν, µὴ γένοιτο, ἀλλὰ τοῦ Θεοῦ θέλων τὴν φιλανθρωπίαν ἐνδείξασθαι, καὶ πολλῆς αὐτοὺς ἐµπλῆσαι χαρᾶς. Ὅρα γοῦν πῶς ἀκούσαντες καὶ ἐδόξαζον τὸν Θεόν. Οὐκ ἐκεῖνον ἐπῄρουν οὐδὲ ἐθαύµαζον· ἀλλὰ Τὸν Θεὸν ἐδόξαζον· οὕτω γὰρ διηγήσατο ὡς ἀνατιθέµενος αὐτῷ. Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεὸν, εἰπόντες αὐτῷ· Θεωρεῖς, ἀδελφὲ, πόσαι µυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόµου ὑπάρχουσι. Κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων µὴ περιτέµνειν αὐτοὺς τὰ τέκνα, µηδὲτοῖς ἔθεσι περιπατεῖν. Ὅρα καὶ αὐτοὶ µεθ' ὅσης ὑποστολῆς φασιν. Οὐχ ὡς ἐπίσκοπος αὐθεντικῶς διαλέγεται, ἀλλ' αὐτὸν παραλαµβάνουσι κοινωνὸν τῆς γνώµης· ὥσπερ ἂν εἰ εὐθέως καὶ ἀπὸ προοιµίων ἀπολογούµενοι, ὅτι Οὐκ ἐβουλόµεθα. Ὁρᾷς τοῦ πράγµατος τὴν ἀνάγκην, Θεωρεῖς πόσαι, φησὶ, µυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Καὶ οὐκ εἶπον, Πόσας µυριάδας κατηχήσαµεν, ἀλλ' Εἰσί. Καὶ οὗτοι, φησὶ, πάντες ζηλωταὶ τοῦ νόµου ὑπάρχουσι.∆ ύο αἰτίαι, καὶ τὸ πλῆθος, καὶ ἡ γνώµη. Οὔτε γὰρ εἰ ὀλίγοι ἦσαν, καταφρονῆσαι ἐχρῆν, οὔτε εἰ πολλοὶ, καὶ µὴ πάντες τοῦ νόµου ἀντείχοντο, περὶ πολλοῦ ποιεῖσθαι. Εἶτα καὶ τρίτη αἰτία· Καὶ αὐτοὶ πάντες κατηχήθησαν, φησὶ, περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων µὴ περιτέµνειναὐτοὺς τὰ τέκνα, µηδὲ τοῖς ἔθεσι περιπατεῖν. Οὐκ εἶπον, Ἤκουσαν· ἀλλὰ, Κατηχήθησαν, τουτέστιν, ἐδιδάχθησαν καὶ ἐπίστευσαν, ὅτι ἀποστασίαν ἀπὸ Μωϋσέως διδάσκεις, λέγων µὴ περιτέµνειν αὐτοὺς τὰ τέκνα, µηδὲτοῖς ἔθεσι περιπατεῖν. Τοῦτο εἰπὼν, ἐπήγαγε· Τί οὖν ἐστι; Πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ, ὅτι ἐλήλυθας. Τοῦτο οὖν ποίησον ὅ σοι λέγοµεν. Ὡς συµβουλεύοντες ταῦτα λέγουσιν, οὐχ ὡς ἐπιτάττοντες. Εἰσὶν ἡµῖν ἄνδρες τέσσαρες, εὐχὴν ἔχοντες ἐφ' ἑαυτῶν. Τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ' αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλὴν, καὶ γνῶσι πάντες, ὅτι ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόµον. Ἔργῳ τὴν ἀπολογίαν ποιῆσαι αὐτῷ συµβουλεύουσιν, οὐ λόγῳ. Ἵνα ξυρήσωνται, φησὶ, καὶ γνῶσι πάντες, ὅτι ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν. Οὐκ εἶπον, ὅτι∆ ιδάσκεις, ἀλλὰ Κατήχηνται, πάλιν τὸ ἐδιδάχθησαν διὰ τούτου δηλῶν, καὶ ὅτι Στοιχεῖς, τουτέστιν, ἐκ περιουσίας καὶ αὐτὸς φυλάττεις. Οὐ γὰρ δὴ τοῦτο µόνον ἦν τὸ σπουδαζόµενον, εἰ µὴ ἑτέρους διδάσκει, ἀλλ' ὅτι καὶ αὐτὸς τηρεῖ. Τί οὖν, ἂν τὰ ἔθνη µάθωσιν, οὐ σκανδαλισθήσονται, φησί; Πῶς; ὅπου καὶ ἡµεῖς οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐπέµψαµεν πρὸς αὐτούς. Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡµεῖς ἐπεστείλαµεν, κρίναντες µηδὲν τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ µὴ φυλάσσεσθαι αὐτοὺς τὸ εἰδωλόθυτον καὶ τὸ αἷµακαὶ τὸ πνικτὸν καὶ πορνείαν. Ἐνταῦθα ἐντρεπτικῶς. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ ἡµεῖς ἐκείνοις ἐπετάξαµεν, καίτοι γε Ἰουδαίοις κηρύττοντες, οὕτω καὶ σὺ, καίτοι ἔθνεσι κηρύττων, σύµπραξον ἡµῖν. Ὅρα τὸν Παῦλον· οὐ λέγει, Καὶ µὴν δύναµαι Τιµόθεον παραγαγεῖν, ὃν περιέτεµον· καὶ µὴν δύναµαι πεῖσαι τῷ λόγῳ· ἀλλ' ἐπείσθη αὐτοῖς, καὶ πάντα ἐποίησε· καὶ γὰρ οὕτω συνέφερεν. Οὐ γὰρ ἦν ἴσον εἰς ἀπολογίαν καταστῆναι, καὶ οὐδενὸς εἰδότος ποιῆσαι ταῦτα. Ἀνύποπτον ἦν τὸ καὶ δαπανᾶσθαι. Τότε παραλαβὼν ὁ Παῦλος τοὺς ἄνδρας, καὶ τῇ ἐχοµένῃ ἡµέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερὸν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡµερῶντοῦ ἁγνισµοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.∆ ιαγγέλλων, τουτέστι, καταγγέλλων ὥστε αὐτὸς ἦν ὁ δῆλον ἑαυτὸν ποιῶν. Ὡς δὲ ἔµελλον αἱ ἑπτὰ ἡµέραι συντελεῖσθαι.
47.2
Ὅρα πῶς µάλιστα δὴ αὐτοῖς ἐγχρονίζει. Οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάµενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας, κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόµου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον. Ὅρα τὸ ἦθος αὐτῶν πανταχοῦ ταραχῶδες, καὶ ἁπλῶς βοώντων ἐν τῷ µέσῳ. Ἦσαν γὰρ ἑωρακότες Τρόφιµον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόµιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδροµὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόµενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε, φησίν. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόµου καὶ τοῦ τόπου τούτου. Ἃ µάλιστα αὐτοὺς ἐθορύβει ὁ ναὸς καὶ ὁ νόµος, ταῦτα προφέρουσι ἐκεῖνοι. Καὶ οὐδὲν ἐνεκάλεσε τοῖς ἀποστόλοις ὁ Παῦλος παθὼν καίτοι τοσαῦτα, ὅτι αὐτοὶ αἴτιοι τούτων γεγόνασιν αὐτῷ· οὕτως ἦν µεγαλόψυχος. Καὶ εἷλκον αὐτὸν, φησὶν, ἔξω τοῦ ἱεροῦ· καὶ ἐκλείσθησαν αἱ θύραι. Ἐβούλοντο γὰρ αὐτὸν ἀνελεῖν καὶ διὰ τοῦτο ἔξω εἷλκον, ὥστε µετὰ πλείονος ἀδείας τοῦτο ποιῆσαι. Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρας, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήµ· ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραµεν ἐπ' αὐτούς. Οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. Τότε ἐγγίσας ὁ χιλίαρχος, ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί· καὶ ἐπυνθάνετο, τίς ἂν εἴη καὶ τί ἐστι πεποιηκώς. Ἄλλοι δὲ ἄλλα ἐβόων ἐν τῷ ὄχλῳ. Καὶ τίνος ἕνεκεν µέλλων αὐτὸν ἐξετάζειν, ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί; Παραµυθούµενος τὸν θυµὸν τοῦ δήµου. Μὴ δυνάµενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυ βον, ἐκέλευσε ἄγεσθαι αὐτὸν εἰς τὴν παρεµβολήν. Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθµοὺς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου· ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζον, Αἶρε αὐτόν. Τί ἐστιν, Αἶρε αὐτόν; Ἔθος ἦν Ἰουδαίοις καθ' ὧν ἂν ἀπεφαίνοντο τοῦτο λέγειν, ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ αὐτὸ φαίνονται ποιοῦντες καὶ λέγοντες, Ἆρον αὐτόν· τουτέστιν, Ἐκ τῶν ζώντων ποίησον ἀφανῆ. Τινὲς δὲ, ὃ παρ' ἡµῖν λέγουσι κατὰ τὴν Ῥωµαϊκὴν συνήθειαν, Ἐν τοῖς σίγνοις αὐτὸν ἔµβαλε, τοῦτο εἶναι τὸ, Αἶρε αὐτόν. Μέλλων δὲ εἰς τὴν παρεµβολὴν εἰσάγεσθαι ὁ Παῦλος, λέγει τῷ χιλιάρχῳ· Εἰ ἔξεστί µοι εἰπεῖν τι πρὸς σέ; Ἐπὶ τοὺς ἀναβαθµοὺς φερόµενος, ἀξιοῖ πρὸς τὸν χιλίαρχον εἰπεῖν τι. Καὶ ὅρα πῶς ἐπιεικῶς· Εἰ ἔξεστί µοι εἰπεῖν τι πρὸς σέ; φησίν. Ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις; Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος, ὁ πρὸ τούτων τῶν ἡµερῶν ἀναστατώσας, καὶ ἐξαγαγὼν εἰς τὴν ἔρηµον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; Οὗτος ὁ Αἰγύπτιος ἄνθρωπός τις νεωτεροποιὸς γέγονε καὶ στασιαστής. Πρὸς δὴ τοῦτο ἀπολογεῖται ὁ Παῦλος, καὶ δι' ὧν εἶπεν ἀπάγει τῆς ὑποψίας αὐτόν. Ἴδωµεν δὲ ἄνωθεν τὰ ἀνεγνωσµένα. Εἰσὶν ἡµῖν ἄνδρες, φησὶ, τέσσαρες εὐχὴν ἔχοντες ἐφ' ἑαυτῶν· τούτους παραλαβὼν, ἁγνίσθητι σὺν αὐτοῖς. Πρὸς δὴ τοῦτο οὐκ ἀντιπίπτει ὁ Παῦλος, ἀλλὰ πείθεται. Ὅθεν δῆλον, ὅτι οὐ προηγουµένως ἔδει τοῦτο ποιεῖν( διὸ καὶ πείθουσιν αὐτόν), ἀλλ' ὅτι οἰκονοµία τὸ πρᾶγµα καὶ συγκατάβασις ἦν. Οὐκ ἄρα ἐγκοπὴ τοῦ κηρύγµατος τοῦτο ἦν, ὅπου γε καὶ αὐτοὶ ἐνοµοθέτουν ἐκείνοις τὰ τοιαῦτα. Τοῦτο τοίνυν οἰκονοµῶν καὶ αὐτὸς Πέτρῳ ἐγκαλεῖ ὕστερον· καὶ οὐχ ἁπλῶς αὐτὸ ποιεῖ. Ὅπερ γὰρ ἐνταῦθα ἐποίησεν αὐτὸς, τοῦτο Πέτρος ἐκεῖ σιγῶν καὶ ἱστῶν αὐτοῦ τὸ δόγµα. Καὶ οὐκ εἶπον, ὅτι Οὐ χρὴ τοὺς κατὰ τὰ ἔθνη διδάσκειν, οὐδὲ Ἀρκεῖ τὸ µὴ κηρῦξαι ἐκεῖ· ἀλλὰ δεῖ καὶ πλεῖόν τι ποιῆσαι, ἵνα πεισθῶσιν ἐκεῖνοι, ὅτι φυλάττεις τὸν νόµον. Συγκατάβασις τὸ πρᾶγµά ἐστι, µηδὲν φοβηθῇς. Καὶ ὅρα, οὐ πρότερον πείθουσιν αὐτὸν, ἕως τοῦ εἰπεῖν τὴν οἰκονοµίαν πρῶτον καὶ τὸ κέρδος. Καὶ τὸ ἐν Ἱεροσολύµοις δὲ τοῦτο ποιεῖν, φορητόν. Ποίησον τοίνυν τοῦτο ἐνταῦθα, ἵνα ἐξῇ σοι ἔξω ποιεῖν ἐκεῖνο. Τότε παραλαβὼν, φησὶν, ὁ Παῦλος τοὺς ἄνδρας τῇ ἐχοµένη ἡµέρᾳ. Οὐκ ἀνεβάλετο, ἀλλ' ἔργῳ δεικνὺς τὴν πειθὼ, παραλαµβάνει µεθ' ὧν ἔµελλεν ἁγνίζεσθαι. Τοιοῦτόν τί ἐστι θερµὸν ἡ οἰκονοµία. Καὶ πῶς, φησὶν, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι εἶδον αὐτὸν ἐν τῷ ἱερῷ; Εἰκὸς ἦν αὐτοὺς ἡµέρας τινὰς ἐκεῖ διατρίβειν. Ὅρα δὲ πῶς καὶ οἰκονοµία τὸ γενόµενον ἦν· µετὰ γὰρ τὸ πεισθῆναι τοὺς Ἰουδαίους, τότε ἐπιτίθενται· εἰκότως, ἵνα µὴ κἀκεῖνοι συνεπιθῶνται. Βοηθεῖτε, φησὶν, ἄνδρες Ἰσραηλῖται. Ὥς τινος δυσθηράτου καὶ δυσχειρώτου ταῖς ἐκείνων ἐµπεσόντος χερσὶ, Βοηθεῖτε, λέγουσι. Πάντας πανταχοῦ οὗτός ἐστιν ὁ διδάσκων. Οὐκ ἐνταῦθα µόνον, φησὶν, ἀλλὰ Πανταχοῦ. εἶτα καὶ ἡ κατηγορία µείζων ἀπὸ τῶν παρόντων. Ἔτι δὲ, φησὶ, καὶ κεκοινώνηκε τὸ ἱερὸν, ἄνδρας Ἕλληνας εἰσαγαγών. Καὶ µὴν καὶ ἐπὶ τοῦ Χριστοῦ ἀνέβησαν προσκυνήσοντες· ἀλλὰ τοὺς οὐκ ἂν ἑλοµένους προσκυνῆσαι οὗτοι λέγουσι. Καὶ ἐπιλαβόµενοι τοῦ Παύλου, φησὶν, εἷλκον αὐτὸν ἔξω. Σκόπει· ἀπὸ τοῦ ἱεροῦ ἐκβάλλουσιν αὐτόν· οὐκέτι γὰρ νόµων ἐδέοντο οὐδὲ δικαστηρίων· διὸ καὶ ἔτυπτον αὐτόν· οὕτω διὰ πάντων φαίνονται θρασεῖς ὄντες καὶ ἰταµοί. Ὁ δὲ τότε µὲν οὐκ ἀπελογήσατο, ὕστερον δέ· εἰκότως· τότε γὰρ οὐδ' ἂν ἤκουσαν. Καὶ τί δήποτε ἔκραζον, Αἶρε αὐτόν; Ἐφοβοῦντο, µὴ διαφύγῃ. Ἀλλ' ὅρα µεθ' ὅσης ὑποστολῆς διαλέγεται ὁ Παῦλος τῷ χιλιάρχῳ. Τί γάρ φησιν; Εἰ ἔξεστί µοι εἰπεῖν τι πρὸς σέ; Τοσοῦτον ἦν ταπεινὸς, ὅτι καὶ µετριάζειν ᾔδει πανταχοῦ. Οὐκ ἄρα σὺ εἶ, φησὶν, ὁ Αἰγύπτιος;
47.3
Ὅρα κακουργίαν διαβόλου. Ἀπατεὼν ἦν ἐκεῖνος καὶ γόης ὁ Αἰγύπτιος, καὶ προσεδόκησε συσκιάζειν διὰ τούτου καὶ κοινωνοὺς ποιεῖν τῶν ἐκείνῳ προσηκόντων ἐγκληµάτων καὶτὸν Χριστὸν καὶ τοὺς ἀποστόλους· ἀλλ' οὐδὲν ἴσχυσεν, ἀλλ' ὅµως ἔτι λαµπροτέρα γέγονεν ἡ ἀλήθεια, οὐδὲν παραβλαβεῖσα τοῖς τοῦ διαβόλου µηχανήµασιν, ἀλλὰ καὶ µᾶλλον λάµψασα. Εἰ µὲν γὰρ µὴ ἦσαν γόητες, εἶτα οὗτοι ἐκράτουν, τάχα ἄν τις ἐπελάβετο· ὅτε δὲ καὶ ἐκεῖνοι ἐφάνησαν, οὗτοι κρατοῦσι, τοῦτό ἐστι τὸ θαυµαστόν.∆ ιὸ καὶ φανῆναι οὐ κωλύονται, ἵνα καὶ οὕτω µᾶλλον λάµψωσιν· ὥσπερ οὗτος καὶ ἀλλαχοῦ λέγει· Ἵνα οἱ δόκιµοι φανεροὶ γένωνται. Τοιοῦτό τι ἦν, ὃ καὶ Γαµαλιῆλος ἔλεγεν, ὅτι Πρὸ τούτων τῶν ἡµερῶν ἀνέστη Θευδᾶς. Τοὺς δὲ σικαρίους, οἱ µὲν γένος τι λῃστῶν φασιν αὐτοὺς εἶναι, οὕτω καλουµένους ἀφ' ὧν ἐπεφέροντο ξιφῶν, σικῶν λεγοµένων παρὰ Ῥωµαίοις· οἱ δὲ τῆς µιᾶς αἱρέσεως τῆς παρ' Ἑβραίοις. Τρεῖς γάρ εἰσι παρ' αὐτοῖς αἱρέσεις αἱ γενικαὶ, Φαρισαῖοι, Σαδδουκαῖοι, καὶ Ἐσσηνοὶ, οἱ καὶ Ὅσιοι λέγονται( τοῦτο γάρ ἐστι τὸ Ἐσσηνοὶ ὄνοµα) διὰ τὸ τοῦβίου σεµνόν· οἱ αὐτοὶ δὲ καὶ Σικάριοι διὰ τὸ εἶναι ζηλωταί. Μὴ τοίνυν ἀλγῶµεν, ὅτι αἱρέσεις εἰσὶν, ὅπου καὶ ψευδόχριστοι καὶ τῷ Χριστῷ ἐπιθέσθαι ἠθέλησαν καὶ πρὸ τούτου καὶ µετὰ τοῦτο, ὥστε συσκιάσαι. Ἀλλ' ἡ ἀλήθεια λάµπει καὶ διάδηλός ἐστι πανταχοῦ. Τοῦτο καὶ ἐπὶ τῶν προφητῶν γέγονε· γεγόνασι ψευδοπροφῆται, καὶ ἀπὸ συγκρίσεως µᾶλλον ἔλαµψαν. Καὶ γὰρ ἡ νόσος τὴν ὑγείαν φανερὰν δείκνυσι, καὶ τὸ σκότος τὸ φῶς, καὶ τὴν γαλήνην ὁ χειµών. Οὐκ ἔνι εἰπεῖν τοὺς Ἕλληνας, ὅτι πλάνοι καὶ γόητες ἦσαν· ἐκεῖνοι γὰρ ἠλέγχθησαν. Τοῦτο καὶ ἐπὶ Μωϋσέως γέγονε· συνεχώρησεν ὁ Θεὸς τοὺς µάγους, ἵνα µὴ µάγος ὑποληφθῇ Μωϋσῆς· εἴασεν αὐτοὺς διδάξαι πάντας µέχρι πόσου µαγεία φαντάσαι δύναται· περαιτέρω δὲ οὐκ ἠπάτησαν, ἀλλ' αὐτοὶ τὴν ἧτταν ὡµολόγησαν. Οὐδὲν ἡµᾶς βλάπτουσιν οἱ ἐπιθέται· µᾶλλον δὲ καὶ ποιοῦσι βελτίους, ἄν τις θέλῃ προσέχειν τὸν νοῦν. Τί οὖν, φησὶν, ὅταν κοινωνῶµεν αὐτοῖς τῆς δόξης; Οὐ παρ' ἡµᾶς, ἀλλὰ παρὰ τοὺς οὐκ ἔχοντας κρίσιν. Μὴ σφόδρα µελέτω τῆς δόξης ἡµῖν τῆς τῶν πολλῶν, µηδὲ πέρα τοῦ δέοντος αὐτῆς φροντίζωµεν. Θεῷ ζῶµεν, οὐκ ἀνθρώποις· ἐν οὐρανῷ πολιτευόµεθα, οὐκ ἐπὶ τῆς γῆς· ἐκεῖ τὰ βραβεῖα καὶ τὰ ἔπαθλα κεῖται τῶν ἡµετέρων πόνων· ἐκεῖθεν προσδοκῶµεν τοὺς ἐπαίνους, ἐκεῖθεν τοὺς στεφάνους. Μέχρι τοσούτου φροντίζωµεν τῶν ἀνθρώπων, µέχρι τοῦ µὴ διδόναι καὶ παρέχειν αὐτοῖς λαβήν. Ἂν δὲ ἡµῶν µὴ παρεχόντων ἐκεῖνοι θέλωσιν ἁπλῶς καὶ εἰκῇ κατηγορεῖν, γελῶµεν, µὴ δακρύωµεν. Σὺ προνόει καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων· ἂν σοῦ προνοοῦντος καλὰ ἐκεῖνος σκώπτῃ, µηκέτι φρόντιζε. Ἔχεις τὰ ὑποδείγµατα ἐν ταῖς Γραφαῖς. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; φησί· καὶ πάλιν, Ἀνθρώπους πείθοµεν, Θεῷ δὲ πεφανερώµεθα. Καὶ ὁ Χριστὸς οὕτως ἐπὶ τῶν σκανδαλιζοµένων ἔλεγεν· Ἄφες αὐτοὺς, ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· καὶ πάλιν, Οὐαὶ ὑµῖν, ὅταν καλῶς ὑµᾶς εἴπωσιν πάντες οἱ ἄνθρωποι· καὶ πάλιν· Λαµψάτω τὰ ἔργα ὑµῶν, ὅπως ἴδωσιν οἱ ἄνθρωποι, καὶ δοξάσωσι τὸν Πατέρα ὑµῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ ἀλλαχοῦ λέγει· Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν µικρῶν τούτων, συµφέρει αὐτῷ ἵνα κρεµασθῇ µύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγειτῆς θαλάσσης· µὴ θαυµάσῃς· οὐ γάρ ἐστι ταῦτα ἐναντία, ἀλλὰ καὶ σφόδρα συνᾴδοντα. Ὅταν µὲν γὰρ παρ' ἡµᾶς γένηται, οὐαὶ ἡµῖν· ὅταν δὲ µὴ παρ' ἡµᾶς, οὐκέτι. Καὶ πάλιν· Οὐαὶ ὑµῖν, δι' οὓς τὸ ὄνοµα τοῦ Θεοῦ βλασφηµεῖται. Τί οὖν, ἂν ἐγὼ µὲν ποιῶ τι τῶν δεόντων, ἕτερος δὲ βλασφηµῇ; Οὐδὲν πρὸς σὲ, ἀλλὰ πρὸς ἐκεῖνον· δι' ἐκείνου γὰρ ἐβλασφηµήθη. Καὶ πῶς ἔνι πρᾶξαί τι τῶν δεόντων, καὶ δοῦναι τοῖς ἄλλοις λαβήν; Πόθεν βούλεσθε, ἀπὸ τῶν νῦν ὄντων, ἢ ἀπὸ τῶν παλαιῶν τὰ παραδείγµατα ὑµῖν ἀγάγω; Ἵνα µὴ ψοφοδεεῖς ὦµεν, βούλεσθε αὐτὸ δὴ τοῦτο τὸ νῦν µετὰ χεῖρας εἴπωµεν; Ἰουδάϊζεν ὁ Παῦλος ἐν Ἱεροσολύµοις, ἀλλ' ἐν Ἀντιοχείᾳ οὐκ ἔτι· ἰουδάϊζε καὶ ἐσκανδαλίζοντο, ἀλλ' οὐ δικαίως ἐσκανδαλίζοντο ἐκεῖνοι. Λέγεται Νέρωνος καὶ οἰνοχόον καὶ παλλακίδα ἀσπάσαι· πόσα οἴεσθε κατ' αὐτοῦ εἰρηκέναι αὐτοὺς διὰ τοῦτο; Ἀλλ' οὐ δικαίως. Εἰ µὲν γὰρ ἐπὶ ἀσελγείᾳ ἠσπάσατο, ἢ ἐπὶ πονηροῖς πράγµασιν, εἰκότως· εἰ δὲ ἐπὶ βίῳ ὀρθῷ, τίνος ἕνεκεν; Εἴπω τι καί τινι τῶν ἐµοὶ συνήθων συµβάν. Ἐπέπεσεν ὀργή ποτε τοῦ Θεοῦ, καὶ σφόδρα νέος ὢν ἐκεῖνος, καὶ ἐν τῇ τοῦ διακόνου τάξει τυγχάνων, ἐπεὶ τότε ὁ ἐπίσκοπος ἔτυχεν ἀπὼν κατ' ἐκεῖνοντὸν καιρὸν, καὶ τῶν πρεσβυτέρων οὐδεὶς ἐφρόντιζεν, ἀλλ' ἁπλῶς ἐποίησαν φωτισθῆναι ἀθρόον ἐν µιᾷ νυκτὶ µυριάδας πολλὰς, καὶ ἁπλῶς ἐβαπτίζοντο πάντεςοὐδὲν εἰδότες· τούτους ἐκεῖνος λαβὼν κατ' ἰδίαν ὁµοῦ ἑκατὸν καὶ διακοσίους, διελέγετο, ἄλλο µὲν οὐδὲν, τὰ δὲ τῶν µυστηρίων µόνον ὡς µηδὲ τοῖς ἀµυνήτοιςσυγχωρεῖν παρεῖναι. Τοῦτο αὐτὸν ποιοῦντα ἐνόµισαν πολλοὶ τῆς ἀρχῆς ἐρῶντα τοῦτο ποιεῖν. Ἀλλ' οὐκ ἐφρόντισεν ἐκεῖνος τῶν νοµιζόντων· οὐκ ἐξέτεινε µέντοι ἐπὶ χρόνον τὸ πρᾶγµα, ἀλλ' εὐθέως ἐπαύσατο. Τί οὖν; ἐκεῖνος τοῦ σκανδάλου αἴτιος; Οὐκ ἔγωγε οἶµαι. Εἰ µὲν γὰρ οὐκ οὔσης αἰτίας τοῦτο ἐποίει, εἰκότως ἐκείνῳ τὴν αἰτίαν ἐπέγραφον, καὶ εἰ πάλιν ἐπεξέτεινεν. Ὅταν γὰρ τῶν τῷ Θεῷ δοκούντων κωλύηται διὰ τὸ ἑτέρου σκάνδαλον, καταφρονεῖν δεῖ· τότε δὲ φροντίζειν, ὅταν µηδὲν ἀναγκαζώµεθα δι' ἐκεῖνον προσκρούειν Θεῷ· ἐπεὶ, εἰπέ µοι, ἂν µεταξὺ διαλεγοµένων ἡµῶν καὶ τοὺς µεθύοντας σκωπτόντων σκανδαλίζηταί τις, ἐγὼ παύσωµαι λέγων; Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Μὴ καὶ ὑµεῖς βούλεσθε ὑπάγειν; Οὕτως οὔτε καταφρονεῖν οὔτε σφόδρα ἀντιποιεῖσθαι τῆς τῶν πολλῶν ἀσθενείας χρή. Ἢ οὐχ ὁρῶµεν καὶ τοὺς ἰατροὺς τοῦτο ποιοῦντας, καὶ, ὅταν µὲν ἐγχωρῇ, χαριζοµένους τοῖς κάµνουσιν, ὅταν δὲ ἡ χάρις ἡ ἐκείνων βλάβην ἐργάζηται, οὐκἔτι φειδοµένους; Πανταχοῦ τὸ µέτρον τιµᾷν καλόν. Ἐβλασφήµησαν πολλοὶ κατηχήσεως ἕνεκεν κόρης τινὸς εὐµόρφου παρθένου µεινάσης, παρέβαλον πρὸς αὐτὴν, καὶ τοὺς κατηχοῦντας ἐλοιδόρησαν. Τί οὖν; ἀποστῆναι ἐκείνους ἔδει διὰ τοῦτο; Οὐδαµῶς· οὐδὲν γὰρ εἰργάζοντο ἐναντίον, ἀλλὰ καὶ σφόδρα δοκοῦν πρᾶγµα Θεῷ. Μὴ τοίνυν, εἰ σκανδαλίζονταί τινες, ἴδωµεν, ἀλλ' εἰ δικαίως, καὶ εἰ µὴ µετὰ τῆς ἡµετέρας βλάβης. Εἰ βρῶµα σκανδαλίζει, φησὶ, τὸν ἀδελφόν µου, οὐ µὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Εἰκότως· οὐδὲν γὰρ ἔβλαπτε τὸ µὴ φαγεῖν· εἰ µέντοι σκανδαλίζει αὐτὸν, ὅτι βούλοµαι ἀποτάξασθαι, οὐκ ἔτι φροντίζειν δεῖ. Καὶ τίνα, φησὶ, τοῦτο σκανδαλίζει; Πολλοὺς, ἔγωγε οἶδα. Ὅταν τοίνυν ἀδιάφορον ᾖ τὸ κώλυµα, γινέσθω· ἐπεὶ, εἰ µέλλοιµεν πρὸς τοῦτο µόνον ὁρᾷν, πολλῶν ἔχοµεν ἀποστῆναι· ὥσπερ οὖν καὶ τοὐναντίον, εἰ µέλλοιµεν καταφρονεῖν, πολλοὺς ἀπολλύναι· ἐπεὶ καὶ Παῦλος προενόησε σκανδάλου· καὶ πῶς, ἄκουε· Ἵνα µὴ τῇ ἁδρότητι, φησὶ, ταύτῃ τῇ διακονουµένῃ ὑφ' ἡµῶν· οὐδὲν γὰρ ἔβλαπτε τὸ τὴν ὑπόνοιαν ἐξελεῖν. Ὅταν δὲ εἰς τοιαύτην ἐµπέσωµεν ἀνάγκην, ὥστε µεγάλα γενέσθαι κακὰ διὰ τὸ ἑτέρου σκάνδαλον, καταφρονῶµεν ἐκείνου. Ἐκεῖνος µὲν γὰρ ἑαυτῷ αἴτιος, ἡµεῖς δὲ οὐκ ἔτι ὑπεύθυνοι· οὐ γὰρ ἐνῆν ἀβλαβῶς αὐτοῦ φείσασθαι. Ἐσκανδαλίσθησαν πολλοὶ, ὅτι εἰς ἱερὰ κατέκειντό τινες πιστοὶ, ἐπειδὴ οὐκ ἔδει κατακεῖσθαι· ἀλλὰ κακῶς· οὐδεµία γὰρ ἀπὸ τούτου βλάβη. Ἐσκανδαλίζοντο, ὅτι ἤσθιε µετὰ τῶν ἐθνικῶν ὁ Πέτρος· ἀλλ' ἐκεῖνος µὲν ἐφείσατο, αὐτὸς δὲ οὐκ ἔτι. Πανταχοῦ προσήκει ἡµᾶς τοῖς τοῦ Θεοῦ νόµοις κατακολουθοῦντας, πολλὴν σπουδὴν ποιεῖσθαι, ὥστε µηδεµίαν ἀφορµὴν παρέχειν σκανδάλου, ἵνα καὶαὐτοὶ ἀνεύθυνοι ὦµεν, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳΠνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.