Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 50 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
50.0
τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοὶ, ἐγὼ Φαρισαῖός εἰµι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνοµαι. Ταῦτα δὲ αὐτοῦ λαλήσαντος, ἐγένετο στάσις τῶν Σαδδουκαίων καὶ Φαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι µὲν γὰρ λέγουσι, µὴ εἶναι ἀνάστασιν, µηδὲ ἄγγελον, µήτε πνεῦµα· Φαρισαῖοι δὲ ὁµολογοῦσι τὰ ἀµφότερα.
50.1
Πάλιν ἀνθρωπίνως διαλέγεται, καὶ οὐ πανταχοῦ τῆς χάριτος ἀπολαύει, ἀλλὰ καὶ παρ' ἑαυτοῦ τι συγχωρεῖται εἰσφέρειν· ὃ δὴ καὶ ποιεῖ, καὶ ἐν τούτῳ καὶ ἐν τῷ µετὰ ταῦτα ἀπολογεῖται, βουλόµενος σχίσαι τὸ πλῆθος τὸ κακῶς ὁµονοοῦν κατ' αὐτοῦ. Καὶ οὐ ψεύδεται οὐδὲ ἐνταῦθα, Φαρισαῖον ἑαυτὸν λέγων· Φαρισαῖος γὰρ ἦν ἐκ προγόνων.∆ ιὰ τοῦτο καὶ οὕτως ἀπολογεῖται· Φαρισαῖος ἐγώ εἰµι, υἱὸς Φαρισαίου, καὶ περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνοµαι. Ἐπειδὴ γὰρ ἐκεῖνοι οὐκ ἐβούλοντο εἰπεῖν διὰ τί κρίνουσιν αὐτὸν, ἀναγκάζεται λοιπὸν αὐτὸς ἐξειπεῖν. Φαρισαῖοι δὲ, φη σὶν, ὁµολογοῦσι τὰ ἀµφότερα. Καὶ µὴν τρία ἐστί· πῶς οὖν λέγει Ἀµφότερα; Ἢ ὅτι πνεῦµα καὶ ἄγγελος ἕν ἐστιν, ἢ ὅτι οὐ µόνον ἡ λέξις περὶ δύο, ἀλλὰ καὶ περὶ τριῶν λαµβάνεται. Καταχρηστικῶς οὖν οὕτως εἶπε, καὶ οὐ κυριολογῶν. Καὶ ὅρα· ὅτε µετ' αὐτῶν ἔστη, τότε ἀπολογοῦνται ὑπὲρ αὐτοῦ. Ἐγένετο γὰρ, φησὶ, κραυγὴ µεγάλη· καὶ ἀναστάντες τῶν γραµµατέων τοῦ µέρους τῶν Φαρισαίων, διεµάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκοµεν ἐν τῷ ἀνθρώπῳ τούτῳ. Εἰ δὲ πνεῦµα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, µὴ θεοµαχῶµεν. Καὶ διὰ τί µὴ πρὸ τούτου ὑπὲρ αὐτοῦ ἀπελογήσαντο; Ὅτι αὐτοῖς οὔπω συνεµίγνυτο, οὐδὲ δῆλον ἦν, πρὶν ἀπολογήσεται, Φαρισαῖος ἄνωθεν ὤν. Ὁρᾷς, ὅταν τὰ πάθη ὑποχωρήσῃ, πῶς ἡ ἀλήθεια εὑρίσκεται; Ὃ δὲ λέγουσι, τοῦτό ἐστι· ποῖον ἔγκληµα, εἰ ἄγγελος αὐτῷ ἐλάλησεν, εἰ πνεῦµα, καὶ ὑπ' αὐτοῦ κατηχηθεὶς, οὕτω τὰ περὶ ἀναστάσεως ἐκδιδάσκει; Οὐκοῦν αὐτοῦ ἀποστῶµεν, µὴ αὐτῷ πολεµοῦντες καὶ θεοµάχοι εὑρεθῶµεν. Ὅρα συνετῶς αὐτοὺς ὑπεραπολογουµένους, καὶ τὸν Παῦλον οὐδεµίαν αὐτοῖς διδόντα λαβήν. Πολλῆς δὲ γενοµένης στάσεως, φοβηθεὶς ὁ χιλίαρχος, µὴ διασπασθῇ ὁ Παῦλος ὑπ' αὐτῶν, ἐκέλευσε τὸ στράτευµα καταβὰν ἁρπάσαι αὐτὸν ἐκµέσου αὐτῶν, ἀγαγεῖν τε εἰς τὴν παρεµβολήν. Φοβεῖται λοιπὸν ὁ χιλίαρχος, µὴ διασπασθῇ, ἐπειδὴ εἶπεν, ὅτι Ῥωµαῖός ἐστιν· ὅθεν καὶ οὐκ ἀκίνδυνον ἦν τὸ πρᾶγµα. Ὁρᾷς, ὅτι δικαίως ὡµολόγησεν ἑαυτὸν Ῥωµαῖον εἶναι; ἦ γὰρ ἂν οὐδὲ νῦν ἐφοβήθη. Καὶ τὸ µὲν στράτευµα λοιπὸν ἁρπάζει αὐτόν. Ὡς δὲ εἶδον οἱ µιαροὶ πάντα ἀνήνυτα, δι' ἑαυτῶν τὸ πᾶν ποιοῦσι, βουληθέντες µὲν καὶ πρὸ τούτου, κωλυθέντες δέ· οὕτως οὐδαµοῦ ἵσταται ἡ κακία τοσούτοις ἐγκοπτοµένη· καίτοι πόσα ᾠκονοµήθη, ὥστε καὶ τοῦ θυµοῦ καθυφεῖναι, καὶ µαθεῖν δι' ὧν ἐδύναντο ἀνενεγκεῖν. Ἀλλ' οὐδὲν ἧττον ἐφίστανται. Ἱκανὴ γοῦν ἐκείνη ἡ ἀπολογία, τὸ µέλλοντα διασπᾶσθαι τὸν ἄνθρωπον ἁρπάζεσθαι, καὶ τοσούτους κινδύνους διαφυγεῖν· Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος, εἶπε· Θάρσει· ὡς γὰρ διεµαρτύρω τὰ περὶ ἐµοῦ εἰς Ἱερουσαλὴµ, οὕτω σε δεῖ καὶ εἰς Ῥώµην µαρτυρῆσαι. Γενοµένης δὲ ἡµέρας, ποιήσαντες οἱ Ἰουδαῖοι συστροφὴν, ἀνεθεµάτισαν ἑαυτοὺς µὴ φαγεῖν µηδὲ πιεῖν, ἕως οὗ ἀνέλωσι τὸν Παῦλον. Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωµοσίαν πεποιηκότες. Ἀνεθεµάτισαν ἑαυτοὺς, φησίν. Ὁρᾷς πῶς εἰσι σφοδροὶ καὶ ἀµυντικοὶ περὶ τὴν κακίαν; Τί ἐστιν, Ἀνεθεµάτισαν; Ἀντὶ τοῦ, Ἔξω εἶναι τῆς εἰς Θεὸν πίστεως εἶπον, εἰ µὴ τὸ δόξαν κατὰ Παύλου ποιήσαιεν. Ἄρα διαπαντός εἰσιν ἀνατεθεµατισµένοι ἐκεῖνοι· οὐ γὰρ ἀπέκτειναν τὸν Παῦλον. Καὶ τεσσαράκοντα ὁµοῦ συνέρχονται. Τοιοῦτον γὰρ τὸ ἔθνος, ὅταν µὲν ἐπὶ ἀγαθῷ δέῃ συµφωνῆσαι, οὐδὲ δύο συντρέχουσιν· ὅταν δὲ ἐπὶ κακῷ, δῆµος ὁλόκληρος. Καὶ λαµβάνουσι κοινωνοὺς καὶ τοὺς ἄρχοντας· διὸ καὶ τοῦτο δηλῶν ἐπήγαγεν· Οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις εἶπον· Ἀναθέµατι ἀνεθεµατίσαµεν ἑαυτοὺς µηδενὸς γεύσασθαι, ἕως οὗ ἀποκτείνωµεν τὸν Παῦλον. Νῦν οὖν ὑµεῖς ἐµφανίσατε ἑαυτοὺς τῷ χιλιάρχῳ ἐν τῷ συνεδρίῳ, ὅπως αὐτὸν καταγάγῃ πρὸς ὑµᾶς, ὡς µέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡµεῖς δὲ, πρὸ τοῦ ἐγγίσαι αὐτὸν, ἕτοιµοί ἐσµεν τοῦ ἀνελεῖν αὐτόν. Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον, παραγενόµενος καὶ εἰσελθὼν εἰς τὴν παρεµβολὴν, ἀπήγγειλε τῷ Παύλῳ. Προσκαλεσάµενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων, ἔφη· Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ. Ὁ µὲν οὖν παραλαβὼν αὐτὸν, ἤγαγε πρὸς τὸν χιλίαρχον. Πάλιν δι' ἀνθρωπίνης σώζεται προµηθείας. Καὶ ὅρα· ὁ Παῦλος οὐδένα ἀφίησι µαθεῖν, οὐδὲ τὸν ἑκατόνταρχον, ὥστε µὴ τὸ πρᾶγµα γενέσθαι διάδηλον. Καὶ ἐλθὼν ὁ ἑκατόνταρχος, ἀνήγγειλε τῷ χιλιάρχῳ, λέγων· Ὁ δέσµιος Παῦλος προσκαλεσάµενός µε, ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σὲ, ἔχοντά τι λαλῆσαί σοι. Ἐπιλαβόµενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ' ἰδίαν, ἐπυνθάνετο· Τί ἐστιν, ὃ ἔχεις ἀπαγγεῖλαί µοι; Εἶπε δὲ, ὅτι Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς µελλόντων τι ἀκριβέστερον πυνθάνεσθαιπαρ' αὐτοῦ. Σὺ οὖν µὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαρά κοντα, οἵτινες ἀνεθεµάτισαν ἑαυτοὺς µήτε φαγεῖν µήτε πιεῖν, ἕως οὗ ἀνέλωσι τὸν Παῦλον· καὶ νῦν ἕτοιµοί εἰσι προσδεχόµενοι τὴν παρὰ σοῦ ἐπαγγελίαν. Ὁ µὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγγείλας µηδενὶ ἐκλαλῆσαι, ὅτι ἐνεφάνισας ταῦτα πρός µε.
50.2
Καλῶς ὁ χιλίαρχος κελεύει κρύψαι, ὥστε µὴ γενέσθαι δῆλον. Καὶ τότε λέγει τοῖς ἑκατοντάρχοις, ὅτε καὶ γενέσθαι ἐχρῆν· καὶ πέµπεται λοιπὸν ἐν Καισαρείᾳ, ἵνα κἀκεῖ διαλεχθῇ ἐπὶ µείζονος θεάτρου καὶ λαµπροτέρου τοῦ ἀκροατηρίου· ἵνα µὴ ἔχωσι λέγειν οἱ Ἰουδαῖοι, ὅτι εἰ εἴδοµεν Παῦλον, ἐπιστεύσαµεν ἂν, εἰ ἠκούσαµεν αὐτοῦ διδάσκοντος. Καὶ αὕτη οὖν αὐτοῖς ἐντεῦθεν ἡ ἀπολογία ἐκκόπτεται. Καὶ ἐπιστὰς, φησὶν, ὁ Κύριος εἶπεν αὐτῷ· Θάρσει· ὡς γὰρ διεµαρτύρω τὰ περὶ ἐµοῦ εἰς Ἱερουσαλὴµ, οὕτω σε δεῖ καὶ εἰς Ῥώµην µαρτυρῆσαι. Ὅρα, καὶ µετὰ τὸ φανῆναι, πᾶλιν ἀφίησιν αὐτὸν ἀνθρωπίνως σωθῆναι. Καὶ ἄξιον ἐκπλαγῆναι τὸν Παῦλον, πῶς οὐκ ἐθορυβήθη, οὐδὲ εἶπε· Τί δὴ τοῦτό ἐστιν; ἆρα µὴ ἠπάτηµαι παρὰ τοῦ Χριστοῦ; Ἀλλ' οὐδὲν τοιοῦτον ἐνενόησεν, οὐδὲ ἔπαθεν, ἀλλὰ µόνον ἐπίστευσεν· οὐ µὴν ἐπειδὴ ἐπίστευσεν, ὕπνωσεν, ἀλλὰ τὰ ἐνόντα ἐξ ἀνθρωπίνης σοφίας συνιδεῖν οὐ προῆκε. Καὶ σκόπει πῶς ἀνάγκην τινὰ ἑαυτοῖς ἐκεῖνοι περιέθηκαν διὰ τοῦ ἀναθεµατισµοῦ. Ἰδοὺ νηστεία ἀνδροφονίας µήτηρ. Καθάπερ ὁ Ἡρώδης ἀνάγκην τὴν ἀπὸ τοῦ ὅρκου ἑαυτῷ ἐπέθηκεν· οὕτω δὴ καὶ οὗτοι. Τοιαῦτα γὰρ τὰ διαβολικὰ θήρατρα· προσχήµατι δῆθεν εὐλαβείας τὰς παγίδας τίθησι. Καὶ µὴν ἐχρῆν προσελθεῖν, ἐχρῆν αἰτιάσασθαι, δικαστήριον συγκροτῆσαι· ταῦτα γὰρ οὐχ ἱερέων, ἀλλὰ λῃστάρχων, ταῦτα οὐκ ἀρχόντων, ἀλλὰ λυµεώνων. Καὶ ὅρα κακίας ὑπερβολήν. Οὐ µόνον ἀλλήλους διαφθείραντες ἀρκοῦνται, ἀλλὰ καὶ τὸν ἄρχοντα συνδιαφθεῖραι ἐπιχειροῦσι· διὰ τοῦτο ᾠκονοµήθη ὥστε κἀκεῖνον µαθεῖν αὐτῶν τὴν ἐπιβουλήν. Αὐτοὶ δὲ οὐ µόνον ἐκ τοῦ µηδὲν ἔχειν εἰπεῖν, ἀλλὰ καὶ ἐκ τοῦ λάθρα ἐπιχειρεῖν ἤλεγξαν ἑαυτοὺς οὐδὲν ὄντας. Εἰκὸς δὲ καὶ µετὰ τὸ ἀποσταλῆναι αὐτὸν, προσελθεῖν τοὺς ἀρχιερεῖς αἰτοῦντας, καὶ καταισχυνθῆναι ἀπράκτους ἀπολυθέντας. Εἰκότως δὲ τοῦτο ποιεῖ ὁ χιλίαρχος· οὐ γὰρ δὴ ἐβούλετο οὔτε χαρίσασθαι οὔτε ἐπινεῦσαι. Καὶ πῶς, φησὶν, ἐπίστευσεν ἀληθῆ εἶναι τὰ ἐπαγγελθέντα παρὰ τοῦ νεανίου; Ἐκ τῶν ἤδη γενοµένων ἐστοχάσατο, ὅτι καὶ τοῦτο εἰκὸς ἦν αὐτοὺς ποιῆσαι. Καὶ ὅρα τὴν κακουργίαν· ὥσπερ ἀνάγκην καὶ τοῖς ἀρχιερεῦσιν ἐπέστησαν. Καὶ µὴ θαυµάσῃς· εἰ γὰρ τοσοῦτον εἵλοντο αὐτοὶ, καὶ τὸν κίνδυνον ἀνεδέξαντο πάντα, πολλῷ µᾶλλον καὶ ἐκείνους τοῦτο ποιῆσαι εἰκὸς ἦν. Ὁρᾷς, πῶς διὰ τῆς ψήφου τῶν ἔξω ἀθῶος γίνεται ὁ Παῦλος, ὡς καὶ ὁ Χριστὸς παρὰ Πιλάτου; Ἀλλ' ὅρα καὶ τὴν κακίαν ὑφ' ἑαυτῆς ἀναιρουµένην. Παρέδωκαν µὲν γὰρ αὐτὸν, ὥστε καὶ ἀνελεῖν καὶ καταδικάσαι· γίνεται δὲ τοὐναντίον, καὶ σώζεται, καὶ ἀθῶος εὑρίσκεται. Εἰ γὰρ µὴ οὕτω, κἂν διεσπάσθη· εἰ µὴ οὕτω, κἂν ἀπώλετο, κἂν κατεδικάσθη. Οὐ µόνον δὲ ἐκείνης αὐτὸν τῆς ὁρµῆς ἐξαιρεῖται ὁ χιλίαρχος, ἀλλὰ καὶ ὑπηρέτης αὐτῷ γίνεται, ὥστε ἀκινδύνως διασωθῆναι µετὰ τοσαύτης παρατάξεως· καὶ ὅπως, ἄκουε· ἐπάγει γάρ· Καὶ προσκαλεσάµενος δύο τινὰς τῶν ἑκατοντάρχων, εἶπε· Ἑτοιµάσατέ µοι στρατιώτας διακοσίους, ὅπως πορευθῶσιν εἰς Καισάρειαν, καὶ ἱππεῖς ἑβδοµήκοντα, καὶ δεξιολάβους διακο σίους, ἀπὸ τρίτης ὥραςτῆς νυκτὸς, κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον, ἀγάγωσι πρὸς Φήλικα τὸν ἡγεµόνα· γράψας ἐπιστολὴν, περιέχουσαν τὸν τύπον τοῦτον· Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεµόνι Φήλικι χαίρειν. Τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ µέλλοντα ἀναιρεῖσθαι ὑπ' αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύµατι ἐξειλόµην µαθὼν, ὅτι Ῥωµαῖός ἐστι· βουλόµενος δὲ γνῶναι τὴν αἰτίαν, δι' ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν. Ὃν εὗρον ἐγκαλούµενον περὶ ζητηµάτων τοῦ νόµου αὐτῶν, µηδὲν ἄξιον θανάτου ἢ δεσµῶν ἔγκληµα ἔχοντα. Μηνυθείσης δέ µοι ἐπιβουλῆς µέλλειν ἔσεσθαι εἰς τὸν ἄνδρα ὑπὸ τῶν Ἰουδαίων ἐξ αὐτῶν, ἔπεµψα πρὸς σὲ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰπρὸς αὐτὸν ἐπὶ σοῦ. Ἔῤῥωσο· Ὅρα καὶ τὴν ἐπιστολὴν ἀπολογίαν ἔχουσαν µὲν ὑπὲρ αὐτοῦ( Οὐδὲν γὰρ, φησὶν, εὗρον ἄξιον θανάτου ἔγκληµα ἔχοντα), κατηγορίαν δὲ κατ' ἐκείνων ἢκατὰ τούτου· οὕτως ἐθανάτων. Καὶ πρῶτον µέν φησιν, ὅτι Μέλλοντα ἀναιρεῖσθαι ὑπὸ τῶν Ἰουδαίων ἐξειλόµην· εἶτα προστίθησιν, ὅτι Καὶ κατήγαγον αὐτὸν πρὸς αὐτούς· καὶ οὐδ' οὕτως εὗρόν τι ἐγκαλέσαι ἐκεῖνοι· καὶ δέον ὑπὲρ τοῦ προτέρου καταπλαγῆναι καὶ καταισχυνθῆναι, πάλιν ἐπιχειροῦσιν ἀνελεῖν, ὥστε πάλιν λαµπρότερον γενέσθαι τὸν ὑπὲρ αὐτοῦ λόγον. Καὶ τί δήποτε τοὺς κατηγόρους πέµπει; Ἵνα ἐν τῷ δικαστηρίῳ, ἔνθα ταῦτα ἀκριβέστερον γυµνάζεται, ἀθῶος γένηται. Ἴδωµεν τοίνυν ἄνωθεν τὰ εἰρηµένα. Ἐγὼ, φησὶ, Φαρισαῖός εἰµι. Τοῦτο εἶπεν, ὥστε αὐτοὺς ἐπισπάσασθαι. Εἶτα ἵνα µὴ δόξῃ κολακεύειν, ἐπάγει· Περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνοµαι. Ἀπὸ τῆς κατηγορίας αὐτῶν καὶ τῆς διαβολῆς συνίστησιν ἑαυτόν· Σαδδουκαῖοι µὲν γὰρ λέγουσι µὴ εἶναι ἄγγελον, µήτε πνεῦµα. Οὐδὲν ἀσώµατον ἴσασι Σαδδουκαῖοι, τάχα οὐδὲ τὸν Θεὸν, παχεῖς τινες ὄντες· ὅθεν οὐδὲ ἀνάστασιν βούλονται εἶναι πιστεύειν. Καὶ ἀναστάντες, φησὶ, γραµµατεῖς τοῦ µέρους τῶν Φαρισαίων, διεµάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκοµεν ἐν τῷ ἀνθρώπῳ τούτῳ.
50.3
Ὅρα· ἀκούει καὶ ὁ χιλίαρχος, ὅτι αὐτὸν ἀπήλλαξαν ἐγκληµάτων οἱ Φαρισαῖοι, καὶ ἐψηφίσατο ὑπὲρ αὐτοῦ, καὶ µετὰ πλείονος παῤῥησίας ἁρπάζει αὐτόν. Καὶ αὐτὰ δὲ εἰρηµένα Παύλῳ φιλοσοφίας ἔγεµε. Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε· Θάρσει, Παῦλε· ὡς γὰρ διεµαρτύρω τὰ περὶ ἐµοῦ εἰς Ἱερουσαλὴµ, οὕτω σε δεῖ καὶ εἰς Ῥώµην µαρτυρῆσαι. Ὅρα πόση ἡ παράκλησις· πρῶτον αὐτὸν ἐπαινεῖ, εἶτα οὐκ ἀφίησιν οὐδὲ τὸ ἄδηλον τῆς ἀποδηµίας φοβηθῆναι τῆς ἐπὶ Ῥώµην· ὡς εἰ ἔλεγεν· Οὐκ ἀπελεύσῃ µόνον κακεῖ, ἀλλὰ καὶ τοσαύτῃ χρήσῃ παῤῥησίᾳ. Ἐντεῦθεν οὐχ ὅτι σωθήσεται ἐδηλοῦτο, ἀλλ' ὅτι καὶ ἐπὶ µεγάλοις µαρτυρήσει στεφάνοις ἐν τῇ µεγάλῃ πόλει.∆ ιὰ τί δὲ οὐ πρὶν ἢ ἐµπεσεῖν εἰς τὸν κίνδυνον, ἐφάνη αὐτῷ; Ὅτι ἀεὶ ἐν ταῖς θλίψεσι παρακαλεῖ ὁ Θεὸς( τότε γὰρ ποθεινότερος φαίνεται), καὶ ἐν τοῖς κινδύνοις ἐγγυµνάζει ἡµᾶς. Ἄλλως δὲ τότε µὲν ἐν ἀνέσει ἦν, ἀφεθεὶς τῶν δεσµῶν· νῦν δὲ ἔµελλεν αὐτὸν διαδέχεσθαι δεινά. Ὅτι ἀνεθεµατίσαµεν ἑαυτοὺς, φησὶ, µὴ φαγεῖν µηδὲ πιεῖν. Βαβαὶ, πόση µανία! ἑαυτοὺς τῷ ἀναθέµατι ὑποβάλλουσιν ἀλογίστως. Ὅπως καταγάγῃ αὐτὸν, φησὶ, πρὸς ὑµᾶς, ὡς µέλλοντας ἀκριβέστερον διαγινώσκειν τὰ περὶ αὐτοῦ. Τί λέγεις; οὐχὶ δεύτερον πρὸς ὑµᾶς ἐδηµηγόρησεν; οὐχὶ Φαρισαῖον ἑαυτὸν εἶπε; τί οὖν τὸ περιττὸν, Οὕτως οὐδὲν ἐφοβοῦντο, οὐ δικαστήρια, οὐ νόµους· οὕτως οὐδὲν αὐτοῖς ἀτόλµητον ἦν. Καὶ τὴν γνώµην εἰσηγοῦνται, καὶ τὴν πρᾶξιν ἐπαγγέλλονται. Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον. Τοῦτο τῆς τοῦ Θεοῦ οἰκονοµίας ἦν λοιπὸν, τὸ µὴ συνιδεῖν αὐτοὺς ὅτι ἀκούσεται. Τί οὖν ὁ Παῦλος; Οὐκ ἐθορυβήθη, ἀλλὰ συνεῖδεν, ὅτι Θεοῦ ἐστιν ἔργον τοῦτο· καὶ τὸ πᾶν ἐπ' αὐτὸν ῥίψας, εἶχεν ἐξ ἔργου τὴν σωτηρίαν. Καὶ σκόπει πῶς εἰς ἀγαθὸν πάντα ὁ Θεὸς ᾠκονόµησεν. Εἶπεν ὁ νεανίας τὴν ἐπιβουλὴν, ἐπιστεύθη, καὶ οὕτω λοιπὸν διασώζεται Παῦλος. Καὶ εἰ ἀφέθη, φησὶ, τῆς αἰτίας, διὰ τί τοὺς κατηγόρους ἔπεµψαν; Ὥστε ἀκριβεστέραν γενέσθαι τὴν ἐξέτασιν· ὥστε µᾶλλον καθαρθῆναι τὸν ἄνδρα. Τοιαῦται αἱ τοῦ Θεοῦ οἰκονοµίαι· δι' ὧν βλαπτόµεθα, διὰ τούτων ὠφελούµεθα. Οὕτω καὶ Ἰωσὴφ ἐπεβουλεύετο ὑπὸ τῆς δεσποίνης· καὶ ἐδόκει µὲν ἐπιβουλεύειν, ἐπιβουλεύουσα δὲ ἐν ἀσφαλείᾳ κατέστησεν αὐτόν· τῆς γὰρ οἰκίας, ἔνθα τὸ θηρίον ἐκεῖνο ἐτρέφετο, πολλῷ τὸ δεσµωτήριον ἡµερώτερον ἦν. Ἐκεῖ µὲν γὰρ ὢν, εἰ καὶ ἐν θεραπείᾳ ἦν, ἀλλ' ἐν φόβῳ διηνεκεῖ, µή ποτε ἐπίθηται ἡ δέσποινα, καὶ δεσµωτηρίου χαλεπώτερον ὁ φόβος αὐτῷ ἐπέκειτο· µετὰ δὲ τὴν κατηγορίαν ἐν ἀδείᾳ λοιπὸν καὶ ἡσυχίᾳ ἦν, ἀπαλλαγεὶς ἐκείνου τοῦ θηρίου καὶ τῆς ἀσχηµοσύνης καὶ τῆς ἐπιβουλῆς· βέλτιον γὰρ αὐτῷ ἦν τεταλαιπωρηµένοις ἀνθρώποις συνεῖναι, ἢ µαινοµένῃ δεσποίνῃ. Ἐνταῦθα µὲν οὖν παρεµυθεῖτο ἑαυτὸν, ὅτι διὰ σωφροσύνην ἐνέπεσεν· ἐκεῖ δὲ ἐδεδοίκει, µὴ περὶ τὴν ψυχὴν λάβῃ τὴν πληγήν· οὐδὲν γὰρ ἐπαχθέστερον ἐρωµένης νέῳ µὴ βουλοµένῳ, οὐδὲν ἐναγέστερον, οὐδὲν βαρύτερον· πάντων δεσµῶν τοῦτο χαλεπώτερον. Ὥστε οὐκ εἰς δεσµωτήριον ἐνέπεσεν, ἀλλὰ δεσµωτηρίου ἀπηλλάγη· ἐξεπολέµωσεν αὐτῷ τὸν δεσπότην, ἀλλὰ κατήλλαξε τὸν Θεὸν, οἰκειότερον αὐτὸν κατέστησε τῷ ὄντως∆ εσπότῃ τῷ ἀληθινῷ· ἐξέβαλε τῆς ἐπιστασίας τῆς ἐν τῇ οἰκίᾳ, ἀλλ' ᾠκείωσε τῷ∆ εσπότῃ· Πάλιν οἱ ἀδελφοὶ ἐπώλησαν, ἀλλ' ἀπήλλαξαν αὐτὸν συνοικούντων ἐχθρῶν, φθόνου καὶ βασκανίας πολλῆς, ἐπιβουλῆς καθηµερινῆς, µακρὰνκατέστησαν αὐτὸν τῶν µισούντων. Τί γὰρ τούτου χεῖρον, ὅταν τις ἀδελφοῖς φθονοῦσι συνοικεῖν ἀναγκάζηται, ὅταν δι' ὑποψίας ᾖ, ὅταν ἐπιβουλεύηται; Ὥστε ἕτερα µὲν ἐποίουν καὶ οὗτοι κἀκείνη, ἕτερα δὲ ᾠκονοµεῖτο ὑπὲρ τοῦ δικαίου µεγάλα. Ὅτε ἦν ἐν τιµῇ, τότε ἦν ἐν κινδύνῳ· ὅτε ἦν ἐν ἀτιµίᾳ, τότε ἦν ἐν ἀσφαλείᾳ· οὐκ ἐµνηµόνευον αὐτοῦ οἱ εὐνοῦχοι· καὶ καλῶς, ἵνα λαµπροτέρα γένηται τῆς ἐξόδου ἡ ὑπόθεσις· ἵνα µὴ χάριτι ἀνθρωπίνῃ, ἀλλ' οἰκονοµίᾳ θείᾳ τὸ πᾶν λογίζηται· ἵνα εὐκαίρως εἰς χρείαν καταστὰς ἐξαγάγῃ· ἵνα µὴ εὐεργετῶν, ἀλλ' εὐεργετούµενος αὐτὸν ἐκβάλῃ τοῦ δεσµωτηρίου ὁ Φαραώ. Οὐκ ἔδει δοῦλον γενέσθαι τὸ δῶρον, ἀλλ' εἰς ἀνάγκην καταστῆναι τὸν βασιλέα· ἔδει φανερὰν αὐτοῦ γενέσθαι τὴν σοφίαν.∆ ιὰ τοῦτο λανθάνει ὁ εὐνοῦχος, ἵνα µὴ λάθῃ Αἴγυπτος, ἵνα µὴ ἀγνοήσῃ αὐτὸν ὁ βασιλεύς. Εἰ τότε ἐξηνέχθη, ἴσως ἂν καὶ ἐπεθύµησεν ἀπελθεῖν εἰς τὴν αὐτοῦ· διὰ τοῦτο µυρίαις ἀνάγκαις κατέχεται, πρῶτον τῇ δεσποτείᾳ, δεύτερον τῷ δεσµωτηρίῳ, τρίτον ἐν τῇ βασιλείᾳ, ἵνα ταῦτα οἰκονοµηθῇ. Καθάπερ οὖν τινα γενναῖον πῶλον ἐκπηδῆσαι βουλόµενον πρὸς τοὺς αὐτοῦ, κατεῖχεν ὁ Θεὸς ἐκεῖ δι' αἰτιῶν ἐνδόξων. Ὅτι γὰρ ἐπεθύµει τὸν πατέρα ἰδεῖν καὶ ἀπαλλάξαι τῆς ὀδύνης, δῆλον ἐκ τοῦ καλέσαι αὐτὸν ἐκεῖ.
50.4
Βούλεσθε καὶ ἑτέρας ἴδωµεν ἐπιβουλὰς, ὅτι ὑπὲρ ἡµῶν γίνονται, οὐ µόνον τῷ µισθὸν ἔχειν, ἀλλὰ καὶ τῷ ἐν αὐτῷ τῷ καιρῷ τὰ ὑπὲρ ἡµῶν ποιεῖν; Ἐπεβούλευσε τῷ τούτου πατρὶ ὁ θεῖος ὁ τούτου, καὶ τῆς πατρίδος ἐξήλασε· τί οὖν; Καὶ αὐτὸς µακρὰν τοῦ κινδύνου αὐτὸν κατέστησεν· ἐν ἀσφαλείᾳ γὰρ καὶ αὐτὸς γέγονεν· ἐποίησε φιλοσοφώτερον, ἐποίησεν ἰδεῖν τὸ ὄναρ. Ἀλλ' ἐδούλευσεν ἐν ἀλλοτρίᾳ; Ἀλλὰ παρὰ τοῖς αὐτοῦ ἀπελθὼν λαµβάνει νύµφην, καὶ ἄξιος φαίνεται τῷ κηδεστῇ. Ἀλλ' ἠπάτησε κἀκεῖνος; Ἀλλὰ καὶ τοῦτο εἰς ἀγαθὸν γέγονεν, ἵνα πολλῶν παίδων γένηται πατήρ. Ἀλλ' ἐβουλήθη ἐπιβουλεῦσαι; Ἀλλὰ καὶ τοῦτο εἰς ἀγαθὸν, ἵνα εἰς τὴν αὐτοῦ λοιπὸν ἐπανέλθῃ· εἰ γὰρ ἦν ἐν εὐπραγίᾳ, οὐκ ἂν οὕτως ἐπεθύµει τῆς ἑαυτοῦ. Ἀλλ' ἀφεῖλε τὸν µισθόν; Ἀλλὰ πλεῖον γέγονεν. Οὕτω πανταχοῦ ὅσῳ ἐπεβουλεύοντο, τοσούτῳ τὰ τούτων ἤνθει. Εἰ µὴ τὴν πρεσβυτέραν ἔλαβεν, οὐκ ἂν ταχέως ἐγένετο τοσούτων παίδων πατὴρ, ἀλλ' ἐν ἀπαιδίᾳ πολὺν ἂν εἵλκυσε χρόνον, καὶ ἐπένθησεν ἂν καθάπερ καὶἡ γυνή. Ἐκείνη µὲν γὰρ εἰκότως ἐπένθει, ἅτε µὴ γενοµένη µήτηρ· οὗτος δὲ ἔχει παραµυθίαν· ὅθεν αὐτὴν καὶ διακρούεται. Πάλιν εἰ µὴ αὐτὸν ἀπεστέρησε τῶν µισθῶν, οὐκ ἂν ἐπεθύµησεν ἰδεῖν τὴν αὐτοῦ, οὐκ ἂν ἐφάνη ἡ φιλοσοφία τοῦ ἀνδρὸς, οὐκ ἂν µᾶλλον ᾠκειώθησαν αὐτῷ. Ὅρα γὰρ τί φασι· Καταβρώσει κατέφαγεν ἡµᾶς καὶ τὸ ἀργύριον ἡµῶν. Ὥστε τοῦ φίλτρου τοῦτο γέγονεν αἴτιον.∆ ούλας εἶχε λοιπὸν ἀντὶ γυναικῶν, καὶ ἐφιλεῖτο παρ' αὐτῶν, οὗ οὐδὲν ἴσον κτῆµα γένοιτο ἄν· οὐδὲν γὰρ, οὐδὲν τοῦ οὕτω φιλεῖσθαι παρὰ γυναικὸς καὶ φιλεῖν τιµιώτερον. Καὶ γυνὴ, φησὶν, ἀνδρὶ συµπεριφεροµένη. Ἓν τοῦτο τῶν µακαριστῶν τίθησιν ὁ σοφός· τούτου γὰρ ὄντος πᾶς πλοῦτος, πᾶσα εὐπραγία περίεστιν· ὥσπερ οὖν µὴ ὄντος, τῶν ἄλλων οὐδὲν ὄφελος, ἀλλὰ πάντα ἀνατέτραπται, καὶ ἀηδίας ἐστὶ µεστὰ καὶ συγχύσεως. Οὐκοῦν καὶ ἡµεῖς τοῦτο πρὸ πάντων ζητῶµεν. Ὁ χρήµατα ζητῶν, οὐ ζητεῖ τοῦτο. Ταῦτα ζητῶµεν, ἃ δύναται πάγια εἶναι. Μὴ γάµον ζητῶµεν ἀπὸ εὐπόρων, ἵνα µὴ τῆς οὐσίας ἡ ἀµετρία φρόνηµα τέκῃ τῇ γυναικὶ, ἵνα µὴ τὸ φρόνηµα διαφθορᾶς αἴτιον ᾖ. Οὐχ ὁρᾷς τί ἐποίησεν ὁ Θεός; πῶς αὐτὴν ὑπέταξε;∆ ιὰ τί ἀγνώµων εἶ; διὰ τί ἀναίσθητος; Ὅπερ ἐχαρίσατό σοι ἀπὸ τῆς φύσεως, τούτου σὺ µὴ διαφθείρῃς τὴν βοήθειαν. Ὥστε οὐκ εὔπορον δεῖ ζητεῖν, ἀλλ' ὥστε κοινωνὸν βίου λάβωµεν εἰς κατάστασιν παιδοποιίας. Οὐχ ἵνα χρήµατα εἰσφέρῃ γυνὴ, διὰ τοῦτο αὐτὴν ἔδωκεν ὁ Θεὸς, ἀλλ' ἵνα ᾖ βοηθός. Ἡ δὲ χρήµατα εἰσφέρουσα, καὶ ἐπίβουλος[ καὶ δέσποινα ἀντὶ γυναικὸς γίνεται· ἢ τάχα θηρίον ἀντὶ γυναικὸς], ἀξιοῦσα µεγάλα διὰ τὸν πλοῦτον φρονεῖν. Οὐδὲν αἰσχρότερον ἀνδρὸς οὕτω βουλευοµένου πλουτεῖν. Εἰ γὰρ αὐτὸ τὸ πλουτεῖν πειρασµῶν γέµει, τὸ οὕτω πλουτεῖν ποῦ θήσοµεν; Μὴ γὰρ, εἴ τις σπανιάκις καὶ παρὰ τὸ συµβαῖνον καὶ παρὰ λόγον ἐπέτυχε, τοῦτο ἴδῃς· οὐδὲ γὰρ ἐν τοῖς ἄλλοις πράγµασιν οἷς ἀπολαύουσί τινες, καὶ ἐκ παραδόξου ἐπιτυγχάνουσι, προσέχειν δεῖ· ἀλλ' αὐτὸ τὸ κατὰ λόγον ἴδωµεν, εἰ µὴ µυρίας ἀηδίας γέµει τὸ πρᾶγµα. Οὐκ αὐτὸς µόνος ἐν ἀδοξίᾳ γίνῃ, ἀλλὰ καὶ παῖδας καταισχύνεις, πένητας ἀφεὶς, εἰ συµβαίη προαπελθεῖν, καὶ αὐτῇ πολλὰς δίδως ἀφορµὰς τοῦ δευτέρῳπάλιν προσοµιλῆσαι νυµφίῳ. Ἢ οὐχ ὁρᾷς, ὅτι πολλαῖς αὕτη γέγονεν ἡ πρόφασις δευτέρου γάµου, τὸ µὴ καταφρονεῖσθαι, τὸ ζητεῖν τοὺς ἐφισταµένους τοῖς ὑπάρχουσι; Μὴ δὴ τοσαῦτα ἐργαζώµεθα κακὰ διὰ χρήµατα· ἀλλὰ πάντα ἀφῶµεν, καὶ ψυχὴν ζητῶµεν καλὴν, ἵνα καὶ ἀγάπης ἐπιτύχωµεν. Οὗτος ὁ πλοῦτος ὁ πολὺς, οὗτος ὁ µέγας θησαυρὸς, ταῦτα τὰ µυρία ἀγαθά· ὧν γένοιτο πάντα ἡµᾶς ἀπολαῦσαι δεόντως, καὶ κατὰ τοὺς νόµους τοῦ Θεοῦ ζῆσαι, ἵνα καὶ τῶν µελλόντων ἀγαθῶν δυνηθῶµεν ἐπιτυχεῖν, χάριτικαὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note