Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 56 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
56.2
Οἱ µὲν οὖν Ἰουδαῖοι τοσαῦτα ὁρῶντες θαύµατα, ἐδίωκον, ἤλαυνον· οἱ δὲ βάρβαροι οὐδὲν θεασάµενοι, ἀπὸ µόνης τῆς συµφορᾶς φιλάνθρωποι ἦσαν. Πάντως, φησὶ, φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος. Οὐχ ἁπλῶς ἀποφαίνονται, ἀλλὰ, πάντως, φασί· τουτέστιν, ὡς ἔνεστιν ἰδεῖν. Καὶ ἡ δίκη, φησὶ, ζῇν οὐκ εἴασε αὐτόν. Ἄρα καὶ τὸν περὶ προνοίας λόγον εἶχον, καὶ πολλῷ τῶν φιλοσόφων οὗτοι οἱ βάρβαροι φιλοσοφώτεροι ἐτύγχανον. Αὐτοὶ µὲν γὰρ οὐκ ἀφιᾶσι προνοίας ἀπολαύειν τὰ ὑπὸ σελήνην· οἱ δὲ πανταχοῦ νοµίζουσι παρεῖναι τὸν Θεὸν, καὶ ὅτι, κἂν πολλά τις διαφύγῃ, οὐ διαφεύξεται εἰς τέλος. Καὶ ὅρα, πῶς οὐκ ἐπιτίθενται διόλου, ἀλλ' αἰδοῦνται τέως διὰ τὴν συµφοράν· οὐδὲ ἐκποµπεύουσιν, ἀλλὰ πρὸς ἀλλήλους λέγουσι· τὰ γὰρ δεσµὰ τοῦτο ἐδίδασκεν ὑποπτεύειν· καίτοι δεσµῶται ἦσαν. Αἰσχυνέσθωσαν οἱ λέγοντες, Μὴ εὖ ποίει τοὺς ἐν ταῖς φυλακαῖς· αἰσχυνθῶµεν τοὺς βαρβάρους· οὐ γὰρ ᾔδεσαν τίνες ἦσαν ἐκεῖνοι, ἀλλ' ἀπὸ τῆς συµφορᾶς τέως, ὅτι ἄνθρωποι ἦσαν, ἐµάνθανον· διὸ καὶ φιλανθρωπίας ἠξίωσαν αὐτούς. Ἐπὶ πολὺ δὲ, φησὶ, προσδοκώντων αὐτῶν, τουτέστιν, ὡς πολὺν χρόνον ἀνέµενον ἀποθανεῖσθαι. Ὁ δὲ τό τε θηρίον ἐξετίναξεν εἰς τὸ πῦρ, καὶ τὴν χεῖρα ἔδειξε παθοῦσαν µηδέν. Τοῦτο ἰδόντες καὶ ἐξεπλάγησαν καὶ ἐθαύµασαν. Οὐκ ἐγένετο δὲ τὸ σηµεῖον εὐθὺς, ἀλλὰ τῷ χρόνῳ ἐνδιέτριψαν οἱ ἄνθρωποι, ὥστε µὴ δόξαι φαντασίας εἶναι· οὕτως οὐκ ἦν ἀπάτη, οὐκ ἦν συναρπαγή. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόµατι Ποπλίῳ· ὃς ἀναδεξάµενος ἡµᾶς φιλοφρόνως ἐξένισε. Καλῶς οὕτως εἶπε· φιλοφροσύνης γὰρ µεγάλης, διακοσίας ἑβδοµήκοντα τὸ ξενίσαι ψυχάς. Ἐννόησον τῆς φιλοξενίας ὅσον τὸ κέρδος· οὐχ ὡς ἀνάγκης οὔσης οὐδὲ ὡς ἄκων, ἀλλ' ὡς κέρδος τιθέµενος, τρεῖς ἡµέρας ἐξένισεν αὐτούς.∆ ιὸ καὶ ἀµοιβὴν τῆς τοιαύτης φιλοξενίας εἰκότως λαµβάνει, καὶ πολλῷ µείζονα ἢ ἔδωκε· τὸν γὰρ πατέρα αὐτοῦ θεραπεύει ὑπὸ δυσεντερίας κακῶς πάσχοντα· οὐ µόνον δὲ αὐτὸν, ἀλλὰ καὶ πολλοὺς ἔχοντας ἀσθενείας τῶν αὐτῶν ἀξιοῖ· ὃν καὶ ἀµειβόµενοι, τιµαῖς αὐτὸν καὶ χορηγίαις δωροῦνται. Τοῦτο δὲ δῆλον ποιῶν ἐπάγει· Οἳ καὶ πολλαῖς τιµαῖς ἐτίµησαν ἡµᾶς, καὶ ἀναγοµένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν. Οὐχὶ µισθὸν ἔλαβε, µὴ γένοιτο· ἀλλὰ τὸ γεγραµµένον πληροῦται· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οἱ δὲ οὕτως αὐτοὺς ὑποδεξάµενοι, εὔδηλον ὅτι καὶ τὸν λόγον ἐδέξαντο τοῦ κηρύγµατος· οὐ γὰρ ἂν ἐν τριµήνῳ τοσαῦτα διελέχθη, µὴ σφόδρα αὐτῶν πιστευσάντων καὶ καρποὺς ἐπιδειξαµένων· ὥστε ἀπὸ τούτου τεκµήριον µέγα τοῦ πλήθους τῶν πιστευσάντων ἔστιν ἰδεῖν. Καὶ ἀνήχθηµεν, φησὶ, ἐν πλοίῳ Ἀλεξανδρίνῳ παρακεχειµακότι ἐν τῇ νήσῳ, παρασήµῳ∆ ιοσκούροις. Ἴσως τοῦτο ἦν γεγραµµένον ἐν αὐτῷ· οὕτως ἦσαν κατείδωλοι. Ὅρα ἐνδιατρίβοντας, καὶ πάλιν σπεύδοντας. Τῷ δὲ Παύλῳ ἐπετράπη µένειν καθ' ἑαυτόν. Λοιπὸν αἰδέσιµος οὕτως ἦν ὁ Παῦλος, ὡς καὶ συγχωρεῖσθαι καθ' ἑαυτὸν εἶναι. Καὶ ξένον οὐδέν· εἰ γὰρ καὶ πρὸ τούτου φιλανθρώπως ἐχρήσαντο αὐτῷ, πολλῷ µᾶλλον νῦν. Καὶ ἐπιγενοµένου, φησὶ, νότου, δευτεραῖοι ἤλθοµεν εἰς Ποτιόλους, οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθηµεν ἐπ' αὐτοῖς ἐπιµεῖναι ἡµέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώµην ἤλθοµεν. Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡµῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡµῖν ἄχρις Ἀππίου φόρου καὶ Τριῶν ταβερνῶν. Ὅτι φοβηθέντες τὸν κίνδυνον ἐξῆλθον, καὶ ταῦτα ἱκανὰ ἐκείνους πιστώσασθαι. Ὅρα πῶς οὐδαµοῦ πόλει παρέβαλον ἐν τοσούτῳ πλῷ, ἀλλὰ νήσῳ, καὶ τὸν χειµῶνα ὁλόκληρον διήγαγον πλέοντες, ἐκείνων ῥυθµιζοµένων εἰς τὴν πίστιντῶν συµπλευσάντων, λέγω. Ἐπετράπη, φησὶ, µένειν καθ' ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. Μάλα εἰκότως, ὥστε µὴ ἐξεῖναι µηδὲ ἐκεῖ ἐπιβουλήν τινα αὐτὸν ὑποστῆναι· οὐ γὰρ ἐνῆν στασιάσαι λοιπόν. Ὥστε οὐκ ἐκεῖνον ἐφύλασσεν, ἀλλ' ὥστε µὴ γενέσθαι τι τῶν ἀηδῶν· οὐ γὰρ ἐξῆν λοιπὸν καὶ πόλεως οὔσης τοσαύτης, καὶ βασιλέως ὄντος, καὶ ἐφέσεως οὔσης, γενέσθαι τι παρὰ τὴν ἀκολουθίαν. Οὕτως ἀεὶ διὰ τῶν δοκούντων εἶναι καθ' ἡµῶν, ὑπὲρ ἡµῶν πάντα γίνεται· φύλαξ γὰρ ἦν τοῦ Παύλου. Καὶ συγκαλέσας τοὺς πρώτους τῶν Ἰουδαίων, διαλέγεται αὐτοῖς· οἳ καὶ ἀντιλέγοντες ἀναχωροῦσι, καὶ ὑβρίζονται παρ' αὐτοῦ, καὶ οὐδὲν τολµῶσιν εἰπεῖν· οὐ γὰρ τῇ ἐξουσίᾳ αὐτῶν ἐπετρέπετο λοιπὸν τὰ κατ' αὐτόν. Τὸ γὰρ θαυµαστὸν τοῦτό ἐστιν, ὅτι οὐ διὰ τῶν δοκούντων εἶναι πρὸς ἀσφάλειαν, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων πάντα ὑπὲρ ἡµῶν γίνεται. Καὶ ἵνα µάθῃς, σκόπει ἐντεῦθεν. Ἐκέλευσεν ὁ Φαραὼ ῥίπτεσθαι εἰς τὸν ποταµὸν τὰ βρέφη. Εἰ µὴ ἐῤῥίφη τὰ βρέφη, εἰ µὴ ἡ πρόσταξις τοῦ Φαραὼ ἐγένετο, οὐκ ἂν ἐσώθη Μωϋσῆς, οὐκ ἂν ἐν βασιλείοις ἐτράφη. Ὅτε ἐσώζετο, οὐκ ἦν ἐν τιµῇ· ὅτε ἐξετέθη, τότε ἐγένετο ἐν τιµῇ. Τοῦτο δὲ ἐποίει ὁ Θεὸς, τὸ εὔπορον αὐτοῦ δεικνὺς καὶ εὐµήχανον. Ἠπείλησεν αὐτῷ ὁ Ἰουδαῖος λέγων· Μὴ ἀνελεῖν µε σὺ θέλεις; καὶ τοῦτο αὐτὸν ὤνησεν. Ἄρα οἰκονοµικῶς γέγονεν, ὥστε τὴν ὄψιν αὐτὸν ἐκείνην ἰδεῖν τὴν ἐν τῇ ἐρήµῳ, ὥστε τὸν προσήκοντα χρόνον πληρωθῆναι, ὥστε αὐτὸν ἐµφιλοσοφῆσαιτῇ ἐρήµῳ, καὶ ἐν ἀσφαλείᾳ ζῇν. Καὶ ἐν πάσαις ταῖς κατ' αὐτοῦ τῶν Ἰουδαίων ἐπιβουλαῖς ταυτὸν γίνεται· τότε λαµπρότερος καθίσταται, οἷον καὶ ἐπὶ τοῦ Ἀαρών· ἐπανέστησαν αὐτῷ, καὶ λαµπρότερον αὐτὸν ἐποίησαν· ἐντεῦθεν γὰρ αὐτῷ καὶ τὸ ἱερατικὸν ποικίλλεται ἔνδυµα, καὶ ἡ κίδαρις περιτίθεται, καὶ ὁ λοιπὸς τῆς στολῆς κόσµος, ὥστε ἀναµφισβήτητον εἶναιτὴν χειροτονίαν, ὥστε καὶ εἰς τὸ ἑξῆς θαυµάζεσθαι ἀπὸ τῶν πετάλων τοῦ χαλκοῦ. Ἴστε πάντως τὴν ἱστορίαν· διὸ καὶ παρατρέχω τὸ διήγηµα. Καὶ εἰ βούλεσθε, πάλιν ἄνωθεν τὰ αὐτὰ ἐπέλθωµεν. Ὁ Καῒν τὸν ἀδελφὸν ἀνεῖλεν, ἀλλὰ ταύτῃ µᾶλλον ὠφέλησεν· ἄκουσον γὰρ τί φησι· Φωνὴ αἵµατος τοῦ ἀδελφοῦ σου βοᾷ πρός µε· καὶ πάλιν ἀλλαχοῦ, Αἵµατι, φησὶ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Ἀπήλλαξεν αὐτὸν τῆς ἀδηλίας τοῦ µέλλοντος, τὸν µισθὸν ηὔξησε· τὴν ἀγάπην ἐµάθοµεν πάντες, ἣν ὁ Θεὸς ἔσχε πρὸς αὐτόν. Τί γὰρ ἠδίκηται, δεξάµενος τάχιον τὴν τελευτήν; Οὐδέν· τί γὰρ, εἰπέ µοι, οἱ βράδιον τελευτῶντες κερδαίνουσιν; Οὐδέν· οὐδὲ γὰρ παρὰ τὸ πολλὰ ζῇν ἔτη ἢ ὀλίγα ἡ εὐηµερία, ἀλλὰ παρὰ τὸ εἰς δέον κεχρῆσθαι τῇ ζωῇ. Οἱ τρεῖς παῖδες ἐνεβλήθησαν εἰς κάµινον, καὶ διὰ τούτου γεγόνασι λαµπρότεροι· ὁ∆ ανιὴλ εἰς λάκκον, καὶ ἐντεῦθεν περιφανέστερος κατέστη.
56.3
Ὁρᾷς πανταχοῦ τοὺς πειρασµοὺς µεγάλα τίκτοντας ἀγαθὰ καὶ ἐνταῦθα, µήτι γε ἐκεῖ· ἐπὶ δὲ τῆς κακίας ταυτὸν γίνεται, οἷον ἂν εἴ τις κάλαµον ἔχων παρατάττοιτο πρὸς πῦρ· ὁ γὰρ τοιοῦτος δοκεῖ µὲν πλήττειν τὸ πῦρ, αὐτὸ δὲ λαµπρότερον ποιεῖ, καὶ ἑαυτὸν ἀναλίσκει. Τροφὴ γὰρ γίνεται ἡ κακία καὶ ὑπόθεσις λαµπρότητος τῇ ἀρετῇ· τῇ γὰρ ἀδικίᾳ εἰς δέον τοῦ Θεοῦ χρωµένου, τὰ ἡµέτερα λάµπει µᾶλλον. Πάλιν ὁ διάβολος ὅταν ἐργάζηταί τι τοιοῦτον, λαµπροτέρους ποιεῖ τοὺς ὑποµένοντας. Τί οὖν, φησὶν, ἐπὶ τοῦ Ἀδὰµ οὐ γέγονε τοῦτο, ἀλλ' ἀτιµότερος γέγονε; Μάλιστα µὲν κἀκείνῳ ὁ Θεὸς εἰς δέον ἐχρήσατο· εἰ δέ πού τι ἔπαθεν, αὐτὸς ἑαυτὸν ἠδίκησε· τὰ µὲν γὰρ παρ' ἑτέρων εἰς ἡµᾶς γινόµενα µεγάλων ἡµῖν ἀγαθῶν αἴτια γίνεται, τὰ δὲ παρ' ἡµῶν αὐτῶν οὐκέτι. Ἐπειδὴ γὰρ ἀδικούµενοι µὲν ὑφ' ἑτέρων, ἀλγοῦµεν, ὑπὸ δὲ ἡµῶν αὐτῶν οὐκέτι, δείκνυσιν ὁ Θεὸς, ὅτι ὁ µὲν παρ' ἑτέρου ἀδίκως πάσχων, εὐδοκιµεῖ, ὁ δὲἑαυτὸν ἀδικῶν, βλάπτεται· καὶ µάλα εἰκότως, ἵνα ἐκεῖνο µὲν γενναίως φέρωµεν, τοῦτο δὲ µηκέτι· ἄλλως τε τὸ πᾶν ἐκεῖ τοῦ Ἀδὰµ γέγονε.∆ ιὰ τί γὰρ ἐπείθου τῇ γυναικί; διὰ τί γὰρ ἐναντία συµβουλεύουσαν οὐκ ἀπεκρούσω; Σὺ πάντως γέγονας αἴτιος, ἐπειδὴ εἰ ὁ διάβολος ἦν, ἔδει κατὰ τοῦτο τοὺς πειραζοµένους πάντας ἀπόλλυσθαι· εἰ δὲ µὴ ἀπόλλυνται, παρ' ἡµᾶς ἡ αἰτία. Ἀλλ' ἔδει, φησὶ, πάντας τοὺς πειραζοµένους κατορθοῦν, ἢ εἰ παρ' ἡµᾶς ἡ αἰτία, ἔδει καὶ χωρὶς τοῦ διαβόλου ἀπόλλυσθαι; Τοῦτο καὶ γίνεται· καὶ γὰρ πολλοὶ καὶ χωρὶς τοῦ διαβόλου ἀπόλλυνται· οὐ γὰρ δὴ πάντα αὐτὸς κατασκευάζει, ἀλλὰ πολλὰ καὶ ἀπὸ µόνης γίνεται τῆς νωθείας τῆς ἡµετέρας· εἰ δέ που κἀκεῖνος αἴτιος, ἡµῶν τὴν ἀρχὴν παρεχόντων. Εἰπὲ γάρ µοι, πότε ὁ διάβολος ἴσχυσεν ἐπὶ τοῦ Ἰούδα; Ὅτε εἰσῆλθε, φησὶν, εἰς αὐτὸν ὁ Σατανᾶς. Ἀλλ' ἄκουσον τὴν αἰτίαν· ὅτι κλέπτης ἦν, καὶ τὰ βαλλόµενα ἐβάσταζεν. Αὐτὸς ἔδωκεν αὐτῷ εὐρυχωρίαν τῆς εἰσόδου· ὥστε οὐχ ὁ διάβολος τὴν ἀρχὴν ἐντίθησιν, ἀλλ' ἡµεῖς αὐτὸν δεχόµεθα καὶ καλοῦµεν. Ἀλλ' εἰ µὴ ἐκεῖνος, φησὶν, ἦν, οὐκ ἂν µεγάλα ἐγένετο τὰ δεινά. Ἀλλ' ἀπαραίτητος ἡµῖν ἔµελλεν εἶναι ἡ κόλασις· νῦν µὲν γὰρ, ἀγαπητὲ, τὰ τῆς κολάσεως ἡµῖν ἡµερώτερα, εἰ δὲ δι' ἑαυτῶν εἰργαζόµεθα τὰ δεινὰ, ἀφόρητος ἦν ἡ τιµωρία. Εἰπὲ γάρ µοι, εἰ ταῦτα, ἃ ἥµαρτεν ὁ Ἀδὰµ, χωρὶς συµβουλῆς ἥµαρτε, τίς αὐτὸν ἂν ἐξήρπασε τῶν κινδύνων· Ἀλλ' οὐκ ἂν ἥµαρτε, φησί. Πόθεν µοι τοῦτο λέγεις; Ὁ γὰρ οὕτω χαῦνος καὶ ῥᾴθυµος καὶ πρὸς ἄνοιαν ἕτοιµος, ὥστε δέξασθαι τοιαύτην συµβουλὴν, πολλῷ µᾶλλον καὶ χωρὶς τούτου τοῦτο γέγονεν ἄν. Ποῖος διάβολος τοὺς τοῦ Ἰωσὴφ ἀδελφοὺς εἰς φθόνον ἐνέβαλεν; Ἂν νήφωµεν τοίνυν, ἀγαπητοὶ, καὶ εὐδοκιµήσεως ἡµῖν αἴτιος ὁ διάβολος γίνεται. Τί γὰρ ἔβλαψε τὸν Ἰὼβ ἡ τοσαύτη αὐτοῦ µηχανή; Μὴ εἴπῃς, φησὶ, τοῦτο, ἀλλ' ὁ ἀσθενὴς βλάπτεται. Ἀλλ' ὁ ἀσθενὴς, κἂν µὴ διάβολος ᾖ, βλάπτεται. Ἀλλὰ µειζόνως, φησὶ, µετὰ τῆς ἐκείνου ἐνεργείας. Ἀλλ' ἔλαττον, ὅταν µετὰ τῆς ἐκείνου ἐνεργείας ἁµάρτῃ, κολάζεται· οὐ γὰρ πάντων τῶν ἁµαρτηµάτων αἱ αὐταὶ τιµωρίαι. Μὴ ἀπατῶµεν ἑαυτούς· οὐκ ἔστιν ἡµῖν ὁ διάβολος αἴτιος, ἐὰν νήφωµεν· ἐκεῖνος ἡµᾶς µᾶλλον ἀφυπνίζει, ἐκεῖνος ἡµᾶς διεγείρει. Εἰπὲ γάρ µοι( τέως ταῦτα ἐξετάσωµεν), µὴ ἔστω θηρία, µὴ ἔστω ἀνωµαλία ἀέρων, µὴ νόσος, µὴ λῦπαι, µὴ ἀθυµίαι, µὴ ἕτερόν τι τῶν τοιούτων· τί οὐκ ἂν ἐγένετο ὁ ἄνθρωπος; Χοῖρος µᾶλλον ἢ ἄνθρωπος, δοκῶ µοι, γέγονεν ἂν, γαστριζόµενος καὶ µεθύων, καὶ ὑπὸ µηδενὸς τούτων ἐνοχλούµενος. Νῦν δὲ αἱ φροντίδες καὶ αἱ µέριµναι γυµνάσιόν εἰσι φιλοσοφίας καὶ διδασκάλειον, καὶ ἀγωγὴ παιδείας ἀρίστης. Σκόπει δὲ καὶ ἄλλως· τρεφέσθω τις ἐν βασιλείοις µήτε λυπούµενος µήτε φροντίζων µήτε µεριµνῶν, καὶ µήτε ὀργῆς ἔχων πρόφασιν µήτε ἀποτυχίας, ἀλλὰ πάντα, ἅπερἂν ἐπιθυµήσῃ, ποιείτω, καὶ ἐπιτυγχανέτω, καὶ πάντας ἐχέτω ὑπακούοντας· ἂν µὴ παντὸς θηρίου ἀλογώτερος γένηται ὁ τοιοῦτος; Νῦν δὲ ὥσπερ ἀκόνη ἐστὶν ἐκτρίβουσα ἡµᾶς τὰ τῶν περιστάσεων, τὰ τῶν θλίψεων.∆ ιὰ τοῦτο τῶν πλουτούντων οἱ πένητες ὡς ἐπὶ τὸ πλεῖστόν εἰσι συνετώτεροι, καθάπερ πολλοῖς περικρουόµενοι καὶ περιαντλούµενοι κύµασι. Καὶ γὰρ σῶµα τὸ µὲν ἀργὸν καὶ ἀκίνητον νοσῶδες καὶ ἀηδὲς, τὸ δὲ κινούµενον καὶ κάµνον καὶ ταλαιπωρούµενον ὡραιότερον καὶ ὑγιεινότερον· τοῦτο δὲ ἐπὶ ψυχῆς εὕροι τις ἄν. Καὶ σίδηρος κείµενος µὲν διαφθείρεται, ἐργαζόµενος δὲ λάµπει· καὶ ψυχὴ ὡσαύτως κινουµένη· κίνησις δὲ ψυχῆς αἱ περιστάσεις αὗται. Καὶ τέχναι ἀπόλλυνται, µὴ κινουµένης ψυχῆς· κινεῖται δὲ ὅταν µὴ πάντα εὐθέα ᾖ· κινεῖται γὰρ ὑπὸ τῶν ἐναντίων. Εἰ µὴ εἴη ἐναντία, οὐδὲν ἂν εἴη τὸ κινοῦν· οἷον, εἰ πάντα ἦν εἰργασµένα καλῶς, οὐκ ἂν εὗρεν ἡ τέχνη κινεῖσθαι. Οὕτω καὶ,[ εἰ πάντα ἦν κατὰ νοῦν ἡµῖν, οὐκ ἂν εὗρεν ἡ ψυχὴ κινεῖσθαι·] εἰ πανταχοῦ διεβαστάζετο, ἀηδὴς ἦν. Οὐχ ὁρᾷς, ὅτι καὶ τροφοῖς παρακελευόµεθα, µὴ διαπαντὸς βαστάζειν τὰ παιδία, ὥστε µὴ εἰς ἔθος αὐτὰ καθιστᾷν, µήτε ἐξίτηλα αὐτὰ ποιεῖν;∆ ιὰ τοῦτο τὰ ἐπ' ὄψεσιν ἀνατρεφόµενα τῶν γονέων, ἀσθενέστερα γίνεται, τῆς φειδοῦς τῆς ἀκαίρου τε καὶ ἀµέτρου λυµαινοµένης αὐτῶν τὴν ὑγίειαν. Καλὸν καὶ λύπη σύµµετρος, καλὸν καὶ φροντὶς, καλὸν καὶ ἔνδεια· ἰσχυροὺς γὰρ ἡµᾶς ποιεῖ καλὰ καὶ τὰ ἐναντία· ἕκαστον γὰρ αὐτῶν ἄµετρον γενόµενον ἀπόλλυσι, καὶ τὸ µὲν χαυνοῖ, τὸ δὲ διαῤῥήγνυσιν. Οὐχ ὁρᾷς, ὅτι καὶ τοὺς αὐτοῦ µαθητὰς ὁ Χριστὸς οὕτως ἐνάγει; Εἰ ἐκεῖνοι δὲ τούτων ἐδέοντο, πολλῷ µᾶλλον ἡµεῖς. Εἰ δὲ δεόµεθα, µὴ ἀγανακτῶµεν, ἀλλὰ καὶ χαίρωµεν ἐπὶ ταῖς θλίψεσι· φάρµακα γὰρ ταῦτά ἐστι κατάλληλα τοῖς ἡµετέροις τραύµασι, τὰ µὲν πικρὰ, τὰ δὲ ἡδέα· ἑκάτερον δὲ αὐτῶν καθ' ἑαυτὸ ἂν εἴη ἄχρηστον. Χάριν τοίνυν ἔχωµεν τῷ Θεῷ ὑπὲρ τούτων ἁπάντων· οὐ γὰρ ἁπλῶς ταῦτα συγχωρεῖ γίνεσθαι, ἀλλ' ὑπὲρ τοῦ συµφέροντος τῶν ἡµετέρων ψυχῶν. Τὴν ἡµετέραν τοίνυν εὐγνωµοσύνην ἐπιδεικνύµενοι, εὐχαριστῶµεν, δοξάζωµεν, γενναίως ἀντέχωµεν, τὸ πρόσκαιρον αὐτῶν λογι ζόµενοι, καὶ πρὸςτὰ µέλλοντα τείνοντες ἑαυτῶν τὴν διάνοιαν, ἵνα καὶ τὰ παρόντα κούφως ἐνέγκωµεν, καὶ τῶν µελλόντων ἐπιτυχεῖν ἀγαθῶν καταξιωθῶµεν, χάριτι καὶφιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note