Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In catenas sancti Petri
John ChrysostomPetr 12 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Οὕτω μὲν οὖν ὁ ἱερὸς Ἰάκωβος τετελείωται, καὶ μαρτυρικῷ θανάτῳ τὸν ἀποστολικὸν ἐπεσφράγισε δρόμον, ἐκεῖνο πιὼν τὸ ποτήριον, ὃ πάλαι πιεῖν αὐτῷ ἡ τοῦ θεοῦ σοφία προέφησε, καὶ βαπτισθῆναι τῷ ἰδίῳ αἵματι προεσήμανεν. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι τοῦτο τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον, ὃν καὶ πιάσας ἔθετο ἐν φυλακῇ, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν. Διὰ τὸ τὰς ἡμέρας τῶν ἀζύμων παρεστάναι, βουλόμενος, μετὰ τὸ Πάσχα, ἀγαγεῖν αὐτὸν πρὸς κρίσιν τῷ λαῷ. Διὰ πάντων ὁ συγγραφεὺς [φ. 160 ρο] τὸ αἱμοχαρὲς καὶ φονικὸν αἰνιττόμενος τοῦ Ἡρώδου, τοῖς τοιοῖσδε ῥήμασιν ἐχρήσατο· οὐδὲν γὰρ αὐτῷ πρὸ τῶν ὀφθαλμῶν ἐπράττετο δίκαιον, οὐδὲν ἔννομον, οὐδὲν εὐπρεπὲς καὶ εὔφημον. Ἀλλ' ὅσα πρὸς ἀρέσκειαν τῶν ὁμοφύλων, ὅσα πρὸς θεραπείαν τῆς βεβήλου αὐτῶν προαιρέσεως, ταῦτ' ἦν αὐτῷ καὶ λεγόμενα καὶ πραττόμενα.

Intertext edge

Open linked passage

Note