In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Σκοπεῖν δὲ προσήκει, ὅπως τοῖς κατὰ Χριστοῦ μανεῖσι γραμματεῦσί τε καὶ ἀρχιερεῦσι ἐξομοιοῦσθαι καὶ οὗτος ἐσπούδακεν. Ἐκεῖνοι γὰρ ἔλεγον, μὴ ἐν τῇ ἑορτῇ γενέσθαι τὴν τούτου σύλληψιν, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ, ὡς μετὰ τὴν ἑορτὴν πάντως ἐπὶ τὸν σταυρὸν ἄγειν μέλλοντες. Ἐνταῦθα δὲ μετὰ τὸ Πάσχα τὴν ἐπὶ [φ. 160 ῃο] θανάτῳ (ψῆφον) τοῦτον προσάγεσθαι. Οὐκοῦν ἀνάγκη, ὁμογνωμόνων ὄντων τούτων, ἐκείνοις τοῖς αὐτοῖς καὶ λόγοις καὶ ἔργοις κεχρῆσθαι περὶ τὸν ἀπόστολον, οἷς καὶ περὶ τὸν διδάσκαλον.