Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In catenas sancti Petri
John ChrysostomPetr 17 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Πόσους γὰρ ἂν διὰ μέσου τούτων τῶν ἡμερῶν λόγους θρασεῖς καὶ ἀπειλητικοὺς ἐξήνεγκαν πρὸς αὐτόν; πόσους ὀνειδισμούς; πόσας ὕβρεις καὶ ἀτιμίας; πῆ μὲν ὡς τὰ τῶν ἀλλοφύλων Ἰουδαίων καθαιροῦντα καὶ ἀνατρέποντα, πῆ δὲ ὡς βασιλικοῖς προστάγμασιν ἀντιλέγοντα· καὶ ποτὲ μὲν ὡς στασιώδη καὶ θορύβων αἴτιον διαβαλλόμενον, ποτὲ δὲ ὡς τῶν μωσαϊκῶν νόμων ἀντίπαλον λοιδορούμενον. Ἔστι δ' ὅτε καὶ πυγμαῖς καὶ ῥαπίσμασι καὶ κονδύλοις παιόμενον καὶ αἰκιζόμενον οὐκ ἀπιστήσειε δ' ἄν τις ὡς οὐχὶ καὶ ταῖς ἁλύσεσι σφοδροτέρως καὶ ἐπιπονοτέρως αὐτὸν συνέσφιγγον καὶ συνέθλιβον· ἵν' ἐκ πάντων ἡ τῶν ἀλγεινῶν αὐτῷ ἐπίστασις καὶ συναίσθησις ἐπὶ μεῖζον γενομένη, τάχιστα τοῦ ζῆν αὐτὸν ἀπαλλάξειεν. Ἠλέγχοντο δὲ διὰ πάντων εἰς ὕδωρ γράφοντες καὶ εἰς ἀέρα πυκτεύοντες. Στερρότερος γὰρ μᾶλλον τῇ παρατάσει τῆς καθείρξεως δεικνύμενος ὁ ἀπόστολος, καὶ τοῖς περικυκλοῦσιν αὐτὸν δεινοῖς ὥσπερ τισὶ κέντροις [φ. 161 ῃο] νυττόμενος καὶ διανιστάμενος, τοσοῦτον ἀπεῖχε τούτοις ἐξασθενεῖν τε καὶ κατατρύχεσθαι, ὅσον οἱ φύλακες τῇ ἐπ' αὐτῷ σωτηρίῳ καὶ θαρσοποιῷ εὐφροσύνῃ ἐνεκαλύπτοντό τε καὶ κατῃσχύνοντο.

Intertext edge

Open linked passage

Note