In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Τούτων δὲ οὕτω προκεχωρηκότων τῷ ἀποστόλῳ, ἐπείπερ ἔτι περιδεὴς ἦν καὶ ἔντρομος, οὐ μόνον ταῖς περὶ τοῦ φανέντος ἀμφιβολίαις κλυδωνιζόμενος, ἀλλὰ καὶ περὶ τοῦ πῶς τὰς τεταγμένας διέλθοι τῶν στρατιωτῶν φυλακὰς, [φ. 162 ρο] πολλῇ περὶ αὐτὸν κεχρημένων τῇ ἀσφαλείᾳ καὶ ἀκοιμήτως ἐπαγρυπνούντων τῷ πράγματι, φησὶν, ὁ φανείς· «Ὑπόδησαι τὰ σάνδαλά σου καὶ περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι». Ἐπειδὴ γὰρ ἔτι σε, φησὶν, ὁ βασιλικὸς ἅμα καὶ ἰουδαϊκὸς φόβος, καὶ ἡ τῶν φυλασσόντων ἐν κύκλῳ περιοχὴ καὶ συντήρησις ὀρρωδοῦντα καὶ τεθηπότα πεποιήκασι, καὶ διὰ τοῦτο οὐκ εὐχερῶς τοῖς παρ' ἐμοῦ λεγομένοις πιστεύειν ἐθέλεις, τοσαύτης σε βοηθείας καὶ συμμαχίας ἐμπιπλῶ, καὶ πάντα φόβον τῆς σῆς ἀπορραπίζω διανοίας, ὡς καὶ αὐτὸ τὸ ἱμάτιον δίχα παντὸς δέους περιβαλέσθαι, καὶ τὰ σανδάλια ὑποδύσασθαι. Ὢ τῆς ἐκ θεοῦ ταχίστης ἐπικουρίας καὶ τῆς ἀποστολικῆς πρὸς αὐτὸν ἐντεύξεως! Ὢ μεγίστης ἐγκαρδίου εὐχῆς, ἥτις ὡς ἀπό τινος σφενδόνης τοῦ τῆς Ἐκκλησίας στόματος ἐκπεμφθεῖσα πρὸς οὐρανοὺς, τὴν μὲν Ἡρώδου καρδίαν και ρίως κατέτρωσε, τὸν δὲ κορυφαῖον τῶν αὐτοῦ χειρῶν διεσώσατο! Βαβαὶ χάριτος ἀποστολικῆς καὶ ἐλπίδος ἐνυποστάτου καὶ ἀληθοῦς, δι' ὧν τὸ θεῖον ἔχων εὐήκοον, ἐξ αὐτῶν τῶν τοῦ θανάτου βρόχων ἀφήρπαστο! Εἰ δέ τις ἀντεπάγων διαποροίη, τί δήποτε μὴ πρὸς αὐτὸ τὸ συλληφθῆναι γενόμενον τὸν ἀπόστολον ἀνάρπαστον τῶν ἰουδαϊκῶν χειρῶν [φ. 162 ῃο] ὁ διδάσκαλος ἐποιήσατο, ἀλλὰ καὶ δεσμοῖς καὶ φυλακῇ καὶ ἡμερῶν παραδρομῇ καὶ κακώσει περισχεθῆναι συγκεχώρηκεν, ἴστω ὡς οὐχ οὕτως εἰς ἀπορίαν καὶ θαῦμα τοὺς ἐχθροὺς ἡ τοῦ συλληφθῆναι αὐτὸν θεόθεν συμμαχία συνήλαυνεν, ὡς τὸ ἐν χερσὶν τοῦτον ἑλόντας, καὶ ἁλύσεσι πεδήσαντας καὶ φρουροῖς ἀσφαλισαμένους, ἐκ μέσου τῶν ἀφύκτων τούτων καὶ ἀδράστων ἀρκύων ἀνασώσασθαι.