Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In catenas sancti Petri
John ChrysostomPetr 20 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Ἐκεῖ μὲν γὰρ τοῖς συλλαβοῦσιν εὐχείρωτος ὢν τάχα ἂν ἔδοξε φαντασιώδη τινὰ τέχνην ἐνηργηκέναι, τῷ πόρρῳ γενέσθαι συλλήψεως, καὶ ἦν ἐν χλεύῃ τὰ τοῦ ἀποστόλου θαυματουργήματα. Ἐνταῦθα δὲ καὶ δεδεμένος ἁλύσεσι, καὶ τέσσαρσι τετραδίοις στρατιωτῶν φυλασσόμενος, καὶ μεταξὺ δύο κοιμώμενος στρατιωτῶν, καὶ μηδενὸς ἐλλείποντος τῶν ὅσα πρὸς θάνατον συνελαύνειν οἶδε τὸν κατάκριτον, οὕτω τῆς ἄνωθεν βοηθείας ἠξίωται, καὶ παραδόξου τυγχάνει ἀπολυτρώσεως· ὅσῳ τοῦτο ἐκείνου θαυμαστότερον καὶ παραδοξότερον, ὅσῳ τὸ ἐκ μέσων ἀνασωθῆναι τῶν δεινῶν τοῦ μηδὲ πρὸς πεῖραν αὐτῶν ἐλθεῖν ἐξαισιώτερόν τε καὶ φρικωδέστερον. Ἀλλὰ καὶ μετὰ τοσαύτην θαυματουργίας δύναμιν καὶ προτροπὴν ἀγγελικὴν οὐκ ᾔδει ὅτι ἀληθὲς ἦν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου [φ. 163 ρο]· ἀλλ' ἐδόκει ὅραμα βλέπειν. Ἠλέγχετο γὰρ ἔτι τῆς ἀνθρωπίνης φύσεως ἡ ἀσθένεια, καὶ τὸ ὑπὲρ φύσιν καὶ ἀφράστως γινόμενον τῇ φυσικῇ ἀκολουθίᾳ παραμετρούμενον, εἰς ἀνυπόστατον ὅραμα διεκρίνετο. Τί οὖν ὁ φανεὶς ἄγγελος; Ἐπείπερ αὐτὸν εἶδεν ἔτι τῷ τῆς ἀπιστίας χειμαζόμενον κλύδωνι, καὶ μηδὲν τῶν ὑπ' αὐτῷ τελεσθέντων παραδόξως γενέσθαι ὑποτοπάζοντα, τὴν μὲν πρώτην καὶ δευτέραν φυλακὴν τῶν στρατιωτῶν οὕτω σὺν αὐτῷ διῆλθεν ἀψοφητὶ, ὡς μηδ' αἰσθέσθαι τοὺς φυλάσσοντας τῆς τούτου διαβάσεως, θείῳ τινὶ νεύματι τοῦ ὕπνου τὰ ἐκείνου πεδήσαντος βλέφαρα πρὸς τὸ μὴ συνιέναι τὸ γεγονός.

Intertext edge

Open linked passage

Note