In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Καὶ ἐπειδήπερ ἐξελθόντες προῆλθον ῥύμην μίαν, ὁ μὲν ἄγγελος ἀποστὰς ἦν ἀφανής· ὁ δὲ τοῦ θαύματος ἐν συναισθήσει γενόμενος, καὶ λογισάμενος τά τε πρότερον περὶ αὐτὸν ἐν τῇ φυλακῇ τελεσθέντα θαύματα, «τά τε νῦν ὑπερφυῶς τερατουργηθέντα» καὶ ταῦτα ἐκείνοις συμβάλλων καὶ ἀντεξετάζων καὶ πιστωθείς [φ. 163 ῃο] τὸ τῆς ὀπτασίας ἀληθὲς καὶ βέβαιον καὶ ὡς οὐ φαντασία ἦν τὸ ὁρώμενον, ἀλλὰ πράγματος ἔκβασις ἐναργὴς, τοιάνδε μετ' εὐχαριστίας ἠφίει φωνήν· «Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων».