In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Τί φὴς ἀποστόλων ὑπέρτερε; Νῦν οἶδας; Νῦν πεπίστευκας; Νῦν ἐπιχαίρεις τῷ θαύματι; Ποῦ σοι τὸ ἀψευδὲς τῶν ἐλπίδων ἀπέπτη; Πῶς τὰ τῆς θερμῆς ἐκείνης ὁμολογίας διερρύη. Αἱ δὲ κλεῖς τῆς οὐρανῶν βασιλείας καὶ τὸ τῆς ἐκκλησίας χρηματίζειν ἔρεισμα, ποῦ; Ποῦ δὲ ὁ διακαὴς καὶ διάπυρος ἐκεῖνος πόθος, καὶ ἡ μέχρι θανάτου ἀδιάζευκτος ἕνωσις καὶ συνάφεια. Ἆρ' εἰς κενὸν τὰ τῆς τοσαύ της κατήντησε πίστεως; Ἆρ' εἰς αὔρας αἱ τηλικαῦται σου ἐλπίδες διελύθησαν. Ἆρ' ᾔσθου τῶν παρὰ τοῦ διδασκάλου τελεσθέντων τερατουργημάτων; Ἐπελάθου δὲ τοῦ ἐν θαλάσσῃ κλύδωνος, καὶ ὅπως τῇ δεξιᾷ σε βυθιζόμενον διεσώσατο; Οὐκ ἐνήχους ἔτι τοὺς αὐτοῦ κατέχεις λόγους φάσκοντος· «Ὡς ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ἐργάσεται; Οὐ συμπαρῆς αὐτῷ ὅτε τοὺς ἤδη [φ. 164 ρο] νενεκρωμένους προστάγματι παρεσκεύαζεν ἅλλεσθαι; ὅτε τοῖς ἐστερημένοις φωτὸς τὴν ὀπτικὴν παρεῖχεν ἐνέργειαν; ὅτε τοῦ μνήματος ἐξανίστατο καὶ τοὺς φρουροῦντας νεκροὺς ἀπεδείκνυεν, καὶ τὰς σφραγῖδας ἀλυμάντους ἐφύλαττεν; ὅτε σοι τὴν δύναμιν τῶν σημείων διὰ τῆς τοῦ Πνεύματος ἐπιδημίας κεχάριστο; ὅτε τὸν ἐν τῇ ὡραίᾳ πύλῃ χωλόν; ὅτε τὸν Αἰνέαν; ὅτε τὴν Ταβηθᾶ; τὸν μὲν ἀρτίπουν καὶ εὔδρομον ἀπειργάζου; τὸν δὲ τῆς χρονίας ἀπελύτρου ἀρρωστίας; τῆς δὲ τὴν ψυχὴν ἀποπτᾶσαν ἐπανήγαγες; Τοσούτων καὶ τηλικούτων θαυμάτων γενόμενος ἐν μετοχῇ, καὶ τὰ μὲν ἰδὼν, τὰ δὲ δράσας αὐτός, καὶ πεῖραν πολλὴν τῆς τοῦ θεοῦ δυνάμεως εἰληφὼς, νῦν οἶδας ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐῤῥύσατό σε ἐκ χειρὸς Ἡρώδου; Εἰ μὴ τοῖς προγεγενημένοις θαύμασιν ἐπιστώθης, πῶς τῷ ἑνὶ πιστωθήσῃ; Εἰ μὴ τὸ τούτων πλῆθος βεβαίωσίν σοι παρέσχε τῆς ἀληθείας, πῶς τὸ μοναδικὸν καταπραύνει σου τὸν λογισμὸν κυμαινόμενον; Ναὶ, φησὶν, οὐ γὰρ τοιαῦτα τὰ τῆς θείας δυνάμεως, ὥςτε ῥᾳδίως καταλαμβάνεσθαι καὶ πρὸς πίστιν εὐκόλως ἐνάγεσθαι. Τοῦτο γὰρ οὐ μόνον οὐκ αὔξει [φ. 164 ῃο] τὰ θαύματα, ἀλλὰ καὶ μειοῖ ταῦτα καὶ ἐλαττοῖ καὶ τοὺς τούτων χαρακτῆρας ἐκ τῆς ψυχῆς ἀπαλείφει· τὸ δὲ μετὰ βασάνου καὶ λογισμῶν ἀμφιβόλων πολλάκις δοκιμασθέν, καὶ πλέον τοῦ ἀληθοῦς τὸ φαντασιῶδες ἐμποιῆσαι, ὡς τοῦ ἀβεβαίου καὶ ἀσθενοῦς τῆς ψυχῆς καὶ πρὸς αὐτὰ τὰ ὑπὲρ αἴσθησιν φρικτὰ δυσπαράδεκτον ποιοῦντος τὸ ἐνεργούμενον· οἶδε μετὰ τὸν πολὺν καὶ ποικίλον ἐκεῖνον σάλον τῶν λογισμῶν, περὶ τὸ τέλος αὐτὸ τὸ πιστὸν καὶ ἀληθὲς, ταῖς ψυχαῖς ἐνιέναι καὶ ἐμβαθύνειν, καὶ παγίαν καὶ ἰσχυρὰν χαρίζεσθαι μονιμότητα.