In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Σὺ δέ μοι σκόπει τὸ ἄτυφον καὶ ἀφιλότιμον, καὶ τὴν ἐνοῦσαν αὐτῷ μετριοφροσύνην πρὸς τὰ παράδοξα. Οὐ γὰρ ἐσάλπισεν τὰ τοῦ θαύματος, ὅπερ ἂν ἄλλος ἴσως πέπονθέ τις· οὐχ ὥσπερ ἐκπομπεύων τοῖς κατορθώμασιν ἐπὶ τῶν δωμάτων ταῦτα ἐκήρυξεν, οὐκ ἐκ περιχαρείας τῇ ἐκκλησίᾳ τὰ περὶ αὐτοῦ ἐθριάμβευσεν, οὐ προσηλύτοις, οὐ γνωρίμοις αὐτὰ προσανέθετο, ἀλλὰ κατασείσας τῇ χειρὶ τοὺς ἐν τῇ ἐκκλησίᾳ [φ. 165 ῃο] τούτοις μόνοις ἡσυχῆ προσανήγγειλεν, μεθ' ὧν καὶ Ἰακώβῳ καὶ τοῖς σὺν αὐτῷ.