In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Διὰ πολλὰς μὲν ἄν τις τὰς αἰτίας εἰς ἑορτῆς ὑπόθεσιν, τὴν ἐκείνου μνήμην εὕροι ἀξίαν πρὸς ἔπαινον, οὐχ ἥκιστα δὲ κἂν διὰ τὸ ἀποστολικὸν ἀξίωμα καὶ τὸν τοῦ κηρύγματος δρόμον καὶ τὴν τοῦ εὐαγγελίου διδασκαλίαν, καὶ τὴν ἐν τοῖς ἔθνεσιν ἐκ διασπορᾶς τῶν Ἰουδαίων δι' ἐπιστολῶν νουθεσίαν τε καὶ παραίνεσιν, ὧν πλέον ἦν αὐτῷ μέριμνα καὶ φροντὶς ὡς ἐξ ἐκείνων καὶ φύντι καὶ γενομένῳ· ἃ πάντα εἰς ἀφορμὴν ἐπαίνων κρινόμενά τε καὶ λαμβανόμενα ἀνυψώσει πάντως τὸν εὐφημούμενον, καὶ πρὸς αὐτὸ τὸ ἄκρον ἀναβιβάσει τῆς εὐφημίας, ὅσιον γὰρ ὁμοῦ καὶ δίκαιον, καὶ διὰ τὸ ἐκ τοῦ νομικοῦ γράμματος τὸν ἐπὶ σωτηρίᾳ ἡμῶν ἐληλυθότα, ἐνοπτρίζεσθαι ταῖς πρεπούσαις τιμαῖς μεγαλύνεσθαι τὸν ἀπόστολον· οὐχ ἧττον δὲ καὶ διὰ τὴν ἐπ' ἐσχάτων τῶν χρόνων ὀφθεῖσαν αὐτῷ θεοφάνειαν αὐτοῦ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἀμέσως αὐτῷ προσομιλήσαντος καὶ τῆς οἰκείας σαρκώσεως αὐτόπτην καὶ μύ στην ποιησαμένου. Ἐφ' ᾧ καὶ τὴν ἑαυτοῦ ἐκκλησίαν οἰκοδομῆσαι εἰς ἆθλον τῆς θεοπρεποῦς ἀναῤῥήσεως προϋπέφηνε, καὶ τὰς τῶν οὐρανῶν κλεῖς ἀῤῥαβῶνα τῆς περὶ αὐτὸν ὑπέσχετο πίστεως, καὶ τῶν ὑπ' αὐτοῦ δεδεμένων καὶ λελυμένων ἐπὶ τῆς γῆς ἐν οὐρανοῖς ψηφίζεσθαι τὴν περαίωσιν. Ναὶ μὴν καὶ ὡς εὐπειθῶς κεκληκότος τοῦ ἀδελφοῦ καθυπακούσαντα, καὶ ὡς τῷ Χριστῷ σὺν αὐτῇ κλήσει προσεληλυθότα, καὶ τὴν Κηφᾶ προσηγορίαν ὥςπερ τι σημεῖον καὶ σφραγίδα τῆς εἰς αὐτὸν κομισάμενον πίστεως καὶ ὡς αὐτόθεν ὅλον ἀνακραθέντα τῷ διδασκάλῳ καὶ οἷον ἐκτυρωθέντα, καὶ διὰ τοῦτο τὸ θερμὸν ὡς οὐκ ἄλλος τις τῶν ἀποστόλων ἐν πολλοῖς πολλάκις ἐπιδειξάμενον.