In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1
Ὁ δὲ, ἵνα καὶ μᾶλλον αὐτῷ τὸ θηριῶδες καὶ ἀπάνθρωπον αὔξοιτο, τῇ τοῦ θανάτου ψήφῳ τοὺς ἀνευθύμους ὑπάγει, καὶ ταῦτα [φ. 166 ρο] μηδὲν περὶ τὴν φυλακὴν καὶ ἀσφάλειαν κατοκλάσαντας· ὅτι γὰρ μὴ κατ' ἐκείνου ἴσχυσε τῷ θυμῷ ἀποχρήσασθαι, καὶ τὴν ἑαυτοῦ γαστέρα ἀποστολικῶν ἐμπλῆσαι σαρκῶν, κατὰ τῶν φρουρούντων μανιωδῶς ἐπάγει τὸν θάνατον· εἰ δ' ὅτι δι' αὐτὸν κατακέκριντο, μὴ τοῦ θανάτου θαυματουργήσας τούτους ἐξείλετο ὁ ἀπόστολος. Διττὸν ἔχει τὸν τῆς ἐπιλύσεως λόγον· ἕνα μὲν τὸν ἀπανθρώπως καὶ θηριωδῶς τούτους κεχρῆσθαι τῷ ἀποστόλῳ, συγκοιμωμένους αὐτῷ καὶ δριμυτέρας τῶν δεσμῶν, τὰς ἐκ τῶν λόγων προσφέροντας μάστιγας, καὶ οὐχ ἧττον Ἡρώδου κατ' αὐτοῦ μεμηνότας τε καὶ φρονοῦντας· ἕτερον δὲ τὸ μὴ πρὸς μόνον τὸν κορυφαῖον τῇ τοσαύτῃ χρήσασθαι θηριωδίᾳ, ἢ γὰρ ἂν καὶ φιλανθρωπίας ἠξίωντο ἅπαξ τῷ τοιούτῳ παρωλισθηκότες πτώματι.