In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1
Τοῦτο τοῦ κορυφαίου τῶν μαθητῶν τὸ κατὰ τοῦ διαβόλου [φ. 166 ῃο] περιφανέστατον τρόπαιον. Τοῦτο τῶν εἰς αὐτὸν τελεσθέντων θαυμάτων τὸ ὑπερφυέστατον τερατούργημα. Τί πρῶτον τοῦ ἀποστόλου τούτου θαυμάσω; τὸ τοῦ πόθου διάπυρον πρὸς Χριστόν; Ἀλλ' ὢ τῆς διὰ τοῦ Πατρὸς ἄνωθεν γεγονυίας αὐτῷ ἀποκαλύψεως! Τὸ συνθανεῖν ἐθέλειν τῷ διδασκάλῳ, καὶ μηδὲ θανόντι συναπορρήγνυσθαι; Ἀλλ' ὢ τῆς μετὰ τὴν ἀνάστασιν τριττῆς ἐρωτήσεως, δι' ἧς οὐ μόνον τὸν ἐκείνου πρὸς αὐτὸν ἐγκάρδιον διετράνωσεν ἔρωτα, ἀλλὰ καὶ τὰ τῆς τελευτῆς προηνίξατο διὰ τῆς νεότητος καὶ τοῦ γήρως καὶ τοῦ ἀλλοτρίου περιζώματος, τὸ τῆς ἀντιστρόφου σταυρώσεως ὑποσημηνάμενος σχῆμα.